Vita metrica
Vitae Pindari et varia de Pindaro
Vitae Pindari et varia de Pindaro. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
Πίνδαρον ὑψαγόρην Καδμηίδος οὔδεϊ Θήβης Κλειδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο ναιετάουσα Κυνὸς κεφαλῆς παρὰ χώρῳ, οὐκ οἶον· ἅμα τῷ καὶ Ἐρίτιμον εἰδότα θήρην, [*]() εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ᾿ ἀλεγεινήν. [*]() τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ εἰσέτι παιδνὸν ἐόντα, μέλισσά τις ὡς ἐπὶ σίμβλῳ χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο. τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ᾿ ὑποθήμων [*]() ἔπλετο δῖα Κόριννα· θεμείλια δ᾿ ὤπασε μύθων [*]()
9
τὸ πρῶτον· μετὰ τὴν δ᾿ Ἀγαθοκλέος ἔμμορεν αὐδῆς, ὅς τέ ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς. εὖτε δ᾿ Ἀλεξάνδροιο Φιλιππιάδαο μενοινῇ Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι, [*]() Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ. [*]() ἀλλὰ τὰ μὲν μετόπισθεν. ἔτι ζώοντι δ᾿ ἀοιδῷ Φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ Πυθοῦς ἤια καὶ μέθυ λαρὸν ἀεὶ Θήβηνδε κομίζειν. καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠυκέρως Πάν [*]() Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγηρεν ἀείδων. [*]() ἦμος δ᾿ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμῖνι παρέσταν αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου, τῆμος ἔτι ζώεσκεν, ὅτ᾿ Αἰσχύλος ἦν ἐν Ἀθήναις. τῷ δὲ Τιμοξείνη παρελέξατο δῖα γυναικῶν, [*]() ἥ τέκεν Εὔμητιν, μεγαλήτορα καὶ Δαΐφαντον, [*]() Πρωτομάχην δ᾿ ἐπὶ τοῖσιν. ἔμελψε δὲ κῦδος ἀγώνων τῶν πισύρων, μακάρων παιήονας ἐνδεδεγμένους, καὶ μέλος ὀρχηθμοῖο, θεῶν τ᾿ ἐρικυδέας ὕμνους, ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων. [*]() τοῖος ἐὼν καὶ τόσσα παθὼν καὶ τόσσα τελέσσας [*]() κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.