Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
726—738. Ἅπαντα δέ σοι ἔθνη λέξω, ὅσα τὴν Ὑρκανίαν ἢ Κασπίαν θάλασσαν περιοικεῖ, ἀρξάμενος ἀπὸ τῆς δυτικῆς πλευρᾶς ἐκ τοῦ βορρᾶ. Πρῶτοι μὲν οἱ Σκύθαι ὑπάρχουσιν, ὁπόσοι κατὰ τὴν παραλίαν οἰκοῦσι τῆς Κρονίας θαλάσσης κατὰ τὸ στόμα τῆς Κασπίδος θαλάσσης. Ἐφεξῆς δὲ Οὖννοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Κάσπιοι, ἐπὶ τούτοις δὲ πάλιν οἱ πολεμικώτατοι Ἀλβανοὶ, καὶ οἱ τὴν ὑπεράνωθεν αὐτῶν τραχεῖαν γῆν κατοικοῦντες Καδούσιοι, ἐπ᾿ αὐτοῖς δὲ οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι καὶ οἱ Τάπυσοι. Ἐπ᾿ αὐτοῖς δὲ τὴν περιπλοκὴν αὐτοῦ συστρέφει ὁ τῆς Ὑρκανίας ποταμὸς Μάρδος, τῶν Δερκεβίων καὶ τῶν πλουσιωτάτων ὕδωρ Βάκτρων· δι᾿ ἀμφοτέρων γὰρ διερχόμενος, τῶν τε Δερκεβίων καὶ Βάκτρων, εἰς τὴν Κασπίαν θάλασσαν ἐκβάλλει. Ἀλλ᾿ οἱ μὲν Βάκτροι ὑπὸ τὴν εὐρυτέραν χώραν τῆς ἠπείρου, ὃ ἔστι τὴν μεσόγειον, κατοικοῦσιν, ὑπὸ τοῖς κνημοῖς τοῦ Παρνασσοῦ· εἰς δὲ τὸ ἕτερον μέρος, τῆς Ὑρκανίας δηλονότι τὸ δεξιὸν, ἐπὶ τοῖς Κασπίοις ὕδασιν οἱ Δερκέβιοι.
739—748. Μετὰ τούτους δὲ τοὺς Δερκεβίους ἐπὶ τὴν ἀνατολὴν πέραν τοῦ ἠχητικοῦ Ἀράξου ἄνδρες πολεμικοὶ καὶ τοξόται Μασσαγέται κατοικοῦσιν, ἐφ᾿ οἷς μήτε αὐτὸς ἐγὼ πλησιάσαιμι καὶ προσεγγίσαιμι, μήτε ἄλλος ἐμὸς φίλος. Πάνυ γὰρ κακοξεινότεροι τῶν ἄλλων εἰσίν· οὐδαμῶς γὰρ αὐτοῖς ἡ τροφὴ ἄρτος ἐστὶν ἡ εὐφραντικοῦ σίτου, οὐδὲ ὁ ἐν τῷ δήμῳ πινόμενος οἶνος, ἀλλὰ τῷ λευκῷ γάλακτι τὸ τῶν ἵππων αἷμα ἀναμιγνύντες τὴν εὐωχίαν αὐτῶν τίθενται. Ἐπὶ τούτοις δὲ τοῖς Μασσαγέταις ἀνωτέρω πρὸς τὰ βόρεια μέρη εἰσὶν οἱ Χωράσμιοι, ἐφ᾿ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος κατὰ τὸ μέσον ἐστὶν ὁ μέγας ποταμὸς Ὦξος, ὅστις τὸ περὶ τὰς Διονύσου κείμενον στήλας Ἠμωδὸν ὄρος καταλιπὼν ἐπὶ τὴν Κασπίδα κατέρχεται.
749—761. Μετὰ τοῦτον δὲ ἐπὶ ταῖς προχοαῖς Ἰαξάρτου κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοὶ, ἅτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγξοι διὰ τὸ ἀκριβὲς καὶ εὔστοχον· καὶ γὰρ οὐδαμῶς αὐτοῖς ἐστι θέμις ἢ δίκαιον μάταια καὶ εἰκῆ πέμπειν· ἐζημιοῦντο γὰρ οἱ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόχαροι καὶ οἱ Φροῦροι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσιμον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς ἐρήμου γῆς ξαίνοντες πολυδαίδαλα καὶ πολύτιμα, ὅμοια κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσιν· ἐκείνοις οὐδὲ τὸ τῶν ἀραχνῶν ἔργον ἐξισωθείη. Ἄλλοι δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσὶν, οἵτινες κατοικοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσάνεμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θάλασσαν περιοικοῦσιν.
762—771. Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου τὸ πλῆθος τῶν ἐθνῶν ἄχρι τοῦ Θρᾳκικοῦ στόματος, ἤγουν τοῦ Βοσπόρου, ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτά εἰσιν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχείρων, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φίλυρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσιν. Ὧντινων πλησίον εἰσὶν οἱ πολυθρέμματοι, ἤτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρηνοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον καὶ σκληρὰν γῆν κατοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκότες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἄκμοσιν ἐστηρικότες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ κόπου οὐδαμῶς παύονται.