Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ ὧν εἶπεν ὁ ἐν τῷ θρόνῳ καθήμενος καὶ ὁραθείς.
Καὶ εἶπεν ὁ καθήμενος ἐπὶ τῷ θρόνῳ, ἰδοὺ πάντα καινὰ ποιῶ. καὶ λέγει μοι, γράψον, ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοὶ τοῦ Θεοῦ εἰσί. καὶ εἶπέ μοι, γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, ἀρχὴ καὶ τέλος. ἐγὼ τῷ διψῶντι δώσω αὐτῷ ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς, δωρεάν. ὁ νικῶν, δώσω αὐτῷ ταῦτα, καὶ ἔσομαι αὐτῷ Θεὸς, καὶ αὐτὸς ἔσται μοι υἱός. τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις, καὶ φονεῦσι, καὶ πόρνοις, καὶ φαρμακοῖς, καὶ εἰδωλολάτραις, καὶ πᾶσι τοῖς ψευδέσι, τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείω, ὅ ἐστι θάνατος ὁ δεύτερος.
Θρόνος ἐστὶ τοῦ Θεοῦ, οἱ ταῖς ἀρεταῖς ἑαυτοὺς τούτου ὄχημα καταστήσαντες. περὶ ὧν καὶ ὁ ἔποχος τούτων τὸ, “ ἐνοικήσω,” ἔφη, “ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω.”
Ὅτι οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοὶ τοῦ Θεοῦ εἰσι.
Μὴ νόμιζε, φησὶν, ὧ Ἰωάννη, τῇ τοῦ μεγέθους τῶν καινοποιουμένων ἀλλοιώσει, ὡς καθ’ ὑπερβολὴν φαντασίας, ὑποπεσεῖν ψευδεῖ τινὶ ἐκβάσει τὰ λεγόμενά σοι. τοσοῦτον γὰρ ἀληθῆ, ὥστε καὶ γραφῇ καταθέσθαι σε ταῦτα παρεγγυῶμαι εἰς ἀνεπίληστον τοῦ ὅτι γενήσεται. ἀληθινοὶ γὰρ καὶ πιστοὶ οἱ λόγοι, ὡς ὑπ’ αὐτῆς ἐκφερόμενοι τῆς τῷ ὄντι ἀληθείας. ἀρχὴ δὲ καὶ τέλος Χριστὸς,
Δειλοὺς καλεῖ, τοὺς ἑκουσίῳ ἀσθενείᾳ πρὸς τὰ ἀπολαυστικὰ τοῦ παρόντος αἰῶνος ἀποκλίναντας, τῷ μηδὲν αἱρήσεσθαι ἀνδρικὸν ἐπανελέσθαι· τῶν θηλυπρεπῶν ἀτιμάζων οὕτω τὸ ἔκλυτον τῆς ναυσίας. πᾶσι δὲ τοῖς ψευδέσιν, ἀλλ’ οὐ τοῖς ψεύσταις, ὡς τούτου τοῦ ῥήματος συμπεριλαμβάνοντος καὶ τὸ ἐνεργεῖν περὶ τὰ ἐνεργούμενα. περὶ τίνα γὰρ ὁ ψεύστης τὴν σπουδὴν ἀπασχολήσει, ἢ περὶ τὰ ψευδῆ καὶ τὸ φυσικὸν νοθεύοντα κάλλος τοῖς ἀπατηλοῖς ἐρεθίσμασιν ;