Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Διονύσιος ὁ Περιηγητὴς γέγονεν υἱὸς Διονυσίου Ἀλεξανδρέως. Γέγονε δὲ ἐπὶ τῶν Ῥωμαῖκῶν χρόνων μετὰ Αὔγουστον Καίσαρα ἢ ἐπʼ αὐτοῦ. Οἱ δὲ κατὰ Νέρωνα τὸν Ῥωμαίων βασιλέα φασὶ γενέσθαι. Ἄδηλον δὲ πόθεν γέγονε καὶ τίνων γονέων. Φέρονται δὲ αὐτοῦ καὶ ἄλλα συγγράμματα, Λιθιακά τε καὶ Ὀρνιθιακὰ καὶ Βασσαρικά. Ὧν τὰ μὲν Λιθιακὰ ἐκρίθησαν ἴδια Διονυσίου καὶ αὐτὰ διὰ τὴν τοῦ χαρακτῆρος ὁμοιότητα· τὰ δὲ Βασσαρικὰ διὰ τὴν τραχύτητα οὐκ ἄξια τούτου κριθέντα εἰς τὸν Σάμιον ἀνενέχθησαν Διονύσιον· τὰ δὲ Ὀρνιθιακὰ εἰς ἄλλον τινὰ Φιλαδελφέα Διονύσιον. Τὸ δὲ παρὸν ποίημα ἱστορικόν τινες ἐκάλεσαν, συγκείμενον ἐκ τοπικοῦ καὶ πραγματικοῦ καὶ χρονικοῦ καὶ γενεαλογικοῦ, εἰς ἃ τὴν ἱστορίαν φασὶ διαιρεῖσθαι.
--- τὰ ἔπη, ὡς ἐν τοῖς αὐτοῦ Λιθιακοῖς ἀποδέδεικται· ποτὲ δὲ τῷ γλαφυρῷ διατορεύων, ὡς ἐκ τοῦ παρακειμένου βιβλίου σαφες. Ὅτι δὲ διαβέβληται τὸ παχὺ, σαφῶς ὁ Καλλίμαχος ἐν τοῖς Ἐπιγράμμασι δηλοῖ· διασύρων γὰρ Ἀντιμάχου τὸ ποίημα τὴν Λύδην ἔφη·
Κατὰ τί διαφέρει γεωγραφία χωρογραφίας; ὅτι ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐχὶ δὲ τὰ μερικά· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὔχὶ δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν.
Τίνες πρότερον ἐν πίνακι τὴν οἰκουμένην ἔγραψαν; Πρῶτος Ἀναξίμανδρος· δεύτερος Μιλήσιος Ἑκαταῖος· τρίτος Δημόκριτος Θαλοῦ μαθητῆς· τέταρτος Εὔδοξος. Οὗτοι οἱ μὲν στρογγυλοειδῆ ἔγραψαν, Δημόκριτος προμήκη, Κράτης ἡμικύκλιον, Ἵππαρχος τραπεζοειδῆ, ἄλλοι δὲ οὐροειδῆ.
