In Aristotelis Sophisticos Elenchos Paraphrasis
Anonymi In Aristotelis Sophisticos Elenchos
Anonymi In Aristotelis Sophisticos Elenchos. In Aristotelis Sophisticos Elenchos Paraphrasis (Commentaria in Aristotelem Graeca 23.4). Hayduck, Michael, editor. Berlin: Reimer, 1884.
30. Πρὸς δὲ τοὺς τὰ πλείω ἐρωτήματα ἓν ποιοῦντας εὐθὺς ἐν ἀρχῇ [*](124) πλείω καθ’ ἑνὸς οὔτε ἓν κατὰ πολλῶν ἀλλ’ ἓν καθ’ ἑνὸς φατέον ἢ ἀποφατέον, ὥσπερ δὴ καὶ ἐπὶ τῶν ὁμωνύμων ἐσημειούμεθα. καίτοι κἀκεῖ ποτὲ ἀμφοῖν ποτὲ δ’ οὐδετέρῳ ὑπῆρχε· τὸ μὲν γὰρ ἐπὶ Τροίαν στρατεῦσαι καὶ ἀμφοτέροις τοῖς Αἴασι, τὸ δὲ μονομαχῆσαι Θερσίτῃ οὐδενί· ὥστε | συμβαίη κἀνταῦθα πολλάκις καὶ μὴ ἁπλοῦ ὄντος τοῦ ἐρωτήματος τοῖς ἁπλῶς [*](125) ἀποκρινομένοις μηδὲν ἀπαντᾶν ἐκ τοῦ παραυτίκα ὑπεναντίωμα, καίπερ ἄλλως ἐκκλίνουσι τὴν παράδοσιν καὶ τὰ προδιωρισμένα ἡμῖν. ὅταν μὲν γὰρ ἢ ἓν κατὰ πολλῶν ἢ πολλὰ καθ’ ἑνὸς ἀληθῶς ἔστι κατηγορεῖν, τῷ ἁπλῶς δόντι τὸ ναὶ ἢ τὸ οὒ ὁ λόγος εὐώδωται (οὐ γὰρ ἐλέγχεται τό γε), πλὴν ὅσον διαλεκτικῶς· ὅταν δὲ τὸ κατὰ πολλῶν ἓν τῷ μὲν ὑπάρχῃ τῷ δὲ μή, ἢ πλείω κατὰ πλειόνων, καὶ τὰ μὲν τοῖσδε τὰ δὲ τοῖσδε, ἀμφότερα δὲ ἀμφοτέροις οὐχ ὑπάρχῃ, τότε δὴ εὐλαβητέον τὴν προχείρως ἀπόκρισιν καὶ τὴν ἀπλῶς καὶ ἀνενδοίαστον· τοῦ ναὶ ἢ τοῦ οὒ πρόεσιν. παραδείγματα δὲ οἱ τοιοίδε λόγοι· τὸ γὰρ μονομαχῆσαι τῷ μὲν τῶν Αἰάντων τῷ δ’ οὔ· καὶ τὸ μέν ἐστιν ἀγαθὸν τὸ δὲ κακόν, οἷον ἀνδρεία καὶ δειλία· τῷ ἐρωτῶντι πότερον ἡ ἀνδρεία καὶ δειλία ἀγαθὸν ἢ κακόν, καὶ ἄμφω δοῦναι ἀληθὲς καὶ οὐδέτερον· τὸ ἓν δὲ κατ’ ἀμφοτέρων ἢ τὰ δύο καθ’ ἑνὸς καταφῆσαι ἢ ἀποφῆσαι ψεῦδος· οὐ γάρ ἐστιν ἑκατέρου ἑκάτερον, οὐδὲ ἡ ἀνδρεία τῇ δειλίᾳ ταὐτίζεται, ἵν’ ἀπλοῦν ᾖ τὸ ἀγαθὸν ἢ κακὸν εἰσάπαξ καταφασκόμενον ἢ ἀποφασκόμενον. νυνὶ δὲ τῷ ἕτερα εἶναι, ὡς περὶ ἑνὸς δὲ κατηγορεῖν τὰ διάφορα τὸ ἄτοπον ἕπεται· τὸ γὰρ αὐτὸ ἀγαθὸν καὶ κακὸν γίνεται καὶ αὖ οὔτ’ ἀγαθὸν οὔτε κακὸν τῇ μεταμείψει τῶν κατηγορημάτων καὶ περιχωφήσει πρὸς ἄλληλα. ἔτι ἐπεὶ ἕκαστον τῶν ὄντων αὐτὸ ἑαυτῷ ταὐτόν, [*](120) ἄλλου δὲ ἕτερον, ἡ ἀνδρεία αὐτὴ ἑαυτῇ ταὐτὸν οὖσα ἔσται καὶ ἕτερον ἑαυτῆς, εἴπερ καὶ ἀγαθὸν καὶ κακὸν κατὰ τὴν ὑπόθεσιν, ταῦτα δὲ ἀλλήλων ἕτερα. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ δειλίας. ἔτι εἰ τὸ μὲν ἀγαθὸν κακὸν οὐ γίνεται σῶζον τὴν φύσιν, οὔτ’ αὖ τὸ ἔμπαλιν, ἐνταῦθα δὲ τὸ κακὸν καὶ ἀγαθόν ἐστι, δύο τὸ ἓν γένοιτ’ ἄν· ἡ γὰρ δειλία κακὸν καὶ ἀγαθόν, τὸ μὲν τῇ φύσει τὸ δὲ τῇ κατηγορίᾳ. καὶ ἐπ’ ἀνδρείας ὁμοίως πλὴν άντικειμένως. διπλᾶ γοῦν ἀνθ’ ἁπλῶν ἀμφότερα ἔσται. ἔτι εἰ περὶ δύο μεγεθῶν ἀνίσων ὁ λόγος εἴη, ἐρωτῴη δέ τις πότερον τὸ δίπηχυ καὶ τὸ τρίπηχυ ἴσα ἐστὶν ἢ ἄνισα, τῷ ἁπλῶς δόντι τὸ τῆς ἀντιφάσεως ἕτερον συμβαίνει ἐξ ἀνάγκης ψεύδεσθαι· ἴσα <γὰρ> ταυτὶ καὶ ἄνισα, τὸ μὲν ἑαυιοῖς τὸ δὲ πρὸς ἄλληλα.
Ἐμπεσοῦνται μέντοι τὰ εἰρημένα, εἴ τις προσβιβάζει, καὶ εἰς ἑτέρας λύσεις. ἕλξοι γὰρ ἄν τις καὶ πρὸς τὴν ἀμφιβολίαν, καὶ κατὰ τὰς ἐκεῖ διορθώσεις ἐξετασθήσονται· τὸ γὰρ ἄμφω καὶ τὸ ἅπαντα ἴσως πλείω σημαίνει. οὔκουν οὐδὲ ἐν τούτοις τὸ αὐτὸ συμβαίνει φῆσαι καὶ ἀποφῆσαι [*](5 οὐτέρω N 6 οὐδενί] sic libri 7 συμβαίη ἂν M: συμβαίοι ἄν N 8 ἀπατᾶν M 11 τόγε — οὐ om. MN 15 ἀνενδοιάστως ΜΝ πρόρρησιν ΜΝ 17. 18 ἀνδρία ΜΝ 23 τὸ δὲ M 34 τὸ ἁπλῶς L 35 γὰρ addidi 36 προβιβάζει M οὐδὲ] δὲ L)
