Scholia in Euclidis catoptrica (scholia vetera)
Scholia in Euclidem
Scholia in Euclidem, Scholia in Euclidis catoptrica, Heiberg, Teubner, 1895
9. Ἀνίσους p. 290, 17 ἤγουν ὀξεῖαν καὶ ἀμβλεῖαν, ὅπερ γίνεται πλαγίως εἰσβαλλούσης τῆς ἀκτῖνος.
10> Ἐπεὶ οὖν ἡ Θ τῆς Μ μείζων, κοινὴ προσκείσθω ἡ Κ, Λ. δύο ἄρα αἱ Θ, Κ, Λ δύο τῶν Κ, Λ, Μ μείζους. αἱ δὲ Κ, Λ, Μ δύο ὀρθαῖς ἴσαι· αἱ Θ, Κ, Λ ἄρα δύο ὀρθῶν μείζους. τὰς δὲ ἀπʼ ἐλαττόνων ἢ δυεῖν ὀρθῶν συμπίπτειν.