Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ σημεῖον μέγα ὤφθη.

Ταύτην τινὲς δι’ ὅλου τὴν θεοτόκον νενοήκασι, πρὶν ἢ γνωσθῆναι αὐτῇ τὸν θεῖον τόκον, παθοῦσαν τὰ ἐχόμενα. ἄλλος δὲ εἰς τὴν Εκκλησίαν τοῦτο ἐξέλαβεν, ἀνάρμοστα τῇ γεννήσει τῇ δεσποτικῇ τὰ περὶ αὐτῆς ἡγησάμενος, διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν Κύριον. γυνὴ οὖν ἡ περιβεβλημένη τὸν ἥλιόν ἐστιν ἡ Ἐκκλησία, ὃ δὲ ἡμῖν ἐσθὴς, τοῦτο ἐκείνῃ τὸ φῶς· ὃ δὲ ἡμῖν χρυσὸς ἢ λίθος διαφανὴς, τοῦτο ἐκείνῃ τὰ ἄστρα. ἐπιβέβηκε δὲ ἐπὶ σελήνης· σελήνη τροπικῶς ἡ πίστις τῷ τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τὸ ἐκ τῆς σελήνης ἠρτῆσθαι τὴν ὑγρὰν ὠδίνουσαν καὶ ἀναγεννῶσαν τοὺς ψυχικοὺς εἰς πνευματικοὺς, καὶ τὴν καθ’ ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσαν τοῦ Χριστοῦ· ὥστε ἐν ἑκάστῳ ἡμῶν γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ Ἐκκλησία σπαργανοῖ καὶ ὠδίνει, ἄχρις ἃν μορφωθῇ ὁ Χριστὸς ἐν ἡμῖν, ὅπως ἕκαστος τῷ μετέχειν Χριστοῦ, Χριστὸς γένηται. ἡ Ἐκκλησία τοίνυν τὸν ἥλιονh τῆς δικαιοσύνης περιβέβληται καὶ τὸ νομικὸν φῶς τῆς νυκτοφαοῦς σελήνης, καὶ τὴν ὡς σελήνην ἀλλοιουμένην κοσμικὴν ζωὴν ὑπὸ τοὺς πόδας κέκτηται, καὶ ἐπὶ τῆς κεφαλῆς τὸν τῶν ἀποστολικῶν δογμάτων τε καὶ ἀρετῶν περίκειται στέφανον. ὠδίνει i δὲ καθ’ ἕκαστον τῶν ἀναγεννωμένων δι’ ὕδατος καὶ πνεύματος ἡ Ἐκκλησία, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς, διὰ τὸ ἀμβλώματα εἶναι τοὺς ἐκ τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ ἐκπίπτοντας, καὶ σύνδρομον τῇ ζωῇ τὸν διὰ ἀπιστίας ὑπομένοντας θάνατον.

Καὶ ὤφθη ἄλλο σημεῖον.

Οὐρανὸν ἐνταῦθα τὸν ἀέρα φησι, δράκοντα δὲ πυρρὸν τὸν διά- [*](h ἤγουν τὸν Χριστὸν in marg. i ἤγουν γεννᾷ in marg.)

