Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Τὰ σημανθέντα τῷ τῆς Περγαμηνῶν ἐκκλησίας ἀγγέλῳ.
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον. τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν. οἶδα τὰ ἔργα σου, καὶ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ. καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ἐν ταῖς ἡμέραις, ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου ὁ πιστὸς, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ. ἀλλὰ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν Ἰσραὴλ, καὶ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. οὕτωσ ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
Δίστομον ῥομφαίαν x φησὶν, ἣ τὴν κατὰ τὸν εὐαγγελικὸν λόγον τὸ πᾶν περιαιροῦσαν y τὸ περιττὸν τοῦ παρόντος βίου καὶ εἰς προκάλυμμα τοῦ ἀπὸ γενεᾶς ἡμῖν ἐπισκοτοῦντος τῶν θείων τῆς [*](n ὁ νικῶν οὐ μὴ ἀποθάνῃ B, ο ἀπόφασιν B. P ἄνθρωποι 0111. B. q τὸ ἀκόλαστον τῆς σάρκ’. B. r δέλεαρ τοῖς oni. B. s δι’ ὃν Xi. t ὅποταν B, u θάνατον Edd. x τὴν ῥομφ. B. y περιαιροῦντα B.)
Ἐν αἷς Ἀντίπας ὁ μάρτυς μου.
Ἀντίπας ὁ μάρτυς ἐν Περγάμῳ ἐμαρτύρησεν, οὗ καὶ τὸ μαρτύριον εἰς ἔτι σώζεται, πολλὰ παρρησιασάμενος τοῖς ἐκβουλεύουσι. καὶ f ὅσον εἰς αὐτὸν ἧκεν, ἄχρι θανάτου προὔβη. οὗπερ τῆς ἀνδρείας νῦν ὁ Εὐαγγελιστὴς ἐκ τῆς θεοκλυτίας g μέμνηται h, πρὸς ἔνδειξιν ἐπεισαχθείσης τῆς ἐκείνου i ἀρετῆς καὶ k ὑπομονῆς τοῖς πιστοῖς, τῆστε τῶν πεπλανημένων ὠμότητος ὡς ὁμοσκήνων τῷ Σατανᾶ. ἐπειδὴ δὲ ἅπτεται καὶ τῶν ἁγιωτάτων ὁ μῶμος, καθ’ ὃν l πολλὰ πταίομεν ἅπαντες κατὰ τὸ γεγραμμένον, “ τίς καθαρὸς ἀπὸ ῥύπου m ; ” ὑμῖν πάλιν, φησὶ, καί τοι τοιούτοις οὖσι τὰ πρὸς θεραπείαν ἐμὴν, ἔχω τι ἐγκαλεῖν πάλιν κατὰ σοῦ n, κἂν ἐπ’ ὀλίγον o· δύο γὰρ p χαλεπὰ, ὡς ἔοικεν, αὕτη ἡ πόλις τῶν Περγαμηνῶν ἐκέκτητο, τοὺς μὲν πλείονας Ἕλληνας, ἐξ αὐτῶν δὲ q τῶν ὀνομαζομένων πιστῶν, τοὺς αἰσχρουργοὺς Νικολαΐτας ἐπισπαρέντας “ τῷ χρηστῷ σίτῳ ζιζάνια πονηρά. καὶ ὅπως δὲ τούτους, καὶ τίσιν r ὡμοιωμένους, διὰ τῆς πάλαι ἱστορίας παρέθετο.
Τὴν διδαχὴν Βαλαὰμ, ὃς ἐδίδαξε τὸν Βαλάκ.
Τὸν Βαλαάμ φησι διδάξαι τὸν Βαλάκ s, οἱονεὶ διδάσκαλον γενόμενον τοῦ Βαλάκ t. ἡ δὲ ἱστορία, ἐν τῇ βίβλῳ τοῦ θεσπεσίου Μωϋσέως ᾗ ὄνομα Ἀριθμοί. Ἰώσηπος δὲ ὁ ᾿Ιουδαῖος u, συμβουλῇ γράφει τοῦ Βαλαὰμ, τὸν βασιλέα Βαλὰκ τὰ γύναια παραστῆσαι x τῷ [*](z Sic B. καὶ τὸ ἀπὸ γενέσεως ἡμῖν ἐπισκοτοῦν τῶν θείων τῆς ἐποψίας Edd. a ἀπόφασιν 13. b ὅτι καὶ ταχεινὴ B. c ἀλλὰ καὶ τοιοῦτον B. d πρὸς μίμησιν quod bab. B. om. Edd. e εὐθηνείαν B. f καὶ om. B. g ἐκ τῆς θεοκλ. om. Edd. h μνημονεύει B. i τῆς τε ἐκ. B. k ἀρετῆς καὶ oni. B. l καθὸ B. m ἁμαρτίας B. n πάλιν κατὰ σοῦ om. Edd. ο ἀπ’ ὀλίγων Edd. P γὰρ om. B. q δὲ om. B. r ὅπως καὶ τίσιν B. s βαλαὰκ B. t βαλαὰκ B. u Ἰώσηπος δὲ ὁ σπουδαῖος συμβουλὴ B. x παραστῆσαι αὐτὸν B.)
Μετανόησον οὖν. εἰ δὲ μὴ, ἔρχομαί σοι ταχὺ, καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῆ ῥομφαίᾳ τοῦ στόματός μου. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις, τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκὴν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
Ὧ βάθος πλούτου καὶ ἀγαθότητος Θεοῦ, ὅτι καὶ ἐν τῆ ἀπειλὴ ἡ φιλανθρωπία. πολεμήσω γάρ, φησιν, οὐ μετὰ σοῦ, ἀλλὰ μετὰ τῶν Νικολαϊτῶν τῶν νοσούντων τὰ ἀνίατα καὶ ἄχρηστα. τῶν γὰρ ἐν Περγάμῳ ἐφείσατο ὡς πιστῶν, ἑνὸς μόνου ἐπιμεμψάμενος αὐτοῖς τῆς μετὰ τῶν Νικολαϊτῶν ἀναστροφῆς k. ἀλλὰ καὶ τὸ ταχὺ τῆς κατ’ αὐτῶν ἐπελεύσεως, πῶς οὐ κηδεμόνος καὶ μὴ ἀνεχομένου ἐπὶ πολὺ τὸν κλῆρον ἑαυτοῦ νοθεύεσθαι, ἀλλὰ ταχινὴν βραβεύοντα τὴν ἀντίληψιν;
Ἐν τῆ ῥομφαίᾳ τοῦ στόματος μου.
Ῥομφαίαν στόματος τίνα, καὶ διὰ τι εἴρηται δίστομος, ἔφθημεν πρὸ μικροῦ παραθέμενοι.
[*](y τῷ Edd. Z ἐκκαλούμενα om. Edd. a ἐκτελεῖ B. b καὶ πρὸς B. c ἐκκολισθῆναι B. d χρῆς. ἑαυτοῦ B. e Hæc ad κρέα λέγων om. Edd. f φησὶ καὶ om. B. g ἃ om. B. h ποῖα τινὰ ἤη om. B. i παρεθέμεθα B. k συναναστροφῆς B.)Τῷ νικῶντι δώσω αὐτῷ ἀπὸ τοῦ μάννα.
Ἐπειδὴ ὡς φθάνομεν παραθέμενοι, ἐξ Ἐπιφανίου τοῦ ἱεροῦ λαόντες, ἐτολμᾶτο παρὰ τῶν μιαρῶ l Νικολαϊτῶν ἀξία τῆς τούτων ἀθεΐας ἐν τῇ ἀκαθάρτῳ μίξει m ἑαυτῶν ἡ n βλασφημοτάτη βρῶσις, τούτου χάριν τῷ νικῶντι δοθῆναι φαγεῖν τοῦ μάννα o ἀντὶ τῆς ἀκαθάρτου βρώσεως τε καὶ βδελυρᾶςp ὑπέσχετο. Μάννα δὲ τροπικῶς ὁ ἄρτος ἐστι τῆς ζωῆς, ὁ οὐρανόθεν δι’ ἡμᾶς κατελθὼν, ἢ q καὶ πάντα τὰ μέλλοντα ἀγαθὰ, ὡς οὐρανόθεν καὶ αὐτὰ καταπτάμενα, πτάμενα, ὅπου καὶ ἡ ἄνω Ἰερουσαλήμ. νικῶντι δὲ τὸν διάβολον, δοθῆναι καὶ ψῆφον λευκὴν, τουτέστι, δόξῃ λελαμπρυσμένην. τοῦτο δὲ, τὴν λευκὴν ψῆφον, τὴν ἀπὸ τῶν ἐν τοῖς θεάτροις καὶ τοῖς σταδίοις ἀγωνιζομένων γνώριμον οὖσαν, τοῖς νικῶσι παρεχομένην, ἐνταῦθα τέθεικεν. ὄνομα δὲ καινὸν, τῇ παρούσῃ ζωῇ ἀγνοούμενον. “ τὰ γὰρ ἀγαθὰ ἃ τοῖς ἀγαπῶσιν αὐτὸν ἡτοίμασεν ὁ Θεὸς, ὀφθαλ- “ ’μὸς οὐκ εἶεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου “ οὐκ ἀνέβη.’’ οὒτε r τὸ ὄνομα ὃ οἱ s ἅγιοι κληρονομήσουσι t. πῶς γὰρ οἷόν τε φθαρτῇ u γνώσει τὰ ἄφθαρτα παραδηλοῦσθαι.
v Τῷ νικῶντι. χήτει ὀπίσω.
Καὶ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.
Εἰκότως· ᾧ γὰρ ἡ δόσις, τούτῳ καὶ ἡ γνῶσις παρομαρτεῖ μετ’ αἰσθήσεως.
Τὰ γεγραμμένα τῷ τῆς Θυατείρων ἐκκλησίας Ἀγγέλῳ.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον. τάδε λέγει ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ. οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν, καὶ τὴν διακονίαν, καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, τὰ ἔσχατα πλείονα τῶν πρώτων.
Σαφέστερον ἑαυτοῦ παρέχεται γνώρισμα ὁ χρηματίζων τῷ Εὐαγγελιστῇ, Υἱὸν ἑαυτὸν καταγγέλλων Θεοῦ, ἔχοντα τοὺς ὀφθαλ- [*](l τῶν μιαρῶν om. B. m ἀκαθαρτομιξίᾳ B n ἡ om. B. ο τοῦ μάννα φαγεῖν B. p ἀντὶ βρώσεως ἀκαθ. καὶ βδελ. B. q εἰ Edd. r τοῦτο δὲ Edd. s οἱ Edd. om. ὃ. t κληρονομοῦσι B. u φθαρῶ B. V Quæ seqq. des.)
Οἶδά σου τὰ ἔργα.
Ἔργα, μόνα τὰ k τῷ Θεῷ ἀνακείμενα λάμβανε l. τὸ εἰδέναι δὲ ἐνταῦθα m, τὴν οἰκείωσιν σημαίνει, ὡσπερεὶ ἔλεγεν, οἰκείως κατὰ πάντα διαγίνῃ. οὕτω καὶ πρὸς Μωαϋσῆ ἡνίκα λέγει, “ οἶδά σε “ παρὰ πάντας,” καὶ τὸ, “ οἶδε Κύριος τοὺς ὄντας αὐτοῦ, οὐκ ἄλλο οὐδὲν, ἢ τὴν οἰκείωσιν n παριστᾷν βούλεται. οἱονεὶ, “ οἰκείως “ διάκειμαι πρὸς τοὺς ἐμοὶ τὰς ἑαυτῶν ἀνατιθέντας σπουδάς.
[*](X φλογὶ ἀφομοιωμ. B. y μεταλαχὼν Edd. z καὶ om. B. a ὡς οἷά τινι B. b κατὰ om. B. c εἰς θάνατον B. d ὃν ἡ B. e βιωτὴ B. f ξῶ ἐγὼ om. B. g τὸν om. Edd. h νοεῖν τὸν προαιώνιον λόγον B. i ὑπερανεστηκυίας Edd. k τὰ πρὸς μόνα B. l σχολάξειν B. m ἐνταῦθα νῦν B. n οἰκείωσίν μοι B.)ἀγάπην δὲ τὴν πρὸς τὰ θεῖα πεποίθησιν, ὡσαύτως καὶ τὴν πίστιν. ἡ γὰρ εἰλικρινὴς ἀγάπη τῷ διαλλήλῳ o κρατύνεται κατορθώματι. διακονίαν δὲ, τὴν πρὸς τοὺς δεομένους ἐπικουρίαν φησὶ, καὶ ὐπομονην τὴν καρτερίαν τὴν πρὸς τοὺς πειρασμοὺς.
Τὰ ἔσχατα πλείονα τῶν πρώτων.
“ Τὰ ἔσχατα πλείονα τῶν πρώτων εἰπὼν, ἐνέφηνεν ὅτι προιόντες τὴν ἐπὶ τὸ βέλτιον ἐπίδοσιν, διὰ τῆς ἐργασίας τῶν θείων ἐντολῶν ἀτρύτῳ πόνῳ κοπιωσιν p.
Ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἀφίῃς τὴν γυναῖκά σου Ἱεζαβὲλ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν, διδάσκειν καὶ πλανᾷν τοὺς ἐμοὺς δούλους, πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα. καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ. καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ αὐτῆς εἰς θλῖψιν μεγάλην. ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας. καὶ δώσω ὑμῖν ἑκάστῳ κάτα τὰ ἔργα ὑμῶν.
Εἰ διὰ τὴν πίστιν, φησὶ, καὶ τὴν περὶ τοὺς δεομένους χορηγίαν, τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλ’ οὖν δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν ἐᾶτε ἀκμάζειν ἐν μέσῳ ὑμῶν λέγει δὲ τροπικῶς ταύτην διὰ τοῦ τῆς Ιεζαβὲλ ὀνόματος r τῆς τῷ Ἀχαὰβ συνοικησάσης, ταύτῃ παραβάλλων καὶ τοὺς ἀπὸ Νικολάου διὰ τὴν ἀσέλγειαν καὶ ἀσέβειαν. ἐπιμέμφεται οὖν ὅτι οὐ διώκουσιν s αὐτὴν, τουτέστιν, οὐκ ἀπωθοῦνται t αὐτὴν, ἀναιδῶς βλασφημοῦσαν καταισχύνοντες u, ἀλλ’ ἀνέχονται κοινωνεῖν αὑτοῖς τοῦ ὀνόματος τῶν x Χριστιανῶν, ὑφ’ οὗ y λανθανόντως τοῖς ἁπλουστέροις τῶν δούλων μου, φησὶ, παρέχει σκάνδαλον. οὐχ ὅπως πορνείας, ἀλλ’ ἤδη καὶ μιαροφαγίας, πορνείαν ἣ τὴν αἰσθητὴν λέγων, ἢ τὴν ἀπὸ Θεοῦ ἔκκλισιν, καθὸ καὶ [*](ο διαλλη cum parva lacuna B. p ποιοῦνται B. q ἐᾶτε ἅκ. ἐν μέσῳ ὕμ’. om. B. r ὀνομαστῆς B. s διώκει B. t ἀπωθῆται B. u καταισχύνων B. x τοῦ B. y ᾧ B.)
Καὶ πλανᾷν τοὺς ἐμοὺς δούλους.
τοὺς ἁπλότητι τρόπου βεβιωκότας, πλάνῃ ἓλκουσαν i εἰς πορνείαν καὶ βρῶσιν ἀπηγορευμένων. Καὶ ἔδωκα αὐτῇ. Εγώ φησιν ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν ἐπιστροφὴν ζητῶν k, δέδωκα αὐτῇ μετανοίας καιρὸν, τὴν τιμωρίαν τέως ὑπερτιθέμενος. ἡ δὲ τῇ ἀνοχῇ κατεχρήσατο εἰς ἀμέλειαν l ἐνευκαιροῦσα τῷ ὀλεθρίῳ αὐτῆς m, ἀλλ’ οὐ τῆς σωτηρίας ἐπιστροφῆς ἀπρὶξ ἐχομένη.
Καὶ οὐ θέλει n μετανοῆσαι.
(Τοῦτο γὰρ ἅτε Θεὸς ἐπίσταμαι, διὸ καὶ εἴρηται, “ ἐτάζων “ καρδίας καὶ νεφροὺς ὁ Θεὸς,”) ἐπεὶ o οὖν τῇ δεδομένῃ αὐτῇ πρὸς μετάνοιαν ἀνέσει οὐκ ἐχρήσατο, “ ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην· ἀντὶ τοῦ, εἰς ἀρρωστίαν. οἶδε γὰρ τὴν κλίνην ἡ γραφὴ ἀπὸ τῆς ἀρρωστίας λαμβάνειν, ὡς ὅταν λέγῃ, “ ὅλην τὴν κλίνην αὐτοῦ [*](z τῶν B. a αἱρέσεις B. b ἐπεφύοντο B. c ὃμως oni. B. d ἐστί om. B. e τῶν βδελυρῶν B. f τοῖς Νικολαϊταῖς παρομαρτεῖ B. g βοῶν τὸ B. h ἀλλοτριῶται B. i πλανᾷ ἕλκουσα B. k ζητῶν om. B. l ἐκτελέσαι B. m τῶν ὀλεθρίων αὐτῇ B. n ἐπειδὴ, φησὶν, οὐ θέλει B. o ἐπὶ B.)
