Paraphrases in Dioynsium Periegetam
Paraphrases in Dioynsium Periegetam
Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.
242—253. Τὸ μὲν οὖν σχῆμα τῆς Αἰγύπτου τρίγωνόν ἐστι, πρὸς τὰ βόρεια μέρη καὶ τὴν ἔσω θάλασσαν πλατύ, ἐπὶ δὲ ἀνατολὴν ὀξὺ καὶ μέχρι τῆς βαθεῖς κρημνοὺς ἢ καταράκτας ἐχούσης, ἤτοι ὑψηλῆς, Συήνης ἑλκόμενον, καὶ τοῖς ἀμφοτέροις ὄρεσι τῶν Αἰθιόπων καὶ Ἀράβων κύκλῳ ἀσφαλῶς περιεσκεπασμένον, ὑφ᾿ ὧντινων δρῶν τὰ ὕδατα τοῦ Νείλου, καλλίστου ποταμοῦ, κατέρχεται. Καὶ ταύτην μὲν τὴν Αἴγυπτον πολλοί τε καὶ εὐδαίμονες ἄνδρες ἔχουσιν· ὅσοι μὲν τὴν μεγαλόδοξον Θήβην κατοικοῦσι, πόλιν ἀρχαίαν, τὴν ἑκατὸν πύλας ἔχουσαν, ὅπου καὶ ὁ Μέμνων τὴν οἰκείαν μητέρα Ἠῶ, ὃ ἔστι τὴν ἡμέραν, ἀνατέλλουσαν ἀσπάζεται καὶ ὅσοι τὴν μεσόγειον ἑπτὰ πόλεις ἔχουσαν κατοικοῦσι, καὶ ὅσοι πρὸς τὰ νότια μέρη ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραλίαν ἕως τῆς Σερβωνίτιδος λίμνης κατοικοῦσιν.
254—269. Ταύτης οὖν τῆς Αἰγύπτου πρὸς μὲν τὸν ζέφυρον ἡ Μακεδονικὴ πόλις, τουτέστιν ἡ Ἀλεξάνδρεια, κεῖται, ὅπου τοῦ Σινωπίτου μεγάλου Διὸς ἱερὸν πολυτελεῖ καὶ πολυτιμήτῳ χρυσῷ κεκοσμημένον ἐστίν· οὐδαμῶς ἂν ἐκείνου θαυμασιώτερον ναὸν ἐν τοῖς ἀνθρώποις θεάσῃ, οὐδὲ πλουσιωτέραν ἄλλην πόλιν. Ὅτου αἱ ὑψηλαὶ σκοπιαὶ φαίνονται τῆς Μακεδονίας Εἰδοθέας, τουτέστιν ἡ Φάρος ἡ κατ᾿ Ἀλεξάνδρειαν. Μετὰ ταύτην, ἤγουν τὴν Αἴγυπτον, ἐπὶ τὴν ἀνατολὴν περὶ τὸ Κάσιον ὄρος τὸ Πηλούσιόν ἐστι, πόλις ἀπὸ Πηλέως
270—280. Εἰ δὲ καὶ τῆς Εὐρώπης τὸν τύπον ἐθέλεις ἰδεῖν, οὐδαμῶς σε κρύψω κἀκεῖνον. Ὁ αὐτὸς δὲ ὁρισμός ἐστι τῆς Λιβύης, οἷον καὶ τῆς Εὐρώπης, ἄλλ᾿ οὗτος μὲν ἐπὶ τὰ ἀρκτῶα μέρη ἔστραπται, ὡς βορειοτέραν εἶναι τὴν Εὐρώπην, καὶ ἀντιπροσώπως τῷ αὐτῷ σχήματι τοσοῦτον ἐπὶ τὴν ἀνατολὴν πάλιν ἐπισύρεται, ὅσον καὶ ἡ πρὸς νότον ἀντικειμένη Λιβύη πρὸς ὅρον ἢ πέρας ἀνατολικὸν προχωρεῖ. Ἀμφότεραι δὲ, δηλονότι αἱ ἐκτάσεις τῆς Εὐρώπης καὶ τῆς Λιβύης, ἴσην ἔχουσι τὴν ἐσχάτην βάσιν ἐπὶ τὴν Ἀσίαν, ἡ μὲν πρὸς τὸν βορρᾶν, ἡ δὲ πρὸς τὸν νότον. Ἐὰν δὲ τὰς ἀμφοτέρας ταύτας, τήν τε Εὐρώπην καὶ τὴν Λιβύην, μίαν θείης γῆν, ὄντως κώνου σχῆμα ὑπάρχει, ὡς ἀμφοτέρων τῶν πλευρῶν ἴσων ὄντων· καὶ τὸ μὲν ὀξὺ τοῦ κώνου ἐστι πρὸς δύσιν, ὅθιν ἀποξύνεται ἥ τε Λιβύη καὶ ἡ Εὐρώπη, τὸ δὲ πλατὺ, ἤγουν ἡ βάσις, πρὸς ἀνατολὴν, τὸ μέσον ἢ κοινὸν μεθόριον πρὸς τῇ Ἀσίᾳ· τούτου χάριν τῶν ἀμφοτέρων ἠπείρων τὸν πόρον καὶ ἔκτασιν ἰδὼν ῥᾳδίως καὶ εὐκόλως καὶ τῆς Εὐρώπης πέρατα καὶ ὅρους καταλάβοις.
281—287. Ἧστινος Εὐρώπης τὴν ἐσχάτην γωνίαν πλησίον τῶν Ἡρακλεωτικῶν στηλῶν τῶν μεγαλοψύχων Ἰβήρων, ἤγουν Ἱσπανῶν, ἔθνη οἰκοῦσιν, ἐπὶ τὸ μῆκος τῆς ἠπείρου, ἤγουν χώρας, τετραμμένα· ὅπου τοῦ βορείου ὠκεανοῦ ψυχρὸς ῥοῦς κέχυται, ὅπου καὶ οἱ Βρετανοὶ καὶ τὰ λευκὰ ἢ καλὰ ἔθνη τῶν πολεμικῶν Γερμανῶν κατοικοῦσι παρεκτεινόμενα καὶ ἐφαπλούμενα ἐπὶ τὰς ἄκρας καὶ τὰς ἐξοχὰς τοῦ Ἑρκυνίο δρυμοῦ. Τὴν δὲ γῆν ἐκείνην, δηλονότι τὴν Ἰβηρίαν, τῷ σχήματι βοείῃ βύρσῃ ὁμοίαν εἶναι λέγουσιν.