536
βόλον· πυρρὸν διὰ τὸ φονικὸν αὐτοῦ καὶ αἱμοχαρὲς, ἢ διὰ τὸ πυρῶδες τῆς ἀγγελικῆς οὐσίας. ἑπτὰ δὲ κεφαλὰς, τὰς ζ πονηροτέρας αὐτοῦ δυνάμεις καὶ ταῖς πνευματικαῖς ἐνεργείαις ἐναντίας, ἢ τὰ ζ πνεύματα, ἅπερ ἐν Εὐαγγελίοις εἴρηκεν ὁ Χριστός. τὰ δὲ κέρατα δηλοῦσιν ἢ τὰ ἀντιδιαστελλόμενα ταῖς νομικαῖς ἐντολαῖς πλημμελήματα, ἢ τὰς διαιρέσεις τῆς βασιλείας αὐτοῦ. διότι οἱ ταῖς δαιμονικαῖς ἐνεργείαις νικῶντες, ἐκεῖθεν τοὺς στεφάνους κομίζονται. τὸ τρίτον δὲ τῶν ἀστέρων, τοὺς περὶ ἕνα τοῦ ἀριθμοῦ τῆς τριάδος διεσφαλμένους φησίν. ἄλλος δὲ διὰ τούτων δύο τινὰ δηλοῦσθαι φησιν, ἢ τὴν προτέραν αὐτοῦ ἐξ οὐρανοῦ πτῶσιν, τὴν τοὺς σὺν αὐτῷ ἀποστάτας Ἀγγέλους διὰ τοῦ ἐσχάτου κινήματος τοῦ φθόνου δι’ ἔπαρσιν κατασύρασαν, ἢ τὴν μετὰ τὸ θλασθῆναι τὴν κεφαλὴν αὐτοῦ οὐραίαν κίνησιν, τοὺς ἀστηρίκτους κατενεγκοῦσαν ἐκ τοῦ οὐρανίου φρονήματος, ἀστέρας τροπικῶς ὀνομασθέντας, διὰ τὴν ἐκ τοῦ βαπτίσματος λαμπρότητα.

Καὶ ὁ δράκων ἕστηκεν.

Τοῦτο φησὶν, ὅτι ἀεὶ ὁ ἀποστάτης ἀντικρὺ τῆς Ἐκκλησίας ὁπλίζεται τοὺς ἀναγεννωμένους κατὰ καιρὸν ἐξ αὐτῆς οἰκεῖον βρῶμα ποιεῖσθαι ὀρεγόμενος. μᾶλλον δὲ διὰ τῆς Ἐκκλησίας καὶ αὐτὸν τὸν Χριστὸν διώκων ὡς κεφαλὴν αὐτῆς, καὶ τὰ τῶν πιστῶν οἰκειούμενον.

Καὶ ἔτεκεν υἱὸν ἄρρενα.

Διηνεκῶς ἡ Ἐκκλησία διὰ τῶν βαπτιζομένων τὸν Χριστὸν γεννᾷ, ὡς ἐν ἐκείνοις μορφούμενον ἄχρι τῆς συμπληρώσεως τῆς πνευματικῆς ἡλικίας. ἄρρην δὲ ὁ τῆς Ἐκκλησίας υἱὸς λαὸς καὶ ταῖς ἡδοναῖς ἀσύλητος k, δι’ οὗ καὶ ἤδη μὲν ταῖς τῶν δυνατῶν Ρωμαίων χερσὶ, ταῖς κραταιαῖς ὡς ὁ σίδηρος, ἐποίμανε τὰ ἔθνη Χριστὸς ὁ Θεὸς ἡμῶν. ποιμανεῖ δὲ καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, κριτὰς καθιστῶν τοὺς ἰσχυροὺς τῇ πίστει, ὡς σίδηρον, κατὰ τῶν εὐθρύπτων καὶ ἀσθενῶν σκευῷν τῶν ἐθνῶν δι’ ἀπιστίαν ὄντων.

Καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς.

Ἁρπάζονται μέν φησι, τὰ τέκνα τῆς Ἐκκλησίας, τουτέστιν [*](κ ἀσήλυτος Cod.)

537
οἱ ἅγιοι ἐν πειρασμοῖς ἐνταῦθα, ἁρπαγήσονται δὲ ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, καὶ σὺν τῷ Θεῷ καὶ τῷ θρόνῳ αὐτοῦ ταῖς ὑπερτάταις ἀγγελικαῖς δυνάμεσι συνέσονται.

Καὶ ἡ γυνὴ ἔφυγεν.

