Paraphrases in Dioynsium Periegetam

Paraphrases in Dioynsium Periegetam

Anonymous. Geographi Graeci Minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

409

1—18. Τὰ περὶ τὴν γῆν καὶ τὸν μέγαν πόντον ᾄδειν ἀρχόμενος καὶ τοὺς ποταμοὺς καὶ τὰς πόλεις καὶ τῶν ἀνδρῶν τὰ διὰ πλῆθος κρίνεσθαι, εἴτουν διαχωρίζετθαι, μὴ δυνάμενα ἔθνη, πρῶτον τοῦ βαθυρρόου ὠκεανοῦ μνείαν ποιήσομαι. Καὶ γὰρ ἐν ἐκείνῳ, τῷ ἐκεανῷ δηλονότι, ἅπασα ἡ ἄπειρος γῆ ὡς νῆσος περιέχεται. Οὐ πᾶσα δὲ διόλου ὑπάρχει κυκλοτερὴς, ἀλλ᾿ ἀμφοτέρωθεν, ὃ ἔστι δι᾿ ἑκατέρου μέρους, πρὸς τὰς τοῦ ἡλίου ὁδοὺς πλατυτέρα προβαίνουσα καὶ προερχομένη, ἤτοι πρὸς ἀνατολὴν καὶ δύσιν, ὁμοία καὶ παραπλησία σφενδόνῃ. Μίαν δὲ αὐτὴν καίπερ ἐοῦσαν ἐν τρισσαῖς ἠπείροις οἱ ἄνθρωποι, ἀντὶ τοῦ εἰς τρία μέρη, διεῖλον. Πρώτην μὲν τὴν Λιβύην εἶπε, προέταξε δὲ ταύτην, διότι καὶ Λίβυς ἦν· μετὰ ταύτην δὲ τὴν Εὐρώπην καὶ Ἀσίαν. Ἀλλʼ ἢ μὲν Λιβύη ἄποθεν ἔχει τῆς Εὐρώπης τὸν ὅρον, τουτέστι τὸν χωρισμὸν, τά τε Γάδειρα καὶ τὸ στόμα τοῦ Νείλου, λοξὸν ἐν ταῖς γραμμαῖς, ὃ ἔστι ταῖς διατυπώσεσιν, ὡς κολποῦσθαι καὶ κυρτοειδῆ φαίνεσθαι, ὅπου βορειότατον ὑπάρχει τὸ ἔσχατον μέρος τῆς Αἰγύπτου, καὶ τὸ περίπυστον τέμενος, ὃ ἔστι τὸ ἐξάκουστον χωρίον, τοῦ Λακωνικοῦ Κανώβου. Τὴν δὲ Εὐρώπην καὶ Ἀσίαν ὁ Τάναϊς μέσον διαχωρίζει· Τάναϊς δὲ λέγεται διὰ τὸ τεταμένως ῥεῖν· ὅστις δὴ συστρεφόμενος ἐπὶ τὴν Σαυροματῶν γῆν σύρεται καὶ ἐπὶ τὴν Σκυθίαν καὶ ἐπὶ τὴν Μαιώτιδα λίμνην πρὸς βορρᾶν, ὡς μέχρι τοῦ Ἑλλησπόντου τὰ βόρεια αὐτοῦ ὁρίζοντος. Μεσούριον δὲ εἶπε τὸ μέσον ὅριον, οἱονεὶ διαχώρισμα· τοῦ γὰρ Ἑλλησπόντου νοτιώτερον. Τὸ δὲ νότιον μέρος Ἑλλήσποντός ἐστι. Σῆμα δέ, ὃ ἔστι διαχώρισμα, ὑπερτετάνυσται νοτιώτερον ἐπὶ τὸ Ἡρακλεωτικὸν στόμα.

19—26. Ἄλλοι δὲ πάλιν ταῖς ἠπείροις τὴν γῆν οὕτω διαχωρίζουσιν. Ἰσθμὸς ἄνω τετάνυσται ὑπέρτατος τῆς Ἀσιάδος γαίης, ἀναμεταξὺ τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πελάγους ἰσθμὸς δὲ λέγεται στενὴ γῆ μεταξὺ δύο θαλασσῶν· ἐκεῖνον δὲ τὸν ἰσθμὸν τῆς Ἀσίας καὶ τῆς Εὐρώπης ὅρον εἶπον. Ἄλλος δὲ πάλιν ἰσθμὸς μακρὸς καὶ μέγας ἐπὶ τὸν νότον σύρεται ἐπὶ τοῦ Ἀραβικοῦ κόλπου καὶ μεταξὺ τῆς Αἰγύπτου, ὅστις δὴ ἀπὸ τῆς Ἀσιάτιδος γῆς τὴν Λιβύηνχωρίζει. Τοιαῦτα μὲν οἱ ἄνθρωποι περὶ τῶν ὅρων τῆς γῆς διετάξαντο.

