Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

63. Λέγω ὅτι p. 26, 23 ἢ καὶ οὕτως· λέγω, ὅτι τὸ πρότερον δύνεται τοῦ Ζ. ἐπεὶ γὰρ ἡ ΚΘ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΜΛ, ὧν ἡ ΚΖ ὁμοία ἐστὶ τῇ ΜΝ, λοιπὴ ἄρα ἡ ΘΖ μείζων ἐστὶν ἢ ὁμοία τῆς ΝΛ. πρότερον ἄρα δύνεται τὸ Ν τοῦ Ζ· ἀλλὰ καὶ τὸ Η τοῦ Ν πολλῷ ἄρα τὸ Η πρότερον δύσεται τοῦ Ζ.