Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

384—397. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ἢ τὴν θάλασσαν ἐπερεύγεται ὁ Ἀδρίας κόλπος, τοὺς αἰγιαλοὺς τῶν Λιβυρνίδων νήσων ὑποξύων, καὶ περὶ ἅπασαν τὴν ὑψηλὴν ἢ ἰσχυρὰν τῶν Ὑλλείων χώραν, ἤτο χερρόνησον, ὁπόση τῷ ἰσθμῷ πλησίον ἐπίκειται, καὶ ταῖς ἀκταῖς τῶν Βουλιμέων. Ἐπάγουσα δὲ καὶ ἀπλήρωτον ῥεῦμα τὴν Ἰλλυρικὴν γῆν περιστρέφεται ἕως τῆς ἄκρας τῶν ὑψηλῶν ὀρῶν, τῶν καλουμένων Κεραυνίων διὰ τὸ πλῆθος τῶν ἐκεῖσε πιπτόντων κεραυνῶν. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν μεγαλόδοξον τύμβον, περὶ ὃν ἡ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας τῆς γυναικὸς αὐτοῦ φήμη λέγεται. Ἐκεῖσε γὰρ εἰς σκολιῶν ὄφεων γένος ἠλλάχθησαν, ἤγουν εἰς ὄφεις μετεβλήθησαν, ὁπόταν ἀπὸ τοῦ Ἰσμηνοῦ ποταμοῦ τῆς Βοιωτίας ἢ τῶν Θηβῶν ἐπὶ τὸ γῆρας παρεγένοντο, τουτέστιν ὅτε ἐγήρασαν καὶ ἔμελλον λιπαροῦ βίου καὶ ἐπιμελείας ἀξιοῦσθαι, μετὰ τὰ ἐν Θήβαις ἀτυχήματα. Ἐκεῖσε αὐτοῖς οἱ θεοὶ σημεῖον ἄλλο ἔθεσαν· περὶ μέν γὰρ τὴν χώραν ἐκείνην δύο πέτραι ἀμφοτέρωθεν ἐστηριγμέναι εἰσὶν, αἵτινες ἀμφότεραι κινούμεναι ἀλλήλαις συνέρχονται, ὁπόταν τις ἀρχὴ ἐπικυλιομένου κακοῦ τοῖς πολίταις γίνεται, ἤγουν σημαίνουσι τῶν μελλόντων κακῶν τὴν ἀρχήν.

398—402. Πρὸς δὲ τὸν νότον ἢ τὰ νότια μέρη πορρωτάτω ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν χώραν ἡ τῆς Ἑλλάδος ἀρχὴ κατὰ πολὺ ἀνερχομένη προσεγγίζει, διπλῇ θαλάσσῃ διεζωσμένη ἢ περιεχομένη, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ. ἄνεμον δὲ ἑκάστη ἔλαβεν, ἡ μὲν Σικελικὴ τὸν ἐσπέριον ἢ δυτικὸν, ὃν καὶ ζέφυρον καλοῦσιν, ἡ δὲ Αἰγαία τὸν εὖρον.

403—422. Πελοπόννησος δὲ ἕπεται ἢ ἐπακολουθεῖ, ὁμοία πλατάνου φύλλῳ μυουρίζοντι, ἤγουν λεπτοτάτῳ

