Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

78. Ἡμικύκλιον δέ p. 38,2 διὰ τὸ μεγίστους κύκλους· τὸν ζῳδιακὸν καὶ τὸν ὁρίζοντα δίχα τέμνειν ἀλλήλους.

79. Καὶ φανερόν p. 40,6 διὰ τὸ κβʹ τοῦ βʹ τῶν Σφαιρικῶν.

80. Λῆμμα. Αἱ μὲν ΗΚ, ΚΝ, ΝΓ ἴσαι εἰσὶ διὰ τὴν ὑπόθεσιν. ὅτι δὲ τεταρτημορίου ἐστὶν ἑκατέρα τῶν ΓΗ, ΗΒ, ἐκεῖθεν δῆλον. ἐπειδὴ ὁ ζῳδιακὸς καὶ ὁ τροπικὸς ἅπτονται ἀλλήλων, διὰ δὲ τοῦ ἑνὸς πόλων καὶ τῆς ἀρῆς ἐγιστος κύκλος γέγραπται ὁ μεσημβρινός, ἤξει ἄρα καὶ διὰ τῶν τοῦ ζῳδιακοῦ πόλων. ἐπεὶ οὖν ἐν σφαίρᾳ δύο ύκλοι, ὁ ζῳδιακὸς καὶ ὁ ἰσημερινός, τέμνουσιν ἀλλήυς, διὰ δὲ τῶν πόλων αὐτῶν μέγιστος κύκλος γέγραται, ὁ μεσημβρινός, δίχα τέμνει τὰ ἀπειλημμένα τμήματα.