27—35. Πανταχοῦ δὲ τοῦ ἀκαμάτου, ὃ ἔστι τοῦ ἀεικινήτου, ὠκεανοῦ ὁ ῥοῦς φέρεται, εἷς μὲν ὑπάρχων, πολλαῖς δὲ ἐπωνυμίαις ἀρηρὼς, ἤγουν ἡρμοσμένος. Καὶ οὗτος μὲν ὁ ὠκεανὸς περὶ τὴν ἐσχατιὰν τοῦ Λοκροῦ ζεφύρου, ἤτοι τοῦ δυτικοῦ, ἢ μᾶλλον τοῦ Ἰταλικοῦ (καὶ γάρ εἰσιν ἐν Ἰταλίᾳ Ἐπιζεφύριοι Λοκροί) Ἄτλας καλεῖται ἑσπέριος. Ὕπερθεν δὲ πρὸς βορρᾶν, ὅπου οἱ παῖδες, ἤτοι τὸ ἔθνος, τῶν πολεμιστῶν Ἀριμασπῶν, Κρόνιόν τε καὶ πεπηγότα κόλπον καλοῦσιν ἄλλοι δὲ πεπηγότα τοῦτον τὸν Κρόνιον πόντον καλοῦσι διὰ τὸ ψυχρὸν τῶν τόπων, ὡς πηγνυμένου αὐτοῦ, καὶ νεκρὸν εἶπον διὰ τὸ ἀσθενὲς τοῦ ἡλίου· βραδέως γὰρ ἢ ὀλίγον ὑπεράνω ἐκείνης τῆς θαλάσσης φαείνει, πανταχοῦ δὲ ὑπὸ τῶν σκιερῶν νεφελῶν παχύνεται καὶ πυκνοῦται.

36—42. Ὅπου δὲ τὸ πρῶτον ἐν τῇ ἀνατολῇ ἀνατέλλει τοῖς ἀνθρώποις τὸ πρὸς ἕω μέρος, ἠῷον καὶ Ἰνδικὸν καλεῖται τὸ κῦμα ἐκεῖνο τῆς θαλάσσης, τουτέστι τὸ μέρος ἐκεῖνο τοῦ ὠκεανοῦ. Τὸ δὲ πρὸς νότον κλίμα Ἐρυθραῖον καὶ Αἰθιοπικὸν καλοῦσιν· ὅπου ὁ πολὺς καὶ ἐπιμήκης τῆς ἀοικήτου γῆς τόπος ἐκτετάνυσται, ὑπὸ τοῦ μαλεροῦ, ἤτοι θερμαντικοῦ καὶ καυστικοῦ, ἡλίου κεκαυμένος. Καὶ γὰρ τὸ πρὸς νότον μέρος Ἐρυθραῖον, καὶ διὰ τοῦτο τὸ ἔθνος ἐκεῖνο Αἰθιοπικὸν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. Οὕτω, καθὼς εἴπομεν, περιτρέχει ὁ ὠκεανὸς πᾶσαν τὴν γῆν, τοιοῦτος ὑπάρχων καὶ τοσαῦτα ἐπὶ τοῖς ἀνθρώποις ὀνόματα ἔχων.