415
κατὰ τὸ ἄκρον δίκην μυὸς οὐρᾶς. Πρὸς γὰρ τὸν βορρᾶν ὁ ἰσθμὸς στενούμενος τῷ κλάδῳ τῷ προσπεφυκότι τῷ φύλλῳ ἔοικε, καὶ ἐπὶ τὴν κοινὴν βάσιν τῆς Ἑλλάδος τὴν Πελοπόννησον ἐπιστηρίζει· ἡ δὲ χώρα τῆς Πελοποννήσου φύλλῳ πολυστρόφῳ ὁμοία θαλασσίοις κόλποις ἔνθα κἀκεῖσε περιέχεται καὶ πρὸς μὲν τὴν δύσιν ταύτης τῆς γῆς, ἤγουν ἐν τῷ δυτικῷ μέρει τῆς Πελοποννήσου, ἡ Τριφυλὶς χώρα οὕτως καλουμένη ἐστὶν, ὅπου ὁ κάλλιστος καὶ ἐπιθυμητότατος τῶν ποταμῶν ὁδεύει Ἀλφειὸς, ταῖς προχοαῖς, ἤγουν ταῖς πηγαῖς καὶ τῷ ῥεύματι, σχιζόμενος τοῦ Μεσσηνίου Εὐρώτου· οἵτινες ἀμφότεροι ποταμοὶ ἀπὸ τῆς Ἀσέας τὰ ῥεῖθρα αὐτῶν ἀναδιδόασι, τουτέστιν ἀπὸ τῆς Ἀσέας ῥέουσιν, ἀλλ᾿ ὁ μὲν Ἀλφειὸς τὴν τῶν Ἠλείων, ὁ δὲ Εὐρώτας τὴν Λακώνων χώραν τέμνει καὶ διαρρεῖ. Κατὰ δὲ τὴν μέσην Πελοποννησον οἱ Ἀρκάδες Ἀπιδανεῖς κοιλην, ἤγουν κυρτὴν, γῆν κατοικοῦσιν ὑπὸ τοῦ ὑψηλοῦ ὄρους τοῦ Ἐρυμάνθου· ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ ὑγρὸς Ἰάων ποταμοὶ ῥέουσιν, ὅπου καὶ ὁ ἀρχαῖος Λάδων τοῖς ὕδασι πλατύνεται· μέγας γὰρ ποταμός ἐστιν. Πλησίον δὲ τῶν Ἀρκάδων ἡ τῶν Ἀργείων ἐστὶν ἄροσις, ἤγουν ἡ χώρα ἣν γεωργοῦσι, καὶ ἡ γῆ τῶν Λακώνων, ἡ μὲν τῶν Ἀργείων ἐπὶ τὴν ἀνατολὴν, ἡ δὲ Λακωνικὴ ἐπὶ τὸν νότον ὁρῶσα. Περὶ δὲ τὰ στενὰ τοῦ Ἰσθμοῦ δύο θάλασσαι κτυποῦσιν ἥ τε Κορινθία καὶ ἡ Σαρωνικὴ, καὶ ἡ μὲν Κορινθία ἐξ ἐναντίας τῆς Ἐφύρης, ὃ ἔστι τῆς Κορίνθου πόλεως πρὸς δύσιν ἐστὶν, ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ δὲ Σαρωνικὴ πρὸς ἀνατολάς ἐστι συρομένη.

423—428. Ἔμπροσθεν δὲ ταῦ Ἰσθμοῦ ὡς πρὸς ἀνατολὰς ἡ Ἀττικὴ γῆ ἐστιν, ὃ ἔστιν αἱ Ἀθῆναι· ἀνὰ μέσον δὲ τῶνδε κατέρχεται ὁ θεῖος ποταμὸς Ἰλισσὸς, ὅτου καὶ ὁ Βορρᾶς ποτε ὁ τῆς Θρᾴκης βασιλεὺς ἥρπασε τὴν Ὠρείθυιαν. Ἐπὶ ταύτῃ δὲ τῇ Ἀττικῇ ἡ τῶν Βοιωτῶν χώρα ἐστὶ καὶ τῶν Λοκρῶν ἠροτριασμένη γῆ. Μετὰ τοὺς Βοιωτοὺς δὲ καὶ τοὺς Λοκροὺς ἡ Θεσσαλία καὶ αἱ πόλεις τῆς Μακεδονίας εἰσίν. Ἐπὶ ταύταις δὲ πάλιν φαίνονται αἱ κορυφαὶ τοῦ χιονώδους Αἵμου τοῦ Θρᾳκικοῦ ὄρους.