Ἀρχόμενος γαῖάν τε καὶ εὐρέα πόντον ἀείδειν] Τὸ προοίμιον οἰκεῖον ἔταξε τῇ ὑποθέσει καὶ οὐκ ἀσύμφωνον τῷ σκοπῷ. Θεοῦ γὰρ ποιητικοῦ παρῃτήσατο νῦν ἐπίκλησιν, ὥσπερ ἐπειγόμενος συναποδημῆσαι τῷ λόγῳ. Ζηλοῖ δὲ τὸν Ἀπολλώνιον, οὐ χαρακτῆρος ὢν ἐραστὴς, ἀλλ᾿ ἐπικαίρου διὰ τὴν χρείαν ἐπιβολῆς. Προθέμενος οὖν οἰκουμένην γράψαι γῆν τε καὶ θάλασσαν, ὡρισμένην ὁμοῦ τοῖς εἰς αὐτὴν εἰσβάλλουσι ποταμοῖς, ὠκεανὸν προλαμβάνει τῇ μνήμῃ καλῶς, εἴγε θεῶν καθʼ Ὅμηρον (Il. 14, 201) εἴρηται γένεσις, ὧν ἡ ἔννοια σημαίνει τὰ κοσμικὰ στοιχεῖα κατά τινας· εἶναι γὰρ αὐτῶν πρῶτον τὸ ὕδωρ, ὁμοίως δὲ καὶ τὴν γῆν. Ἡ γὰρ τοῦ Ἡρακλείτου δόξα τὰ πάντα φησὶν ἐκ ῥοῆς εἶναι καὶ στάσεως. Προϊὼν δὲ μετʼ οὐ πολὺ συμπαραλαμβάνει τὰς Μούσας, εὔνοιάν τινα παραφυλάτων ἅμα τῇ τέχνῃ. Παραιτεῖται δὲ τὸ ἀμάρτυρον, ἴσως ἐκ τοῦ Καλλιμάχου τοῦτο μαθὼν, ἐπεὶ κἀκεῖνος “ἀμάρτυρον οὐδὲν ἀείδω” φησί. Διατετηρημένην δὲ ἐν τοῖς ἑξῆς ἀποδιδοὺς ἑαυτῷ τὴν πίστιν ἐπάγει τὸ ἔπος; εἰπών (vs. 62)· ὑμεῖς δ᾿, ὦ Μοῦσαι, σκολιὰς ἐνέποιτε κελεύθους.
Περιέχει γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θαλάσσας. Εὔλογον οὖν ἡγήσατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχὴν, τουτέστιν τοῦ ὠκεανοῦ. Ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ, ὡς περιέχοντος τὴν γῆν, διαλαμβάνει, ἔπειτα περὶ τῶν πελαγῶν, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης λέγει, ἐπεὶ καὶ τῆς αὐτῆς θέσεώς ἐστι (εἴγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διῄρουν πᾶσαν τὴν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες)· εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. Διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς τρία, εἰς Ἀσίαν Εὐρώπην τε καὶ Λιβύην.
Προθέμενος δὲ θάλασσαν καὶ ποταμοὺς ᾄδειν, οἰκείως προτίθησιν ὠκεανὸν, ὃς γένεσίς ἐστι τοῖς θεοῖς, τουτέστι τοῖς στοιχείοις. Κατὰ γὰρ Ἡράκλειτον πάντα ἐκ ῥοῆς καὶ στάσεως.
Οὐ σὺν τῇ ἀοικήτῳ ἀκουστέον· οἰκουμενικὸν γὰρ τὸ σύνταγμα. Ἐρατοσθένὸυς δὲ ὢν ζηλωτὴς κύκλῳ περιέχεσθαι τὴν γῆν φησιν ὑπὸ τοῦ ὠκεανοῦ.
