Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
627—635. Ἀλλ᾿ οὐδαμῶς τοσοῦτον ὑπάρχει τὸ μέγεθος τῆς Ἀσίας γῆς, ὅσον τῆς Λιβύης καὶ Εὐρώπης, οὐδὲ κατὰ τὸ εἶδος ἅπαν ὅμοιον καὶ παραπλήσιον. Καὶ γὰρ ἐν ἐκείναις ταῖς ἡπείροις μία μεγίστη ἡγεμονεύει θάλασσα, ἐν δὲ τῆ Ἀσίᾳ πολὺς ὠκεανός· τρεῖς γὰρ κόλπους μεγάλα κύματα ἔχοντας συστρέφων ἐρεύγεται ἢ ἀποτίκτει ἐξ ἑαυτοῦ ἔσωθεν βάλλων εἰς τὴν ἤπειρον τῆς Ἀσίας, τὸν Περσικὸν καὶ τὸν Ἀράβιον καὶ τὸν Ὑρκάνιον τὸν καὶ Κάσπιον κόλπον τὸν βαθείας συστροφὰς ἔχοντα, τοὺς δύο μέν, τουτέστι τὸν Περσικὸν καὶ Ἀράβιον, πρὸς νότον, τὸν Κάσπιον δὲ ἐς τὸν βορρᾶν ὁρῶντα καὶ ἐς τὸν Λίβα ἄνεμον, γείτονα τοῦ Εὐξείνου πόντον· ὅντινα κόλπον ἄπειρα καὶ ἀναρίθμητα ἔθνη περιοικεῖ.
636—651. Ἀμφοτέρων δὲ τῶν δύο τούτων κόλπων ἄπειρος ἰσθμὸς μέσον διαχωρίζει, ἔνθα κἀκεῖσε εἰς πολλὰ μέρη τοῖς πεδίοις περιτεινόμενος, εἰς τὰ μέσα δὲ ἁπάσης τῆς Ἀσίας ὄρος ἐπιβέβηκεν ἀρξάμενον ἀπὸ τῆς Παμφυλίας μέχρι τῶν Ἰνδῶν, ἄλλοτε μὲν λοξὸν καὶ κυρτὸν, ἄλλοτε δὲ ὀρθότερον ἰχνῶν, Ταῦρον δὲ καλοῦσιν αὐτὸ, διότι ταυροφανές ἐστι καὶ ὀξυκέφαλον, ὥστε λοφοῦσθαι εἰς ὕψος πολυσχιδὲς, ὃ ἔστι εἰς πολλὰ μέρη διασχιζόμενον· εἰς γὰρ τὰς ἐξοχὰς αὐτοῦ κέρατα ταύρου μιμεῖται ἔνθα κἀκεῖσε τοῖς ἐκτεταμένοις ὄρεσιν. Ἐξ αὐτοῦ δὲ πολλοὶ καὶ ἄπειροι ποταμοὶ ἠχητικῶς ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἰπὶ νότον, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου. Τίς ἂν πάντων τὰ ὀνόματα εἴποι, οὐδαμῶς γὰρ μίαν ἐπωνυμίαν ὁ Ταῦρος ἔλαχεν, ἀλλ᾿ ἐν ἑκάστῃ τοῦ τόπου θέσει ἐν ᾧ καὶ ὁρᾶται καὶ ὄνομα ἔχει. Ἄτινα ὀνόματα ἐν φροντίδι γένοιτο τοῖς ἀνδράσιν, οἵτινες κατὰ χώραν ἑκάστην τὴν οἴκησιν ἔχειν κεκλήρωνται ὁμούριον ἢ αὐτῶν πλησιόχωρον. Ἀρτίως δὲ διέλθω καὶ περιγένωμαι λέξων πάντα τὰ ἔθνη, ὅσα διάδηλα καὶ ἐπίσημα τὴν Ἀσίαν οἰκεῖ, αἱ δὲ Μοῦσαι τὴν εὐθεῖαν ὁδὸν καὶ μὴ διεσπαρμένην φέροιεν.