43—57. Κόλπους δὲ ἔνθα κἀκεῖσε ἐκβάλλει ἔσωθεν εἰς τὴν γῆν, μικροὺς μὲν πολλοὺς, τέτταρας δὲ μεγίστους. Καὶ πρῶτος μὲν ὅστις τὴν ἑσπερίαν τὴν καθ᾿ ἡμᾶς θάλασσαν ποιεῖ, συρόμενος ἀπὸ τῆς Λιβύης ἕως τῆς Παμφυλίας. Δεύτερος δέ, κατ᾿ ὀλίγον μὲν μικρότερος τοῦ πρώτου, προφερέστατος δὲ, ἤτοι μείζων τῶν ἄλλων, ὅστις ἀπὸ τῆς Κρονίας θαλάσσης ἀπὸ τοῦ βορρᾶ διασκορπιζόμενος τῇ Κασπίᾳ θαλάσσῃ τὸ δεινὸν αὐτοῦ ῥεῖθρον, ἤτοι τὴν πρόχυσιν τοῦ ὠκεανοῦ, ἐπιπέμπει. Ἄλλοι δὲ Ὑρκανίαν θάλασσαν αὐτὴν εἶπον. Τῶν δὲ ἄλλων δύο κόλπων, οἵτινές εἰσιν ἀπὸ τῆς νοτίας θαλάσσης, εἷς μὲν ἀνώτερος ὑπάρχων τὸ Περσικὸν κῦμα προχέων ἐξ ἐναντίας τετραμμένος τῆς Κασπίας θαλάσσης, ἄλλος δὲ πάλιν Ἀραβικὸς κόλπος ἐξογκοῦται καὶ αὔξεται πλησίον τοῦ Περσικοῦ, νοτιώρερον τὸ ῥεῦμα συστρέφων τοῦ Εὐξείνου Πόντου. Τοσοῦτοι μὲν τοῦ βαθυρρόου ὠκεανοῦ οἱ μείζονές εἰσι κόλποι· ἄλλοι δὲ ἄπειροι καὶ πολλοὶ γεγένηνται.

58—68. Ἀρτίως δὲ τῆς ἑσπερίας ἤτοι τῆς δυτικῆς τῆς καθ᾿ ἡμᾶς θαλάσσης τὸν πόρον λέξω, ἥτις ἐπὶ πάσας τὰς ἠπείρους, ὃ ἔστιν ἐπὶ τὰ τρία τῆς οἰκουμένης μέρη, τοῖς λοξοῖς πελάγεσιν ἐπιστρέφεται, τουτέστι διέρχεται, ἄλλοτε μὲν νήσους κύκλῳ περιτρέχουσα, ἄλλοτε δὲ ἢ ὀρέων ἄκρας ἢ τὸ τῶν παραλίων πόλεων κάτω μέρος ὑποξύουσα, ἤτοι ὑποτρίβουσα. Ὑμεῖς δὲ, ὦ Μοῦσαι, τὰς σκολιὰς ὁδοὺς, ἤτοι τὰς δυσχερεῖς καὶ οὐ κατ᾿ εὐθεῖαν ἰούσας, προσείπατε, ἀρξάμεναι κατὰ τάξιν ἀπὸ τοῦ δυτικοῦ ὠκεανοῦ, ὅπου καὶ αἱ στῆλαι τοῦ Ἡρακλέους, ἥ τε Ἀλύβη καὶ Ἄβιννα, περὶ τὰ

410
τέρματα τῆς καθ᾿ ἡμᾶς θαλάσσης καὶ τῆς τοῦ ὠκεανοῦ ἀρχῆς μέγα ἵσταται θαῦμα, ἐπὶ τὰ ἔσχατα μέρη τῶν Γαδείρων, ἐπὶ τὸν μακρὸν πρηῶνα, ἤτοι τὴν μεγάλην ἐξοχὴν, τῶν ἐπὶ πολὺ διηκόντων, ἤτοι τῶν εἰς πολλὰ διεσπαρμένων, Ἀτλάντων ἢ τῶν Ἀτλαντικῶν πόρων· ὅπου ὁ Ἄτλας μέγιστον τῆς Λιβύης ὄρος ὡς χάλκειος καὶ ὑψηλὸς κίων εἰς οὐρανὸν ἀνέδραμε, πυκνοῖς καὶ ἰσχυροῖς νέφεσι καλυπτόμενος.

60—75. Ἀρχὴν δὲ ποιουμένοις ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὕτη. (τοῦτο γὰρ συνυπακούεται). Ἀπὸ τῶν Γαδείρων, ἤτοι Ἡρακλέους στηλῶν, πρῶτος μὲν ὁ Ἰβηρικὸς περικέχυται πόντος, ὅστις καὶ τῆς Εὐρώπης καὶ τῆς Λιβύης ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαιῶν συστρέφεται. Αἱ δὲ Ἡρακλεωτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπίκεινται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρῶσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς ῥοῦς, τουτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἄποικοί εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἴβηρες τῶν ἐν ταύτῃ. Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἤτοι πόλις, εὐλίμενος, ὅρμον περιφερῆ ἢ ἐπίδρομον ἔχουσα.