Ὅτε, φησὶν, ὁ ἐν τῷ Ἀντ’ιχρίστῳ ἐνεργῶν δυνάμενος δι’ αὐτοῦ κατὰ τῆς Ἐκκλησίας παρατάξεται, οἱ ταύτης ἐκλεκτοὶ τῶν πολιτικῶν θορύβων καὶ τῶν κοσμικῶν ἡδονῶν διαπτύοντες, εἰς τὴν ἔρημον πάσης κακίας πολιτείαν φεύξονται, ἐν πάσῃ ἀρετῇ διαλάμποντες, κἀκεῖ τῶν πολεμούντων δαιμόνων τε καὶ ἀνθρώπων τὰς προσβολὰς ἐκφεύξονται. εἰκὸς δὲ καὶ τὴν αἰσθητὴν ἔρημον σώζειν τοῖς ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὴν τοῦ ἀποστάτου ἐπιβουλὴν φεύγουσιν. ἐπὶ ἔτη δὲ (??) τὰ ὑπὸ τῶν ᾳοξ ἡμερῶν δηλούμενα, ἐν οἷς κρατήσει ἡ ἀποστασία.

Καὶ ἐγένετο πόλεμος.

Καὶ ταῦτα τῇ τε πρώτῃ τοῦ διαβόλου ἐκπτώσει τῆς ἀγγελικῆς τάξεως, τῇ τε διὰ τοῦ δεσποτικοῦ σταυροῦ καθαιρέσει ἁρμόζειν δύναται, ὅτε τῆς ἀρχαίας τυραννίδος ἐκβέβληται· οὗ τὴν ἀλαζονείαν τοὺς θείους Ἀγγέλους ἅμα τῷ αὐτῶν ἀρχιστρατήγῳ Μιχαὴλ τῆς οἰκείας συνδιατριβῆς ἀπορρίψαι πρότερον, καθὼς ἡ ’Iεζεκιὴλ ἔφη· ἐν δὲ τῇ τοῦ Χριστοῦ παρουσίᾳ τοὺς διακονουμένους αὐτῷ μετὰ τὸν πειρασμὸν εἰς τέλος νενίκηκεν. εἰ δὲ μετὰ τοῦ ἄρθρου κεῖται ὁ Σατανᾶς, οὐκ ἄλλος ὣν παρὰ τὸν διάβολον, εἰ καὶ κεῖται καθ’ ὑπερβατὸν, οἷον ὁ διάβολος καὶ ὁ Σατανᾶς, ἀλλ’ ὡς τὰ δύο καλούμενος, τὸ μὲν διὰ τὸ διαβάλλειν τὸν Θεὸν τοῖς ἀνθρώποις, ὡς τῷ Ἀδὰμ αὐτὸν βάσκανον ὑπογράψας· τὸ δὲ ὡς ἀντικείμενος καὶ τῷ δεσπότῃ καὶ τοῖς δούλοις. ἰστέον δὲ ὅτι οὐχ οὕτω τοπικὴ μετὰ τὸν σταυρὸν ἡ τοῦ διαβόλου γέγονε κατάπτωσις, ὡς ἡ τῶν προτέρων ἀνενεργησία. ία. ἔκπτωσις οὖν αὐτοῦ, ἡ τῶν πονηρῶν ἐγχειρημάτων ἀθέτησις, μετὰ τοῦ τῶν οὐρανῶν καὶ τῆς οἰκείας ἀρχῆς τελείως ἀποβεβλῆσθαι, ὡς εἴρηται.

Καὶ ἤκουσα φωνήν.

Ἡ κατηγορία καὶ ἡ διαβολὴ ἡ κατὰ τῶν ἀνθρώπων τὸν διάβο- λον, ὅπερ ἐστὶ, κέκληκεν, ὡς εἴρηται. εὐφραίνονται δὲ οἱ Ἄγγελοι ἐπὶ τῇ τούτου ἐκβολῇ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.

538

Καὶ αὐτοὶ ἐνίκησαν.