Ἴδωμεν δὲ αὐτὸς ὁποῖον ἐθέλει δεῖξαι τὸ καθόλου
Ἐπειδὴ δὲ καὶ τῶν κόλπων οὐκ ὠλιγώρησε δεῖξαι τὸ μέγεθος, ὁμοίως καὶ τούτους ἐροῦμεν ἐν ἀριθμῷ. Ἔστι γὰρ, φησὶ, μείζων αὐτῶν καὶ πρῶτος ὁ Γαγγητικὸς, μεθʼ ὃν ὁ Περσικὸς, εἶδʼ ὁ καλούμενος οὕτως ἑῷος Μέγας, καὶ μετὰ τοῦτον ὁ Ἀράβιος, πέμπτος ὁ Αἱθιοπικὸς, ἕκτος ὁ Ποντικὸς, ἕβδομος ὁ Αἰγαῖος, ὄγδοος ἡ Μαιῶτις, ἔννατος ὁ ἐπὶ Δαλματίαν εἰσβάλλων, ὃς Ἀδριατικός τε καὶ Ἰόνιος καλεῖται, μεθʼ ὃν δεκάτη τῶν εἰρημένων ἡ Προποντίς. Εἰ δὲ δεῖ καὶ περὶ τῶν νήσων εἰπεῖν, ἥτις αὐτῶν μείζων καὶ λόγῳ διαφερόντως ἔνδοξος, αὐτόθεν ὡς ἐκείνῳ δοκεῖ παραστήσομεν. Πρωτεύει μὲν ἡ Ἰνδικὴ Ταπροβάνη μεγέθει καὶ δόξῃ· μεθ᾿ ἣν ἡ Βρεττανικὴ καλουμένη, παρὰ δὲ τοῖς οἰκοῦσιν αὐτὴν Ἀλουιωνίς, τρίτη δὲ ἡ Χρυσῆ, χερρόνησος Ἰνδική· τετάρτη τῶν Βρεττανῶν ἡ ἑτέρα λεγομένη παῤ αὐτοῖς Ἰουερνία· πέμπτη τούτων ἡ Πελοπόννησος, καὶ ἡ Σικελία μετʼ αὐτὴν ἕκτη· Σαρδὼ μετʼ ἕκείνην ἑβδόμη· μετὰ δὲ ταύτην ἡ Κύρνος ὀγδόη· Κρήτη δὲ τάξεως ἐννάτης· μετὰ δὲ ταύτην ἡ Κύπρος οὖσα δεκάτη τῷ καταλόγῳ, εἰπεῖν δὲ κορωνίς. Καὶ ταῦτα μὲν οὔτως ὁ Πτολεμαῖος ὁρίζει.
Διονύσιος δὲ τοῦ Ἐρατοσθένους ὢν ἐραστὴς ἐν κύκλῳ φησὶ τὸν ὠκεανὸν κεῖσθαι, νῆσον δὲ ὥσπερ ὑπ᾿ αὐτοῦ περιλαμβάνεσθαι τὴν οἰκουμένην γῆν (ὁ γὰρ
Ἐν γὰρ ἐκείνῳ] ἀντὶ τοῦ ὑπ᾿ ἐκείνου. Πᾶσαχθὼν φησι, τὴν δὲ οἰκουμένην λέγειν δῆλός ἐστιν· οὐ γὰρ πᾶσαν· εἰ γὰρ κυκλοῖ πᾶσαν, ἑκτὸς αὐτῆς ἐστιν. Ἐπὶ τίνος οὖν ὀχούμενος τὴν γῆν ἐπικυκλοῖ; πάντες γὰρ ὅσοι τοῦτο εἶπον ἀτόπως ὑπέθεντο. Ὅτι δὲ τοῦτό φησι, δηλοῖ τὰς ἐξ αὐτοῦ ἐκροίας διὰ πάσης τῆς οἰκουμένης περιγράφων, καὶ τὰ παρακείνπῶν μενα ἔθνη εὐθὺς ἐξ ἀρχῆς διηγούμενος, καὶ προϊὼν τῇ τῶν ποταμῶν ὀνομασίᾳ.
Περὶ δὲ τῶν οὕτως ὑπογραφόντων αὐτὸν ὁ Πτολεμαῖος ἀπολογεῖται, λέγων, ὡς ἀνάγκῃ τινὶ καὶ οὐκ ἀληθείᾳ κύκλον ὑπέθεντο. Καταμαθόντες γοῦν οἱ γραμματοπίνακες τὴν καταγραφὴν οὐκ αὐτάρκη πρὸς ἐπιγραφὴν οὖσαν ἐν τῷ πίνακι, τὴν μὲν Εὐρώπην ἐπὶ τὸ μᾶλλον εὔρυναν, οὗ χάριν καὶ τὸν ὠκεανὸν παρὰ τοὺς ὅρους ἐξέτειναν, τὴν δὲ Λιβύην, εὐρεῖαν μὲν οὖσαν, ὑπερβάλλουσαν δὲ τῷ μεγέθει τὰ ἔθνη, διὰ τὸ μὴ διάκενον κεῖσθαι τῷ πίνακι χωρίον, ἐστένωσαν· ὁμοίως καὶ τὴν Ἀσίαν ἀπ᾿ ἀμφοῖν μεροῖν ταῖς εἰρημέναις δυσὶ διʼ ἕνωσιν ἀκολούθως ἥρμοσαν· οὗ γενομένου, συνέβη καὶ αὐτὸν ἐμπεριγράφεσθαι κύκλῳ.
