Scholia in Euclidis optica (scholia vetera)

Scholia in Euclidem

Scholia in Euclidem, Scholia in Euclidis optica, Heiberg, Teubner, 1895

33. Ἴση γωνία ἡ ὑπὸ ΕΖΒ p. 30, 25 κάθετοι γὰρ α ΕΖ καὶ Α∠.

34. Ἀλλὰ καὶ ἡ ὑπὸ ΑΒ∠ p. 30, 26 κατὰ κορυφὴν γάρ.

35. Καὶ ἡ τρίτη ἄρα p. 30, 26 δι᾿ ὃν λόγον ἄνωθεν γέγραπται.

36. Βλέπεται p. 34, 1 οὕτως ἡ Κ∠ ἐλάττων φανήσεται τῆς Κ Β μὴ τοῦ ∠ πρὸς τῇ περιφερείᾳ δοκοῦντος φαίνεσθαι, ἀλλʼ ὑποκάτω τοῦ Β, καὶ τὸ Ε ὡσαύτως οὐχὶ πρὸς τῇ περιφερείᾳ, ἀλλʼ ὑποκάτω τοῦ ∠ καὶ οὕτως ὡς καὶ εὐθείας ἀπὸ τοῦ Β πρὸς ὀρθὰς κατηγμένης διὰ τῶν ∠, Ε διῆχθαι. ἀλλὰ δὴ καὶ τοῦ Ζ· καὶ τὸ Ν γὰρ ὑποκάτω τοῦ Ε ὀφθήσεται καὶ οὐ πρὸς τῇ περιφερείᾳ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἀπὸ τοῦ Γ, ὡς φαίνεσθαι ἐπὶ μιᾶς εὐθείας τῆς ΒΓ τὰ Β, ∠, Ε, Ζ, Η, Θ, Γ στοιχεῖα.

[*](30. Vb. 31 V2. 32. Vb. 33. Vb. 34. Vb. 35 Vb. 36. V2.)[*](5. ἤ] supra scr.)
132

37. Διὰ τὸ συμβαίνειν, ὅπερ γίνεται εὐθείας ὑποκειμένης τῆς νῦν οὔσης περιφερείας, νομίζεται καὶ ἡ περιφέρεια εὐθεῖα· ἔστι δὲ τοῦτο τὸ φαίνεσθαι τὰς ἀπὸ τοῦ κέντρου καὶ ταῦτα ἴσας οὔσας τὴν ἐκτὸς μείζω τῆς ἐντός, οἷον τὴν Κ Β τῆς Κ∠, ὅ γίνεται, εἰ ἐπʼ εὐθείας κείσεται ἡ ΒΓ. ἐπὶ γὰρ εὐθείας συμβαίνει τὴν ἐκκειμένην οἷον τὴν ΚΒ μείζονα τῆς Κ∠ εἶναι. εἰ γὰρ ἄλλως λέγει τις ταύτας ἴσας εἶναι, συμβαίνει ἄτοπόν τι· ὀρθογωνίου γὰρ κειμένου τοῦ ΚΕΒ τριγώνου τὸ ἀπὸ τῆς βάσεως τῆς ΚΒ ἴσον ἔσται τοῖς ἀπὸ τῶν πλευρῶν τῶν ΚΕ, ΕΒ. ὁμοίως καὶ τὸ ἀπὸ τῆς Κ∠ τοῖς ἀπὸ τῶν ΚΕ, Ε∠. πῶς οὖν ἔσται ἴση ἡ Κ∠ τῇ Κ Β τῶν ἀπὸ τῆς ΚΕ ἐν ἴσοις ἴσων ὄντων; φαίνεται οὖν ἡ περιφέρεια εὐθεῖα διὰ τὸ φαίνεσθαι συμβαῖνον ἐπὶ τῆς περιφερείας, ὃ καὶ ἐπὶ τῆς εὐθείας.

38. Ὃ ὄπισθεν ἔλεγε δυνατὸν δείκνυσθαι καὶ ἐπὶ τῆς κοίλης περιφερείας, τοῦτο νῦν δεικνύει· οἷον ἐὰν ἐπὶ τοῦ κέντρου τῆς περιφερείας τεθῇ τὸ ὄμμα, αἱ δὲ ἐκ τοῦ κέντρου ὑποτεθῶσιν ὡς ἀκτῖνες, μέγιστον μὲν φανήσεται ἡ ΑΒ εὐθεῖα, ἣ τὸ πρότερον ἀκτὶς ὑπέκειτο, ἀεὶ δὲ ἡ ἔγγιον τῆς ΑΒ τῆς ἀπώτερον μείζων τῆς προτέρας προχωρούσης δείξεως.

39. Καθέτου ἐπʼ αὐτὴν οὔσης p. 34, 23 τῆς ΒΓ περιφερείας ὡς εὐθείας νοουμένης.

40. Ἐγχάλασμα p. 34, 28 τύχ κοίλωμα.

[*](37. Vb. 38. V1. 39. V1. 40. Vb.)[*](7. ἐπί| ἐπεί 28. τύχ ] h. e. τυχὸν?)
133