31. Καὶ τὰ μὲν περὶ τῶν ἐλέγχων πεπέρανται, καὶ περὶ τοῦ παράδοξα λέγειν ἱκανῶς ἐν τοῖς | οἰκείοις εἴρηται τόποις· περὶ δὲ τῶν ἀπαγόντων [*](127) εἰς τὸ τὸ αὐτὸ πολλάκις λέγειν, ὃ καὶ ἀδολεσχεῖν ἐκαλοῦμεν καὶ τρίτον εἶδος τῆς σοφιστικῆς πραγματείας ἐτίθεμεν. φανερὸν ὅπως λυτέον. ἐπεὶ γὰρ ὡς ἐπὶ πολὺ ἀπὸ τῶν πρός τι προὔβαινεν, οὐ δοτέον τῶν πρός τι λεγομένων αὐτὸ καθ’ αὑτὸ σημαίνειν τι ἐνεργείᾳ ἄνευ τοῦ συζύγου καὶ πρὸς ὃ λέγεται, ὥσπερ εἴρηται, οὐδ’ ὅλως τὰς κατηγορίας χωριζομένας καθ’ αὑτάς· τὸ μὲν γὰρ λέγειν διπλάσιον ἡμίσεος καὶ λέξει καὶ νοήματι τέλειον, τὸ δ’ ἁπλῶς διπλάσιον οὐδὲν σημαίνει. εἰ γὰρ καὶ ἐμφαίνεταί πως συνεπινοούμενον ἐν τῷ διπλασίῳ τὸ ἥμισυ, ἀλλ’ οὖν οὐχ ὅμοιον τό τε κεῖσθαι ἐνεργείᾳ καὶ τὸ νοεῖσθαι δυνάμει. καὶ γὰρ τὰ δέκα ἐν τοῖς ἑνὸς δέουσι δέκα ἐμφαίνεται καὶ συνεπινοεῖται καὶ τὸ ποιῆσαι ἐν τῷ μὴ ποιῆσαι καὶ ὅλως ἐν τῇ ἀποφάσει ἡ φάσις· ἀλλ’ ὅμως οὔτε τὰ ἐννέα δέκα ἢ ὅλως τὰ οὐ δέκα δέκα, ὥσπερ οὐδ’ οὐκ ἄνθρωπος ἄνθρωπος, ἢ λευκὸν τὸ μὴ λευκόν, κἄνπερ αἰ ἕξεις ἐν ταῖς στερήσεσι καὶ αἱ καταφάσεις ἐν ταῖς ἀποφάσεσιν· οὔτε τὸ διπλάσιον ἕξει καθάπαξ καὶ τὸ ἥμισυ, ὡς μηδὲν διαφέρειν προσκεῖσθαι ἢ ἐλλείπειν, ἀλλὰ διοίσει τῷ παντὶ καὶ τῷ ὅλῳ. οὐδὲν γὰρ ἴσως αὐτὸ καθ’ αὑτὸ σημαίνει, ὥσπερ οὐδὲ τὸ ἥμισυ κεχωρισμένον. εἰ δ’ ἄρα τι καὶ σημαίνει ἑκάτερον ἰδίως, ἀλλ’ οὐ ταὐτόν, ὥσπερ ὅταν ᾖ συνημμένον· ὡς γὰρ ἡ ἐπιστήμη πρός τι οὖσα οὐ σημαίνεται ἐν τῷ | εἴδει μὴ προσκειμένη, [*](128) οἷον ἐν τῇ ἰατρικῇ καίτοι τὰ γένη ἐν τοῖς εἴδεσιν εἶναι δοκεῖ), τῷ τὴν μὲν τινὸς λέγεσθαι τοῦ γὰρ ἐπιστητοῦ), τὰς δὲ κατὰ μέρος οὔ, οὕτω τοι καὶ ὁ διπλάσιον εἰπὼν ἢ μεῖζον ἢ μέγα ἢ ἕτερόν τι τῶν πρός τι οὐ λέγει καὶ τὸ ἀντικείμενον ἀποχρώντως. καὶ τὴν μὲν φαινομένην ἐκ τῶν πρός τι ἀδολεσχίαν οὕτω λύσομεν· τὴν δὲ ἐφ’ ὧν τὸ ὑποκείμενον εἰς τὸν ὁρισμὸν τοῦ κατηγορουμένου λαμβάνεται, ὥσπερ λέγομεν σιμότης κοιλότης ἐν ῥινί, τοῦτο λεκτέον ὡς οὐ τὸ αὐτὸ σημαίνει κἀνταῦθα χωρὶς λεγόμενον