Vita Ambrosiana
Vitae Pindari et varia de Pindaro
Vitae Pindari et varia de Pindaro. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
Πίνδαρος ὁ ποιητὴς Θηβαῖος ἦν ἐκ Κυνοκεφάλων· κώμη δέ ἐστι Θηβαϊκή· υἱὸς δὲ Δαϊφάντου, κατὰ δ᾿ ἐνίους Παγώνδα. ἔνιοι δὲ Σκοπελίνου αὐτὸν γενεαλογοῦσι, τινὲς δὲ τὸν Σκοπελῖνον πατρωὸν αὐτοῦ γενέσθαι καὶ αὐλητὴν ὄντα τὴν τέχνην διδάξαι. μητρὸς δὲ Κλεοδίκης· οἱ δὲ Κληδίκης γράφουσι. παῖς δὲ ὢν ὁ Πίνδαρος, ὡς Χαμαιλέων καὶ Ἴστρος φασὶ, περὶ τὸν Ἑλικῶνα θηρῶντα αὐτὸν ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῷ στόματι προσκαθίσασαν κηρία ποιῆσαι. οἱ δέ φασιν ὅτι ὄναρ εἶδεν ὡς μέλιτος καὶ κηροῦ πλῆρες εἶναι αὐτοῦ τὸ στόμα, καὶ ἐπὶ ποιητικὴν ἐτράπη. διδάσκαλον δὲ αὐτοῦ Ἀθήνησιν οἱ μὲν Ἀγαθοκλέα, οἱ δὲ Ἀπολλόδωρον λέγουσιν, ὃν καὶ προϊστάμενον κυκλίων χορῶν ἀποδημοῦντα πιστεῦσαι τὴν διδασκαλίαν τῷ Πινδάρῳ παιδὶ ὄντι, τὸν δὲ εὖ διακοσμήσαντα διαβόητον γενέσθαι. ἔρεισμα δὲ τῆς Ἑλλάδος εἰπὼν Ἀθήνας (fr. 76) ἐζημιώθη ὑπὸ Θηβαίων χιλίαις δραχμαῖς ἃς ἐξέτισαν ὑπὲρ αὐτοῦ Ἀθηναῖοι. ἦν δὲ οὐ μόνον εὐφυὴς ποιητὴς, ἀλλὰ καὶ ἄνθρωπος θεοφιλής. ὁ γοῦν Πὰν ὁ θεὸς ὤφθη μεταξὺ τοῦ Κιθαιρῶνος καὶ τοῦ Ἑλικῶνος ᾄδων παιᾶνα Πινδάρου· διὸ καὶ ᾆσμα ἐποίησεν εἰς τὸν θεὸν ἐν ᾧ χάριν ὁμολογεῖ τῆς τιμῆς αὐτῷ, οὗ ἡ ἀρχή (fr. 95)· ὦ Πὰν Πὰν [*]() Ἀρκαδίας μεδέων καὶ σεμνῶν ἀδύτων φύλαξ. ἀλλὰ καὶ ἡ Δημήτηρ ὄναρ ἐπιστᾶσα αὐτῷ ἐμέμψατο, ὅτι μόνην τῶν θεῶν οὐχ ὕμνησεν· ὁ δὲ εἰς αὐτὴν ἐποίησε ποίημα οὗ ἡ ἀρχή (fr. 37)· Πότνια θεσμοφόρε χρυσάνιον. ἀλλὰ καὶ βωμὸν ἀμφοτέρων τῶν θεῶν πρὸ τῆς οἰκίας τῆς ἰδίας ἱδρύσατο. Παυσανίου δὲ τοῦ [*]() Λακεδαιμονίων βασιλέως ἐμπιπρῶντος τὰς Θήβας ἐπέγραψέ τις τῇ οἰκίᾳ· Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε· καὶ οὕτως μόνη ἀπόρθητος ἔμεινεν, καὶ ἔστι τὸ νῦν ἐν Θήβαις πρυτανεῖον. ἀλλὰ καὶ ἐν Δελφοῖς ὁ προφήτης μέλλων κλείειν τὸν νεὼν κηρύσσει καθ᾿ ἡμέραν· Πίνδαρος [*]() ὁ μουσοποιὸς παρίτω πρὸς τὸ δεῖπνον τῷ θεῷ. καὶ γὰρ ἐν τῇ τῶν Πυθίων ἑορτῇ ἐγεννήθη, ὡς αὐτός φησι (fr. 193)· Πενταετηρὶς ἑορτὰ βουπομπὸς, ἐν ᾇ πρῶτον εὐνάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις. λέγεται δὲ θεωροὺς ἀπιόντας εἰς Ἄμμωνος αἰτῆσαι Πινδάρῳ τὸ ἐν ἀνθρώποις ἄριστον, καὶ [*]() ἀποθανεῖν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ. ἐπέβαλλε δὲ τοῖς χρόνοις Σιμωνίδῃ ᾗ νεώτερος πρεσβυτέρῳ· τῶν γοῦν αὐτῶν μέμνηνται ἀμφότεροι πράξεων. καὶ γὰρ Σιμωνίδης (fr. 83) τὴν
Πίνδαρος ὁ μελοποιὸς ἐρωτηθεὶς ὑπό τινος τί πρίονος ὀξύτερον, εἶπε· διαβολή.
Παραγενόμενος δὲ εἰς Δελφοὺς καὶ ἐρωτώμενος τί πάρεστι θύσων, εἶπε· παιᾶνα.
Ἐπερωτηθεὶς πάλιν διὰ τί Σιμωνίδης πρὸς τοὺς τυράννους ἀπεδήμησεν εἰς Σικελίαν, αὐτὸς δὲ οὐ θέλει· ὅτι βούλομαι, εἶπεν, ἐμαυτῷ ζῆν, οὐκ ἄλλῳ.
Ἐρωτηθεὶς δὲ διὰ τί οὐ τῷ εὖ πράττοντι τὴν θυγατέρα
Ἐρωτηθεὶς πάλιν ὑπό τινος διὰ τί μέλη γράφων ᾄδειν οὐκ ἐπίσταται, εἶπε· καὶ γὰρ οἱ ναυπηγοὶ πηδάλια κατασκευάζοντες κυβερνᾶν οὐκ ἐπίστανται. [*]()
Τοὺς φυσιολογοῦντας ἔφη ἀτελῆ σοφίας δρέπειν καρπὸν (fr. 209).