Scholia in Euclidis catoptrica (scholia vetera)

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis catoptrica, Heiberg, Teubner, 1895

27. Καὶ ἀμβλεῖά ἐστιν p. 318, 11 ἐπειδὴ ἡ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν ἁφὴν ἐπιζευγνυμένη ὀρθὴν ποιεῖ τὴν ὑπὸ ΘΑΚ, ὀξεῖα ἄρα ἡ ὑπὸ ΘΚ Α ἀμβλεῖα ἄρα ἡ ὑπὸ ΑΚΕ.

28. Οὐκοῦν ἀπὸ τοῦ κυρτοῦ p. 318, 19 ἐὰν γὰρ τὸ κέντρον λαβόντες τῆς σφαίρας ἀπʼ αὐτοῦ ἐπιζεύξωμεν ἐπὶ τὸ ὁρώμενον καὶ ἐκβάλωμεν ὡς ἐν τοῖς πρὸ αὐτοῦ, θεωρηθήσεται τὸ Ε∠ ἐν γωνίᾳ τῇ ὑπὸ ΑΒΓ, ὥσπερ καὶ ἐν τοῖς προλαβοῦσιν· τὰ γὰρ ὁρώμενα πάντα ἐν γωνίᾳ ὁρᾶται.