Commentarius In Apocalypsin (Pseudo-Oecumenii) (E Cod. Coislin.)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Καὶ λέγουσί μοι, δεῖ σε.

Διὰ τοῦ καλάμου τούτου δείκνυται πάντα νοερὰ εἶναι τὰ ἐν οὐρανοῖς φαινόμενα, καὶ τὰ παρ’ ἡμῖν ἄψυχα, ὥσπερ καὶ τὸ θυσιαστήριον καὶ ὁ θρόνος καὶ ἕτερα τινά· ἐπεὶ πῶς ὁ δοθεὶς αὐτῷ κάλαμος ἔλεγε, “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦ Θεοῦ·” οὗ δείκνυται, ἀγγελικῇ συνέσει ἐκμετρεῖν τὸν ναὸν τοῦ Θεοῦ. εἰ δέ τις εἴποι ὑπὸ τοῦ αὐτοῦ Ἀγγέλου καὶ τὸν κάλαμον δεδόσθαι αὐτῷ, καὶ ἀκηκοέναι “ ἔγειραι καὶ μέτρησον τὸν ναὸν τοῦτον, τὸν κάλαμον μέτρον δηλοῦν γνώσεως, ἀναλογοῦν τῷ λαμβάνοντι, ἧς ἀξιοῦνται οἱ παρὰ Θεοῦ καὶ τῶν θείων Ἀγγέλων, δι’ ἔργων ἀγαθῶν γινωσκόμενοι, κατὰ τὸ, “ ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ.”

Καὶ ἐδόθη μοι κάλαμος.

Ἰστέον δὲ ὥς τινες τὸν μὲν τοῦ Θεοῦ ναὸν, τὴν παλαιὰν διαθήκην ἐνόησαν, τὴν δὲ αὐλὴν, τὴν νέαν, διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ σωζομένων οὖσαν ἀμέτρητον· τοὺς δὲ τεσσαράκοντα δύο μῆνας, σημαντικοὺς τῆς τοῦ χρόνου βραχύτητος, ὧν κρατοῦσι τὰ τῆς νέας διαθήκης μυστήρια, μέχρι τῆς δευτέρας Χριστοῦ παρουσίας ὑπέλαβον. ἄλλοι δὲ ναὸν Θεοῦ ζῶντος, τὴν Ἐκκλησίαν φασὶ προσαγορεύεσθαι, ἐν ᾗ θυσίας λογικὰς τῷ Θεῷ προσφέρομεν· αὐλὴν δὲ ἐξωτέραν, τὴν τῶν ἀπίστων ἐθνῶν ἣ Ἰουδαίων συναγωγὴν, ὡς ἀναξίαν ὑπ’ Ἀγγέλου μετρηθῆναι διὰ τὴν ἀσέβειαν. τοὺς γὰρ παρανόμους ἀγνοεῖν λέγεται ὁ Θεός. τὸ δὲ πατεῖσθαι τὴν ἁγίαν πόλιν, εἴτε τὴν νέαν Ἱερουσαλὴμ, εἴτε τὴν καθολικὴν Ἐκκλησίαν μῆνας μβ ὑπὸ τῶν ἐθνῶν, σημαίνειν οἰμαι ἐν τῇ παρουσίᾳ τοῦ Ἀντιχρίστου, γg ἔτη τοὺς πιστοὺς καὶ δοκίμους πατεῖσθαι καὶ διώκεσθαι.

Καὶ δώσω τοῖς δυσί.

Τούτους τὸν Ἑνὼχ καὶ Ἠλίαν πολλοὶ τῶν διδασκάλων ἐνόησαν, καιρὸν θεόθεν ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος ληψομένους ἐπὶ ἔτη η ἀπὸ τξ ἡμερῶν ἀριθμούμενα, καὶ διὰ τῆς παραβολῆς τῶν σάκκων τὸ σκυθρωπὸν καὶ πένθους ἄξιον ἐπὶ τοῖς ἀπατωμένοις ἐμφαίνοντας, καὶ τοὺς τότε εὑρισκομένους τῆς πλάνης τοῦ Ἀντιχρίστου ἀπάγοντας.

[*](g (??) (sic).)
533

Καὶ εἴ τις θέλει αὐτούς.

