Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)
Scholia in Dionysium Periegetam
Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.
οὐ μὲν πᾶσα: οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερής, ἀλλὰ κατά τι μέρος, ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδόν, δυτικήν τε καὶ
ἀνατολικήν. ABCV. οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνα ᾖ τὸ διαμφὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. ACV. πρὸς δὲ τὸ ἠελίοιο κελεύθους σφενδόνῃ εἰοικυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ δύσιν, ἐκλαμβάνωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ βόρεια μέρη. οἱ δὲ κυκλοτερῆ διόλου· φασὶ γὰρ σφαιροειδῆ εἶναι τὴν γῆν. ACV.διαπρὸ] διόλου. A il. περίδρομος] στρογγύλη. A il.
διαπρὸ περίδρομος: οὐ περὶ δρόμου διόλου, ἀλλʼ ἀμφοτέρωθεν πλατεῖα οὖσα, ἤτοι πρὸς βορρᾶν καὶ νότον, ὀξυτέρα ἐστὶ πρὸς ἀνατολὴν καὶ δύσιν, σφενδόνῃ ὁμοία. BC.
διαμφὶς] ἀμφοτέρωθεν. A il.
ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγειν. A il.
ὀξυτέρη: ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις εὐρυτέρη ἐστίν, ἥτις ἐναντία παντελῶς καὶ τῷ σφενδόνῃ (ἐστὶν) ἐοικυῖα. ACV. ὀξυτέρη βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη. BC.
σφενδόνῃ εἰοικυῖα] κωνοειδής. A il.
ἑ] ταύτην. A. il.
μίαν δέ ἑ καίπερ ἐοῦσαν: τρισσῶς καὶ τοπικῶς διενείματο τρισσῶν ἠπείρων ὁνομιασίας αὐτῇ διατιθέμενος. BC.
ἠπείροισι] γαίαις A il.
ἀλλʼ ἤτοι Λιβύη μέν: ἡ μὲν Λιβύη, φησίν, ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ὑπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ὑπὸ τῆς Ἀσίας. ἄποθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. BV.
ἀπʼ Εὐρώπης ἔχει οὖρον: ἄποθεν τῆς Εὐρώπης, κατα μηδὲν μέρος συνάπτουσα τῇ Εὐρώπῃ. BCV.
ἀπʼ Εὐρώπης] ἄποθεν· λέγει δὲ τὰ ἐν μεσοπελάγει. A il.
ἔχει οὖρον] ὅρισμα, διαχώρισμα λοξόν. A il.