652—662. Πλησίον μὲν οὖν τῆς Μαιώτιδος λίμνης αὐτοὶ οἱ Μαιῶται οἰκοῦσι, καὶ τὸ γένος τοῦ πολεμικωτάτου Ἄρεος, τὰ ἔθνη τῶν ἀγαυῶν Σαυροματῶν· καὶ γὰρ ἐξ ἐκείνης τῆς συνουσίας τὴν γένεσιν ἕλκουσι τῶν Ἀμαζόνων, ἥντινά ποτε ἐμίγησαν τοῖς Σαυρομάταις, πόρρω τῆς οἰκείας πατρίδος καὶ τοῦ Θερμώδοντος ποταμοῦ πλανηθεῖσαι, ὁπόταν καθ᾿ Ἑλλάδος ἐστρατοπέδευσαν, ἢ φεύγουσαι τὸν Ἡρακλέα. Τούτου χάριν καὶ μεγαλόψυχοι παῖδες καὶ ἰσχυροὶ (ἐξ αὐτῶν ἐγεννήθησαν, ἐπὶ τὴν ἄπειρον κατοικοῦντες καὶ ὑλώδη γῆν, ἧστινος ἐπὶ μέσον ὁ Τάναῖς ποταμὸς συρόμενος εἰς τὴν μυχὸν ἢ τὸ μέσον τῆς Μαιώτιδος λίμνης ἐκβάλλει, ὅστις καὶ τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας διαχωρίζει, ἐπὶ τὴν δύσιν μὲν τὴν Εὐρώπην, ἐπὶ δὲ τὰς αὐγὰς, ἤτοι τὴν ἀνατολὴν, τὴν τῆς Ἀσίας ἤπειρον.
663 679. Τούτου δὲ τοῦ Τανάϊδος αἱ μὲν πηγαὶ ἐν τοῖς Καυκασίοις πόρρωθεν ἀναβράζονται, ἤτοι ἀναπέμπονται, οὗτος δὲ ἔνθα κἀκεῖσε ἐπὶ τὰ Σκυθικὰ ὁρμῶν ἐπιτρέχει πεδία. Τούτου δὲ κυμαίνοντος ἀπὸ τοῦ βορρᾶ, ἄπειρον καὶ πολὺν προσβλέψειας ἀπὸ τοῦ κρύους παγέντα. Σχετλιασμοῦ δὲ ἄρα ἐκεῖνοι οἱ ἄνδρες ἄξιοι, οἵτινες περὶ τὸν ποταμὸν ἐκεῖνον τὴν οἴκησιν αὑτῶν ἔχουσιν· ἀεὶ γὰρ ἐν αὐτοῖς ψυχρά ἐστι χιὼν καὶ ὁ δύσπνοος κρυμός. Καὶ δὴ ὁπόταν ἐκ τῶν ἀνέμων πολὺ ψύχος ἐπέλθῃ, ἢ ἵππους ἐκπνέοντας τοῖς ὀφθαλμοῖς ὁρῶσιν αὐτῶν, ἢ ἡμιόνους, ἢ τὸ γένος τῶν ἐν ἀγρῷ αὐλιζομένων προβάτων. Οὐδαμῶς δὲ οὐδ᾿ αὐτοὶ σῶοι οἱ ἄνδρες ὑπάρχουσιν, οἵτινες ὑπὸ τῆς πνοῆς ἢ φορᾶς τῶν ἀνέμων ἐκείνων μένουσιν, ἀλλ᾿ ἁμάξας ὑποζεύξαντες εἰς ἑτέραν χώραν ἐκκλίνουσι καὶ φεύγουσι, καταλείπουσι δὲ τοῖς χειμερίοις ἀνέμοις ἐκείνην τὴν γῆν, οἵτινες σὺν κακαῖς συστροφαῖς ὁρμώμενοι τήν τε γῆν ἅπασαν ἐκείνην καὶ τὰ πευκόεντα ὄρη συγκλονοῦσι. Τοσοῦτοι μὲν περὶ τὸν Τάναῖν ποταμὸν κατοικοῦσιν.