Ἠ δὲ σύνθεσις τοῦ λόγου καὶ ἡ διάνοια τοιαύτη· οὐ πᾶσα ἡ γῆ διόλου κυκλοτερὴς, ἀλλὰ κατά τι μέρος. ὀξυτέρα δὲ πρὸς ἑκατέραν ὁδὸν ἡλίου, δυτικήν τε καὶ τὴν ἀντικειμένην ἑῴαν. Ἢ συνάπτεται τῷ ὀξυτέρῳ τὸ διαμφίς, ἵνʼ ᾖ διαμφὶς ὀξυτέρα, οὐ χωρὶς ἀλλʼ εἰς ἑκάτερον. Ὅσοι δὲ μεταγράφουσι τὸ εὐρυτέρη βαβαυῖα, τοιοῦτον ὑπολαμβάνουσι τὸ ἑξῆς· εὐρυτέρη μὲν βεβηκυῖα σφενδόνη· μειοῦται γὰρ πρὸς ἑκάτερα τὰ μέρη τοῦ εὔρους.
Οἱ δὲ γράφουσιν εὐρυτέρη, ἵνʼ ᾖ τὸ διαμφὶς εὐρυτέρη ἀντὶ τοῦ εἰς νότια καὶ βόρεια. Πρὸς δὲ ἠελίοιο κελεύθους σφενδόνῃ εἰκυῖα, ἵνα τοὺς πόδας τῆς σφενδόνης, τὴν ἕω καὶ τὴν δύσιν, ἐκλάβωμεν, τὰ δὲ μέσα καὶ πλάγια τῆς σφενδόνης τὰ νότια καὶ τὰ βόρεια μέρη· ταῦτα γὰρ, τὰ μέρη πλατύτερα τῆς σφενδόνης (ὡς ἑκατέρωθεν ἐκ τῶν ἀνατολῶν καὶ δυσμῶν εἰς ὀξὺ κωνοειδῶς λήγοντα ). Ἡ ἐπιπολάζουσα γραφὴ καὶ ἐν πᾶσιν ὡς εἰπεῖν εὑρισκομένη τοῖς ἀντιγράφοις ἡ εὐρυτέρα ἐστὶν, ἥτις ἐναντία παντελῶς τῷ σφενδόνῃ ἐοικυῖα. Τὸ. δὲ βεβαυῖα ἀντὶ τοῦ βαίνουσα καὶ προερχομένη.