76-83. Ἑξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λιγυστικὴ θάλασσα σύρεται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροις νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀρξάμενοι ἀπὸ τοῦ βορρᾶ, ἤτοι τῶν βορείων μερῶν, τῶν Ἄλπεων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔσχατον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ᾧ ἐπίκειται Ῥήγιον. Τὸ δὲ «Αὐσονῆες» ἀπὸ Αὔσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ρωμαῖοι οὕτως, ὃς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης. Ἑξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλαγος τὸ ἁλμυρὸν ὕδωρ προχέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρδόνιος πόντος ἔνδοθι ἀναβράζει, ἤτοι ἦχον ἀποτελεῖ.

84—91. Μετὰ δὲ τὸν Σαρδόνιον πόντον τῆς Τυρσηνίδος κῦμα θαλάσσης ἀπὸ βορέου εἰς νότον παραπέπταται· μετὰ δὲ τὸ Τυρσηνικὸν πέλαγος ὁ Σικελὸς ῥόος ἢ Σικελικὸς πόντος ἀπὸ δύσεως πρὸς ἀνατολὰς κυρτὸς ἢ κυρτούμενος ἐπιστρέφεται. Ἐκκέχυται δὲ τὸ Σικελικὸν πέλαγος, ἔνθα μὲν μέχρι τοῦ πολυκλύστου Παχύνου, ὅπερ ἀκρωτήριόν ἐστι τῆς Σικελίας, ἐκεῖσε δὲ μέχρι τῆς Κρητικῆς ἄκρας, ἥτις καταπολὺ εἰς τὴν θάλασσαν ἔκκειται, παρά τε τὴν ἱερὰν Γόρτυναν καὶ τὴν ἐν μέσῳ ἠπείρου κειμένην Φαιστὸν προνενευκυῖα καὶ κριοῦ παρεμφαίνουσα κεφαλήν. Τούτου χάριν καὶ Κριοῦ μέτωπον ταύτην εἶπον διὰ τὴν κροῦσιν καὶ τὴν ὑπήχησιν τῶν ὑδάτων. Ἐκτέταται δὲ τὸ Σικελικὸν πέλαγος ἐπὶ τὴν Ἰαπυγίαν Ἰαπυγία δὲ ἐκλήθη ἀπὸ Ἰαπύγου τινός, ἥτις μέρος ἐστὶ τῆς Καλαβρίας.

92—102. Ἐκεῖθεν δὲ πλατυνθεῖσα ἐκτείνεται ἡ Ἀδριὰς ἅλμη, ἤτοι πλατύτερον σύρεται τὸ Ἀδριατικὸν πέλαγος, πρὸς βορρᾶν, παρεκκλίνει δὲ ὀλίγον πρὸς ἑσπέραν ἢ δυσμὰς κατὰ τὸν ἐνδότατον κόλπον· ἥντινα Ἀδριάδα οἱ περίοικοι καὶ Ἰονίαν θάλασσαν εἶπον. Εἰς δισσὰς δὲ ἠπείρους ἀπερεύγεται, ἤτοι εἰς δύο τόπους τῆς γῆς ἐκβάλλει. Εἰσερχομένου γάρ τινος κατὰ τὴν δεξιὰν χεῖρα, ὃ ἔστι κατὰ τὸ δεξιὸν μέρος, φαίνεται ἡ Ἰλλυρικὴ γῆ, ἡ δὲ Δαλματία τῶν πολεμικωτάτων ἀνδρῶν χώρα ὑπεράνωθεν τῆς Ἰλλυρίδος γῆς. Ἐν δὲ τῇ σκαιᾷ χερὶ ὁ τῶν Ῥωμαίων ἄπλετος καὶ ἐπιπολὺ ἐκτεταμένος ἰσθμὸς διασύρεται, ἤτοι ἡ Ἰταλία μακρὰ καὶ στενὴ παρατέταται, ὑπὸ τριῶν θαλασσῶν περίδρομος οὖσα, ἤτοι πανταχόθεν περιεχομένη, τῇ τε Τυρσηνῇ καὶ Σικελῇ καὶ τῇ πληθούσῃ, ὃ ἔστι πολλῇ, Ἀδριάδι. Ἑκάστη δὲ αὐτῶν εἰς ἄνεμόν τινα τὸ ῥεῦμα τεκμαίρεται, οἱονεὶ τελειοῖ, καὶ τὴν κυματώδη κίνησιν ἔχει, καὶ ἡ μὲν Τυρσηνικὴ νεύει ἐπὶ ζέφυρον, ἡ δὲ Σικελὴ τὸν ὅρμον καὶ τὴν ὁλκὴν ἔχει ἐπὶ νότον, ἡ Ἀδριὰς δὲ ἐπὶ τὸν εὖρον.

