Vita Thomana et hypothesis Olympiorum

Vitae Pindari et varia de Pindaro

Vitae Pindari et varia de Pindaro. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Πίνδαρος τὸ μὲν γένος Θηβαῖος, υἱὸς Δαϊφάντου κατὰ τοὺς ἀληθεστέρους· οἱ δὲ Σκοπελίνου· οἱ δὲ τὸν αὐτὸν [*]() Σκοπελίνου φασίν. οἱ δὲ Παγώνδα καὶ Μυρτοῦς, ἀπὸ κώμης Κυνοκεφάλων. ἡ δὲ Μυρτὼ ἐγαμήθη Σκοπελίνῳ τῷ αὐλητῇ, ὃς τὴν αὐλητικὴν διδάσκων τὸν Πίνδαρον, ἐπεὶ εἶδε μείζονος ἕξεως ὄντα, παρέδωκε Λάσῳ τῷ Ἑρμιονεῖ μελοποιῷ, παρ᾿ ᾧ τὴν λυρικὴν ἐπαιδεύθη. γέγονε δὲ κατὰ [*]() [τοὺς] χρόνους Αἰσχύλου, καὶ συγγεγένηται, καὶ τέθνηκεν ὅτε καὶ τὰ Περσικὰ ἤκμαζον. ἔσχε δὲ θυγατέρας δύο,

5
Εὔμητιν καὶ Πρωτομάχην. κατῴκει δὲ τὰς Θήβας, πλησίον τοῦ ἱεροῦ τῆς μητρὸς τῶν θεῶν τὴν οἰκίαν ἔχων. ἐτίμα δὲ τὴν θεὸν σφόδρα, ὢν εὐσεβέστατος, καὶ τὸν Πᾶνα, καὶ τὸν Ἀπόλλωνα, εἰς ὃν καὶ πλεῖστα γέγραφε. νεώτερος δὲ ἦν Σιμωνίδου, πρεσβύτερος δὲ Βακχυλίδου. κατὰ δὲ τὴν Ξέρξου κατάβασιν ἤκμαζε τῇ ἡλικίᾳ. ἐτιμήθη δὲ σφόδρα ὑπὸ πάντων τῶν Ἑλλήνων διὰ τὸ ὑπὸ τοῦ Ἀπόλλωνος φιλεῖσθαι οὕτως, ὡς καὶ μερίδα λαμβάνειν ἀπὸ τῶν προσφερομένων τῷ θεῷ, καὶ τὸν ἱερέα βοᾶν ἐν ταῖς θυσίαις· Πίνδαρον ἐπὶ τὸ δεῖπνον τοῦ θεοῦ. λόγος καὶ τὸν Πᾶνα εὑρῆσαί ποτε ᾄδοντα περὶ τοῦ Πέλοπος· λόγος δὲ ὅτι ποτὲ Λακεδαιμόνιοι Βοιωτοὺς ἐμπρήσαντες καὶ Θήβας ἀπέσχοντο μόνης τῆς οἰκίας αὐτοῦ, θεασάμενοι ἐπιγεγραμμένον τὸν στίχον τοῦτον· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε. ὅπερ καὶ τὸν Ἀλέξανδρον μετὰ ταῦτά φασι πεποιηκέναι· καὶ γὰρ οὗτος ἐμπρήσας τὰς Θήβας μόνης ἐκείνης ἐφείσατο. ἐχθρωδῶς δὲ διακειμένων τῶν Ἀθηναίων πρὸς τοὺς Θηβαίους,
6
ἐπεὶ εἶπεν ἐν τοῖς ποιήμασιν· ὦ ταὶ λιπαραὶ καὶ μεγαλοπόλιες Ἀθᾶναι, ἐζημίωσαν αὐτὸν χρήμασι Θηβαῖοι, ἅπερ ὑπὲρ αὐτοῦ ἔτισαν Ἀθηναῖοι. γέγραπται δὲ αὐτῷ ἑπτακαίδεκα βιβλία, ὧν τέσσαρα ἡ λεγομένη περίοδος λέγει τάδε· [*]() Ὀλυμπιονίκας Πυθιονίκας Ἰσθμιονίκας Νεμεονίκας. | [Ἔστι [*]() δὲ τὰ Ὀλύμπια ἀγὼν εἰς τὸν Δία, τὰ Πύθια ἀγὼν εἰς τὸν Ἀπόλλωνα, τὰ Νέμεα ἀγὼν καὶ αὐτὸς εἰς Δία, τὰ δὲ Ἴσθμια ἀγὼν εἰς Ποσειδῶνα. τὰ δὲ ἔπαθλα τούτων ἐλαία, δάφνη, [*]() σέλινον ξηρόν τε καὶ χλωρόν.] | ἀλλὰ περὶ μὲν τῶν ἄλλων καὶ τὰ ἐπιβάλλοντα τούτοις ὕστερον ἐροῦμεν· νῦν δὲ περὶ [*]() τῆς θέσεως τῶν Ὀλυμπιονικῶν λεκτέον. τινὲς μὲν οὖν ταύτην εἰς τὰ περὶ Οἰνομάου καὶ Πέλοπος τοῖς χρόνοις ἀναφέρουσιν· ἄλλοι δέ φασιν ὡς οὕτως αἰσχρὰν οὖσαν τὴν θέσιν οὐκ ἂν διεφύλαξαν· ἄλλοι δὲ Ἡρακλεῖ ἀνατιθέασιν, ὡς καὶ Πίνδαρος (O. X), ἐνδοξοτέροις κοσμῶν τὸν ἀγῶνα. [*]() ἐπεὶ γὰρ τὴν Αὐγείου κόπρον καθῆρε καὶ τῶν ἐπηγγελμένων
7
οὐκ ἔτυχε, συναγαγὼν στρατόπεδον τόν τε Αὐγείαν φονεύει καὶ τὴν Ἦλιν παρίσταται, καὶ πολλὰ λάφυρα περιποιησάμενος ἀγῶνα τίθησι τοῖς μετ᾿ αὐτοῦ πολεμήσασιν· ὅθεν καὶ τὸ ἔθος διαμεῖναι. ἀλλ᾿ οὐδὲ αὕτη ἔμεινεν ἡ θέσις, ἐπεὶ τῆς συμβάσης αὐτοῖς δυσχερείας ὑπόμνησις ἦν. ἀλλ᾿ Ἴφιτός τις καὶ Εὐρύλοχος τοὺς Κιρραίους πολεμήσαντες (οὗτοι δὲ ἦσαν οἱ τὴν πάραλον τῆς Φωκίδος λῃσταὶ κατέχοντες) καὶ πολλὰ λάφυρα συναγαγόντες, ὁ μὲν Ἴφιτος τὰ Ὀλύμπια κατέβαλεν, ὁ δὲ τὰ Πύθια· καὶ ταύτην ἐπιμεῖναι τὴν θέσιν συνέβη.

