Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)

Scholia in Dionysium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Κιχήσεαι Εὐρώπ.] Βουλόμενος δεῖξαι τὸ ὅμοιον τῆς Εὐρώπης πρὸς τὴν Λιβύην χαριέντως καὶ τὴν αὐτὴν ἀρχὴν τῆς περιγραφῆς ποιεῖται.

Γλωχῖνα] ἐπεὶ ὥσπερ γωνία ἐστὶ κωνοειδὴς ἡ πρὸς τῇ Ἰβηρίᾳ γῆ. Γράφεται δὲ καὶ « πυμάτῃ ὑπὸ γλωχῖνι. » Γράφεται καὶ « πυμάτῃς μὲν ἐπὶ πλευρῇσι. »

sqq. Μῆκος ἐπ᾿ ἠ πείρου] τὸ πρὸς τὸ μῆκος. Δυνατὸν γὰρ καὶ ἐπὶ τῷ ἑτέρῳ μῆκος λαμβάνειν. — Ἔνθα Βρετανοί, οὐχ ὅπου οἱ Ἴβηρες, ἀλλ᾿ ὅπου ὁ ὠκεανός. Ἐκεῖσε γάρ ἐστιν ἡ Βρετανία. Λευκὰ δὲ φῦλα Γερμανῶν, ἐπεὶ τοιοῦτοί εἰσι τὴν χροιάν. Ἄλλως. Ἔνθα Βρετανοί. Βρεττανοί ἐστι τὸ ἐντελέστερον. Ἀλλὰ διὰ τὸ μέτρον ἐγένετο Βρετανοί χωρὶς τοῦ ἕνος ταῦ. — ᾗχι βορείου ὠκεανοῦ. Ἀνατείνοντες ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ μέχρι τοῦ βορείου ὠκεανοῦ. — Τὸ δὲ ἀρειμανέων Γερμανῶν γράφεται καὶ ἐρισθενέων.

Ἑρκυνίου δρυμ.] Πλησίον γὰρ τοῦ Πυρρηναίου ὄρους ὁ Ἑρκύνιος. Ἄλλως. Ἀντὶ τοῦ τὸ Ἑρκύνιον ὄρος παροικοῦντες. Ὀρόγκους δὲ λέγει ἢ τοὺς ὄγκους ἢ τὰς ἄκρας τῶν ὀρῶν, ἢ τοὺς τραχεῖς τόπους. Παραθρώσκοντες δὲ παρατρέχοντες, οἷον ἐπεκτεινόμενοι, τὴν οἴκησιν ἔχοντες μέχρι τοῦ Ἑρκυνίου δρυμοῦ. Ὡς καὶ Ἀπολλώνιος (4, 640)·

  • ἀλλ᾿ Ἥρη σκοπέλοιο καθ᾿ Ἑρκυνίου ἰάχησεν.
  • Βοείῃ] καὶ τῷ χρώματι καὶ τῇ λειότητι.

    Ἀγχύθι πηγάων] Ἐγγὺς γάρ ἐστιν ὁ Ἠριδανός.

    443
    Ἵνα δὲ μὴ πάντη ἀποιητικὸς ᾖ, προσέλεξε καὶ ἱστορίαν. Φησὶ δὲ Φιλοστέφανος, ὑπὸ τῶν ἐγχωρίων τοῦτον τὸν χρόνον Ῥοδανὸν ὠνομάσθαι. Τινὲς δὲ δύο οἴονται ἡνωμένους, ὡς καὶ Ἀπολλώνιος (4, 627)·
  • καὶ Ῥοδανοῖο βαθὺν πρόρον εἰσεπέρησαν,
  • ὅστις ἐς Ἠριδανὸν τετάνυσται, ἄμμιγα δʼ ὕδωρ.
  • Οὗ ποτ᾿ ἐπὶ προχοῇσι] Τοῦ Ἡλίω υἱὸς Φαέθων ἔπεσε καὶ ἐκλαίετο ὑπὸ τῶν ἀδελφῶν, καὶ ἐκ τῶν ὀφθαλμῶν αὐτῶν τὸ ἤλεκτρον ἐγένετο. Κεῖθι δέ που καὶ ἤλεκτρον εὑρέθη. Ὁ δὲ Ἠριδανὸς ἐξ ὄρους καλουμένου Ἡλίου καπτῆς, ὡς δʼ ἔνιοι ἐκ τῶν Κεραυνίων. Ἔστι μέσον Γερμανῶν καὶ Κελτῶν.