καὶ ἐν τῷ λόγῳ. τὸ γὰρ κοῖλον κοινῇ μὲν καὶ ἀδιορίστως οὐ μᾶλλον τὸ σιμὸν ἢ τὸ ῥαιβὸν δηλοῖ, προστιθέμενον δὲ τῇ ῥινὶ ἢ τῷ σκέλει οὐδὲν κωλύει ὡρισμένως τὸ σιμὸν σημαίνειν ἢ τὸ ῥαιβόν, καὶ διαφέρει οὐδὲν ῥὶς εἰπεῖν σιμὴ ἢ κοίλη. ἔτι οὐ δοτέον τὴν λέξιν κατ’ εὐθύ· ψεῦδος γὰρ τῷ μὴ εἶναι τὸ σιμὸν ῥῖνα κοίλην, ἀλλὰ ῥινὸς τοδὶ οἷον πάθος, ὥστε οὐδὲν ἄτοπον εἰ ἡ ῥὶς σιμὴ ῥίς ἐστιν ἔχουσα κοιλότητα ῥινός· οὐ γὰρ δὶς τὸ αὐτὸ κατὰ ταὐτὸ λέγει.
32. Περὶ δὲ τῶν σολοικισμῶν παρ’ ὅ τι μὲν φαίνονται συμβαίνειν, εἴπομεν πρότερον· παρὰ γὰρ τὸ τόδε καὶ τοῦτο· ταῦτα γὰρ κἄν ἐπ’ εὐθείας [*](2 μὴ om. pr. N post μιᾶς add. ὑποθέσεως μᾶλλον rursusque expungit N 2. 3 ἡ ἀποφάντος om. M 6 alterum τὸ om. L 7. 8 ἐπεὶ δὲ M 10 ὅλος N 11 μὲν om. MN 13 τῶ ἥμισυ L ἀλλ’ οὖ N 15 ἐν (ante τῇ) om. MN 17 ante οὐκ add. ὁ N 19 καθάπαξ scripsi: καθάπερ libri 25 τὴν] τἀς MN 28 λύσωμεν M 37 λέγειν N)
Ὅτι μὲν οὖν οἱ τοιοῦτοι τῶν λόγων οὐ συλλογίζονται σολοικισμόν, ἀλλὰ φαίνονται, καὶ διὰ τί φαίνονται καὶ πῶς ἀπαντητέον πρὸς αὐτούς, φανερὸν ἐκ τῶν εἰρημένων· ἣν γὰρ ἐν τοῖς κατὰ μέρος σολοικοφανέσι λύσιν ἐπήγομεν, ταύτῃ καὶ κοινῶς χρῆσθαι παρεγγυώμεθα.
33. Δεῖ δὲ κατανοεῖν ὅτι πάντων τῶν σοφιστικῶν λόγων οἱ μέν εἰσι ῥᾴους κατιδεῖν παρὰ τί καὶ ἐν τίνι εἴδει τῶν παραδεδομένων τρόπων παραλογίζονται τὸν ἀκούοντα, οἱ δὲ χαλεπώτεροι τοῦτο μαθεῖν, καὶ ταῦτα πολλάκις ὄντες οἱ αὐτοὶ ἐκείνοις. τὸ γὰρ παρὰ τὸ αὐτὸ εἶδος τυχὸν τῆς ὁμωνυμίας τοὺς μὲν εὐχερὲς καὶ φωρᾶσαι καὶ λῦσαι τοὺς δὲ οὔ. καλοῦμεν δὲ λόγους τοὺς αὐτοὺς τοὺς ὑφ’ ἓν εἶδος πίπτοντας. ἔτι ὁ αὐτὸς λόγος τοῖς μὲν ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι, τοῖς δὲ ἐν τοῖς ἐκτός, ἄλλοις δὲ παρ’ ἕτερόν τι δόξειεν εἶναι, τῷ μὴ τὸ συμπέρασμα