103—111. Ὑπεράνω δὲ τῆς Σικελικῆς γῆς ὁ Λιβυκὸς πόντος τὸ κῦμα κορύσσων καὶ αὔξων ἕλκεται ἔσω Λιβύης εἰς κόλπον μέγιστον, ἤτοι τὴν ἑτέραν Σύρτιν, τουτέστι τὴν νοτίαν, συστρέφων, ἥντινα καὶ μείζονα λέγουσιν. Ἡ δὲ ἄλλη μικρὸν ἔχει τὸν πόρον, οὐ τοσοῦτον εἰσέχουσα, καὶ δυτικωτέρα τυγχάνουσα, τὴν πλημμυρίδα τοῦ πόντου τοῦ Σαρδώου καὶ Τυρσηνικοῦ πόρρωθεν ἐρχομένην δέχεται. Οὕτως μὲν οὗτοι, ὅ τε τῆς μεγάλης Σύρτιδος καὶ τῆς μικρᾶς δηλονότι, οἱ κόλποι συστρέφονται καὶ βοῶσιν. Ἀπὸ δὲ τῶν Σικελικῶν ὀρῶν, οἱονεὶ πλέουσιν ἐκ Σικελίας, διὰ τὸ μηκέτι φαίνεσθαι τὰ τῆς Σικελίας ὄρη, τὸ μακρὸν τῆς Κρήτης ἐπὶ τὴν ἀνατολὴν διαδέχεται πέλαγος, μέχρι τῆς Σαλμωνίδος ἄκρης, ἥντινα τὸ ἀνατολικώτερον τῆς Κρήτης ἀκρωτήριον λέγουσιν εἶναι, τὸ δὲ Κριοῦ μέτωπον τὸ δυτικώτερον.

112—129. Δύο δὲ ἐφεξῆς προσωτέρω πυκνοῦνται, ὃ ἔστιν αὔξονται καὶ εἰς ὕψος αἴρονται, πελάγη, ὑπὸ τῆς τοῦ Θρᾳκικοῦ βορρᾶ ἐλαυνόμενα πνοῆς, ὀρθοῦ φυσῶντος αὐτοῦ, ἐπειδὴ ἐξεναντίας κεῖται αὐτῶν. Τὴν δὲ πρώτην τῶν δύο θαλασσῶν Φαρίαν, ἤτοι Αἰγυπτίαν, καλοῦσιν, ἐπὶ τὴν ἐσχάτην ἐξοχὴν ἐκτεινομένην τοῦ Κασίου ὄρους, ὃ ἔστιν ὑπὲρ τὸ Πηλούσιον πρὸς τῇ Σερβωνίδι λίμνῃ. Τὴν δὲ ἑτέραν Σιδωνίαν, ἤτοι Φοινικίαν, λέγουσιν, ὅπου ὁ Ἰσσικὸς ἄπειρος ἢ μέγιστος κόλπος συρόμενος ἐπὶ τὸν βορρᾶν ἐς μυχὸν γαίης, ἤτοι ἐπὶ τὴν ἐξοχὴν τῆς γῆς ἢ ἐπὶ τὴν παραλίαν, μέχρι τῆς Ἰσσοῦ πόλεως τὴν τῶν Κιλίκων χώραν παραμείβων διέρχεται, οὐ πόρρωθεν μὲν κατὰ τὰ ἄνω μέρη ὢν ἰσόδρομος, οὐδὲ διόλου ἐπὶ τὸν βορρᾶν ἐπ᾿ εὐθείας φερόμενος· πλησίον γὰρ τῆς τῶν Κιλίκων γῆς καμπῇ μελαγγείῳ, ἤτοι τῇ μελαίνῃ αὐτοῦ συστροφῇ, ἀποπαύεται. Ὅταν γὰρ τῆ Κιλικίᾳ ἐπιβάλῃ, πάλιν ἐπὶ δύσιν ἀναχωρεῖ, καὶ τὴν στροφὴν ἐκεῖ ποιησάμενος ἐπὶ τὸν ζέφυρον ἐκπτύει τὴν θάλασσαν. Ἐπεὶ μὴ κατ᾿ εὐθὺ φέρεται, διὸ καὶ κατὰ τὴν ἕρπυσιν δράκοντι

