Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τοῦ μυστικοῦ γόμου, καὶ τοῦ δείπνου τοῦ ὀρνίου.
Χαίρωμεν καὶ ἀγαλλιώμεθα, καὶ δῶμεν τὴν δόξαν αὐτῶ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτὴν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καὶ καθαρόν· τὸ γὰρ βύσσινον, τὰ δικαιώματα τῶν ἁγίων ἐστί. καὶ λέγει μοι, γράψον, μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. νοι. καὶ λέγει μοι, οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ Θεοῦ εἰσι. καὶ ἔπεσον ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ, προσκυνῆσαι αὐτῷ· καὶ λέγει μοι, ὅρα μὴ, σύνδουλός σου εἰμὶ, καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ Θεῷ προσκύνησον. ἡ γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
Καὶ δῶμεν τὴν δόξιν αὐτῷ.
Ὑποταγεντων αὐτῷ πάντων τῳ καὶ πρὸ τῆς σωτηριου πᾶσιν [*](c Hoc Sch. carent Edd.)
Ὁ ἐν τῷ παρόντι πνευματικὸς γάμος τοῦ Κυρίου ἐπὶ τῇ πρὸς τὴν Ἐκκλησίαν μνηστείᾳ ἐστὶ, καὶ οὗτω d τέλειος γάμος. καὶ τοῦτο αἰνίττεται ὁ θεῖος e ἀπόστολος Κορινθίοις γράφων, “ ἡρμοσά- “ μὴν γὰρ ἡμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆναι τῷ Χριστῷ.’ ἔτι οὖν κατὰ τὸν] παρόντα μνηστείας πρᾶγμα, καὶ σύμβολον τῆς μνηστείας, * τοῦ ἡρμόσθαι α * τοῦ Πνεύματος ὃ Πνεῦμα δ * * θᾶ ὅταν μετὰ Χ * * ἐκ]κλησία. ὥσπερ μετὰ τῆς γυναῖκος σῶμα, οὕτως καὶ ὁ Χριστὸς μετὰ τῆς Ἐκκλησίας ἓν γέννηται Πνεῦμα, ὃ καὶ γάμος τέλειος, “ ἡνίκα ᾖ τὰ πάντα ἐν πᾶσι. ἐντεῦθεν καὶ ὁ αὐτὸς ἅγιος Ἀπόστολος τὸ τοῦ γάμου μυστήριον μ * * εἶναι καὶ εἰς Χριστὸν ἀναφέρεσθαι καὶ τὴν Ἐκκλησίαν· διὸ καὶ οἱ Ἄγγελοι ὑμνοῦντες, “ἦλθεν” φασὶν “ γάμος τοῦ ἀρνίου. τοῦτο γὰρ ἡ νῦν μνηστεῖα τῆς ἀποστολικῆς ἁρμόσεως πρὸ * άζεται, ὡς τοῦ γάμου κατὰ τὸ Εὐαγγέλιον, πῆ μὲν εἰς βασιλέως υἱὸν γάμῳ ἐκδίδομεν * *, πῆ δὲ εἰς παρθένων Φωτοφορίαν πρὸς παστάδα ἐπειγομένων τὴν ἀποκειμένην τοῖς ἀξίοις ἀποκατάστασιν.
Καὶ ἡ γυνὴ αὐτοῦ.
Γυναῖκα τὴν Ἐκκλησίαν ἀλληγορίας τρόπῳ καλεῖ, διὸ καὶ γάμος εἰσάγεται υἱοῦ, καὶ παρθένοι λαμπαδοφόροι f, ὧν αἱ μὲν διαρκεῖ [*](d οὔπω B. e θεσπέσιος ἀπ. Παῦλος B. f λυχνοφόροι B.)
l Βθσσίνῳ παρεικάσθη τὰ τῶν ἁγίων δικαιώματα, διὰ τὸ ἰσχνὸν αὐτῶν καὶ λαμπρόν. λαμπρὸν μὲν, διὰ τὸ τῆς ζωῆς αὐτῶν ἄληπτον καὶ πολιτείας· ἰσχνὸν δὲ, διὰ τὸ τῶν Θεοῦ δογμάτων λεπτὸν καὶ διηκριβωμένον τοῖς νοήμασι.
Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι.
[*](S παστὸν B. h σπάνει B. i Hinc adj. B. usq. ad παρόδιοι. Inserit B. quæ seq. usq. ad ἀνόθου. 1 Hoc Sch. car.)Καὶ δήγε καὶ μετὰ τὴν κλῆσιν m ἀπιόντες, ὡς δεῖ. πολλοὺς γὰρ ἴσμεν ἐν τῷ εὐαγγελίῳ κεκλημένους, ο παραιτησαμένους δὲ, ὡς καὶ πρὸ μικροῦ παρεθέμεθα, τὸ πνευματικὸν συμπόσιον· ἢ καὶ ἀπιόντας μὲν, ἔξω δὲ βαλλομένους, ὡς μὴ ἔχοντας ἔνδυμα γάμου· ἀλλὰ καὶ ὁ θεῖος Ἀπόστολος πολλοὺς εἴρηκε τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτούς. οὐ γὰρ ἡ πρὸς τὴν κλῆσιν ὁρμὴ ἐξαρκεῖ P, ἂν μὴ καὶ μεταχείρησις εὔδρομος ᾖ τῇ προθέσει· διὸ καὶ τοὺς τῆς κλήσεως λόγους τὸ ἀληθὲς ἐξ ἐμπράκτου φησι κεκτῆσθαι σπουδῆς. “ Οὗτοι οἱ λόγοι ἀληθινοί.”