“ Κλίνῃν,” τὴν ἐπίνοσον εἰς ἄνεσίν τινα συντελοῦσαν u.
Ἐὰν μὴ μετανοήσωσιν.
Καὶ ἐν τῇ ἀπειλῇ, χρηστότης ἐνθεωρεῖται. οὐ γὰρ ἐπάγει ἀμελλητεὶ x τὴν ἀξίαν τιμωρίαν, ἀλλὰ μετεωρίζει τὴν ἐπαγωγὴν μοπμολυκίῳ y, ὥσπερ ἐπισπάσασθαι τὴν μετάνοιαν κατεπείγων. Μῆ μέμψῃ ὃς ταῦτα μετέρχῃ, εἰ τὰ προληπτικῷ a παρατεθειμέμα. αὖθις ἀνασοβοῦμεν ταύτῃ παρατιθέμενοι· ἐκεῖ μὲν γὰρ τὸν ὅλον σκοπὸν τοῦ ῥητοῦ ἀνελλειπῆ διατηροῦντες, οὕτω προΐημεν· ἐνταῦθα δὲ τὸν οἰκεῖον τόπον τοῖς ἐφοδουμένοις παραδηλοῦντες, ὄκνου παντὸς τὴν σαφήνειαν προυτιμήσαμεν.
Καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι.
Ἐκ τοῦ τὰ λανθάνοντα τοὺς πολλοὺς b διὰ τὸ κρυφίως τοὺς αἱρεσιώτας τὰ βδελυρὰ πράττειν τὰ δηλονότι λανθάνοντα τοὺς πολλοὺς, λανθάνει δὲ τοὺς πιστοὺς ὑπὸ τῇ Χριστιανῶν κλήσει [*](p δὲ B. q Quæ sequuntur sic transponit Cod. B. ἐπείπερ τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους οὐκ ἔστιν ἰσχὺς διὰ τρόπων ἁπλότητα ἐν ἀκακίᾳ πορεύεσθαι καρδίας ἐν μέσγ τοῦ οἴκου ὑμῶν προῃρημένους, λόγων πανουργίᾳ ἀντικαθίστασθαι. r μάχην ἀφοριζόμενός B. s ἀρκεῖ τὸ διὰ τῶν ἔργ’. B. t ἀκριβοῦς B. u Hoc Sch. om. Edd. x ἀμελλητὴ Edd. y μορμωλυκίῳ B. z Hoc Sch. carent Edd. a An προληπτικῶς ? b Om. Edd.)
Ὑμῖν δὲ λέγω, καὶ τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην. οἵ τινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ βάλλω ἐφ’ ὑμᾶς, ἄλλο βάρος. πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρις οὗ ἃν ἥξω. καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου. καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωινόν. ὁ ἔχων οὖς ἀκουσάτω, τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Ἐπαγγειλάμενος ἕκαστον τοῦ οἰκείου κόπου ἀξίας τυγχάνειν τῆς ἀντιδόσεως, ἐπιφέρει λοιπὸν καὶ τὰ f πρὸς ἃ τὴν ἐργασίαν ἀπασχολῶν g τοῦ κατ’ ἀξίαν τεύξεται h. τοῖς οὖν οὐκ ἔχουσι τὴν πλάνην i διδαχὴν τῶν αἱρετιζόντων, τούτους ἀποδεχόμενος, φησὶν k, ἀρκεσθήσομαι τῇ ἀλυμάνῳ l διατηρήσει τοῦ οὗ ἔλαβον καταρχὰς θείου δωρήματος· βάρος δὲ ἄλλο οὐδὲν ἐπιθήσειν αὐτοῖς διὰ τὸ τοῦ ἔθους ἁπλοικὸν, ἀφ’ οὑ καὶ τὰ βάθη ἀγνοεῖν τὰ m τοῦ Σατανᾶ περίεστιν αὐτοῖς ὡς λέγουσι. βάρος δὲ, τὸ ἀπὸ τῆς λογομαχίας ἐπεισαγόμενον n τοῖς λογομαχοῦσιν ὀχληρόν. δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι.
Ὑμῖν λέγω.
Ἀπολύτως πρόεισι τῇ φράσει τῷ μεταβατικῷ συνδέσμῳ μὴ [*](c λανθάνειν δὲ ὑπὸ τῆ Xp. κλ. ἐναφανιζομένους B. d τούτους om. Edd. Jerem. xxiii. 24. εἰ κρυβ. τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν ; e οὕτως ἐχ’. om B. f τὰ om. Edd. g ἀπασχολοῦντας B. h τιμήσεται B i πλάνον B. k τούτου μόνον ἀποδεχόμενός φησιν αὐτοὺς B. l ἀλυμάστῳ B. m ἔλαβον ἁπλοἲκοῦ ἀφ’ οὗ Edd. n ἐπεισαττόμενον B.)
Τοῖς p αἰσχροποιοῖς ἐπαπειλήσας τὰ ἄξια, πρὸς τοὺς ἁπλούστερον ἐπανῃρημένους βιοῦν μεταφέρει τὸν λόγον, οὐδὲν ἄλλο ἀπαιτῶν ἀπ’ αὐτῶν, ἢ τὴν εὐσεβῆ τῆς πίστεως παρακαταθήκην ἀλύμαντον διαφυλάττειν ἄχρι τῆς αὐτοῦ παρουσίας. παρουσίαν δὲ λέγει 1, ἢ τὴν τελευταίαν ὅτε τὴν πάντων κρίσιν κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ποιήσει, ἢ τὴν ἑκάστου ἀποβίωσιν, ὅτε πρὸς αὐτὸν ἀπιοῦσιν ἡμῖν, ἅτε τὴν πολυάσχολον ταύτην ἀπολείπουσι ζωὴν ἐν ἀσφαλεῖ ἐσόμεθα καταστάσει, τὴν ἐλπίδα τῶν βεβιωμένων ἀπαραλόγιστον ἔχοντες. ὃ καὶ μᾶλλον στοιχεῖν οὐκ ἀδόκιμον.
Οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος.
Τὸ φλυαρίαις διαπληκτίζεσθαι πρὸς τοὺς αἱρετικοὺς μάχας ἐγειρούσας· δοῦλον δὲ Κυρίου, καὶ Παῦλός φησιν, οὐ δεῖ μάχεσθαι r.
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν.
Τῶν μὲν s δι’ ἁπλότητα ἀπομάχων ἡ τήρησις τῶν ἐντολῶν ἀρκέσει πρὸς εὐαρέστησιν ἐμοί. τῶι δὲ ἐκ μάχης καὶ πάλης τὸ ἀριστεῖον ἐπιφερομένῳ, πρὸς θρίαμβον τῆς νίκης, δώσω, φησὶν, ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν, ἤτοι καθὼς ἐν Εὐαγγελίοις ὁ Κύριος τῷ καλῶς οἰκονομήσαντι τὰς μνᾶς καὶ τὰ τάλαντα, “ ἔσο,’’ φησὶν, ἔπι δέκα πόλεις, καὶ ἑτέρῳ, ἐπὶ πέντε πόλεις u. καὶ ἐν τῶ Δανιὴλ, δοθῆναι λόγος τὴν βασιλείαν ἁγίοις Θεοῦ x. ἀρχὴν γάρ τινα καὶ ἐξουσίαν ταῦτα δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ τῶν. ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι z χρηζόντὢν. διὸ καὶ τὸ, [*](o Hoc Sch. carent Edd. p εἶτα τοῖς Edd. q δὲ λέγει om B. r Hoc Sch. add. e Cod. B. s μόνον B. t Sic B. τὸ Edd. u πόλεων B. x Hac cit. carent Edd. y τῶν om Edd. z διευθύνασθαι Edd.)
Ἄχρι τέλους.
Ἄχρι τέλους τῆς ἑαυτοῦ ζωῆς. ἐξ οὗ καὶ δῆλον ὡς ἡ παρουσία αὐτοῦ οὐχ ἡ ἐσχάτη h, ἀλλ’ ἡ ἑκάστου ἡμῶν πρὸς αὐτὸν τέως ἐστὶν, i τὸ πρὸς μίαν ὑπόστασιν τὸ θεῖον ὥσπερ καὶ φύσιν μίαν πρεσβεύειν ἀποικονομίαν βουλόμενος.