    Ὀδυρόμεναι Φαέθοντα] Μυθεύεται γὰρ οὕτως· ὅτι ποτὲ ὑπὸ τοῦ πατρὸς Ἡλίου πιστευθεὶς ὁ Φαέθων τοῦ ἐλάσαι τὸ ἅρμα, ἀτακτότερον αὐτὸ φέρων τὴν πρώτην ἔκαυσε ζώνην τὴν κεκαυμένην. Ὀργισθεὶς δὲ ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν· ἐκατηνέχθη ἐπὶ τὸν Ἠριδανόν. Αἱ οὖν ἀδελφαὶ κλαίουσαι αὐτὸν, μετεβλήθησαν εἰς αἰγείρους· τὸ δὲ φερόμενον παῤ αὐταῖς δάκρυ, οὐ πήγνυται, ποιεῖ τὸν ἤλεκτρον.

    Τὸ δὲ δάκρυ ἀμέλγονται ἀντὶ τοῦ δρέπονται τὸ ἤλεκτρον. Δάκρυα δέ φησιν, ὅτι τῶν Ἡλιάδων λέγει εἶναι δάκρυα. Ἔστι δὲ λίθος οὕτω λεγόμενος· οὐ γὰρ τὴν κρᾶσίν φησι τὴν ἀπὸ χρυσοῦ καὶ ἀργύρου. Παρασκευάζει δὲ Ἡρόδοτος (3, 115) ταύτην τὴν ἱστορίαν.

    Τυρσηνίδος] Οἱ Τυρρηνοὶ δὲ νῦν Τοῦσκοι καλοῦνται.

    Ἄλπιος ἀρχή] Ἄλπις ὄρη μέγιστα τῆς Εὐρώπης, καὶ ῥεῖ ἐκ μὲν θατέρου μέρους ὁ Ἴστρος, ἐκ δὲ τοῦ δυτικωτέρου ὁ Ῥῆνος.

    Βορειάδος Ἀμφιτρίτης] Ἐκ τοῦ βορείου γὰρ ὠκεανοῦ ἐκδιδοῖ ὁ Ἴστρος.

    Ἄχρι τοῦ Εὐξείνου Πόντου φέρεται ὁ Ἴστρος. Οὐκ ἔγκειται δὲ τῇ εἰκόνι ἡ νῆσος, ὅτι περιέχεται ὑπὸ τοῦ ποταμοῦ, καθά φησιν ὁ Ἀπολλώνιος (4, 309).

    Ἡ δὲ Πεύκη νῆσός ἐστιν, ἥντινα ἀποτελεῖ ὁ Ἴστρος, ἧς μέμνηται καὶ Ἀπολλώνιοις (3, 309)· « Ἴστρῳ γάρ τις νῆσος ἐέργεται, οὔνομα Πεύκη. »

    Πεύκη νῆσος τρίγωνος μεταξὺ κειμένη τῶν τοῦ Ἴστρου στομάτων. Ὁ Πτολεμαῖος ἑπτάστομον λέγει καὶ τὸν Ἴστρον καθὰ τὸν Νεῖλον· ὡσαύτως καὶ ὁ Γεωγράφος.