Ἐπειδὴ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους πάντων τῶν φαρμάκων καὶ ἐπαοιδῶν ἔσται ὁ ψευδόχριστος περιφανέστερος, ἅτε πᾶσαν τὴν τοῦ διαβόλου δεχόμενος ἐνέργειαν, ἐν δυνάμει ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσει ὁ Θεὸς, τῇ παραθέσει τῆς ἀληθείας καὶ τοῦ φωτὸς τὸ ψεῦδος καὶ τὸ σκότος ἀπελέγξοντας· καὶ τοὺς μὲν πεπλανημένους ἐπιστρέψοντας, διά τε φόβου διδασκαλικοῦ, διά τε μαστίγων παιδευτικῶν, ἀνομβρίας καὶ πυρὸς καὶ τῆς τῶν στοιχείων μεταποιήσεως, καὶ τῶν ὁμοίων· τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν μήτε ὑπ’ ἐκείνου μήτε ὑφ’ ἑτέρου πεισομένους ἄχρι τοῦ τῆς οἰκείας προφητείας πέρατος.

Καὶ ὅταν τελέσω.

Μετὰ τὸ διαμαρτύρασθαι αὐτούς φησι τὴν τῆς ἀπάτης ἀποφυγὴν, τὸ θηρίον, δηλαδὴ ὁ Ἀντίχριστος, ὁ ἐκ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χωρίων ἐξιὼν, ἐν οἷς ὁ διάβολος καταδεδίκασται, ἀνελεῖ αὐτοὺς κατὰ θείαν συγχώρησιν, καὶ ἄταφα αὐτῶν καταλήψει τὰ σώματα ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ, δηλαδὴ τῇ πάλαι κατεστραμμένῃ, ἐν ἡ καὶ ὁ Κύριος πέπονθεν· ταύτῃ ὡς ἔοικεν καθιστῶν τὰ βασίλεια κατὰ μίμησιν Δαβὶδ, οὗ Ἰησοῦς ὁ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν κατὰ σάρκα γεγέννηται. ἵνα κἀν τούτῳ ἑαυτὸν εἶναι τὸν Χριστὸν πιστώσηται, πληροῦντα τὸ προφητικὸν λόγιον, τὸ φάσκον, “ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ “ πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω· πλανώμενοι Ἰουδαῖοι, εἰς τὴν ἐκείνου παρουσίαν ἐκλαμβάνουσιν.

Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.

Οἱ ἅπαξ, φησὶ, προκατειλημμένοι τοῖς ψευδέσι τοῦ Ἀντιχρίστου τέρασι, καὶ τὸ θεοστυγὲς αὐτοῦ ὄνομα ταῖς καρδίαις ἀνεξάλειπτον ἐγγράψαντες, ἔκ τε Ἰουδαίων, ἔκτε ἐθνῶν, ταφῆναι μὲν τὰ ἅγια σώματα κωλύσουσιν, ἐπὶ δὲ τῇ ἀπαλλαγῇ τῶν μαστίγων, ἃς πρὸς ἐπιστροφὴν προσέφερον, εὐφρανθήσονται.

Καὶ μετὰ τὰς τρεῖς ἡμέρας.

Ἰσαρίθμους ἡμέρας τοῖς ἔτεσι τῆς αὐτῶν προφητείας νεκρωθέντες φησὶν, ἀναστήσονται, καὶ εἰς οὐρανὸν ἐν τῷ δεσποτικῷ ὀχήματι τῇ νεφέλῃ ἀνελεύσονται, φόβος καὶ κατάπληξις τοῖς ὁρῶσι γινόμενοι.

534

Καὶ ἐθεώρησαν αὐτούς.

Ἴσως μὲν αἰσθητῶς τότε ταῦτα γενήσεται, νοητῶς δὲ τὸν σεισμὸν τὴν τῶν σαλευομένων μετάθεσιν ἐπὶ τὸ σταθερὸν καὶ βέβαιον δηλοῦν νομίζομεν. τὸ δέκατον δὲ τῆς πόλεως πίπτειν τῷ τῆς ἀσεβείας πτώματι, μήτε τῇ ἐκείνων ἁρπαγῇ σωφρονιζόμενον, ὡς τῶν λοιπῶν σωθησομένων· αἱ γὰρ ἑπτὰ χιλιάδες ἀναιρούμεναι, τοὺς τῷ ἑβδοματικῷ τοῦ παρόντος βίου χρόνῳ προστετηκότας, καὶ τὴν ὀγδόην τῆς ἀναστάσεως μὴ ἀναμένοντας, σημαίνειν φαίνονται οὓς καὶ ἀποκτανθῆναι ἐπάναγκες, τὸν ἐν γεέννῃ δεύτερον θάνατον τὴν αἰώνιον κόλασιν, ἢ τυχὸν ἑπτακισχίλιοι ἔσονται οἱ ἐξ Ἰουδαίων τῷ Ἀντιχρίστῳ πειθόμενοι.