Ἄλλωσ. Τὸ ὁ νικῶν καὶ ὁ τηρῶν. αἱ πτώσεις αὗται κατὰ σύνταξιν τοῦ λόγου δοτικὴν ἀπαιτοῦσιν. ἧς οὐ πολὺ φροντίζει, τῆς συντάξεως λέγω, ὁ μόνης τῆς σωτηρίας ἡμῶν φροντίζων Θεός k.
Ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται.
Οὐ παραβολῆς ἐνταῦθα ἢ ὁμοιώσεως χάριν ἀφίξεως l εἴωθε τὸ ὡς m, παρειλῆφθαι n, ἀλλ’ αἰτιατικῶς, ἀντὶ τοῦ ἵνα. τοῦ ἐξακούεσθαι χάριν οὓτως o. διὰ τοῦτό, φησι, ῥάβδος δίδοται σιδηρᾶ, ἵνα τὰ [*](a ἅρμ’. ἐπὶ τ. τῇ πρ. om. Edd. b φησὶν Edd. c ἦσαν Edd. d ἀνίστασθαι Edd. e περιεισέδυ Edd. f ἐγσταίει, i. e. ἐνσταίη B. g φημὶ add. B. h ἐσχάτη καὶ τοῦτο μὲν γάρ· B. i æ seqq. usque ad βουλόμενος suppl. e Cod. B. k Et hoc Sch. suppl. e Cod. B. l ἀφίξεως carent Edd. m ὡς om. Edd. n παρείληπται B. o τοῦ ἐξ. χαρ. οὕ om. Edd.)
Ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου.
Τὸ λαβεῖν οὐ καθυπεροχὴν τοῦ διδόντος παρείληπται, ἀλλ’ εἰς παράστασιν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑποστάσεως. ὡς ἃν καὶ τοῦτο ὁ Λίβυς τῆς ἀληθείας ἐχθρὸς καταισχύνοιτο r.
τὸν πρωινόν.
Ἀστέρα πρωινόν φησιν ὁ προφήτης Ἡσαΐας περὶ τοῦ Ἀσσυρίου, ἤτοι τοῦ Σατανᾶ, ὃν καὶ ὁ Χριστὸς ἐκ τοῦ οὐρανοῦ τεθεᾶσθαι ὡς ἀστραπὴν πεσόντα, καὶ δεδόσθαι εἰς καταπάτημα τοῖς ἁγίοις ἀπήγγελται s. ὃν καὶ Παῦλος συντρίψειν Θεὸν t ὁ Θεὸς ὑπὸ τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εὒχεται u. καὶ Δαβὶδ ἐπιρρωννύων τὸν κατὰ Θεὸν τὸν ὕψιστον προσίοντα x, “ ἐπὶ ἀσπίδα,” φησὶ, “καὶ “ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.’’ ἢ οὖν ἀστέρα τοῦτον διδόναι ἡ θεοκλυτία y ἐπαγγέλλεται, ἣ τὸν ὑπὸ τοῦ Πέτρου λεχθέντα φωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸ τῶ Χριστοῦ δηλαδὴ φῶς. ἀστὴρ δὲ τοῦ ἡλίου Χριστοῦ τῆς παρουσίας προανατείλας καὶ ὁ βαπτιστὴς Ἰωάννης a, καὶ ὁ Θεσβίτης Ἠλίας τῆς δευτέρας παρουσίας Χριστοῦ b προάγγελος, μεθ’ ὧν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. οὐ θαυμαστὸν δὲ εἰ ἐπὶ τῶν ἄγαν ἀντικειμένων τὸ αὐτὸ ἐξειλήφαμεν, ἐπεὶ καὶ λέων ὁ Χριστὸς c ἐκ βλαστοῦ τοῦ Ἰούδα ἀναθορὼν, καὶ ἐκ βασᾶν δὲ λέων ὁ Ἀντίχριστος κατὰ τὴν θείαν γραφὴν ἀφορμώμενος, ἑκατέρου πρὸς τὸ ὑποκείμενον ἁρμοζομένου. νοεῖται δὲ καὶ ἡ τοῦ μέλλοντος αἰῶνος ἀνατολὴ, ἥτις τῶ σκότῳ τοῦ παρόντος βίου, κἂν εἰ φῶς νομίζεται, καλυφθήσεται· [*](p χρήσει B. q His carent Edd. r Et hsec add. e Cod. B. s ἐπήγγελται B. t φησὶν ὃτι συντρίβειν ὁ Θ. Edd. u ἔρχεται Edd. x παριόντα Edd. y θεοκλητία Edd. z τοῦ om. B. a ἀστὴρ δὲ καὶ ὁ βάπτ’. Ἴω. τοῦ ἡλ. Χρ. τῆς πη. πρόαν. B. b δεῦτ’. Xp. παρ. B. c ὁ Χριστὸς om. Edd.)
Τὰ ἀπεσταλμένα τῷ Ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον. τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας. οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις καὶ ζῇς καὶ νεκρὸς εἶ. γίνου γρηγορῶν καὶ στήριξον τὰ λοιπὰ ἃ ἔμελλεν ἀποθανεῖν. οὐ γὰρ εὕρηκά σου τὰ ἔργα πεπληρωμένα ἐνώπιον τοῦ Θεοῦ μου. μνημόνευε πῶς εἴληφας, καὶ μετανόησον. ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ἐπί σε ὡς κλέπτης, καὶ οὐ μὴ γνῶς ποίαν ὥραν ἥζω ἐπί σε.
Ἑπτὰ ἀστέρας, θείους Ἀγγέλους, ὡς προέφημεν, καὶ e ἑπτὰ ἑ πνεύματα τοὺς αὐτοὺς νοοῦμεν f, κατὰ τὸ εἰρημένον, “ ὁ ποιῶν “ τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα,’’ ἢ τὰς ἐνεργείας τοῦ ζωοποιοῦ Πνεύματος. ἅπερ ἀμφότερα ἐν τῇ χειρὶ, ἤτοι ἐν τῇ ἐξουσίᾳ τοῦ Χριστοῦ ἐστι g. τοῦ h μὲν γὰρ δεσποτικῶς κρατεῖ, τοῦ δέ ἐστι χορηγὸς ὡς ὁμοούσιος, καθὸ καὶ εἴρηκε, “ ἄλλον i παράκλητον πέμψω ὑμῖν παρὰ τοῦ Πατρός. οὐδὲν γὰρ ἐπὶ τῆς μακαρίας καὶ ὑπερουσίου ἴου τριάδος ἐξιδιαζόμενον ὁρᾶται, πλὴν τῆς ἰδιοποιούσης ἐν αὐτῇ k πρόσωπον ὑπάρξεως.
Οἶδά σου τὰ ἔργα.
Ενταῦθα τὸ, “ οἶδα,” τὴν ἁπλῶς γνῶσιν, οὐ τὴν κατοικείωσιν σημαίνειν βούλεται. διὸ καὶ ἐπιπλήττει τῇ ἐκκλησίᾳ, ὡς ψιλὸν ὄνομα ζωῆς ἐχούσῃ l τῆς πίστεως, νενεκρωμένῃ m δὲ ἐξ ἀγαθῶν πράξεων. ὡς γὰρ ζωὴν οἶδε καλεῖν ἡ γραφὴ τὸν ἐνάρετον βίον [*](d Edd. τὸ γὰρ σκότος τοῦ παρόντος βίου καὶ φῶς γνωριαεται, καλυφθήσεται, τοῦ τῆς δικαιοσύνης ἡλίου ἐπιφαινομένου τοῖς ἁγίοις, καὶ τὴν ἀχλὴν ταύτης διασκεδάζοντος,) καὶ ὁ ταύτην εὐαγγελιζόμενος ἄγγελος. προπορεύεται γὰρ αὐτῆς. e καὶ om. B. f νοοῦμεν om. B. g εἰσι B. h τῶν B. i καὶ ἄλλον B. k αὐτὰ B. l ἐχούσης B. m νενεκρωμένης B. h τὰ ἐνάρετον Edd.)
r Ζῆς καὶ νεκρὸς εἶ.
Ονομά σε ζωῆς, φησι, περιθεῖ, τῷ ὄντι δὲ νεκρὸς εἶ.
Γίνου γρηγορῶν καὶ στήριξον τὰ λοιπά.
τὸν ὓπνον s τῆς ῥᾳθυμίας ἀποτιναξάμενος t, καὶ τὰ μέλη σου, τὰ ἀποθνήσκειν τελέως μέλλοντα δι’ ἀπιστίαν, στήριξονυ. οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων τὸν ἐργάτην στεφανοῖ τὸν δόκιμον ἀλλ’ ἡ ἐπιμονὴ ἄχρι τέλους y. τὸ “ στήριξον ” δὲ, οὐχ ἁπλῶς εἲρηται, ἀλλὰ τὸ οἱονεὶ στερροποίησον καὶ ἐνδυνάμωσον χαλαρά τε ὄντα καὶ πρὸς πτῶσιν ἑτοιμότατα a. ἐφ’ ὅσον οὖν περιλείπεταί σοι, βραχέα ἐπιτηδεύματά, φησι, πρόσθες, ἵνα μὴ τέλεον ἀποσπάσῃ θάνατονb. ταῦτα γοῦν φύλαξον τὰ ἢδη c ζῶντα, ἐκεῖνα δὲ στήριξον d τὰ πρὸς θάνατον ἤδη ῥέποντα. οὐδὲν γάρ σου τῶν σπουδασμάτων πλῆρες ἐστίν. ἀλλὰ τὰ μὲν τέθνηκεν ἤδη, τὰ δὲ μέλλει. τὸ δὲ, ἐνώπιον τοῦ Θεοῦ μου, ὡς πολλάκις εἴρηται, ὡς ἀπὸ τῆς ἀνθρωπίνης προσλήψεως τῷ Υἱῷ τοῦ Θεοῦ συγαταβατικώτερον προήνεκται e.
Μνημόνευε πῶς εἴληφας.
Tὴν παράδοσίν φησιν ἢν ἐκ τῶν Ἀποστόλων εἴληφας τήρησον, καὶ ἐπὶ τῇ ῥαθυμίᾳ μετανόησον. καὶ τὰ μὲν ἔτι σου ζῶντα ἔργα, τήρησον f ἐν τῇ ζωῇ· ἐπὶ δὲ τοῖς τεθνεῶσι, διὰ μετανοίας τὴν παλινζωΐαν αὐτοῖς περιποίησον. μετάνοιαν, τὴν μετάθεσίν φρησιν g [*](ο υῆς Otn. Edd. p καὶ Παῦλος B. q δῆλόν ἐστιν B. r Hoc Sch. carent Edd. s τὸν ὑπ’. φησι B. t ἀποτινάξας B. u στηρίσον B. B. χ τὸν δόκιμον om. B. y ἀλλ’ ἡ ἐποτμ. ἄχρι τελ. om. B. z στήρισον B. a ἕτοιμα B. b φησὶ οὐ τέλεον ἀποθανόντα B. c τὰ ἤδη om. B. d ἐκ. δὲ στῆρ. om. B. e πμσήνεκται B. f τήρει B. g φησὶ καὶ μεταβολὴν B.)
k “ Ἐὰν οὖν μὴ γρηγορήσῃς,’’ φησὶ, καὶ ὡς ἐξ ὕπνου τῆς ῥαθυμίας διαναστῇς “ ἥξω σοι ὡς κλέπτης,’’ τοῖς μὲν παρασκευασμένοις, πόνων μὲν ἀνάπαυσις, τοῖς δὲ ἀπαοασκευάστοις κλέπτης, ψυχικὸν ἐπάγων θάνατον. διὸ καὶ εἴρηται, “ ἥξει ὁ Κύριος αὐτοῦ “ ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ἡ οὐ γινώσκει.” καὶ τίς ἡ τοῦ Κυρίου παρουσία καὶ πηνίκα ; ἡ μὲν παρουσία οἱονεὶ ὁ αὐτοπρόσωπος χρηματισμὸς, τηνικαῦτα δὲ, ὅτε καὶ τὸ τέλος ἡμῖν ἐπιστῇ τῆς φθαρτῆς ταύτης ζωῆς, οὐκέτι ἐπαγγελίαις ἀποθησαυριζομένων ἡμῖν τῶν ἑκάστῳ ἀξίων τῶν ἐνταῦθα πόνων γερῶν· ἀλλ’ ἐφεστώτων ἤδη καὶ ὁρωμένων· οὐκ ἄλλου ἐνδέοντος ἣ μόνης τῆς δόσεως, ἣ τὸν πρὸς ἀπαραλόγιστον λῆψιν ἐκδέξεται καιρόν.
Καὶ οὐ μὴ γνῶς ποίαν ὥραν.
Άγνωστος γὰρ ὁ καιρός. και l ὥσπερ ἠμῶν m ἑκάστῳ ο του θανάτου ἑκάστου n ἡμῶν, οὕτω πολλῷ μᾶλλον ὁ τῆς δευτέρας παρουσίας τοῦ Κυρίουο o.
Ἀλλ’ ὀλίγα ἔχεις ὀνόματα ἐν Σάρδεσιν, οἳ οὐκ ἐμό- λυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσι μετ’ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοι εἰσίν. ὁ νικῶν, οὗτος περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου, καὶ ἐνώπιον τῶν Ἀγγέλων αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω, τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Διὰ τοὺς ὀλίγους τούτους δυσωπούμενος, ἀναβάλλομαι φησι καὶ μακροθυμῶ εἰς ὑμᾶς p. ἐπισημαντέον τὴν χρῆσιν τοῦ “ ὀνόματα ὡς ἀνελλήνιστον καὶ τῆς ἀδοκίμου χρήσεως καὶ κιβδήλης. ἤρκει γὰρ εἰπεῖν, ὀλίγους ἔχεις, ἀλλ’ οὐκ “ ὀλίγα ὀνόματα q.” κᾃν γὰρ ἡ ἰδιότης τῆς ὑποστάσεως r ἑκάστου ἀφωρίζηται s διὰ τοῦ κυρίου [*](h τὰ κρείττω B. i æ seq. non hab. Edd. k His carent Edd. l καὶ Oni. B. m ἡμῖν B. n ἑκάστου om. B ο τοῦ κυρίου πή. B. p His carent Edd. q ὀνόματος Edd. r ἑκάστου διὰ τοῦ κυρίου ὄνομ’. B. s ἀφορίζεται B.)
Οἱ οὐκ ἐμόλυναν.
Tοῦτο καλὸν κέκτησαι, φησὶν, ἔχουσά τινας τοὺς τὸ y ἱμάτιον τῆς σαρκὸς ῥυπαραῖς πράξεσι μὴ μολύναντας, οἳ z μετ’ ἐμοῦ ἐν τῇ παλιγγενεσίᾳ λαμπροφορήσουσι a. τούτοις δὲ καὶ τέως δυσωπούμενος, ἀναβάλλομαι καὶ μακροθυμῶ εἰς ὑμᾶς b ἱμάτια δὲ μὴ μολυνθέντα, τὰ σώματα λέγει τῶν ἁγίων, ὡς καὶ Ἰακὼβ ὁ πατριάρχης περὶ τοῦ ἐξ Ἰούδα βλαστήσαντος c, ὅς ἐστιν Ἰησοῦς Χριστὸς d, θεσπίζει, ὅτι πλυνεῖ ἐν οἲνῳ e τὴν στολὴν αὐτοῦ, τὸ σῶμα τοῦ αὐτοῦ Κυρίου λέγων, ἐν τῷ ἀχράντῳ αὐτοῦ πάθει εἰς ὑποτύπωσιν ἡμῶν ἐκαθάρθη. αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησε, φησὶν ὁ Ἡσαΐας f, “ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς “ θάνατον. αὐτὸς γὰρ ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος “ ἐν τῷ στόματι αὐτοῦ.’’ τούτῳ τῷ Κυρίῳ g ὡσπερεί τι h δραματουργῶν ὁ αὐτὸς Ἡσαΐας φησὶ, “ διὰ τι σου ἐρυθρὰ τὰ ἱμάτια, ὡς “ ἀπὸ πατητοῦ ληνοῦ πλήρουςi;” καὶ περὶ μὲν τῶν ἱματίων θεωρεῖσθαι k ἄξιον, ὥστε τοι ἀμόλυντον αὐτῶν τὴν καθαρότητα τοῦ σώματος αἰνίττεσθαι m. ὁ νικῶν δέ φησιν. τίνα νικῶν ; τὰ πάθη τῆς σαρκός n. οὗτος οὖν περιβαλεῖται o τὰ τῶν οἰκείων ἀρετῶν ἱμάτια, ἃ ἐκάθαρεν ἐκ κόπων θεοφιλῶν, καὶ λάμψει ὡς ἥλιος ἐν τῷ μέλλοντι αἰῶνι, καὶ τὸ ὄνομα αὐτοῦ, ὃ ἐγράφης ἐν τῇ βίβλῳ τῶν τὴν μὴ ἐκλιποῦσαν ζώντων ζωὴν, ἀνεξάλειπτον ἔσται, ὡς ὁμολογουμένου q αὐτοῦ r ἐνώπιον τοῦ Πατρός μου ὑπ’ ἐμοῦ. ταύτης δὲ [*](s ἀνθρώπους φησιν B. t τοῦ μὲν ἰδικωτάτου B. u καὶ διαμ. B. x λοιπὸν B. y τοῦτο Edd. z οἳον B. a λαμπροφοροῦσι Edd b ἡμᾶς Edd. c βλαστάνοντος B. d ὁ Χριστὸς B. e ἐν οἴνω, θεσπίζει B. f ὡς καὶ Ἡσ. φησὶν B, g κυρίῳ Ἰησοῦ B. h ὡς περί τι Edd. i πλήρη Edd. k τεθεωρείσθω B. l ὡς τὸ B. m αἰνίττεται B. n τὰ τῆς σ . B. ο περβολεῖται B. p αὐτοῦ ἔγραφεν B. q ὡς καὶ ὁμολογημένου B. r αὐτοῦ ὑπ’. ἐμοῦ B.)
