Scholia in Euclidis phaenomena

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis phaenomena (scholia vetera), Menge, Teubner, 1916

100. Ἀλλὰ ΠΩ p. 76,17 ὡς ἴση τῶν κύκλων ἴσων ντον.

101. P. 76,25 ἔχεις καὶ τὴν ἐσχάτην πρότασιν ἀποδεδειγμένην, ὅτι Ἐν ἴσῳ δὲ αἱ ἴσον ἀπέχουσαι τοῦ ἰσημερινοῦ κύκλου ἴσον γὰρ ἀπέχουσι τοῦ ἰσημερινοῦ ἡ ΛΞ καὶ ἡ ΞΜ.

102. Ἐκ περισσοῦ. τῆς αὐτῆς καταγραφῆς μενούσης λέγω, ὅτι ἡ ΑΒ τῇ ΒΓ ἐν ἴσῳ χρόνῳ δύνει. ἐπεὶ γὰρ ἡ Γ∠ τῆς ΒΕ μείζων ἐστὶν ἢ ὁμοία, κείσθω τῇ ΒΕ ὁμοία ἡ Γ Ζ, καὶ ὁ ζῳδίων κύκλος θέσιν ἐχέτω τὴν ΖΕΗ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΒ τῇ ΒΓ, ἴσος ἐστὶν ὁ ΑΘ κύκλος τῷ Γ∠ κύκλῳ· ἴση ἄρα καὶ ἡ ΑΕ τῇ Ε∠. ἔστι δὲ καὶ ἡ ΖΕ τῇ ΕΗ ἴση, ἐπεὶ καὶ ἡ ΓΒ τῇ ΒΑ ἴση· ἐστιν ἄρα καὶ ἡ ἀπὸ τοῦ Η ἐπὶ τὸ Α τῇ ἀπὸ τοῦ ∠ ἐπὶ τὸ Ζ ἴση ἄρα καὶ ἡ ΑΗ περιφέρεια τῇ ∠ Ζ περιφερείᾳ· ἀλλʼ ἡ ΑΗ τῇ ΕΒ ἔστιν ὁμοία· καὶ ἡ ΕΒ ἄρα τῇ ∠Ζ ἐστιν ὁμοία. ἐν ᾧ ἄρα χρόνῳ τὸ Β ἀρξάμενον ἀπὸ τοῦ Β τὴν ΒΕ διελθὸν ἐπὶ τὸ Ε παραγίγνεται, ἐν τούτῳ καὶ τὸ Ζ ἀρξάμενον ἀπὸ τοῦ Ζ τῇᾶ Ζ∠ διελθὸν ἐπὶ τὸ ∠ παρέσται· [*](100. C (mg. c. signo om.) x; in textu Mq. 101. Vat2 p2 102. Hoc scholium pos prop. XII in textu hab. codd. rec b.) [*](16. Post Z add. ἴση m. 2 Vat.)

147
ἀλλʼ ὅταν μὲν τὸ Β ἐπὶ τὸ Ε παραγένηται, δύνει ἡ Β Α περιφέρεια· ὅταν δὲ τὸ Ζ ἐπὶ τὸ ∠ παραγένηται, δύνει ἡ ΖΕ, τουτέστιν ἡ ΓΒ ἡ ΑΒ ἄρα τῇ ΒΓ ἐν ἴσω χρόνῳ δύνει.

103. Ad schol. nr. 102 lin. 12 ἡ γὰρ ΒΓ ἡ αὐτή ἐστι τῇ ΕΖ· ὁμοίως καὶ ἡ ΑΒ τῇ ΗΕ ὁ γὰρ ζῳδιακὸς κύκλος ὁ ΑΒΓ μεταξὺ τῶν Η, Ζ καί ἐστιν ὁ αὐτός.