Τέθνηκε δὲ ὁ Πίνδαρος ἓξ καὶ ἑξήκοντα ἐτῶν γεγονὼς ἐπὶ Ἀβίωνος ἄρχοντος κατὰ τὴν ἕκτην καὶ ὀγδοηκοστὴν Ὀλυμπίαδα. ἤκουσε δὲ Σιμωνίδου.

ὁ δὲ ἐπινίκιος οὗ ἡ ἀρχή· Ἄριστον μὲν ὕδωρ, προτέτακται [*]() ὑπὸ Ἀριστοφάνους τοῦ συντάξαντος τὰ Πινδαρικὰ διὰ τὸ περιέχειν τοῦ ἀγῶνος ἐγκώμιον καὶ τὰ περὶ τοῦ Πέλοπος, ὃς πρῶτος ἐν Ἤλιδι ἠγωνίσατο. γέγραπται δὲ Ἱέρωνι βασιλεῖ Συρακουσίων· αἱ δὲ Συράκουσαι πόλις τῆς Σικελίας· ὃς καὶ κτίστης ἐγένετο Αἴτνης πόλεως, ἀπὸ ὄρους αὐτῆς

8
οὕτως αὐτὴν ὀνομάσας. ἀποστείλας δὲ οὗτος ἵππους εἰς Ὀλυμπίαν ἐνίκησε κέλητι.

[*]() Τὸ μέτρον τούτου ὑπάρχει τριάς· τριὰς δέ ἐστι ποίημα ἐν ᾧ στροφὴ, ἀντίστροφος, ἐπῳδός.