Ἐνώπιον τοῦ Πατρός μου, καὶ ἐνώπιον τῶν Ἀγγέλων αὐτοῦ.
Τὸ ἐνώπιον p τοῦ Πατρὸς καὶ τῶν Ἀγγέλων αὐτοῦ εἴρηται, ὡς ὂντων q τῶν Ἀγγέλων πιστῶν r θεραπόντων καὶ εὐνοϊκῶν οἰκετῶν s. καὶ ποτὲ μὲν τοῦ Πατρὸς, ποτὲ δὲ ἑαυτοῦ τοὺς Ἀγγέλους καλεῖ, ὡς ὅταν λέγῃ, “ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ ὁ υἱὸς τοῦ ἀν- “ θρώπου μετὰ σάλπιγγος μεγάλης. νῦν οὖν τοὺς Ἀγγέλους t τοῦ Πατρὸς, οὐκ ἀφαιρεῖται, τὸ καὶ αὐτοῦ εἶναι τοὺς ἁγίους Ἀγγέλους. οὐδὲν γὰρ τῇ u ἁγίᾳ φύσει ἐνθεωρουμένων, τινὶ τῶν τριῶν αὐτῆς ὑποστάσεων εὕροι τις ἂν ἐξιδιαζόμενον, πλὴν ἑνὸς τοῦ ὑποστατικως αὐτῷ προσόντος.
Τὰ γραφέντα πρὸς τὸν τῆς Φιλαδελφέων ἐκκλησίας Ἄγγελον.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Φιλαδελφίᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἅγιος, ὁ ἀληθινὸς, ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ, οὐδεὶς κλείσει, εἰ μὴ ὁ ἀνοίγων, καὶ οὐδεὶς ἀνοίξει, εἰ μὴ ὁ κλείων. οἶδά σου τὰ ἔργα· ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, καὶ οὐδεὶς δύναται κλεῖσαι αὐτήν· ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ [*](k æ seq. usque ad τοῦ ὀνόματος om. Edd. l ἡ Edd. m ἀνάγραπτος B. n ἀνομολογηθήσεσθαι B. ο ἁγίοις μαρτ. B. p τὸ εἰπεῖν B. q εἴρηται ὡς ὄντων om. B. r ὡς πίστ’. B. s οἰκετῶν om. Edd. t εἴποτε δὲ τοὺς ἀγγέλους ἑαυτοῦ καλεῖ ὡς ὅταν ὁ Ματθῖος φησι B. u τῶν τῆ B.)
Ἄγιος μὲν ἔστιν ὁ ἀληθινὸς ἅγιος, ὃς καὶ Υὶός ἐστι τοῦ Θεοῦ. καὶ τῷ τρισσῷ τῶν Σεραφὶμ ἁγιαστικῷ ὕμνῳ τὸ ἀληθὲς ἀποφέρεται, ὡς καὶ ἐν τῷ y θεαστικῷ Ἡσαΐᾳ κεχρημάτισται, τοῦ τριττοῦ ἁγιασμοῦ εἰς μίαν συγκλειομένου κυριότητα, ἵνα καὶ τὸ τριττὸν δειχθῇ z τῶν ὑποστάσεων τῆς ὑπερουσίου Τριάδος a, καὶ τὸ ἀδιάσπαστον τούτων τῷ ἑνιαίῳ τῆς κυριότητος. τοῦτο δὲ τῶν πεζῆ b καὶ θνητῶν φὐσεως c τὸ ὑπερανεστηκὸς ὅσον, τίς ἂν διὰ λόγων παρεμφαίνοιτο d; κλεῖδα e δὲ τοῦ Δαβὶδ, τὴν παντοκρατορικὴν ἐξουσίαν φησὶ παριστῶν, δι’ οὗ οἱ θησαυροὶ μόνου g τῆς θεοσοφίας ἀνοίγονται. τὴν μὲν οὖν πρώτην ἐξουσίαν κατὰ ἀνθρωπίνηνβ h δέχεται φύσιν, ὡς καὶ αὐτοῦ τοῦτο i ἔσται ἀκοῦσαι, “ ἐδόθη μοι j πᾶσα “ ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,’’ φάσκοντος. τὴν δὲ δευτέραν ἔχει κατὰ τὸ ἄναρχον τῆς θεότητος. ἔστι γὰρ Ἐμμανουὴλ Θεὸς ἀληθὴς, κἂν οὐ βούλεται τοῦτο Νεστόριος, εἰ καὶ γέγονεν ἂνορωπος. καὶ δή γε καὶ ἄνθρωπος ἀληθῶς οὐ φαντάζων τὸν ἄνθρωπον, εἰ καὶ δυσχεραίνει ὁ θεοστυγὴς Εὐτυχής. ἀλλ’ ὅπερ ἐστιν, ἀληθῶς Θεός ἐστιν k, οὐ κατὰ ἀναφορὰν, ὡς Νεστοριανοὶ ληροῦσιν, καὶ ἄνθρωπος ἀληθὴς, οὐ κατὰ δόκησιν καὶ 1 φαντασίαν, ὡς οἱ ἐμβρόντητοι Εὐτυχιανισταὶ, καὶ τὸ βδελυρώτατον m τῶν n Μανιχαίων βούλεται φῦλον. ἐπειδὴ δέ τινα τῶν ἀντιγράφων οὐ τὴν Δαρὶδ o ἔχει κλεῖδα p, ἀλλὰ τοῦ ᾅδου, οὐδὲν διάφορον q οὐδὲ ἐν τούτῳ. δείκνυται r γὰρ ἐκ τούτου, ὡς ζωῆς καὶ θανάτου τὴν κυρίαν s, ἅτε Θεὸς ὁ Χριστὸς, ἀναμφιβόλως ἔχει.
Ὁ ἔχων τὴν κλεῖδα τοῦ Δαβίδ.
Κλεῖδα τὴν ἐξουσίαν καλεῖ. ὁ γὰρ ἔχων ἐξουσίαν τῆς κλεῖσαι καὶ ἀνοῖξαι τὸν οὗτος οὗτος καὶ τὸν οἶκον πεπίστευται. καὶ τοῦτο σαφέστερον ἐν Εὐαγγελίοις ἔστι μαθεῖν, ἀφ’ ὧν πρὸς τὸν Πέτρον [*](y καὶ τῷ B. z παραδειχθῇ B. a θεότητος B. b τῆς τῶν περιπεζίων B. c φύσεων Edd. d οὐ μενοῦν εἰπεῖν παρεμφαίνοιτο B. e κλεῖν B. f παριστ. φησι B. g μόνοι Edd. h κατὰ τὸ ἀνθρώπινον δέχ’. B. i τοῦτο om. B. j μοι, λέγοντος B. k ἀλ. ἐστὶ Θεός B. l καὶ om. B. m Edd. male ἐμβρόντητον. n τῶν om. B. o τοῦ Δ B. p τὴν κλεῖν B. q οὐδὲ διάφωνον B. r δείκνυσι B. s Κυρείαν.)
Καὶ οὐδεὶς ἀνοίξει.