Μῆ προσκύνει με.
Φησὶν ὁ Ἄγγελος, ὡς τὰ μέλλοντα προλέγοντα. οὐ γὰρ ἐμὸν τοῦτο τῆς προφητείας τὸ γνωρίσματ’, ἀλλὰ τῆς διὰ τὸν Χριστὸν ὁμολογίας τῶν συνδούλων μου. αὕτη γάρ ἐστι χορηγὸς τοῦ προφητικοῦ πνεύματος. s καὶ ἑτέρως δὲ νοητέον ὅτι διὰ τοῦτο ἡ προφητεία, ἵνα βεβαιω[θῇ] ἡ Χριστοῦ μαρτυρία, καὶ ἡ πίστις ἡ τοῦ Χριστοῦ ὑπὸ τῶν ἁγίων διαμαρτύρηται. διὸ μὴ τῷ συνδούλῳ προσκ]ύνει, ἀλλὰ τῷ πάντων ἔχοντι τὸ κράτος. καὶ ἐκ τούτων δὲ τὸ ταπεινὸν φρόνημα ἁγίων Ἀγγέλων μανθάνομεν, πῶς οὐ σφετερίζονται τὴν θείαν δόξαν κατὰ τοὺς ἁ * * ἃς δαίμονας, ἀλλὰ καὶ ταύτην τῷ δεσπότῃ προσφέρουσι· καὶ οὐκ ἐκ τούτου μόνου τῶν Ἀγγέλων ἐστὶν ἰδεῖν τοῦ φρονήματος μέτριον, ἀλλὰ καὶ ἀφ’ ὧν Ιούδας ὁ Ἀπόστολος τῇ Ἐπιστολῇ αὐτοῦ διέξεισι τὸν Ἀρχάγγελον Μιχαὴλ ἐπὶ τοῦ Μωϋσέως σώματος σωφρονολογοῦντα· κατάρατοι καὶ θεοστυγεῖς Ἕλληνες ἀκούοντες ὡς ἐστὶ δόγμα πη ἡμῖν θὲς * * ν ἁγίους Ἀγγέλους ἐπόπτας ἑκάστῳ ἀνθρώπων ἔθνει τε. τάχθαι πρὸς τοῦ Θεοῦ· καὶ Δανιὴλ πάλιν * * ν εἰσάγει ἄρχοντα βα] σιλείας Περσῶν ἐξεν]αντίας αὐτοῦ ἑ στηκό] τὰ καὶ ἐπιστρέφον[τα] πο]λεμῆσαι μετὰ ἄρχο]ντος Περσῶν καὶ * ν τῶν Ἑλλήνων. πα] λιν “ οὐκ ἔστιν, ἀν[τέχο]μενός μου ὑπὲρ τού]του εἰ “ μὴ Μιχαὴλ ἄρχων ὑμῶν. καὶ ἐν τῷ * ᾦ ἐκείνῳ “ ἀναστή[σεται] “ Μιχαὴλ ὁ ἄρχων ὁ μέ]γας ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ.” [*](m καὶ μ. τ. κλῆσιν om. B. n κέκλημ’. ἐν τοῖς εὐαγγελίοις B. ο Inserit B. usq. ad κλητοὺς. P ὡς μὴ τῆς, ὁρμῆς τῇς πρὸς τὴν κλῆσιν ἐξαρκούσης εἰς σωτηρίαν B. q Add. quse seq. B. r χάρισμα B. s Omnia quae seq. usq. ad Χριστιανοῖς ins. e Cod. B.)
Η γὰρ μαρτυρία τοῦ Υἱοῦ ἐστι τὸ πνεῦμα τῆς προφητείας.
Ἀντὶ τῆς ἀμοιβῆς τῆς διὰ Χριστὸν μαρτυρίας, τὸ προφητικόν ἐστι χάρισμα, ὥστε καὶ έμοὶ u φησὶν ὁ Ἄγγελος· τὸ προφητεύειν γὰρ διὰ τοὺς συνδούλους μου τοὺς μάρτυρας παρεσχέθη.
[*](t Ap. Greg. Naz. ed. Paris. 1609. t. i. Ρ. 516 C. sic leg. πρὸς δὲ τοὺς ἐφεστῶτας Ἀγγέλους, πείθομαι γὰρ ἄλλον ἄλλης προστατεῖν ἐκκλησίας ὡς Ἰωάννης διδάσκει με διὰ τῆς Ἁποκαλύψεως. u ὡς ἔστι καὶ ὅμοιον τῇ Edd.)