Καὶ κατηγορούμενοι παρ’ αὐτοῦ, φησὶν, οἱ ἅγιοι καὶ διαβαλ- λόμενοι πρὸς ἅπαντας ἀνθρώπους τοὺς αὐτῷ πειθομένους, ὅμως αὐτὸν νενικήκασι τοῖς ὑπὲρ Χριστοῦ πάθεσιν· εὐφραίνεσθαι δὲ τὰς ἄνω δυνάμεις ἐπὶ τῇ αὐτοῦ πτώσει, καὶ λυπεῖσθαι ἐπὶ τῇ τῶν προστετηκότων τοῖς γηίνοις ἐπιβουλῇ θεομιμήτως ἀκόλουθον· οὐαὶ δὲ τοῖς κατοικοῦσι τὴν γῆν, δηλαδὴ τοῖς μὴ ἐν οὐρανῷ ἀλλ’ ἐπὶ γῆς ἔχουσι τὸ πολίτευμα. πολλοὶ γὰρ τῶν ἐν τῇ γῇ τὸν ἐχθρὸν νικῶσι καὶ νικήσουσι, καὶ περ πλέον νῦν τοῖς ἀγωνιζομένοις θυμούμενον, διὰ τὴν ἐγγύτητα τῆς αὐτοῦ κολάσεως, ὅθεν ἐπάναγκες τοὺς φρονοῦντας τὰ γήινα καὶ τῇ θαλάσσῃ τοῦ βίου κλυδωνιζόμενοι f ἐνταῦθα ταλανίζεσθαι.

Καὶ ὅτε εἶδεν ὁ δράκων.

Ὅτε φησὶν ὁ διάβολος τῷ Χριστῷ προσπαλαίσας μετὰ τὸ βάπτισμα ἡττήθη, καὶ πρὸς τοὺς ἁγίους Ἀποστόλους ὁπλισάμενος ᾐσχύνθη, διὰ θανάτου ζωὴν εὑραμένους αὐτοὺς θεασάμενος, καὶ ὡς ὄφις εἰς γῆν εἰλήσθη, καὶ γῆν ἐσθίειν κατεδικάσθη, τὰ γήινα φρονήματα, τότε τὴν Ἐκκλησίαν πάλιν διώκειν ἤρξατο, τὴν τὸν ἄρσενα τοῦ Θεοῦ λαὸν, τὸν ταῖς ἡδοναῖς ἀθήλυντον, τεκοῦσαν καὶ τίκτουσαν· ἀλλ’ ἐξ ἀρχῆς αὐτὴ ἡ περὶ Θεὸν καὶ τὸν πλησίον ἀγάπη, καὶ ἡ ἀντιληπτικὴ τοῦ σταυρωθέντος δι’ ἡμᾶς πρόνοια δίδοται, καὶ αἱ δύο διαθῆκαι· δι’ ὧν πάντων αἱ πτέρυγες τοῦ ἀετοῦ σημαίνονται· ὅπως ταύταις μετεωροποροῦσα, εἰς τὴν ἐρημον πάσης διύγρου ἡδονῆς πολιτείαν τρέφηται· ἀεὶ μὲν, ἐν δὲ τῇ τοῦ Ἀντιχρίστου παρουσίᾳ, ὃν κρατεῖν τὰ ῥηθέντα χρόνον τῶν (??) ἐτῶν, πολλαχοῦ γέγραπται· ἐν ᾧ καὶ οἱ κατὰ τὴν αἰσθητὴν ἔρημον ὄρεσι καὶ σπηλαίοις κρυπτόμενοι, τοῦτον ἔσθ’ ὅτε φεύξονται, τὸν δράκοντα καὶ ὄφιν διὰ τὸ σκολιὸν ὀνομαζόμενον.

Καὶ ἔβαλεν ὁ ὄφις.

Φευγούσης, φησὶ, τῆς Ἐκκλησίας εἰς τόπους ἀβάτους τὴν τοῦ πλάνου ἔφοδον, ἐκ τοῦ στόματος αὐτοῦ, δηλαδὴ ἐκ προστάγματος, ὀπίσω αὐτῆς ὕδωρ ποταμηδὸνg, τουτέστιν ἀθέων ἀνδρῶν ἢ πονηρῶν δαιμόνων ἣ ποικίλων πειρασμῶν πλῆθος, κα’ αὐτῆς [*](f Sic. g Cod. ποταμιδὸν.)

