Scholia in Dionysii Byzantii per Bosporum navigationem (scholia vetera)
Scholia in Dionysium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
Ἰσμαρικοῦ, ἤγουν Θρᾳκικοῦ. Ἴσμαρος γὰρ πόλις Θράκης, “ ὁ δ᾿ Ἴσμαρον ἀμφιβεβήκει (Od. ι, 98), ” ἐν ᾧ μάλιστα ὁ βορρᾶς καταρρήγνυται. Ἄλλως. Περὶ Κικονίαν ἐστὶν ὁ Ἴσμαρος, ὡς ὁ Ποιητὴς (Od. ι, 39) δηλοῖ· « Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Ἰσμάρῳ. Δύο δέ πελάγη τὰ ἐκ τοῦ Ἀδρίου συναπτόμενά φασιν ὑποκεῖσθαι τῇ προειρημένῃ θαλάσσῃ, ὧν τὸ μὲν Αἰγύπτιον ἄχρι τοῦ Κασίου περατοῦσθαι· τοῦτο δὲ ἄκρον ἐστὶ ψαμμῶδες, ἐπὶ τὰ βόρεια τοῦ Πηλουσίου κείμενον· τὸ δὲ Συριακὸν ἐπὶ τὸν Ἰσσικὸν ἀποκρέμασθαι κόλπον, ὃν ἄνω τῆς Σιδονίας ἐπὶ τὰ βόρεια κεῖσθαι θαλάσσης.
Τιταινομένην Κασίοιο] τὸ γὰρ Κάσιον τῆς Συρίας, ἐπεκτεινόμενον ἄχρι τοῦ Πηλουσίου. Ἢ καὶ ἄλλως· τὸ Κάσιόν ἐστι δεξιᾷ χειρὶ τοῦ Νείλου τῆς εἰς θάλασσαν ἐκροίας, ἐγγὺς τοῦ Πηλουσίου. Τὸ δὲ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. 117. Σιδονίην δʼ ἑταερην Σιδονία ἐκεῖθεν καλεῖται, ὅπου ὁ Ἰσσικὸς κόλπος λήγει εἰς τὰ πέρατα τῆς γῆς ἐπὶ τὸν βορέαν. Ἔχει δὲ μεθʼ ἑαυτὸν ἕτερον πέ λαγος ἐπισυνημμένον· διὰ τοῦτο ἄπειρον αὐτόν φησι. Καὶ οὕτω τὰ τῆς ἐπιγραφῆς.
Ἰσσοῦ] τῆς νῦν Νικοπόλεως ὀνομαζομένης διὰ τὸ ἐκεῖ Ἀλέξανδρον τὸν Μακεδόνα Δαρεῖον νικῆσαι.
Ἰσόδρομος δὲ οὐ διʼ ὅλου ἐπὶ τὸν βορρᾶν χωρῶν, οὐκ ἐπὶ πολὺ (τῆς ἀνακλίσεως) ἐπ᾿ εὐθείας φερόμενος, ἀλλʼ ἐπισυρόμενος εὐρὺς κατὰ τὰ δυτικὰ, καὶ αὐτὴν τὴν Φαρίαν θάλασσαν παρατεινόμενος εἰς τὴν τελευταίαν ἐξοχὴν τοῦ Κασίου, ὃ ἔστι Πηλούσιον.
Ὕσπληγγι δνοφερῇ] τῇ καμπῇ καὶ τῇ ἀφετηρίᾳ τῇ μελαίνῃ καὶ τῇ ὁρμῇ. Ὕσπληγξ δὲ κυρίως τὸ μηχάνημα τὸ ἀποκροῦον τὸν κανόνα τοῦ δρομέως. Σημαίνει δὲ καὶ ἀρχὴν καὶ ἀφετηρίαν. Ἔστι δὲ οἷον γραμμῇ τινι καὶ διαιρέσει. Δνοφερῇ δὲ διὰ τὴν χροιὰν τῆς ἐκεῖ θαλάσσης ἢ χώρας. Καὶ μετὰ τὸ κάμψαι πάλιν ὥσπερ ἔφεσίς ἐστι τοῖς δρομεῦσι (δρόμος)· ὅταν γὰρ ἐπιβάλλῃ τῇ Κιλικίᾳ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ. Διὸ καὶ δράκοντι τὴν ἕρπυσιν αὐτὸν εἰκάζει, ἐπεὶ μὴ κατʼ εὐθὺ φέρεται, διεστραμμένως δὲ περὶ αὐτὸν εἰλεῖται περὶ δὲ αὐτὴν νῦν χρὴ νοῆσαι, ἐπειδὴ ὁ Ἰσσικὸς κόλπος πρὸς βορέαν ἀνατεινόμενος κατὰ τοῦτο τὸ μέρος ἐπικάμπτεται. Δνοφερῇ δὲ τῇ μελαγγείῳ τὸ δὲ Κιλίκων ἀποπαύεται, ὡς τέλος εἶναι τῆς φορᾶς ἄχρι Κιλικίας, τῇ δʼ ὅλῃ παραφορᾷ ἄχρι Παμφυλίας, ἀπὸ Παμφυλίας δὲ ἄχρι Χελιδονίων ἐπὶ δύσιν πάλιν. Ὅταν γὰρ, φησὶ, πρὸς τῇ γῇ τῶν Κιλίκων γένηται, τότε παύεται πρὸς βορρᾶν ἀνατεινόμενος, καὶ λοιπὸν ἐπικάμπτεται πρὸς δύσιν, διὰ τὸ ἐξ ἑκατέρας ἐπιφέρεσθαι συμπεριαγνυμένῳ τῷ κόλπῳ τὰ κύματα, καὶ διὰ τοῦτο δυσπόρευτον ποιεῖσθαι τὴν ἐπίβασιν κατὰ τὸ περιφερὲς τοῦ κόλπου. Ἥττονα γὰρ τῷ τάχει τῶν ἐπʼ εὐθείας φερομένων.