Σφενδόνῃ ἔοικε τὸ σχῆμα ἡ οἰκουμένη γῆ. Διὸ
Ἄρχεται δὲ καταλλήλως ἀπὸ Λιβύης τῶν ὅρων· οὐ γὰρ διὰ μέγεθος· ἔστι γὰρ ἡ Ἀσία πρώτη, μεθʼ ἣν αἱ δύο· τὸ γὰρ αὐτό, φησι, σχῆμα, λέγων οὕτως (v. 270)· « εἰ δέ κεν Εὐρώπης ἐθέλοις τύπον, οὔτι σε κεύσω· ωὐτὸς γὰρ Λιβύης ῥυσμός. Καὶ πάλιν (v. 274)· « ἄμφω δʼ ἶσον ἔχουσιν ἐπʼ Ἀσίδα νείατον ἴχνος. ” Ἴσως οὖν ἀπονέμει τιμὴν τῷ Νείλῳ· δύο γὰρ ποταμῶν ἀντικειμένων ἐν παραθέσει τῶν ὅρων, τοῦ τε Νείλου καὶ τοῦ Τανάϊδος, εὔλογον ἦν τιμῆσαι τὸν μείζονα τῷ διαστήματι καὶ τῶν ἄλλων. Ἐφύλαξε δὲ τὴν Ἀσίαν τῷ τέλει, καθὸ τὰς δύο διαιρουμένας ὑπὸ τῆς καθʼ ἡμᾶς θαλάσσης ἐναποκλείουσα πέρας ἐστὶν ὥσπερ ἀμφοτέρων. Ὠνομάσθαι δέ φασι τὴν Λιβύην ἀπὸ Λιβύης, τῆς Ἐπάφου θυγατρὸς, μητρὸς δὲ Βήλου. Χωρίζει οὖν αὐτὴν ἐκ τῆς Εὐρώπης, ἀρχομένης μὲν ἐξ αὐτῶν τῶν Γαδείρων, ληγούσης δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα τοῦ Νείλου, παῤ ᾧ καὶ τὸ Κανωβικὸν περίπυστον τέμενος Ἀμυκλαίοιο Κανώβου. Τὰ δὲ περὶ τοῦ κυβερνήτου τοῦ Μενελάου, πῶς ἀπώλετο καὶ ὅπου τελευτήσας ἠξιώθη τάφου λαμπροῦ, σαφῶς ὁ Νίκανδρος ἐδήλωσε ἐν τοῖς Θηριακοῖς (v. 309), τῆς αἱμορροΐδος λέγων τὴν φύσιν. Ἰστέον δὲ ὅτι τὰ Γάδειρα πρότερον ἐκαλεῖτο Κοτινοῦσσα, Γάδειρα δὲ μετωνομάσθη διὰ τὸ δειρὴ ὥσπερ εἶναι τῆς γης. Ἔδειξε δὲ τοῦτο διὰ τῶν ἑξῆς, εἰπών (455)· “ καὶ τὴν μὲν ναετῆρες ἐπὶ προτέρων ἀνθρώπων κλῃζομένην Κοτινοῦσσαν ἐφημίξαντο Γάδειρα. ” Δείξας δὲ τοὺς ὅρους τῆς Λιβύης ἄνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Ὅριον δὲ τῆς ἀμφοῖν ἀποστάσεως εἶναι λέγει Τάναϊν τὸν Σκύθην ποταμὸν, ἔχοντα μὲν ἐν τῷ Καυκάσῳ τὰς πηγὰς, ἀρδεύοντα δὲ Σαρματίαν, εἰσβάλλοντα δʼ εἰς Μαιῶτιν λίμνην, οὕτως καλουμένην ἐν τῇ Σκυθία. Ὅτι δὲ κάτεισιν ἐκ τοῦ Καυκάσου, διὰ τῶν ἑξῆς εἴρηται (v. 663)· « τοῦ δʼ ἤτοι πηγαὶ μὲν ἐν οὔρεσι Καυκασίοισι, ” ἅ ἐστι τὰ Ῥιπαῖα. Τινὲς γὰρ ἐν αὐτοῖς εἶναι λέγουσι τὰς πηγὰς, εἰρῆσθαι δὲ ὡς τὸ “ Ἰδαίων ὀρέων ”· μέρος γὰρ εἶναι τοῦ Καυκάσου τὰ Ῥιπαῖα, ὡς καὶ τῆς Ἴδης τὸ Γάργαρον καὶ τὸ Λεκτόν. Ὁ μέντοι Πτολεμαῖος ἐξ ὑπερβορέων μερῶν ἀνωνύμων ἐπὶ Σκυθίαν αὐτὸν ἔρχεσθαι καὶ Σαυρομάτας· Αἰσχύλος δὲ ἐν Προμηθεῖ λυομένῳ καὶ Σοφοκλῆς ἐν Σκύθαις ὁπὸ τούτου διορίζεσθαί φησι τὰς ἠπείρους.
