Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Τὸ κρίμα τῆς πόρνης.
Ταύτην τὴν πόρνην τινὲς εἰς τὴν παλαιὰν Ῥώμην ὡς ἐπάνω ζ ὀρέων κειμένην ἐξέλαβον, τὰς δὲ ζ κεφαλὰς τοῦ αὐτὴν βαστάζοντος θηρίου· ζ βασιλεῖς τοὺς ἀσεβεστέρους, ἀπὸ Δομετιανοῦ μέχρι Διοκλητιανοῦ τὴν Ἐκκλησίαν διώξαντας. ἄλλοι δὲ ταύτην εἶναι τὴν καθ’ ὅλου ἐπίγειον βασιλείαν φασίν· ὡς ἐν ἑνὶ σώματι, ἣ τὴν μέχρι τῆς παρουσίας τοῦ Ἀντιχρίστου βασιλευομένην πόλιν. ἡ γὰρ παλαιὰ Ῥώμη πρὸ πολλοῦ τὸ τῆς ἀσεβείας1 κράτος ἀπέβαλεν. εἰ ὑποθώμεθα αὐτῇ τὸ ἀρχαῖον πάλιν ἀναστρέφειν ἀξίωμα. εἰ δὲ μὴ τοῦτο, ἔσται ἡ κρατοῦσα σήμερον. καὶ ἑτέρως δὲ νοητέον τῆς προρρηθείσης πόρνης τὴν ἐρήμωσιν, ἣν ὡς γυναῖκα ἑωρακέναι φησὶ [*](l ἴσως, εὐσεβείας in rnarg.)
Καὶ ἡ γυνὴ ἦν περιβεβλημένη.
Κόκκινον καὶ πορφύραν περιβέβληται, ὡς τῆς ἡγεμονίας τῆς κατὰ πάντων σύμβολα ὄντα. διὸ λίθῳ τιμίῳ καὶ μαργαρίταις κεκόσμηται. ἣ διὰ μὲν τοῦ ποτηρίου τὸ πρὸς πόσιν ἡδὺ τῶν πονηρῶν πράξεων, διὰ δὲ τοῦ χρυσοῦ τὸ τίμιον ἐνδείκνυται· εἰς ἔνδειξιν ὅτι οὐ διακόρως ἀλλ’ ἐν δίψει τῆς οἰκείας ἀπωλείας τὴν κακίαν μετέρχεται. διὸ ἑαυτῇ τὰ βδελύγματα, τουτέστι τὰ βδελυκτὰ τῷ Θεῷ ἐπιτηδεύματα ἐπλήθυνεν· ἧς ἡ φιλάμαρτος πληθὺς ποτίζεται, ὡς ἡδὺ πόμα σπῶσα τὴν βδελυκτὴν τῆς ἁμαρτίας μέθην, καὶ τῆς ἐκ Θεοῦ πορνείας τὴν βεβήλωσιν. ἡ δὲ τοῦ μετώπου γραφὴ τὸ ἀπηρυθρασμένον m τῆς τῶν πλημμελημάτων δηλοῖ ἐκπληρώσεως, καὶ τῆς καρδιακῆς συγχύσεως. ἡ δὲ μήτηρ, τὸ τῆς ψυχικῆς πορνείας εἶναι ταύτην διδάσκαλον ταῖς ἀρχομέναισ πόλεσι τὰς βδελυκτὰς τῷ Θεῷ παρανομίας τίκτουσα.
Καὶ εἶδον τὴν γυναῖκα.
Τὸ φερωνύμως ταῖς πράξεσιν ἐπιτίθεσθαι γραφικῶς τὰ ὀνόματα ταῖς πόλεσιν, ἐκ πολλῶν μαθεῖν ἔξεστιν, ὅθεν καὶ ἡ πάλαι Βαβυλὼν οὕτως ὠνόμασται. καὶ ἡ πρεσβυτέρα δὲ Ῥώμη Βαβυλὼν ἐν τῇ ἐπιστολῇ Πέτρου προσηγόρευται. κυριωτέρως δὲ καὶ ἡ παρὰ Πέρσαις τὸ κράτος ἔχουσα, καὶ Βαβυλὼν καὶ πόρνη προσαγορευθήσεται, ἤ πᾶσα πόλις ἑτέρα, φόνοις καὶ αἵμασι χαίρουσα. τούτων τοίνυν μίαν ὁρᾶν τὸν Εὐαγγελιστὴν φασὶ μεμολυσμένην τοῖς τῶν ἁγίων αἵμασιν, οἷα δεῖ παθεῖν ἐφ’ οἷς ἐπὶ συντελείᾳ τοῦ χρόνου τῆς κοσμικῆς βασιλείας τὸ κράτος φέρουσαν, εἴτε τὴν παλαιὰν Ῥώμην, εἴτε τὴν νέαν, εἴτε τὴν ὡς ἐν [*](m ἀναίσχυντον in marg.)
Τὸ θηρίον ὃ εἶδες.
Θηρίον ὁ διάβολος οὗτος ἀποκτανθεὶς τῷ σταυρῷ τοῦ Χριστοῦ, πάλιν ἐπὶ συντελείᾳ ἀναζῆν λέγεται, ἐνεργῶν ἐν σημείοις καὶ τέρασι πλάνης διὰ τοῦ Ἀντιχρίστου τὴν τοῦ Σωτῆρος ἄρνησιν. διὰ τοῦτο ἦν μὲν καὶ ἴσχυε πρὸ τοῦ σταυροῦ, οὐκ ἔτι δὲ μετὰ τὸ σωτήριον πάθος, ἐκνευρισθεὶς καὶ τῆς ἐξουσίας ἐξωσθεὶς, ἣν κατὰ τῶν ἐθνῶν τῆς εἰδωλολατρείας ἐκέκτητο. παρέσται δὲ ἐν τῇ συντελείᾳ ἀναβαίνων ἐκ τῆς ἀβύσσου, ἢ ὅθεν κατεδικάσθη, ἢ ἐκ τοῦ παρόντος βίου τροπικῶς ἀβύσσου ὠνομασθέντος, διὰ τὸ τῆς ἐμπολιτευομένης ἁμαρτίας βάθος τὸ τοῖς τῶν παθῶν πνεύμασι ῥιπιζόμενον καὶ κυματούμενον. ἔνθεν γὰρ ὁ Ἀντίχριστος τὸν Σατανᾶν ἐν ἑαυτῷ φέρων ἐπ’ ὀλέθρῳ τῶν ἀνθρώπων παραγίνεται, ὁδεύσων εἰς ἀπώλειαν ἐν τῷ αἰῶνι τῷ μέλλοντι.
Καὶ θαυμάσονται οἱ κατοικοῦντες.
Θαυμάσονται φησὶ τὴν τοῦ θηρίου παρουσίαν διὰ τὰ τῆς ἀπάτης τέρατα, οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῶν αἰωνίως ζώντων, καὶ οἱ μὴ προστοιχειωθέντες ταῖς τοῦ Χριστοῦ περὶ αὐτοῦ προρρήσεσι, λογιζόμενοι πῶς τὴν ἀρχαίαν δυναστείαν ἀπέλαβεν.
Ὧδε ὁ νοῦς ἔχων σοφίαν.
Πνευματικῶν ὄντων τῶν εἰρημένων, πνευματικῆς σοφίας χρεία, φησὶ, πρὸς τὸ νοῆσαι τὰ λεγόμενα. ζ οὖν κεφαλὰς καὶ ζ ὄρη νοεῖσθαι φασὶν, ἐν αἷς ἐγκαθῆσθαι τὴν παγκόσμιον Βαβυλῶνα φησὶ, ζ τόπους ἐν ὑπεροχῇ καὶ δυναστείᾳ κοσμικῇ τῶν λοιπῶν ἐξέχοντας, ἐφ’ οὓς κατὰ καιροὺς τὴν τοῦ κόσμου βασιλείαν στηριχθῆναι ἔγνωμεν· οἶον, πρῶτον ἐν Νινευῇ, τὴν Ἀσσυρίων ἀρχὴν, δεύτερον ἐν Ἐκβατάνοις τὴν Μηδῶν δυναστείαν, ἀπὸ Ἀρβάκου κρατήσασαν τῶν Ἀσσυρίων, ὦν τὸν βασιλέα Σαρδανάπαλον καθελεῖν ὁ Ἀρβάκης ἱστόρηται. μετὰ τούτους ἐν Βαβυλῶνι τὸ Χαλδαίων κράτος ὁ Ναβουχοδονόσορ ἐβασίλευσεν. ἔπειτα μετὰ τὴν τούτων κατάλυσιν ἐν Σούσοις τὴν Περσῶν ἡγεμονίαν
Καὶ τὰ δέκα κέρατα.
Τὰ δέκα κέρατα ταῦτα, καὶ Δανιὴλ ἐθεώρησε τοῦ Ἀντιχρίστου προηγουμένου, ἐξ ὧν τὰ τρία ἐκριζῶν, τοὺς λοιποὺς ἑαυτῷ ὑποτάξει. μίαν δὲ ὥραν, ἢ τὸ βραχὺ τοῦ χρόνου φησὶν, ἢ τὴν μίαν τοῦ ἐνιαυτοῦ ὥραν, ἤγουν τροπὴν, δηλαδὴ τρίμηνον, μεθ’ ἢν τῷ Ἀντιχρίστῳ ὡς ὑπερέχοντι ὑποταγήσονται· διὸ οἱ τὴν κακὴν
Καὶ λέγει μοι· τὰ ὕδατα ἃ εἶδες.
Ὅ λέγει τοῦτο ἐστιν. ὁ διάβολος ἐνεργήσῃ, φησὶν, τοῖς ὑπ’ αὐτοῦ ἡνιοχουμένοις ι κέρασι, τῷ μὲν Χριστῷ ἀντιτάξασθαι, τὴν δὲ ἐκπορεύσασαν τῶν θείων ἐντολῶν πολυάνθρωπον πόλιν, καὶ ταῖς αὐτοῦ ἡδοναῖς ὑπηρετήσασαν, ἐρημῶσαι, καὶ δίκην αἱμοβόρου θηρίου τῶν αὐτῆς αἱμάτων πλησθῆναι· ὅτε τὴν ταύτης πυρπόλησιν εὐφροσύνης ὑπόθεσιν, καὶ τῶν ἀνθρωπίνων σαρκῶν τὴν κατατομὴν, τροφὴν οἰκείαν ἡγήσεται. καὶ ὁ ἀεὶ τῇ διχονοίᾳ χαίρων, συμφωνίαν τοῖς ἀποστατικοῖς τότε δωρήσεται κέρασιν. τὸ δὲ ἐπαγόμενον τὴν ἑωραμένην γυναῖκα νοεῖσθαι τὴν μεγίστην πόλιν, τὴν ἐπάνω τῶν βασιλέων τῆς γῆς τὸ κράτος ἔχουσαν, ἀναμφίβολον ποιεῖ τὸ τῆς κατὰ τοὺς καιροὺς ἐκείνους κρατούσης δυναστείας τὰ πάθη προφητεύεσθαι.