Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

Ἡ τοῦ Ἀγγέλου κραυγὴ περιφραστικῶς δηλοῖ τὴν ἱκεσίαν πασῶν τῶν ἐπουρανίων δυνάμεων, ἐφιεμένων τὴν μὲν τῶν δικαίων τιμὴν, τὴν δὲ τῶν ἁμαρτωλῶν ἐκκοπὴν τῆς ἁμαρτίας θεάσασθαι· ἐφ’ ᾧ παύσασθαι τὰ κινούμενα καὶ παραρρέοντα, φανερωθῆναι δὲ τὰ ἀκίνητα καὶ μένοντα. τὸ γὰρ ξηρανθῆναι τὸν θερισμὸν, δηλοῖ τὸν τῆς συντελείας καιρόν. ὅτε πεπανθεὶς ὡς σῖτος ὥριμος ὁ τῆς εὐσεβείας σπόρος, τῶν οὐρανίων ἀποθηκῶν ἀξιωθήσεται, εἰς λ καὶ ξ καὶ ρ τῷ γεωργῷ τὴν καρποφορίαν παρεχόμενος.

Καὶ Ἄγγελος ἄλλος ἐξῆλθεν ἐκ τοῦ θυσιαστηρίου.

Δείκνυται ὁ παρὼν Ἄγγελος τῶν λειτουργῶν εἶναι δυνάμεων ἐκ τῶν ἑξῆς. ἐκ μὲν τοῦ ἐν οὐρανοῖς ναοῦ σὺν ὀξεῖ δρεπάνῳ ἐξερχόμενος, τὴν δὲ τῶν λίαν ἀσεβῶν τρύγην ποιησάμενος.

Καὶ ἄλλος Ἄγγελος ἐξῆλθεν.

Καὶ ἐκ τούτου μανθάνομεν τὰς ἀγγελικὰς δυνάμεις ἐπιτετάχθαι τοῖς κτίσμασιν, τὴν μὲν τοῖς ὕδασι, τὴν δὲ τῷ πυρὶ, τὴν δὲ ἑτέρῳ τινὶ μέρει τῆς κτίσεως. τούτου τοίνυν τὸ τιμωρητικὸν διὰ τὸ ἐπιτετάχθαι τῷ πυρὶ μανθάνομεν τῶν ὑπερτέρων Ἀγγέλων ὄντα ἐγκελεύσασθαι μετὰ κραυγῆς τῷ τὸ δρέπανον ἔχοντι, τρυγῆσαι τοὺς τῆς ἀμπέλου τῆς γῆς βότρυας, δι’ ὧν οἱ τὸ ποτήριον τοῦ θυμοῦ Κυρίου πληροῦντες ἀσεβεῖς καὶ παράνομοι χαρακτηρίζονται· θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων, ἀντὶ οἴνου εὐφροσύνης τῷ ἀγαθῷ γεωργῷ καρποφορήσαντες.

Εἰς τὴν ληνὸν τὴν μεγάλην.

Ληνὸς τοῦ θυμοῦ, ὁ τῷ διαβόλῳ καὶ τοῖς Ἀγγέλοις αὐτοῦ

547
ἡτοιμασμένος χῶρος τῆς κολάσεως· μεγάλη δὲ διὰ τὸ πλῆθος τῶν ἐν αὐτῷ βασανιζομένων· “ πλατεῖα γὰρ ἡ τῆς ἀπωλείας ὁδὸς καὶ “ εὐρύχωρος, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς, ὡς ὁ κόριος φησὶν ἐν τῷ Εὐαγγελίῳ.

Καὶ ἐπατήθη ἡ ληνός n.

Ἐντεῦθεν δείκνυται ὅτι ἔξω τῆς ἐπουρανίου πόλεως Ἱερουσαλήμ ἐστὶν ὁ τῆς βασάνου τόπος καὶ τῶν ταύτης ἀξίων. τὸ δὲ αἶμα αὐτῶν ἄχρι τῶν χαλινῶν τῶν ἵππων φθάσαι ἀπὸ σταδίων ᾳχ σημαίνειν εἰκὸς, τὸ μηκόθεν μὲν διὰ τῶν τιμωρῶν Ἀγγέλων, οὓς τροπικῶς ἵππους ὀνομάζειν τὴν θείαν γραφὴν σύνηθες· μέχρι δὲ τῶν χαλινῶν αὐτῶν φθάνειν τὰς ἐκείνων οἰμωγάς φησί· χαλινούς δὲ αἱ ἅγιαι δυνάμεις, τὸ θεῖον ἔχουσι πρόσταγμα. δυνατὸν δὲ καὶ ἑτέρως νοηθῆναι τὸ εἰρημένον. ὅτι περ ἐπειδὴ ἵπποι θηλυμανεῖς ταῖς ἡδοναῖς ἐγκείμενοι οἱ παράνομοι γεγόνασιν, ἄχρι τῶν χαλινῶν ταῖς τιμωρίαις ληφθήσονται, ὅτι χαλινὸν ἐν ταῖς ἡδοναῖς οὐκ ἔγνωσαν. διὰ δὲ τῶν ᾳχ σταδίων, τὸ μέγα χάσμα τὸ διαχωρίζον τοὺς δικαίους ἀπὸ τῶν ἁμαρτωλῶν διδασκόμεθα· διὰ τὸ ἐν πονηρίᾳ τέλειον καὶ τὸ βδελυκτὸν ἐν ταῖς πράξεσι, τῆς μὲν δεκάδος τῶν ἑκατοντάδων δηλούσης τῆς κακίας τὸ μέγεθος τελέως· τῆς δὲ ἑξάδος τὴν ἐπιμελῆ αὐτῶν τῆς ἁμαρτίας ἐργασίαν, διὰ τὴν παράχρησιν τῆς ἐν ἑξαημέρῳ δημιουργηθείσης κτίσεως, καὶ τὸ ἐν χ ἔτει τοῦ Νῶε κατακλυσθῆναι πᾶσαν τὴν γῆν.