ὁμοίως εἶναι δῆλον. ὥσπερ οὖν ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν τὰ μὲν καὶ τοῖς τυχοῦσίν ἐστι δῆλα, τὰ δὲ καὶ τοὺς ἐμπειροτέρους διαλανθάνει, καὶ ἐν τούτοις. ἐκεῖ γὰρ οἱ λόγοι σχεδὸν οἱ γελοῖοι πάντες εἰσὶ παρὰ τὴν λέξιν, οἷον ῾ ἀνὴρ ἐφέρετο κατὰ κλίμακος δίφρον·’ ὁμώνυμον γὰρ τὸ ἐφέρε|το ἢ ὅτι ἐκομίζετο ἐπὶ [*](132) δίφρον ἢ ὅτι ἅρμα ἤλαυνεν. ἄγεται δὲ τοῦτο καὶ πρὸς τὴν ὁμοιοσχημοσύνην, τισὶ δὲ καὶ πρὸς τὴν ἀμφιβολίαν. καὶ πάλιν ᾿ ὅπου ὅπου στέλλεσθε; πρὸς τὴν κεραίαν.’ τὸ δὲ στέλλεσθαι πέμπεσθαί ἐστι· πρὸς τὴν κεραίαν ἄρα πέμπεσθε. διττὸν γὰρ τὸ στέλλεσθαι τό τε πέμπεσθαι καὶ τὸ συνάγειν τό ἱστίον χαλώμενον ἐπὶ τὴν κεραίαν. πάλιν ‘ποτέρα τῶν βοῶν ἔμπροσθεν τέξεται; οὐδετέρα, ἀλλ’ ὄπισθεν ἄμφω.’ καὶ ῾ καθαρὸς ὁ βορέας; οὐ δῆτα· ἀπέκτεινε γὰρ τὸν πτωχὸν καὶ τὸν ὠνούμενον.’ τό τε γὰρ ἔμπροσθεν καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ μέρους τοῦ σώματος λέγεται, καὶ καθαρὸν τόν τε ὑγιεινὸν καὶ τὸν ἀμόλυντον λέγομεν. καὶ ῾ ἆρ᾿ Εὔαρχος οὗτος; οὐ δῆτα, ἀλλ’ Ἀπολλωνίδης·’ τόν τε γὰρ εὖ ἄρχοντα εὔαρχον ἔλεγον καὶ τὸν Ἀπολλωνίδην. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων σχεδὸν οἱ πλεῖστσι. σημεῖον δὲ τούτων καὶ ὡς λανθάνουσι καὶ τοὺς ἐπιστήμονας τῶν παρὰ τὴν ὁμωνυμίαν τινές, ὅτι μάχονται πολλάκις περὶ τῶν ὀνομάτων, οἷον πότερον ταὐτὸ σημαίνει κατὰ πάντων τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερον. τοῖς μὲν γὰρ δοκεῖ ταὐτὸ σημαίνειν ἄμφω, οἱ δὲ τὸν Ζήνωνος λόγον καὶ Παρμενίδου λύουσι διὰ τὸ πολλαχῶς φάναι τὸ ὂν λέγεσθαι καὶ τὸ ἕν. οὐ μόνον οὖν ἐπὶ τῶν ὁμωνύμων τοῦτο συμβαίνει, ὡς εἴρηται, ἀλλὰ καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων· οἱ μὲν γὰρ ἔσονται ῥᾴους ἰδεῖν οἱ δὲ χαλεπώτεροι