Ἡ μὲν Λιβύη, φησὶν, ἄπωθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, ἀλλὰ κατὰ μὲν τὰ Γάδειρα διορίζεται ἀπὸ τῆς Εὐρώπης, κατὰ δὲ τὸ στόμα τοῦ Νείλου ἀπὸ τῆς Ἀσίας· ἄπωθεν δέ φησι τῆς Εὐρώπης διὰ τὸ ὁρίζειν τὰ διὰ μέσου πελάγη, ἅπερ ἐν τοῖς ἐφεξῆς γνωσόμεθα. Ἄπωθεν τῆς Εὐρώπης, κατὰ μηδέν μέρος συνάπτουσα τῇ Εὐρώπῃ· λοξὸν δὲ, ὅτι τραπέζιόν ἐστι τὸ σχῆμα τῆς Λιβύης, ἢ διὰ τὸν Νεῖλον· χωρίζει γὰρ τὴν Λιβύην ἀπὸ τῆς Εὐρώπης, ἀρχομένην μὲν (ἐξ αὐτῶν τῶν Γαδείρων, λήγουσαν δὲ παρὰ τὸ Ἡρακλεωτικὸν στόμα. Λτβόη δὲ ἕκλήθη διὰ τὸ κατάξηρον, οἱονεὶ λιφύη τις οὖσα καὶ λιβύη· εἴρηται δὲ Εὐρώπη διὰ τὸ εὖρος, ἤγουν τὸ πλάτος· Ἀσία δὲ διὰ τὴν ὑγρασίαν· ἄσις γὰρ λέγεται ἡ ὑγρασία. Τὴν δὲ Λιβύην προέταξεν, ὅτι Λίβυς ἦν, ἢ διὰ τὸν Νεῖλον.
Λοξὸν ἐπὶ γραμῇσι] Λοξὸν ἐν ταῖς γραμμαῖς, ἀντὶ τοῦ τὴν πλευρὰν τὴν μεταξὺ τῶν δύο ἄκρων ἀπολαμβανομένην λοξὴν ἔχουσα, τουτέστι τὰ ἀπὸ Γαδείρων μέχρι τοῦ Νείλου. Λοξὸν δὲ διὰ τὸ κατὰ πολλὰ μέρη οἷον κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι καὶ περιάγνυσθαι τῷ σχήματι.
Καὶ στόμα Νείλου] Ὅτι ὅτε ἐπανῆκε φέρων τὰ χρύσεια μῆλα ὁ Ἡρακλῆς, πεζὸς διέβη τὴν Λιβύην, ὅπως αὐτήν τε πᾶσαν καὶ τὴν Ἀσίαν θεάσαιτο· εἰς Ἄμμωνος δὲ ἥκων ἐκεῖσε μεγαλοπρεπῶς ἐθυσε τῷ δαίμονι, κἀκεῖθεν διέβη εἰς Αἴγυπτον, ἀφ᾿ οὗ τὸ στόμα Ἡράκλειον καλεῖται.
Ἔνθα βορειότατος] Μυχὸν ἐνταῦθά φησι τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου. Γράφεται δὲ καὶ θερειότατος· ταὐτὸ δέ ἐστι. Τῷ γὰρ θέρει τὰ βόρεια μέρη παροδεύει ὁ ἥλιος, ὥστε καὶ διὰ τοῦ θερειοτάτου
Καὶ τέμενος περίπυστον] τὸ ἐξάκουστον χωρίον τοῦ Λακωνικοῦ Κανώβου. Ὁ δὲ Κάνωβος κυβερνήτης ἦν Μενελάου. Μετὰ γὰρ τὴν τῆς Τροίας ἅλωσιν τοῦ Μενελάου ἀποπλανηθέντος πρὸς τὰ τῆς Αἰγύπτου μέρη καὶ τοῦ αὐτοῦ κυβερνήτου ἀποπνιγέντος, τοῦ Φρόντιδος, διαδέχεται τὴν ναῦν Κάνωβος, ὅστις καὶ πολλὰ διατρίψας ἐν Αἰγύπτῳ ναυπηγῶν τὰ σκάφη ὑπὸ ὄφεως πληγεὶς τελευτᾷ. Ὃν θάψας ὁ Μενέλαος πόλιν εἰς ὄνομα αὐτοῦ ἱδρύσατο, ἐάσας τὸ ἀχρειότατον τοῦ στρατοῦ μέρος οἰκεῖν τὴν πόλιν καί τινας Αἰγυπτίους.