539
ἐξελεύσεται, ὅπως αὐτὴν δουλώσηται. ἡ δὲ γῆ φησιν ἐβοήθησεν αὐτῇ· ἣ τῷ τῆς ὁδοῦ μήκει καὶ τῇ τῶν τόπων ἀνυδρίᾳ καὶ ξηρότητι τὰς τῶν πονηρῶν ὁρμὰς ἐπέχουσα, καὶ τὸν ἐκ τῶν πειρασμῶν ποταμὸν τούτου χάριν καταπίνουσα· ἣ τῇ ταπεινοφροσύνῃ, λεγόντων τῶν ἁγίων, ἐγώ εἰμι γῆ καὶ σποδὸς, οὐχ ἁπλῶς, ἀλλ’ ἐνδιαθέτως, καὶ πάσας τοῦ διαβόλου τὰς παγίδας καταργούσας h.

Καὶ ὠργίσθη ὁ δράκων.

Τῶν ἐγκρίτων τῆς Ἐκκλησίας διδασκάλων καὶ τῶν τῆς γῆς ὑπερορώντων τῶν πρὸς τὴν ἐν ἐρήμῳ μεθισταμένων ταλαιπωρίαν, εἰ τούτων διαμάρτοι ὁ Ἀντίχριστος, κατὰ τῶν ἐν κόσμῳ στρατευομένων τῷ Χριστῷ ἐξοίσει, φησὶ, τὸν πόλεμον, ὅπως ταῖς τοῦ βίου πραγματείαις εὐαλώτους τούτους εὑρὼν τροπώσηται. πολλοὶ δὲ αὐτὸν καὶ ἐκ τούτων διὰ τὸ γνησίως τὸν Χριστὸν ἠγαπηκέναι νικήσουσιν.

Καὶ ἐστάθην ἐπὶ τὴν ἄμβον.

Τινὲς μὲν τὸ θηρίον τοῦτο δευτερεύουσαν τινὰ δύναμιν τοῦ Σατανᾶ τῶν λοιπῶν δαιμόνων ἄρχουσαν ἐξειλήφασιν. τὸ δὲ μετ’ αὐτὸ ἐκ τῆς γῆς ἀνιὸν, τὸν Ἀντίχριστον· παρ’ ἄλλοις δὲ εἰς τὸν Ἀντίχριστον τὸ παρὸν θηρίον ἐξείληπται, ἐκ τῆς φιλοταράχου τοῦ βίου τούτου θαλάσσης καὶ πολυκύμονος ἐξερχόμενον. τὰ δὲ δέκα κέρατα σὺν τοῖς διαδήμασι καὶ ἑπτὰ κεφαλαῖς τήν τε τοῦ διαβόλου πρὸς αὐτὸν ἕνωσιν αἰνίττονται, ταῦτα γὰρ αὐτῷ ἀνωτέρῳ ἑρμηνεύεται, τήν τε εἰς δέκα τῆς γῆς βασιλείας ἐπ’ ἐσχάτων διαίρεσιν, καὶ τὴν τῷ κόσμῳ τούτῳ σύστοιχον ἑβδοματικὴν βασιλείαν· ἑπτὰ μὲν ἡμέραις ἐκμετρουμένην, ἑπτὰ δὲ διαδοχαῖς διαιρουμένην· κἀς ἣν ἄρχων τοῦ αἰῶνος τούτου κέκληται ὁ ἐνεργῶν ἐν αὐτῷ Σατανᾶς. ὀνόματα δὲ βλασφημίας ἐν ταῖς κεφαλαῖς αὐτοῦ, τουτέστιν τοῖς ὑπασπισταῖς αὐτοῦ· οὗτ’ οἱ γὰρ ἐξ ἀρχῆς τὸν Χριστόν. βλασφημεῖν οὐ παύονται.