τῶν λόγων, καὶ λαβεῖν [*](2 ἔχεις λίθον M ἄρα λίθον LM ἣ] ἦ L 4 lacunam indicavi: ἀλλὰ τοῦτο, τὸ δὲ τοῦτο ὡς ἴσον τῷ τοῦτον δέδοται Alex. f. 59 10 παραδομένων 11 μαθεῖν scripsi: παθεῖν libii 14 ταὐτοὺς libri 18 διαλανθάνειν N 20 ὁμώνυμον — δίφρον (21) om. N ἐπὶ] ἐπὶ τοῦ ὤμου Alex. f. 59 23 ἄρα om. M 28 τοῦ μέρους L cf. Alex. f. 59: om. MN 35 σημαίνει N 36 ἓν — ὄν MN)
Ἔστι δὲ δριμὺς λόγος ὅστις ἀπορεῖν ποιεῖ μάλιστα· δάκνει γὰρ οὗτος [*](133) μάλιστα καὶ θορυβεῖ, ὡς τὰ ἐπιχειρήματα τό τε πέμπτον καὶ τέταρτον τοῦ ἐν τῷ Περὶ ἑρμηνείας τελευταίου τμήματος καὶ ὁ ἐν τοῖς Φυσικοῖς τὸν χρόνον ἀναιρῶν λόγος δριμύτατος τῷ δεικνύειν μηδὲν τῶν μερῶν αὐτοῦ μένειν· τὸ μὲν γάρ, φησί, παρώχηκε καὶ οὐκ ἔστι, τὸ δὲ μέλλει καὶ οὔπω, τὸ δὲ νῦν ἀμερές· ὥστ’ εἰ μὴ τῶν μερῶν τι, οὐδὲ τὸ ὅλον. ἀπορία δέ ἐστι διττή , ἡ μὲν ἐν τοῖς διαλεκτικοῖς, ὅτε ἀποροῦμεν, ποίαν τῶν προτάσεων ἀναιρετέον, ὡς καὶ τὸ συναχθὲν συναναιρῆσαι ψεῦδος, καὶ εἰ ἀμφοτέρας, εἴπερ ἐπ’ ἴσης ἔνδοξοι· ἡ δὲ ἐν τοῖς ἐριστικοῖς, πῶς εἴποι τις τὸ προταθὲν καὶ ὅπως φυλάξεται τὸν ὀχλοῦντα σοφιστήν. παράδειγμα τοῦ μὲν προτέρου ‘τὸ βιβλίον διδάσκει, τὸ διδάσκον ἔμψυχον· τὸ βιβλίον ἄρα ἔμψυχον.’ πάλιν ῾ εἰ῾ μηδεὶς τοῖχος ἀναπνεῖ ὅτι μὴ ζῶον, κἄν εἴ τι ζῶον, ἀναπνεῖ.’ ἀλλὰ μὴν μύρμηκες καὶ μέλιτται καὶ τὰ ἕτερα ἔντομα καὶ ζῷα καὶ οὐκ ἀναπνεῖ. οὐκ ἄρα ὁ τοῖχος ὅτι οὐ ζῶον οὐκ ἀναπνεῖ, ἀλλ’ ὅτι οὐκ ἔχει πνεύμονα· τοῦτο γὰρ ἐγγύτερον. τοῦ δὲ δευτέρου, ὡς εἴ τις ἐρωτῴη ῾ ὅσα τις μὴ ἔχει ἔχων πρότερον, ἆρα ἀποβέβληκε τοσαῦτα;’ πῶς οὖν ἄν τις ἐνταῦθα ἀποκριθῇ καὶ μὴ ἐλεγχθῇ, ἔχει ἀπορίαν. ὅθεν ἐν τοῖς διαλεκτικοῖς οἱ δριμύτεροι λόγοι μᾶλλον ζητεῖν ποιοῦσιν. ὡς ἄν δὲ περὶ | αὐτῶν σαφέστερον εἴποιμεν, ἔστι διαλεκτικὸς λόγος