Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
481—491. Ἀλλ᾿ ὁπότε μετὰ νηὸς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τοῦ Ἀδριατικοῦ πελάγους ὁδεύσῃς, παρευθὺς εὑρήσεις τὴν τοῦ ἰσχυροτάτου Διομήδους νῆσον, ὅπου ὁ ἡμίθεος ἐκεῖνος ἀνὴρ, τῆς Ἀφροδίτης αὐτῷ ὀργισθείσης, παρεγένετο, ὁπότε ταῖς βουλαῖς τῆς κακὰ καὶ ὀλέθρια εἰς αὐτὸν φρονούσης γυναικὸς αὐτοῦ Αἰγιαλείας ἐπὶ τὸ ἔθνος τῶν πολυλιτανεύτων Ἰβήρων ἀπῆλθεν. Ὁς δὲ ἀπληρωτος καὶ ἐπιμήκης ὀλκὸς ἢ τὸ πλῆθος τῶν Ἀψυρτίδων νήσων ἐφεξῆς πορευομένῳ πρὸς ἀνατολὰς τοῦ ἡλίου μετὰ τὴν τοῦ Διομήδους νῆσον ἀναφαίνεται, ἅστινάς ποτε οἱ υἱοὶ ἢ τὸ γένος τῶν Κόλχων ἐπέδραμον, ὃ ἔστι κατέλαβον, ἡνίκα τῆς πλανηθείσης Λἰήτου θυγατρὸς Μηδείας τὰ ἴχνη ψηλαφῶντες ἐμόγησαν ἢ ἐκακοπάθησαν. Ἐφεξῆς δὲ ἐπὶ ταύταις αἱ Λιβυρνίδες νῆσοι ἐρριζωμέναι εἰσί.
492—497. Πρὸς δὲ τὸν νότον πορευομένῃ νηῒ, ἤγουν μετὰ νηὸς πορευομένῳ, μετὰ τὰ Κεραύνια ὄρη ἐξ ἐναντίας τῶν Ἀμβρακίων νῆσοι φαίνονται, ἥ τε λιπαρὰ ἢ πολυφόρος Κέρκυρα, ἡ καὶ Φαιακία λεγομένη, ἡ προσφιλεστάτη τοῦ Ἀλκινόου χώρα. Ἐπὶ ταύτης δὲ καὶ τὸ τῆς Νηρικίης Ἰθάκης ἔδαφος, ἤγουν ἡ Ἰθάκη νῆσος, ἡ ὑπὸ τὸ Νηρίτιον ὄρος, καὶ τῶν ἄλλων, δηλονότι τῶν Ἐχινάδων, νήσων ἡ γῆ, ὁπόσας ὁ Ἀχελῷος ποταμὸς ταῖς λαμπροτάταις συστροφαῖς περιρρεῖ, ἀπὸ τῆς Χαλκίδος πόλεως τῆς Αἰτωλίας κατερχόμενος.
498—512. Πολλαὶ δὲ νῆσοι πρὸς τὰ βόρεια μέρη τοῦ Ἀμνισοῦ, ποταμοῦ τῆς Κρήτης, φαίνονται, τά τε Αἴγυλα, τὰ Κύθηρα καὶ ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμὰς ἡ Κάρπαθός ἐστιν. Ἐγγὺς δὲ αὐτῆς ἡ τιμία Κρήτη, ἡ τροφὸς τοῦ μεγάλου Διὸς, νῆσος μεγάλη καὶ λιπαρὰ καὶ εὔτροφος ἐν ᾗτινι ἡ Ἴδη ὄρος, Ἴδη δρυσὶ θάλλουσα καλλιφύλλοις, ἤτοι ὑψηλαῖς καὶ καλλίσταις. Καὶ ταύτης τὸ μέγεθος περισσὸν καὶ ἐξαίρετον ἢ διάδηλον μᾶλλον καὶ φανερόν. Ἐξ ἐναντίας δὲ τῆς Αἰγυπτιακῆς παραλίας Ῥόδος ἐστὶν, ὑπὸ Ἰηλυσίων ἀνδρῶν κατοικουμένη. Μετὰ ταύτην δὲ πρὸς τὴν ἀνατολὴν αἱ Χελιδόνιαι νῆσοι ἕπονται τρεῖς οὖσαι, ἔνδοθεν τῆς μεγάλης ἄκρας τῶν Πατάρων. Ἡ δὲ Κύπρος πρὸς τὰς ἀνατολὰς ἐν τῷ Παμφυλίῳ κόλπῳ κεῖται, ἡ ἐπιθυμητὴ καὶ καλὴ χώρα τῆς Ἀφροδίτης, θυγατρὸς τῆς Διώνης. Ἐγγὺς δὲ τῆς Φοινίκης ἐν μεγάλῳ κόλπῳ, τῷ Ἰσσικῷ δηλονότι, ἡ Ἄραδος νῆσος κεῖται. Ἔμπροσθεν δὲ τοῦ Σουνίου, ἀκρωτηρίου τῆς Ἀττικῆς, ὑπεράνω τῆς Εὐβοίας τῆς ὑπὸ Ἀβάντων οἰκουμένης, φαίνονται ἡ Σαλαμὶς καὶ ἡ πόλις τῆς Αἰγίνης νήσου.
513—516. Θαυμαστὸς δέ τις πόρος ἐστὶν ὁ τοῦ Αἰγαίου πελάγους ὁ βαθὺς, ὁ περιέχων ἐντὸς αὐτοῦ ἐξ ἑκατέρων τῶν μερῶν ἄπειρον πλῆθος νήσων στιχηδὸν ἢ κατὰ τάξιν κειμένων, ἐπὶ τὸ στενὸν ὕδωρ τοῦ Ἑλλησπόντου, ἤγουν ἐπὶ τοσοῦτον, ἐφ᾿ ὅσον ἐστὶν ὁ στενὸς αὐλὸς τῆς θαλάσσης ὁ ἀπὸ τῆς Τενέδου ἕως τῆς Προικοννήσου, τῆς Ἕλλης τῆς Ἀθάμαντος θυγατρὸς ἐπώνυμος· ὅπου ἥ τε Σηστὸς καὶ ἡ Ἄβυδος ἐξ ἐναντίας ἀλλήλων τὸν λιμένα ἢ τὸν ὅρμον ἔχουσαι κεῖνται, ἡ μὲν Σηστὸς τῆς Εὐρώπης, ἡ δὲ Ἄβυδος τῆς Ἀσίας.