Ἀμυκλαίοιο] Ὅτι τὸ Ἄργος μὲν εἰς ἀνατολὴν ὁρᾷ τῆς Πελοποννήσου, πρὸς δύσιν δὲ ἡ Λακεδαίμων. Ἑκατόμπολις δὲ ἡ Λακωνικὴ τὸ παλαιὸν, καθὰ καὶ ἡ Κρήτη λέγεται· διὸ καὶ τὰ ἑκατόμβαια ἐκεῖ ἐθύετο ἐπὶ σωτηρίᾳ τῶν τοσούτων πόλεων· μία δὲ τῶν ἑκατὸν αἱ Ἀμύκλαι, ἣν ἔκτισεν υἱὸς Λακεδαίμονος ὁ Ἀμύκλας.
Δείξας τῆς Λιβύης τοὺς ὅρους ἔνεισιν ἐπὶ τὰς ἄλλας, ἀποδιαιρῶν τὴν Ἀσίαν τῆς Εὐρώπης. Καὶ τούτου αἴτιόν φησι τὸν Τάναῖν, ὃς παρὰ τοῖς ἐνοικοῦσι Σίλις λέγεται. Εἴρηται δὲ Τάναῖς διὰ τὸ τεταμένως ῥεῖν. Ἀρτεμίδωρος δέ φησι τὰ δύο στόματα τοῦ Τανάϊδος διέχειν ἑαυτῶν στάδια ἑπτά---. Τὸ μὲν γὰρ αὐτοῦ εἰς Μαιώτιδα λίμνην ἐκρεῖ, τὸ δὲ εἰς Σκυθίαν.
Ὃς ῥά θ' ἑλισσόμενος] Ἀναφέρεται γὰρ εἰς Σκυθίαν πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια ἐρίζοντος αὐτοῦ. Μεσούριον δὲ εἴρηται, τέμνων πρὸς τὸν ἰσημερινὸν τὴν πᾶσαν γῆν, μέσον ὅριον.
Πρὸς βορέην, ἤτοι πρὸς τὰ βόρεια μέρη τῆς Εὐρώπης, ὧν ὁ ποταμός ἐστιν ὅριον πρὸς τὰ νότια. Διὸ καὶ μέσον ὅριον ὑποτίθεται τὸν Ἑλλήσποντον, νοτιώτερον δὲ κεῖσθαι τὸν Νεῖλον. Ἀντίκεινται γὰρ ἀλλήλοις οἱ ποταμοί. Ὁ μὲν γὰρ Τάναῖς ἐκ βορείου φερόμενος ἐπιβάλλει τῇ λίμνῃ, ὁ δὲ Νεϊλος ἀπὸ νότου φυλάττει τῇ χώρᾳ τὴν πίστιν τοῦ ῥεύματος. Τὸ δὲ τελευταῖον ὅριον τῆς Εὐρώπης καὶ τοῦ Πόντου ἐστὶ τῆς θαλάσσης τῆς διοριζούσης τὴν Εὐρώπην, τελευταῖον εἰς τὸν Νεῖλον.
Νότιον δὲ μεσούριον Ἑλλήσποντος] τὸ δὲ νοτιώτερον (μέρος) ὅριόν ἐστιν ὁ Ἑλλήσποντος. Ἄλλως. Τὸ μέσον ὅριον τοῦ Ἑλλησπόντου· ἔστι γὰρ νοτιώτερον. Τὸ δὲ νότιον μέρος ὁ Ἑλλήσποντός ἐστι.