411
ἀπεικάζεται. Καθάπερ γὰρ δράκων καταπληκτικοὺς ὀφθαλμοὺς ἔχων σκολιὸς καὶ βραδὺς συρόμενος συστρέφεται, ὑπὸ δὲ τούτου ἐρχομένου ἡ τοῦ ὄρους ἄκρα πᾶσα βαρύνεται, οὕτω καὶ ἐκεῖνος ὁ Ἰσσικὸς κόλπος ὑπὸ ταῖς προχύσεσι βαρυνόμενος πολύχυτος ἐν τῇ θαλάσσῃ ἔνθα κἀκεῖσε συστρέφεται. Ἐπὶ τούτου μὲν τοῦ Ἰσσικοῦ κόλπου προχύσεσιν οἱ Παμφύλιοι κατοικοῦσιν, ἕως ἐπὶ τῶν Χελιδονίων νήσων Παμφυλίας, αἵτινές εἶσι Μελανίππαι, Γάγαι καὶ Κορύθαλαι. Σημεῖον δὲ καὶ πέρας ὁ Ἰσσικὸς κόλπος πρὸς τὸν ζέφυρον ἢ κατὰ τὴν δύσιν πόρρωθεν τὰ Πάταρα ἔχει, καὶ τοῦτο τὸ τέλος τοῦ Σιδονίου πελάγους.

130—139. Ἐξ ἐκείνου οὖν τοῦ Ἰσσικοῦ κόλπου τῆς Παμφυλίας πάλιν ἐπὶ τὰ ἀρκτῶα μέρη συστραφεὶς βλέπε, ὦ ἀκροατά (πρὸς γὰρ ἐκεῖνον ὁ λόγος), καὶ τὸν τοῦ Αἰγαίου πελάγους πόρον· ὅπου τὸ κῦμα διαρρησσόμενον ταῖς διεσπαρμέναις νήσοις, αἵτινες ἐκ τοῦ σποράδην ἐν τῷ πελάγει κεῖσθαι Σποράδες καλοῦνται, ποιόν τινα ἦχον ἀποτελεῖ. Οὐδαμῶς γὰρ ἕτερός τις πόντος τῆς θαλάσσης ὅμοια καὶ παραπλήσια κύματα τοῦ Αἰγαίου ἐκείνου πελάγους αὔξει εἰς ὕψος ἀνεγείρων καὶ κτυπῶν καὶ ἀναβράζων. Τὸν δὲ ὅρον, ὃ ἔστι τὸ πέρας καὶ τὸν ὁρισμὸν αὐτοῦ, τὸ Αἰγαῖον πέλαγος ἔχει εἰς τὴν ἐσχάτην Τένεδον, ἢ ἕως τῆς Τενέδου, ἔχων ἐκ τῆς ἑτέρας πλευρᾶς τὴν Ἴμβρον νῆσον ὑπὸ τῆς Θρᾴκης. Ὅπου στενὸς καὶ ἐπιμήκης αὐλὼν ἢ πορθμὸς ἐκ τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν συρόμενος ἕως τῆς Προποντίδος ἔρχεται ἁπάσης· λέγει δὲ τὸν Ἑλλήσποντον. Ὑπὲρ δὲ τῆς Προποντίδος πρὸς τὰ νότια πολλὰ καὶ ἄπειρα τῆς Ἀσίας ἔθνη ἐπεκτείνεται, μέγιστος γὰρ τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, ἰσθμὸς ἐπέρχεται ἢ ἔκκειται.

140—145. Ἐπὶ τῇ Προποντίδι τοῦ Θρᾳκικοῦ Βοσπόρου ἐστὶ τὸ στόμα, ὅντινά ποτε Βόσπορον ἡ Ἰὼ τῇ βουλῇ τῆς Ἥρας, ὡς παῤ αὐτῆς ζηλοτυπηθεῖσα, εἰς βοῦν μεταβληθεῖσα ἐνήξατο, ἤτοι διῆλθε καὶ ἐπέρασεν. Ἐκεῖνος δὲ ὁ ἐν τῷ Βοσπόρῳ καὶ ἀναμεταξὺ Καλχηδόνος καὶ Βυζαντίου, ἢ τοῦ Κικονίου καὶ τοῦ Ἀνάπλου λεγομένου, στενότατος ὑπάρχει πορθμὸς, ὑπὲρ τοὺς ἄλλους δηλονότι πορθμοὺς οἵπερ εἰσὶ τῆς Εὐβοίας καὶ Σικελίας ὅπου ὁ μῦθος ἐν τῇ θαλάσσῃ τὰς τραχείας πλανωμένας πέτρας, τὰς Κυανέας καὶ Συμπληγάδας λεγομένας, ἐπ᾿ ἀλλήλαις μετὰ κτύπου πολλοῦ κινεῖσθαι.

