Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Βαρυνομένην αὐτὴν εἶπε διὰ τὸ κάτω αὐτὴν ἕλκεσθαι καὶ ὥσπερ ὑπὸ τοῦ βάρους τοῦτο πάσχειν.
Ἔνθα κορυσσομένης] τὴν ἀρχὴν ποιουμένου τοῦ Τυρσηνικοῦ πελάγους τῆς αὐξήσεως τῇ τῶν κυμάτων φορᾷ. Ὥσπερ γὰρ ἤπειρός ἐστι δεχομένη τὸ τῶν ὑδάτων πλῆθος ἡ Σύρτις. Καὶ ἔστιν ὅμοιον τῷ παρὰ τῷ Ποιητῇ (Il. 4, 424)·
Νέην πόλιν] Ὅτι ἡ μικρὰ Λέπτις Νέα πόλις καλεῖται καθʼ Ἕλληνας. — Νεάπολις Ἀφρικῆς, Νεάπολις Καμπανίας, Νεάπολις Συρίας, Νεάπολις Αἰτωλίας.
Λωτοφάγοι ναίουσι] Φιλοξένους φησὶ τοὺς Λωτοφάγους ἐκ τοῦ λωτοῦ τοῦ παῤ αὐτοῖς ἄνθους Δοκοῦσι γὰρ φιλοξενίας ἔχεσθαι. Ἢφιλόξενοι. Καὶ γὰρ τὸ παῤ αὐτοῖς ἀναδιδόμενον ἄνθος, φυσικήν τινα σχέσιν ἔχον ἐποχῆς, φιλοξενίας νενόμισται κτῆμα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ Ποιητὴς (Od. 1, 94) λέγων·
Αὐσονὶς αἰχμή] Οἱ μὲν ὅτι Ῥέντουλον Ῥωμαίων στρατηγὸν ἐδολοφόνησαν· οἱ δὲ ὅτι διωχθέντος ἄχρι Φαρσάλου τοῦ Πομπηΐου καὶ φυγόντος εἰς Αἴγυπτον, οἱ τὰ αὐτὰ αὐτῷ φρονοῦντες Σκηπίων, Πετρεῖος καὶ ὁ νεώτερος Κάτων συνέστησαν ἐν Λιβύῃ κατὰ Καίσαρος ἅμα Ἰόβᾳ τῷ βασιλεῖ Μαύρων, ὧν ὁ μὲν Σκηπίων παρατασσόμενος ἀπώλετο, οἱ δὲ μὴ φέροντες τὴν αἰσχύνην τῆς ἥττης ἑαυτοὺς ἀνεῖλον.
Μεσήπειροι τελέθουσιν] ἤτοι ἐν μέσῳ τῆς πάτης Λιβύης ἠπείρου κείμενοι, ἢ ἐν μέσῳ ἔχοντες ἤπειρον. Λέγει δὲ τὸν ὀρεινὸν ἰσθμόν.
Κυρήνη τʼ εὔϊππος] Ἀντὶ τοῦ εἰπεῖν τὴν Πεντάπολιν, Κυρήνην εἶπε μητρόπολιν τῆς Πενταπόλεως. Ἀμυκλαίων δὲ Λακώνων φησὶν, ἐπειδὴ ὁ Θήρας ἄνωθεν Λάκων ἦν, ἀποικίαν δὲ ἐστείλατο εἰς Κυρήνην, οὗ μέμνηται Καλλίμαχος (περὶ τῆς ἱστορίας) (in Apoll. 74).
Τέμπεα Κέρνης] Κέρνη λίμνη ἐστὶν Αἰθιοπίας παρὰ τῷ ὠκεανῷ· τὰ δὲ κοῖλα τῶν ὀρῶν τέμπη καλοῦνται. Εἰσὶ δὲ παῤ αὐτοῖς τοῖς Αἰθίοψι τόποι ὑψηλοὶ, οὓς καὶ τέμπεα καλεῖ Διονύσιος καὶ κολώνας.
Ἔνθενπιοτάτοιο] Τῶν τῆς Σελήνης ὀρῶν κάτεισιν ὁ Νεῖλος. Πιότατον δὲ αὐτὸν εἴρηκεν, ἐπειδὴ λιπαρωτέραν ποιεῖ τὴν Αἰγυπτίαν γῆν ὁ Νεῖλος, ξηρᾶς οὔσης τῆς Λιβύης. Πτολεμαῖος δὲ ἀπὸ νότου κατὰ διάμετρόν φησιν αὐτὸν ἐκδίδοσθαι ἀπὸ τῶν Σεληναίων ὀρῶν, διαιρούμενον εἰς Ἀσταπὸν καὶ Ἀσταβόραν, ὑφ᾿ ὧν ἡ Μερόη περιέχεται. Θεόκριτος (7, 14) δὲ ἕως Βλεμμύων αὐτὸν ὁρᾶσθαί φησιν· ὁ δὲ Καλλίμαχος,
Σῖριςὑπ᾿ Αἰθιόπων] διότι τότε ἀνέρχεται καὶ πλημμυρεῖ ὁ Νεῖλος, ὅτε ἡ ἐπιτολὴ τοῦ κυνὸς γίνεται. Σῖρις δὲ λέγεται ὁ ἥλιος παρὰ τὸ σεσηρέναι καὶ λάμπειν.