    Μαιώτιδος ἐς στόμα λίμνης] ἕως, φησὶ, τῆς Μαιώτιδος, μέχρι γὰρ ταύτης εἰσὶν οἱ Σκύθαι, ὡς ἱστορεῖ καὶ Ἡρόδοτος (4, 21), λέγων· « Τάναῖν γὰρ ποταμὸν διαβάντι οὐκέτι Σκυθία. » Λέγει δὲ τοῦτο ὁ Διονύσιος, οὐχ ὡς βουλόμενος ἐνταῦθα παύσασθαι τὴν Σκυθίαν καθόλου, ἀλλὰ τὴν πρὸς βορρᾶν τοῦ Ἴστρου. Οἱ δὲ Βαστάρναι καὶ Γερμανοὶ καὶ οὗτοι πάντες ἐπὶ τὰ ἀριστερὰ κεῖνται τοῦ Ἴστρου· οἱ δὲ Ταῦροι τῆς Σκυθίας, ἐν ᾗ ἐστιν ὁ Ἀχιλλέως δρόμος· οἱ δὲ Σκύθαι παρὰ τὴν Λευκὴν νῆσον.

    Σαμάται] Σαρμάται ἔδει εἰπεῖν καὶ οὐ Σαμάται· ἀλλ᾿ ἡ τοῦ μέτρου βία ἐξώθησε τὸ ρ, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν, ἐν τῷ Βρετανία, τοῦ μέτρου ἐπιτάξαντος, ἀπεχώρισε τὸ ἓν τ.

    Ἀχίλλειος δρόμος ἐκλήθη ἐκ τοιαύτης αἰτίας· Ἰφιγενείας μελλούσης σφαγιάζεσθαι ἐν τῇ Αὐλίδι τῇ Ἀρτέμιδι, ἀνήρπασεν αὐτὴν ἡ Ἄρτεμις καὶ ἔπεμψεν εἰς τὴν Σκυθίαν. Τότε δὲ ἠράσθη αὐτῆς Ἀχιλλεὺς, καὶ ἔμεινεν ἐπιδιώκων μέχρι τινὸς τόπου· καὶ ἐντεῦθεν ἐκλήθη Ἀχίλλειος δρόμος.

    Ἔνθα Μελάγχλαινοί τε] Ὀνόματα ταῦτα ἐθνῶν· καὶ ἴσως ἐκ τοῦ συμβεβηκότος ἐκλήθησαν. Τούτων δὲ καὶ ὁ Ποιητὴς (Il. ν, 5) ἐμνήσθη, ὅτε καὶ περὶ τῶν Μυσῶν ἔλεγεν. Ἄλλοι δὲ ἀπὸ τῆς ἐσθῆτος, οἱ δὲ ἀπὸ τῆς τροφῆς, ἕτεροι δὲ ἀπὸ τοῦ χρώματος τούτους ὀνομασθῆναι ὑπενόησαν.

    Ἀγάθυρσοι] Ἀγάθυρσος υἱὸς Ἡρακλέους, ἀδελφὸς Γελώνου, ἐξ ὧν καὶ τὰ ἔθνη εἰλήφασι τὴν ἐπωνυμίαν.

    Βορυσθένης ποταμὸς περὶ τὸν Πόντον, ὅθεν καὶ οἱ Ποντικοὶ Βορυσθενῖται, ὡς Μένανδρος λέγει·

  • — διεμέριζε γὰρ
  • Βορυσθενίτης.
  • Κεῖθι καὶ Ἀλδήσκοιο καὶ ὕδατα] Ταῦτα ὀνόματα ποταμῶν. Ὁ δὲ Παντικάπης συναφής ἐστι τῷ Ἴστρῳ. Ἔστι δὲ τῆς Εὐρώπης. Τὰ δὲ Ῥιπαῖα ὄρη εἰσὶ τῆς Σκυθίας, ἐξ ὧν καταφέρονται οἱ τοιοῦτοι ποταμοί. Διάνδιχα δὲ κεχωρισμένοι ἀλλήλων.