Ἐπειδὴ ἡ κλεῖς τὴν ἐξουσίαν αἰνίττεται, ὁ λέγων ἑαυτὸν ἔχειν τὴν κλεῖν τοῦ Δαβὶδ τι ἄλλο λέγει, εἰ μὴ ὅτι ὥσπερ ὁ Δαβὶδ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐβασίλευσεν, οὕτω καὶ ἐγὼ πρὸς τῷ αἰσθητῷ, καὶ τοῦ νοητοῦ ; εἰ καὶ ἐξουσία x ἀσύγκριτος ἀνθρώπου πρὸς Θεόν. διὸ καὶ Γαβριὴλ πρὸς τὴν παρθένον εἶπε y τὸν θρόνον Δαβὶδ δοθῆναι z παρὰ Πατρὸς τῷ Υἱῷ ὡς προσκαίρου, καίπερ αἰωνίῳ αὐτῶ καὶ ἀτελευτήτῳ δοθῆναι, ὡσαύτως δὲ καὶ βασιλείαν καὶ ἐξουσίαν a. ἐπεὶ οὖν ὁμοίωμα τῆς βασιλείας Δαβὶδ ἔφερεν ὁ Χριστὸς, εἰκότως λέγει, “ὁ ἔχων τὴν κλεῖν τοῦ Δαβὶδ,” πρὸς τὸ ἀνοῖξαι καὶ κλεῖσαι· ἀνοῖξαι μὲν τὸ δικαιῶσαι λέγων, καὶ κλεῖσαι τὸ κατακρῖναι. τῇ b γὰρ θείᾳ αὐτοῦ καὶ ἀιδίῳ χρώμενος ἐξουσίᾳ, καὶ δικαιοῖ καὶ κατακρίνει. “ εἰ δὲ Θεὸς, ὁ δικαιῶν, τις ὁ κατακρινῶν c; Οἶδά σου τὰ ἔργα.
Τὸ “ οἶδα” ὅτι τὴν μετοικειώσεως γνῶσιν βούλεται σημαίνειν, εἴρηται.
Ἴδου δέδωκα ἐνώπιόν σου.
Tῶν ἀγαθῶν ἡ θύρα ἀνεῳγμένη δίδοται, ὡς ἑτοιμοτάτη καὶ ἀπ’ αὐτῆς τῆς πρὸς τὰ κρείττω ῥοπῆς, παρέχειν τὴν εἴσοδον πρὸς ἀπόλαυσιν. διὸ καὶ ὁ Κύριος φάσκων d, ὃτι e “ ἡ βασιλεία τῶν “ οὐρανῶν ἐντὸς ὑμῶν ἐστὶν,’’ οἱονεὶ τῇ προθέσει παρεχομένη τοῦ βουλομένου, ὑπ’ οὐδενὸς ἐμποδοστατεῖν οἲεται f τὴν εἴσοδον. καὶ τούτου g νῦν ἡ ἐπαγγελία λιχνεύοντος τοὺς εἰσαγομένους, πρὸς τὸ μὴ ἀπαγορεύειν h τὴν ἐγχείρησιν, τῶν πόνων ὑπολογιζομένη i τὸ δυσχερὲς, ἀρξαμένους δὲ K καὶ τὴν εἴσοδον συμμετρουμένην l μικρᾷ δυνάμει τοῦ m εἰσιέναι προαιρουμένου n, ἐπειδὰν τὸν ἀποσωρευθέντα τοῖς εἰσιοῦσι τῶν ἀγαθῶν ἐσμὸν τῇ ἀνεῳγμένη θύρᾳ ἐμφανίσῃ o μηκέτι τῇ φροντίδι λυπεῖσθαι p ἐᾷ τοῦ ὑπὸ τῶν ἀπόλαυ- “ æc suppl. e Cod. B. x ἡ ἕξουσ’. B. y εἶπε om. B. [*](z δοθῆναι om. Edd. a δόθ’. πατρὸς υἱῷ πρὸς καίρῳ αἰωνίῳ καὶ ἀτελευτήτῳ ὡς ὄντως καὶ βασιλείας καὶ ἐξουσίας B. b τῆ αὐτῇ θείᾳ B. c Ult. his carent Edd. d διό φησιν ὁ Κύριος B. e ὅτι om. B. f οἵουτε B. g τοῦτο B. h πρὸς τὸ μὴ ἄπαγ’. om Edd. i ὑπολογιζομένου B. k ἀρξαμένους om. Edd. mox καὶ τὴν εἰσ. l συμμετρουμένη τοῖς Edd m τὸ Edd. n προαιρουμένοις Edd. ο ἐσμὸν ἡ θύρα τούτῳ ἐμφανίσει B. p τῇ om. B.)
Ἴδου, δίδωμι ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται· ἰδοὺ, ποιήσω αὐτοὺς ἵνα ἥξωσι καὶ προσκυνήσωσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἠγάπησά σε. ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειρᾶσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἴνὰ μηδεὶς λάβῃ τὸν στέφανόν σου. ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ Θεοῦ μοῦ, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ [*](q φροντίδι τῶν πρὸς ἀπόλαυσιν καταβαλλομένων ἐκλύεσθαι B. r ἀμεταστρεπτεὶ B. s παραινεῖ om. B. t αἱρέσεως Edd. u ἡδείω B. V τὸν δ. τ. κάματον λογιζομένοις Edd. x διὰ τοῦτο om. B. y ἐγγλυκαίνων Edd. z λέγων Edd. a διὰ τὸ κάλλιστον Edd. b ἑλεχθέντων Edd. c ἐν ιἷς οὖν B. d δέδοται B. e ἐκαρτ. διὰ τὸ ὄνομ’. Edd. f μεγαλοδωρίας B. g τὴν ἀντιδ. μετελ. B.)
Τῆς ὁμολογίας, φησὶ, τῆς περὶ τοῦ ἐμοῦ ὀνόματος ἀντέκτισις ἔσται ἡ τῶν Ἰουδαίων ἐπιστροφὴ καὶ μετάνοια. οἳ τῆς πρὸς ἐμὲ αὐτῶν προσαγωγῆς τὸν ἐξ ἐμοῦ φωτισμὸν ἀνταλλάξονται τῶν ἐν τῷ κρυπτῷ τῆς καρδίας Ἰουδαίων, ἀλλ’ οὐ τῶν ἐν τῷ φανερῷ, ὡς καὶ Παύλῳ δοκεῖ, ἑαυτοὺς ἐπιδεικνύντων i. θρόνον δὲ τοῦ Σατανᾶ τὴν τῶν Ἰουδαίων λέγει συναγωγὴν, ὡς τῷ ψεύδει συγκροτουμένην ἐπεὶ καὶ “ τοῦ ψεύδους πατὴρ ἀπὸ καταβολῆς κόσμου ἐδείχθη. εἴγε ἱκανὴ αὐτοῦ ἡ διὰ τοῦ ὄφεως ἀπατητοῖς ἀρχηγέταις τοῦ γένους ἡμῶν τὸν λόγον πιστώσασθαι k. τούτους οὖν προσδραμεῖσθαι οὐ κατὰ τὸ τυχὸν, ἀλλὰ μετὰ πολλῆς τῆς θερμότητος καὶ συντριβῆς φησί l. τοῦτο γὰρ αἰνίττεται τὸ πρὸς τοὺς πόδας προσκυνῆσαι, καὶ ἐν ἐσχάτοις ἑλέσθαι τετάχθαι τῆς ἐκκλησίας, m μόνον τοῦ μέρους εἶναι τῆς ἐκκλησίας ἀξιωθῆναι, ὡς καὶ Δαβὶδ ἀσπαστῶς φησιν, ὁ προφήτης, “ ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ “ Θεοῦ μου, μᾶλλον ἣ οἰκεῖν με ἐν σκηνώμασι τῶν ἁμαρτωλῶν. τὸ παραλελογισμένον τῆς συναυλείας ἐπίπροσθεν ἄγων τῆς τῶν ἁμαρτωλῶν ἀστενοχωρήτου καὶ ἐλευθέρας διαίτης.
Τὸν λόγον τῆς ὑπομονῆς μου.
Οὐχ ὅτι αὐτὸς ὁ χρηματίζων ὑπέμεινέ τι, ἀλλὰ ὑπομονὴν ἑαυτοῦ τὴν δι’ αὐτὸν n καὶ τὴν πρὸς αὐτὸν καρτερίαν τῆς πίστεως φησίν. ὥσπερ καὶ ὅτ’ ἃν Δαβὶδ αἰτεῖ o τὸν Θεὸν, “ ἐκ προσώπου “ σου τὸ κρίμα μου ἐξέλθοι,’’ ἀντὶ τοῦ, ἡ δι’ ἐμὲ σου δικαιοσυνη.
Κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ.