δριμύτατος [*](134) πρῶτος μὲν ὃς ἄν ἐξ ὅτι μάλιστα δοκούντων ὅτι μάλιστα ἔνδοξον ἀναιρῇ. εἷς γὰρ ὢν ὁ τὴν ἀντίφασιν συνάγων συλλογισμὸς καὶ τὸ μὴ ἀγαθὸν ἀγαθὸν λέγων μετατιθεμένης τῆς ἀντιφάσεως ἅπαντας ὁμοίους ἕξει τοὺς συλλογισμούς· ἀεὶ γὰρ ἐξ ἐνδόξων ὁμοίως ἔνδοξον ἀναιρήσει ἢ κατασκευάσει, διόπερ ἀπορεῖν ἀναγκαῖον. μάλιστα μὲν οὖν ὁ τοιοῦτος δριμύτατος ὡς ἐξ ἴσου τὸ συμπέρασμα ποιῶν τοῖς ἐρωτήμασιν κατὰ τὴν δόξαν καὶ δυσφορώτατος, ὡς ὁ τοῦ Καλλικλέους ἐν τῷ Γοργίᾳ μᾶλλον τὴν ἀδικίαν τῆς δικαιοσύνης αἱρετωτέραν τιθέμενος τῷ τὴν μὲν φύσει εἶναι καὶ πρεσβυτέραν καὶ παρὰ τοῖς ἀλόγοις τὸ γενναῖον αὐτῆς ἐκλάμπειν, τὴν δὲ ὑστέραν τὴν δικαιοσύνην καὶ θέσει· θέσις γὰρ ὁ νόμος. καὶ ὁ ἐν τῷ Φαίδωνι τὴν ψυχὴν κατασκευάζων ἀθάνατον διὰ τὴν παλιγγενεσίαν καὶ τὸ ἐκ τῶν νεκρῶν τοὺς ζῶντας γίνεσθαι, τὸ δὲ ὅτι τὰ ἐναντία ἐκ τῶν ἐναντίων. δεύτερος δὲ ὁ ἐκ προτάσεων μὲν ὁμοίως ἐνδόξων, τὸ μέντοι συμπέρασμα ἔχων ἐνδοξότερον, ὃ δὴ καὶ ἀπαγωγὴν ἐκαλοῦμεν, ὡς ἡ ἀρετὴ διδακτόν, εἴπερ καὶ ἐπιστήμη. οὗτος γοῦν ὁμοίως ποιήσει ἀπορεῖν, ὁποῖον τῶν ἐρωτημάτων ἀναιρετέον. τοῦτο δὲ τῶν ἄλλων χαλεπόν. ὅτι μὲν γὰρ ἀναιρετέον, δῆλον· ὁπότερον δέ, [*](4 τὸ τέταρτον καὶ ἕκτον ἐπιχείρημα Alex. f. (50, cf. Arist. de Interpr. 14 p. 23b 25 sqq., Ammon. de Interpr. f. 210vsqq. τό τε πέμπτον καὶ τέταρτον post τμήματος transponunt MN 5 ἐν τοῖς Φυσικοῖς] Phys. Δ 10 8 οὔπω ἐστίν Phys. p. 217 b 34 εἰ μὴ τῶν] εἰπὼν M 13. 14 βυβλίον MN 14 ἄρα om. L καὶ πάλιν MN 16 οὐ om. MN 19 ἀποκριθῇ ex ἀποκριθείη corr. L 21 εἴπομεν M 28 τοῦ] τοὺς N ἐν τῷ Γοργίᾳ] c. 38sqq., cf. p. 35,20sqq. 31 θέσει γὰρ MN ἐν τῷ Φαίδωνι] cap. 15 35 ἀπαγωγὴν] παραγωγὴν Alex. f. 60 Comment. Aristot. XXIII 4. Paraphr. in Sophist, elenchos.)