Τῆμος ἐπὶ ζέφυρον] Τῆμος δύναται καὶ τοπικὸν καὶ χρονικὸν, νῦν δὲ ἀντὶ τοῦ τοπικοῦ. Ἐκεῖθεν δὲ ὥσπερ ἐπὶ δύσιν τὴν στροφὴν ποιησάμενος ἐκπτύει τὴν θάλασσαν καὶ ἐπιμίγνυται.
Νήχυτος] πολύχυτος καὶ βαρυκύμων. Ἐπίκεινται δὲ τῷ ἠπειρωτικῷ μέρει τοῦ Ἰσσικοῦ Παμφύλιοι, ὅπου εἰσὶν αἱ Χελιδόνιαι νῆσοι. Τοῦτό φησιν, ἐπεὶ καὶ ἑτέρωθεν παράκεινται τῷ Ἰσσικῷ. Βουλόμενος δὲ δεῖξαι τὴν θέσιν τῆς Παμφυλίας τεκμηρίῳ χρῆται τῷ τῶν Χελιδονίων νήσων.
Ὅσσον ἐπιπροβέβηκεν] ἓως Χελιδονίων Παμφυλίας. Τρεῖς δέ εἰσιν αὗται, Μελανίππη, Γάγαι καὶ Κορύδαλαι.
Σῆμα δ᾿ ἔχειζεφύρου] Ὁ δὲ κόλπος ἔχει τελευταῖον σημεῖον πρὸς ζέφυρον τὴν ἄκραν τῶν Πατάρων. Ἔστι δὲ ἀκρωτήριον, ὃ Λυκίαν καὶ Καρίαν διορίζει. Ἄλλως. Σῆμα δʼ ἔχει ἔσω Πατάρων Λυκίας,
Φράζεο δʼ ἐκ κείνου] Ἐκεῖθεν δέ, φησιν, ὦ ἀκροατὰ (πρὸς γὰρ αὐτὸν ὁ λόγος), ἐπισκόπει τὴν ἄρκτον, εἰς οἷον καὶ τὸν Αἰγαῖον εἰδέναι, βαθὺν ὄντα καὶ ἀλαζόνα τῶν κυμάτων. Σημεῖον δὲ τοῦ κλύδωνος αἱ προσκείμεναι νῆσοι, διεστῶσαι μὲν ἀλλήλων, διὸ καὶ Σποράδες εἴρηνται, περιηχοῦσαι δὲ καὶ ἀντικτυποῦσαι τῷ ἐπιθέοντι ῥοθίῳ. Τὸ δὲ συμπλήρωμα ἔχει ὁ Αἰγαῖος ἄχρι Τενέδου, ἔξω καὶ πόρρω ἐξ ἑτέρου μέρους αὐτῷ παρακειμένης τῆς Ἴμβρου. Περιφερόμενος δὲ μᾶλλον ἐπὶ τὰ βόρεια προσομιλεῖ τῇ Προποντίδι καὶ ἀναπαύεται. Ἴμβρος γὰρ ἐπὶ τὰ μέρη τῆς Θρᾴκης ἡ δὲ πρὸς τῇ Ἀσίᾳ Τένεδος ἐκ τῆς ἀρχῆς ὁρίζει τὸν Ἑλλήσποντον. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας ἐπὶ τὰ ἀρκτῶα μέρη ἐστὶν ὁ Αἰγαῖος πόντος.