146—155. Ἐκ τούτου δὲ τοῦ Βοσπόρου ἀνοιγόμενος ὁ Εὔξεινος πόντος παραπέπταται, μέγιστος ὢν καὶ σύρων ἐπὶ τὸ ἐσώτερον μέρος πρὸς τὰς ἀνατολάς. Τούτου δὲ τοῦ πόντου ἀεὶ μὲν καὶ διαπαντὸς λοξαὶ ὁδοὶ ἐπιτρέχουσι, πρὸς βορρᾶν καὶ ἀνατολὰς τὴν φορὰν καὶ ἀνάνευσιν ποιούμεναι, τουτέστι πρὸς Κιμμέριον Βόσπορον καὶ τὴν τῶν Κόλχων χώραν καὶ Φᾶσιν ποταμόν. Μέσαι δ᾿ ἔνθα κἀκεῖσε δύο ὑψηλαὶ ἄκραι εἰς τὸν πόντον ἔκκεινται, ὧν ἡ μὲν πρὸς νότον τῆς Ἀσίας, ἥντινα Κάραμβιν καλοῦσιν· ἡ δὲ ὡς πρὸς βορρᾶν ἔγκειται ὑπὲράνω τῆς Εὐρωπείας γῆς, ἥντινα οἱ περίοικοι καὶ Κριοῦ καλοῦσο μέτωπον, ἔστι δὲ τῆς Ταυρικῆς χερρονήσου. Αἵτινες ἄκραι ἐναντίαι ἀλλήλαις συνέρχονται, οὐδαμῶς οὖσαι πλησίον ἀλλήλων, ἀλλ᾿ ὁπόσον ἐστὶν ὁλκάδα ἢ ναῦν ἐπὶ τρεῖς ἡμέρας διαπερᾶσαι.

156—169. Ἐξ ἐκείνου δὲ ἴδοις ἂν καὶ διθάλασσον ὑπάρχοντα τὸν Πόντον, τῇ περιφερεία κυκλοτεροῦς τόξου νευρᾷ ὁμοιούμενον. Ἀλλὰ γένοιτο νευρᾶς σημεῖα τὰ δεξιὰ τοῦ Πόντου κατ᾿ εὐθεῖαν διαγραφέντα· μόνη δὲ τῆς διατυπώσεως ταύτης ἔξωθεν οὖσα καὶ ἐπὶ τὸν βορρᾶν ὁρῶσα ὑπάρχει ἡ Κάραμβις, ὁ δὲ ἀριστερὸς πόρος κεράτων ἔχει σημεῖον. Εἰς δισσὴν γὰρ συστροφὴν κέρασι τόξου ὁμοιούμενος συστρέφεται, τουτέστιν εἰς δύο μεγίστους κόλπους κυρτοῦται. Ὑπὲρ τοῦ Εὐξείνου πόντου πρὸς βορρᾶν τῆς Μαιώτιδος λίμνης ὕδατα ἐκκέχυται. Περὶ ταύτην οἱ Σκύθαι, πολλοὶ καὶ ἄπειροι ἄνδρες, κατοικοῦσι καλοῦσι δὲ ταύτην τὴν Μαιώτιδα λίμνην καὶ μητέρα τοῦ Πόντου· ἐκ ταύτης γὰρ διὰ Κιμμερίου βοσπόρου τὸ πολὺ καὶ ἄπειρον ὕδωρ ὀρθὸν διασύρεται καὶ εἰς τὸν Πόντον ἐκβάλλει. Παῤ ᾧτινι Κιμμερίῳ Βοσπόρῳ πολλοὶ Κιμμέριοι κατοικοῦσι πρὸς τὰ ἔσχατα καὶ κατώτατα μέρη τοῦ ὑψηλοῦ ὄρους Ταύρου. Τοιαύτη μὲν ἡ μορφὴ καὶ τὸ σχῆμα τῆς μελανιζούσης θαλάσσης τῆς καθ᾿ ἡμᾶς.

170—173. Ἀρτίως δὲ ἁπάσης τῆς ἠπείρου, ὃ ἔστι τῆς γῆς, μορφὴν λέξω, ἵνα εὔφραστον αἴσθησιν καὶ εὐσύνοπτον γνῶσιν καίπερ μὴ ἰδὼν ἔχῃς. Ἐκ τούτου γὰρ τοῦ εἰδέναι σε τὰ τῆς γῆς σχήματα καὶ μέτρα παῤ ἀνδρὶ μὴ γινώσκοντι καὶ ἀνεπιστήμονι ἢ μηδὲν εἰδότι ἕκαστα φανεροποιῶν καὶ κατὰ μέρος καὶ ἁρμοδίως λέγων ἐντιμότερος ἂν ὑπάρχοις καὶ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος.

