Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
887—893. Ἔστω μὲν οὖν τὸ λοιπὸν τῆς Ἀσίας σχῆμα τετράπλευρον καὶ ἰσοσκελὲς, τοῖς μακροῖς καὶ ἐπιμήκεσι πεδίοις ἡπλωμένον καὶ ἐκτεταμένον πρὸς ἀνατολήν. Ἐπὶ γὰρ τοῖς προλεχθεῖσι παῤ ἐμοῦ εἰπόντος ἀκούσας ἐπίστασαι Ταῦρον τὸ ὄρος πᾶσαν τὴν Ἀσίαν διαχωρίζειν ἢ μέσην διατέμνειν μέχρι τῶν Ἰνδῶν. Καὶ τοῦτο μὲν τὸ ὄρος ἐν τῷ τετραπλεύρῳ τὸ βορειότερον ἔστω· ὁ δὲ Νεῖλος ποταμὸς τὸ ἑσπέριον ἢ δυτικώτερον πλεῦρον ὑπαρχέτω· τὸ δὲ ἑῷον, ἤτοι τὸ ἀνατολικώτερον, ὁ Ἰνδικὸς ὠκεανός· τὸ δὲ νότιον ἡ Ἐρυθρὰ θάλασσα ἢ τὸ κῦμα τῆς Ἐρυθρᾶς θαλάσσης.
894—917. Διανοούμενος δὲ σκέπτου καθ᾿ ὃν τρόπον ἄρτι καὶ ἐπὶ τὰς ἀνατολὰς παραγενήσομαι, ἀπὸ τῆς Συρίας ὅθεν κατέλιπον ἀρξάμενος, οὐδαμῶς δέ μοί τις ἀνὴρ καθάπερ λόγου ψευσθέντος ἐπιμέμψοιτο. Ἀλλ᾿ ἡ μὲν Συρία πολλὰς πόλεις ἔχουσα ἐπὶ τὴν νοτίαν ἀνατολὴν ἀπὸ τῆς θαλάσσης εἰς ἤπειρον ἕρπει, ἣν καὶ ἐπωνύμως Κοίλην λέγουσι, διότι οἱ προνενευκότες καὶ ἐξέχοντες τῶν δρῶν τόποι μέσην καὶ ὑποκειμένην αὐτὴν ἔχουσι, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου. Καὶ ταύτην μὲν Κοίλην λέγουσι· τρεῖς γάρ εἰσιν, ἥ τε Φοινίκη καὶ ἡ Παλαιστίνη καὶ ἡ Κοίλη, ἥν πολλοὶ καὶ πλούσιοι ἄνδρες ἔχουσιν· οὐχ ὁμοῦ δὲ ὡς ὁμώνυμοι ὄντες κατοικοῦσιν, ἀλλὰ κεχωρισμένως οἱ μὲν ἐν τῇ ἠπείρῳ, οἱ νῦν Ἄραβες καλούμενοι, αὐτοὶ γὰρ καὶ Σύριοι λέγονται· οἱ δὲ πλησίον τῆς θαλάσσης, οἱ καὶ Φοίνικες καλούμενοι, (ἐξ ἐκείνης τῆς γενεᾶς τῶν ἀνδρῶν, οἵτινες Ἐρυθραῖοι γεγένηνται, ἤγουν μέτοικοι τῶν Ἐρυθραίων, οἵτινες καὶ ταῖς ναυσὶν ἀπόπειραν ἐποιήσαντο τῆς θαλάσσης· πρῶτοι γὰρ τῆς θαλασσίας καὶ στρέμματα πολλὰ ἐχούσης ἐμπορίας μνείαν ἐποιήσαντο, καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἀστέρων ἐν τῷ οὐρανῷ διανοησάμενοι ἐσκέψαντο· οἵτινες Ἰόπην καὶ Γάζαν καὶ Ἐλαΐδα κατοικοῦσι, καὶ τὴν ἀρχαίαν Τύρον, καὶ τὴν ἐρατεινὴν ἢ καλὴν γῆν τῆς Βηρυτοῦ, καὶ Βύβλον τὴν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα ἄνθη πολλὰ ἔχουσαν, κατοικουμένην ἐπὶ τοῖς ὕδασι τοῦ χαρίεντος Βοστρηνοῦ, καὶ τὴν πλουσίαν καὶ εὐδαίμονα Τρίπολιν, καὶ τὴν Ὀρθωσίδα, καὶ τὴν Μάραθον, καὶ τὴν Λαοδίκειαν, ἥτις ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης κεῖται, καὶ τὰ Ποσιδήϊα ἔργα, ἀντὶ τοῦ τὴν Ποσείδιον πόλιν οὕτω καλουμένην, καὶ τὰ ἱερὰ, τουτέστι μεγάλα, τέμπη τῆς Δάφνης, ὅπου καὶ ἐπωνύμως τῷ Ἀντιόχῳ Ἀντιόχεια λέγεται.
918—922. Μέση δὲ τῶν εἰρημένων δύο πόλεων, τοῦ τε Ποσειδίου καὶ Δάφνης, ὑπάρχει ἡ Ἀπάμεια πόλις. Πρὸς δὲ τὴν ἀνατολὴν τῆς Ἀπαμείας πολὺς ὁ ὑγρὸς Ὀρόντης κατασύρεται, τήν τε Ἀντιόχου γῆν, ἤτοι τὴν Ἀντιόχειαν, μέσην διορίζων, ἢ παραρρέων μᾶλλον καὶ οὐ διορίζων. Ἅπασα δὲ ἡ τῶν τριῶν Συριῶν γῆ πλουσία τε καὶ εὔβοτος ὑπάρχει, καὶ πρὸς τὸ τρέφειν τὰ πρόβατα καὶ τὸν καρπὸν τοῖς δένδρεσιν αὔξειν.
923—932. Ταύτης δὲ τῆς Συρίας, οὐ τῆς Ἀντιοχείας, ἐπὶ τὸ πρόσω τοῦ νότου ὁδεύων τὸν ἐνδότατον πόρον ἢ μυχὸν τοῦ Ἀραβίου κόλπου θεάσῃ, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ τῆς ἐπεράστου καὶ καλῆς Ἀραβίας συστρέφεται, ὀλίγον ἢ μικρὸν πρὸς ἀνατολὴν ἄχρι τῶν Ἐλανῶν. Ἐκεῖθεν δὲ ἀπὸ τῶν Ἐλανῶν πρὸς ἀνατολὰς ἡ τῶν εὐδαιμόνων λεγομένων Ἀράβων γῆ ἐπίκειται καταπολὺ ἀνερχομένη, διπλῇ θαλάσσῃ κατεχομένη, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ, ἤγουν τῷ τε Περσικῷ καὶ Ἀραβικῷ κόλπῳ. Ἑκάστη δὲ αὐτῶν ἄνεμον ἔλαχεν, ἡ μὲν Ἀραβία θάλασσα τὸν ζέφυρον, ἡ δὲ Περσὶς τὰς ὁδοὺς ἢ τὸ κλίμα τοῦ εὔρου. Ἡ δὲ πέζα, ἤτοι τὸ τέλος καὶ ἡ βάσις αὐτῆς, νοτιωτέρα ἐπὶ τὴν ἀνατολὴν τετραμμένη ὑπὸ τῶν Ἐρυθραίων κυμάτων τοῦ ὠκεανοῦ κλύζεται, τουτέστιν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης.