Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Τόρνῳ --- τόξου] τῇ περιφερείᾳ, ἅμματι δὲ τῷ συνημμένῳ, ἢ τῷ τόρνῳ, τῷ ἅμματι· ἡ γὰρ τῶν κερῶν συνάφεια ποιεῖται τὰ τόξα.
Ἀλλ᾿ εἴη νευρῆς] ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου, καὶ περιφερεῖ τόξου σχήματι ὅμοιον ἂν ἴδοις τὸν Πόντον δύο γὰρ μικροὶ κόλποι ἐκ διαστάσεων ὄντες χαρακτῆρι τόξου ὁμοιοῦνται.
Γραμμῆς ἐκτός] τῆς ἐκ τῶν δύο κόλπων γινομένης· δοκοῦσι δὲ τοῖς πλέουσι συνιέναι διὰ τὰ κολπώματα. Εἰλεῖται δὲ στροφάλιγγι, βιοῦ κέρᾳ ἐοικὼς, ὁ πόρος δηλονότι· ἔοικε γὰρ τῷ τόξῳ κατὰ τὴν περιγραφήν.
Τοῦ καὶ πρὸς βορέην] Ἀνατρέχει πάλιν ὁ λόγος ἐπὶ τὸν Πόντον, ὑπερκεῖσθαι λέγων αὐτοῦ τὴν Μαιῶτιν, περὶ ἣν οἰκοῦσι Μαιῶται, Σκύθαι τὸ γένος. Εἶτα παῤ ἐκείνοις καλεῖσθαι μητέρα τοῦ Πόντου τὴν λίμνην, εἰκότως· ἐπιτρέχουσα γὰρ τὸν Βόσπορον ἐπιδαψιλεύεται τῇ θαλάσσῃ καὶ ἀναπληροῖ τὸν κόλπον. Εἶνα δὲ Κιμμερίους ὑπὸ τὴν εἰσβολὴν τοῦ Ταύρου, ἣ καλεῖται Χερρόνησος Ταυρικὴ, παρακειμένη τῷ στόματι τῆς Μαιώτιδος ἐκ δυσμῶν· πολλὰ δὲ παροικοῦσιν αὐτῇ ἔθνη Σκυθικά. Τὴν δὲ Μαιῶτιν ἐκφράζων ὁ Ἀπολλώνιος (2, 362) ἅμα τῷ ὕψει παραφαίνει τὸ σχῆμα, λέγων, «τῆς ὑπὲρ βορέαο περισχίζονται ἄελλαι.»
Ἐκ τῆς γὰρ Πόντοιο τὸ μυρ.] Ἤτοι ἐξ αὐτῆς τοῦ Πόντου τὸ ὕδωρ ἐκφέρεσθαι, ἢ ἐκ τοῦ Πόντου αὐτῆς καὶ τὸ ὕδωρ.
Κιμμερίου διὰ Βοσπόρου] Πλησίον γάρ εἰσιν οἱ Κιμμέριοι κείμενοι παρὰ τὸν ἰσθμὸν, οὗ ἐστιν ὁ Ταῦρος· ἰσθμὸν δὲ λέγει τὸν κατ᾿ ἐνίους διαιροῦντα τῆς Εὐρώπης τὴν Ἀσίαν. Κιμμέριοι μὲν οἱ πολλοὶ κατ᾿ αὐτὸ εἰρημένοι διὰ τὸ πλῆθος· οἱ δὲ τὰ βορειότερα τῆς νήσου κατὰ τὸν Πτολεμαῖον Ἀλανοὶ, Ἁμαξόβιοι, Χοῦνοι.
Ψυχρῷ δὲ ποδὶ Ταύρου ἐντὶ τοῦ εἰς τὸ ἔσχατον καὶ κατώτατον τοῦ Ταύρου. Ψυχρὸν δὲ λέγει τὸν Ταῦρον, ἐπεὶ ὑψηλός ἐστι. Τὰ γὰρ ὑψηλὰ κρυώδη εἰσί. Ποδὶ δὲ πάλιν τῷ κάτω μέρει ὡς τὸ « καὶ πόδας Ἴδης, » ἀντὶ τοῦ ἔσχατα μέρη καὶ κάτω τῆς Ἴδης. Εἰσὶ δὲ καὶ ἐν ἄλλοις Κιμμέριοι.
Τοίη μὲν μορφή] Ἐπλήρωσε τὴν θάλασσαν τὴν καθ᾿ ἡμᾶς· περὶ αὐτὴν γὰρ καὶ μόνον διέρχεται τὰ κατὰ μέρος, ὡς τῶν ἄλλων θαλασσῶν μὴ ἐχουσῶν τοιοῦτόν τι ἀξιόλογον. Λοιπὸν οὖν λέγει περὶ τῶν Γαδείρων.
Παραγνώσσοντι] τινὲς μὲν ἐξηγοῦνται τῷ ἐπιστήμονι, ἄλλοι δὲ παῤ ἀγνοοῦντι.
Ἤτοι μὲν Λιβύη] Κατὰ μὲν τὴν διαίρεσιν τῆς θαλάσσης ἡ Λιβύη διήκει μέχρι τοῦ Κανώβου, καὶ οὐ πᾶσά ἐστιν ἡ Αἴγυπτος Λιβύης, κατὰ δὲ τὴν τῆς γῇς διαίρεσιν διήκει μέχρι τοῦ Ἀραβικοῦ κόλπου, καὶ λοιπὸν ἡ Αἴγυπτος Λιβύης ἐστίν.