174—183. Καὶ ἡ μὲν Λιβύη ἐκτεινομένη ἐπὶ τὸν νότον πορεύεται, φημὶ δὲ ἐπὶ τὴν νοτίαν ἀνατολὴν, ἤτοι χειμερινὴν, παραπλησία κατὰ τὸ εἶδος τραπεζίῳ, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἀπὸ Γαδείρων ἀρξαμένη, ἤτοι τοῦ Ἡρακλεωτικοῦ πορθμοῦ, ὅπου ἡ ἄκρα τῆς Λιβύης ὀξυνθεῖσα ἐκτείνεται μέχρι τοῦ ὠκεανοῦ. Τὸν δὲ πλατύτερον αὐτῆς ὁρισμὸν τελειοῖ πλησίον τῆς Ἀραβικῆς θαλάσσης, ὅπου τῶν ἑτέρων ἤτοι τῶν ἄλλων Αἰθιόπων ἐστὶν ἡ γῆ. Ὧντινων Αἰθιόπων ἐγγύς ἐστι καὶ ἡ τῶν Ἐρεμβῶν ἤτοι Τρωγλοδυτῶν χώρα. Διὰ δὲ τὸ πολύχροον καὶ ποικίλον αὐτῆς οἱ κατοικοῦντες ἐκεῖ ἄνδρες ὁμοίαν παρδάλει καλοῦσι διψώδης γὰρ ὅλη καὶ κατάξηρός ἐστιν, ἔνθα κἀκεῖσι μελαίναις φολίδεσι κατάστικτος, καὶ ὥσπερ λεπίσιν ὑπὸ τῆς ξηρασίας πεποικιλμένη. Καὶ γάρ ἐστι μελάγγεως καὶ ψαμμώδης καὶ ἀργιλλώδης.

184—194. Ἀλλ᾿ ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ τετραπλεύρου ἐκείνου σχήματος τῆς Λιβύης ἐγγὺς τῶν Ἡρακλεωτικῶν στηλῶν οἱ Μαυρούσιοι κατοικοῦσιν. Ἐπὶ τούτοις δὲ τῶν Νομάδων τὰ πολλὰ ἔθνη παράκεινται, ὅπου οἱ Μασαισύλιοι καὶ οἱ ἄγριοι καὶ ἀνέστιοι Μασυλῆες σὺν τοῖς παισὶν αὐτῶν τὴν γῆν καὶ τὰς

412
ὕλας βόσκονται, ζητοῦντες βίον ἀπρεπῆ καὶ κακὸν καὶ θηριώδη. Οὐ γὰρ ἐν πείρᾳ τοῦ ἀροτριᾶν ἐκεῖνοι γεγένηνται· ἐκείνοις οὐδαμῶς ποτε τῆς ἁμάξης ὁ τερπνὸς συρμὸς καὶ ἦχος ἀκούεται, οὐδὲ ὁ μυκηθμὸς τῶν βοῶν εἰς τὴν ἔπαυλιν ἐρχομένων, ἀλλ᾿ οὕτως ματαίως καθάπερ θῆρες ἐπὶ τὰ δρυοφόρα χωρία πορεύονται, ἄπειροι καὶ ἀμαθεῖς καὶ ἄμοιροι τῶν ἀμπέλων ἢ ἀμπελουργίας, καὶ τοῦ ἀμήτου, ἤτοι τοῦ θέρους, ἀνήκουστοι.

193—200. Ἐπὶ τούτοις ἡ Καρχηδὼν πολύευκτον ἢ εὐχαρῆ ὅρμον περιέχει, ἡ πρότερον μὲν οὖσα τῶν Φοινίκων, νῦν δὲ τῶν Λιβύων, ἣν δὴ μυθεύονται ῥινῷ βοὸς μετρηθῆναι. Ἐφεξῆς δὲ ἡ μικροτέρα Σύρτις τὸν ἄγαν ταχέα ῥεύματα ἔχοντα ὁλκὸν συστρέφει. Μετὰ ταύτην δὲ ἄλλη ἀπλήρωτος ἢ μεγίστη, εὐρυτέραις προχοαῖς καὶ μείζοσιν ἐκβολαῖς ὡς ὑπὸ βάρους τῶν κυ μάτων βαρυνομένη, πρὸς ἀνατολὰς σύρεται.