Ἐνίοτε μὲν οὖν ὁ μὴ συλλογισθεὶς λόγος εὐήθης ἐστίν, ἐὰν ᾖ λίαν ἄδοξα ἢ ψευδῆ τὰ λήμματα· ἐνίοτε δ’ οὐκ ἄξιος καταφρονεῖσθαι. ὅταν μὲν γὰρ ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, περὶ οὗ ὁ λόγος, καὶ μὴ πάσας τὰς κατασκευαστικὰς προτάσεις ἔχῃ μηδὲ πλῆρες συλλογισάμενος, εὐήθης ἐστὶν ὁ συλλογισμός· ὅταν δὲ τῶν ἔξωθεν , οὐκ εὐκαταφρόνητος οὐδαμῶς, ἀλλ’ ὁ μὲν λόγος ἐπιεικής, ὁ δὲ ἐρωτῶν ἠρώτησεν οὐ καλῶς. Ἔστι τε, ὥσπερ λύειν ὁτὲ μὲν πρὸς τὸν λόγον ὁτὲ δὲ πρὸς τὸν ἐρωτῶντα καὶ τὴν ἐρώτησιν ὁτὲ δὲ πρὸς οὐδέτερον τούτων, ὁμοίως καὶ ἐρωτᾶν ἔστι καὶ συλλογίζεσθαι καὶ πρὸς τὴν θέσιν καὶ πρὸς τὸν ἀποκρινόμενον καὶ πρὸς τὸν χρόνον παραιτούμενον, ὅταν ᾖ πλείονος δεομένη ἡ λύσις χρόνου ἢ τοῦ παρόντος. |
34. Ἐκ πόσων μὲν οὖν καὶ ποίων γίνονται τοῖς διαλεγομένοις οἱ [*](136) παραλογισμοί, καὶ πῶς δείξομεν ψευδόμενόν τε καὶ παράδοξα λέγειν ποιήσομεν, ἔτι δὲ πρὸ τούτων ἐκ τίνων συμβαίνει ὁ διαλεκτικὸς συλλογισμὸς καὶ πῶς ἐρωτητέον καὶ τίς ἡ τάξις τῶν ἐρωτημάτων, ἔτι δὲ πρὸς τί χρήσιμοι πάντες εἰσὶν οἱ τοιοῦτοι λόγοι, καὶ ὡς οἱ μὲν διαλεκτικοὶ πρὸς εὕρεσιν τῆς ἀληθείας, οἱ δὲ σοφιστικοὶ πρὸς τὸ μὴ ἀπατᾶσθαι, καὶ περὶ ἀποκρίσεως ἀπλῶς τε πάσης καὶ πῶς λυτέον τοὺς λόγους καὶ τοὺς συλλογισμούς, εἰρήσθω περὶ ἁπάντων ἡμῖν ταῦτα. λοιπὸν δὲ περὶ τῆς ἐξ ἀρχῆς προθέσεως ἀναμνήσασιν εἰπεῖν τι βραχὺ περὶ αὐτῆς καὶ τέλος ἐπιθεῖναι τοῖς εἰρημένοις.
Προειλόμεθα οὖν δύναμίν τινα εὑρεῖν συλλογιστικὴν περὶ τοῦ προβληθέντος ἐκ τῶν ὑπαρχόντων ὡς ἐνδοξοτάτων· τοῦτο γὰρ ἔργον τῆς διαλεκτικῆς καθ’ αὑτὴν καὶ πειραστικῆς. ἐπεὶ δὲ προκατασκευάζεται πρὸς 20 αὐτὴν ἡ πειραστικὴ διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν, ὡς οὐ μόνον πεῖραν δύναται λαβεῖν διαλεκτικῶς ἀλλὰ καὶ ὡς εἰδώς, διὰ τοῦτο οὐ μόνον τὸ λεχθὲν ἔργον ὑπεθέμεθα τῆς πραγματείας, τὸ λόγον δύνασθαι λαβεῖν, ἀλλὰ καὶ ὅπως λόγον ὑπέχοντες καὶ ἐρωτώμενοι ὄντες φυλάξωμεν τὴν θέσιν ὡς δι’ ἐνδοξοτάτων. τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτων· ὁ γὰρ διαλεκτικὸς [*](137) ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ. διὰ τοῦτο Σωκράτης διαλεκτικὸς ἄκρος ὢν [*](5 fort, οὐδὲν τὸ μὴ ἓν 6 παρὰ τὸ τὸ scripsi: τὸ παρὰ τὸ libri ψεῦδος MN 13 post πλῆρες add. ᾖ MN 16 ἔστι δὲ M 33 πειραστικῆς—ἡ (34) om. N προκατασκευάξεται LM Alex. f. 61: προσκατασκευάζεται N Aristoteles 34 πειραστικὴ ex πειραστικῆς corr. N 39 ἄκρως M)