Ἰσθμὸς ἀντέταται] Τοῦτον τὸν ἰσθμὸν οἱ μὲν τὸν Καύκασον, οἱ δὲ τὴν Θρήνην πεδιάδα φασίν· ἄμεινον δὲ τὴν ἑῴαν Ἰβηρίαν ἀκούειν, ἣ ἔστι μεταξὺ Κόλχων καὶ Ἀλβανίας διαιρουσα τὸν Εὔξεινον καὶ τὴν Ὑρκανίαν θάλασσαν. Τοῦτον τὸν ἰσθμόν φησι τὸν μεταξὺ δηλαδὴ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὀξείνου πελάγους διαιρεῖν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης. --- λήγοντα εἰς Ἀραβίαν καὶ εἰς τὴν Αἴγυπτον.
Εὐξείνοιο] Ὁ οὖν Εὔξεινος Ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι καὶ μηδένα ἐκεῖ παραβάλλειν τῶν ξένων· Εὔξεινος δὲ νῦν ἐκλήθη κατὰ ἀντίφρασιν ἢ ὅτι, ὥς τινές φασιν, ὁ Ἡρακλῆς ἐκβαλὼν ἐκεῖθεν τοὺς λῃστὰς, φιλοξένους τινὰς κατῴκισεν.
Ἤτοι ὁ μὲν ἐν Λοκροῖο παῤ ἐσχατιήν] Ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. Λοκροῖο τοῦ Ἰταλικοῦ φησιν. Εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροὶ, μεταξὺ
Αὐτὰρ ὕπερθε πρὸς βορέην] Ὅτι τὸν πρὸς βορρᾶν Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατέθειται. Τινὲς δέ Κρόνιον διὰ τὸ ἐκεῖ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου. Ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ εἶναι τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι· δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανὸς, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. Ἡ δὲ παῤ Ἀπολλωνίῳ τῷ ποιητῇ (4, 509) Κρονίη θάλασσα περὶ τὰ ἐσώτατά ἐστι τοῦ Ἰονίου κόλπου καὶ ἀπὸ Κρονίας νήσου οὕτω καλουμένη. Πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς ἑτέρας σφαίρας. καὶ ἐν χειμῶνι μεταξὺ τῆς γῆς ὁ ὑπὲρ γῆν κύκλος, καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. Καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτ᾿ ἔστιν ὁ καθʼ ἡμᾶς λεγόμενοι, ὅστις μεταξύ ἐστι πασῶν τῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν ἄρχεσθαι ἀπὸ δύσεως. Ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν. Ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων. Πήγνυται γάρ. Καὶ λέγεται Κρόνιος μὲν πόντος, ὥς τινές φασι, διὰ τὸ Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸς δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγεται διὰ τὸ ἀσθενῶς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. Διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τοῦτ᾿ ἔστι πλησιάζει. Βάλλει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως καὶ τὸν πλεῖστον χρόνον. Φαείνει, ὁ ἥλιος ἀπὸ κοινοῦ. Εἶπε γὰρ ἕνεκ᾿ ἀφαυροῦ ἠελίοιο, διὰ τὸ ψυχρὸν εἶναι τὸν αἰθέρα, καὶ νεκρὸν δὲ καλεῖσθαι, διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν.
Ὅτι τὸ πρὸς ἕω μέρος ἠῷον καὶ Ἰνδικόν. Οἱ γὰρ Ἰνδοὶ ἀνατολικοί. Ἔνθα καὶ ὁ Ἰνδὸς ποταμός.
Ἄγχι δʼ Ἐρυθραῖόν τε καὶ Αἰθιόπιον. Ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. Ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν (ὅτι) τὸ πρὸς νότον μέρος Ἐρυθραῖον. Καὶ διὰ τοῦτο ἔθνος Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Λέγει δὲ τὴν διακεκαυμένην. — πρὸς νότον. Ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ — αὐλήν· ἡ ἐπέκτασις καὶ τὸ ἅπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια διαδέχεται. Γράφεται καὶ ἀγκών.