Ὥραν πειρασμοῦ, ἣ τὸν ἐπὶ Δομετιανοῦ διωγμὸν λέγει, δεύτερον ὄντα μετὰ Νέρωνα, ὡς Εὐσεβίος ἱστορεῖ ὁ Παμφίλου, ὃτε καὶ αὐτὸς ὁ Εὐαγγελιστὴς εἰς τὴν Πάτμου ὑπ’ αὐτοῦ τοῦ Δομε- [*](h τὸν ἐν τῷ κρ. Ἰουδαῖον—τὸν ἐν τῷ φὰν. B. i δοκεῖ ἐπιδεικνύντες B. k Ηæc oni. Edd. l φησι om, B. m Quae seq. usq. ad ded. e Cod. B. n δι’ αὐτὸν τὴς πίστ’. κάρτ’. B. o αὐτὴ B.)
Κράτει ο ἔχεις.
Κρατεῖν ἡ ἐντολὴ τὴν ἑκτὸν κατὰ ἀγαπῆν γνησίαν ἐν ᾗ ἄχρι τέλους ἐναθλήσας, ἕξεις τὸν στέφανον τῆς δόξης. τῶν γὰρ ὑπο- μενόντων τὰ νικητήρια u.
Ὁ νικῶν.
Τοῦτο κατὰ τὸ τῆς Ἑλλάδος γλώσσης σύνηθές τῆς συντάξεως σεσολοίκισται· ἔδει γὰρ ἢ ἀντὶ τῆς εὐθείας πτώσεως αἰτιατικὴν ληφθῆναι, οὕτως ἐκφερομένου τοῦ ῥητοῦ, τὸν νικῶντα ποιήσω αὐτόν· ἢ εἴπερ τηρηθείη ἡ εὐθεῖα πτῶσις, ἐχρῆν τῷ ὑπαρκτικῷ ῥήματι προστεθέντι, οἷον τὸ ἔσται, τὴν αἰτιατικὴν ἀμειφθῆναι. οὕτως τοῦ λόγου προἰ·όντος, ὁ νικῶν ἔσται ὑφ’ ἐμοῦ στῦλος ἐν τῷ ναῷ τοῦ Θεοῦ μου κατατεταγμένος. ἀλλ’ ἐπειδὴ, ὡς ἤδη εἴρηται, ἐπ’ ἐλάχιστον μέλον τοῖς τῶν ψυχῶν ἡμῶν σωτῆρσιν ἡ τῆς Ἑλληνι- κῆς ἀδολεσχίας ἀκρίβεια, εἰκότως ἑτέροις ταῦτα καταλιπόντες, αὐτοὶ τῶν σπουδαιοτέρων ἀντέσχοντα v .
Ἐν τῷ ναῷ τοῦ Θεοῦ μου.
Προείρηται x ὅτι τὸ, “ Θεοῦ μου,’ οὐχ οὕτω τῆς ἐν τῷ Χριστῷ θείας φύσεως ἐνθεωρουμένης ἀναιρετικὸν, ὅσον τῆς συνουσιώσεως παραστατικόν. τὸ γὰρ ἀδιάσπαστον εἶναι τὴν τῶν δύο φύσεων ἕνωσιν, θεότητος φημὶ καὶ ἀνθρωπότητος, ἐν τῇ κατὰ τὸν Κύριον Ἰησοῦν ὑποστάσει, κᾂν y μέχρις ἐννοίας ψιλῆς εἰ καὶ ἀσυγχύτως [*](p ἐρχ. ἀνυπερθέτως τοῦτο γὰρ ταχὺ δηλοῖ B. q ἔτι ἐνεργ. B. r παρεγγυῶ Edd. s ὑμῶν B. t His carent Edd. u Hoc sch. carent Edd. v His etiam carent Edd. x ὡς καὶ περὶ τούτου εἴρηται B. y καὶ B.)
Καὶ γράψω ἐπ’ αὐτὸν τὸ ὄνομα τοῦ Θεοῦ μοῦ.
Ἐπὶ τὸν νοητὸν στῦλον, ὅς ἐστιν ὁ τοῖς θείοις προστάγμασιν εἰς ἔρεισμα τῶν ἀσθενεστέρων κατηρτισμένος, γραφῆναι φησι τὸ ὄνομα τοῦ Θεοῦ, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ Θεοῦ τῆς h Ἱερουσαλὴμ τῆς καινῆς. καινὴν Ἱερουσαλὴμ, καὶ τὸ ὄνομα αὐτῆς, καὶ τοῦ Θεοῦ τὸ ὄνομα, οὐκ ἄλλο τι λέγων, ἢ τὴν δόξαν, ἤτοι τὴν γνῶσιν i, καθὼς καὶ ὁ Δαβίδ. “ ὡς θαυμαστὸν k τὸ ὄνομά σου ἐν “ πάσῃ τῇ γῇ,’’ ἀντὶ τοῦ, ἡ τιμὴ, ἡ περὶ σοῦ γνῶσις. ἐν ταῖς πλαξὶ τοιγαροῦν τῆς καρδίας τοῦ νοητοῦ στύλου γραφέντος τοῦ ὀνόματος τοῦ Θεοῦ, ἤγουν τῆς γνώσεως, τῆς δόξης, ὡσαύτως καὶ τῆς Ἱερουσαλὴμ, τοῦ μὲν τοῦ Θεοῦ, ὡς ἅγιος, ὡς δίκαιος, καὶ ἀποδιδοὺς ἑκάστῳ κατὰ τὰ ἔργα, ὡς πάσης ἀγαθότητος m πλήρης, καὶ τοιούτοις χαίρων θεράπουσι· τῆς Ἱερουσαλὴμ δὲ, ὡς Θεοῦ σκήνωμα ἀγαπητόν ἐστι n , καὶ τοὺς αὐτῆς πολίτας πρὸς τὴν ἱν. παραπέμπουσα o μητρόπολιν, ἥ τις κάτω Ἱερουσαλὴμ, ὥσπερ μετοίκιον τῆς ἄνω καθίσταται, τοὺς τέως p ἐνδιαιτωμένους ἐν αὐτῇ, οἱονεὶ γράμμασι q χρωμένους, τῇ ἄνω ἐμβιώσει τὴν κάτω ῥυθμίζοντας κατέχουσα· τῇ καταλλήλῳ γὰρ οὖν r ταύτῃ [*](z παριστᾷ om. B. a γοῦν B. b τοῖς ἰδιωμ. τοῖς θείοις B. c οἴκου ἀσθενέστερον B. d τῇ τοῦ Θεοῦ θεωρίᾳ B. e τοῦ ναοῦ B. f κινητὴς Edd. g ἐνευφραινόμενος B. h τοῦ Θεοῦ τῆς om. Edd. i γνῶσιν φάσκων B. k θαυμ. φησι B. 1 ὡς ἀποδ. B. m ἁγιότητος B. n ἐστὶ om. B. ο πέμπουσα B. p τέως ἔτι B. 1 γράμματι B. r τοιγαροῦν B.)
Περὶ δὲ “ τοῦ Θεοῦ μου εἴρηται ἤδη ὡς συγκαταβατικώτερον εἴρηται καὶ εἰς παράστασιν τοῦ ἀδιαιρέτου τῶν ἐν τῇ οἰκονομίᾳ τοῦ Κυρίου δύο φύσεων ἐνθεωρουμένων· ἄνωθεν δὲ καταβαίνειν φησὶ τὸ ὄνομα τοῦ Θεοῦ καὶ τῆς καινῆς Ἱερουσαλὴμ, ἅπερ τίνα ἐστὶν εἴρηται. ἀπὸ τῶν Ἀγγέλων ἀρξαμένης τῆς σηκώσεως τῆς θείας, μέχρις ἡμῶν δὲ καταντησάσης, συναφθέντων ἀλλήλους διὰ Ἰησοῦ Χριστοῦ τῆς κεφαλῆς ἡμῶν Ἀγγέλων δηλονότι καὶ α * *
Τὰ δηλωθέντα πρὸς τὸν τῆς Λαοδικέων ἐκκλησίας Ἄγγελον.
Καὶ τῷ Ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἀμὴν, ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ἢ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ. οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ, οὔτε ζεστός. ὄφελον ψυχρὸς ἦς, ἣ ζεστός. οὕτως ὅτι χλιαρὸς εἶ, καὶ οὐ ζεστὸς οὔτε ψυχρὸς, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου. ὅτι λέγεις· ὅτι πλούσιός εἰμι καὶ πεπλούτηκα, καὶ οὐδενὸς χρείαν ἔχω. καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος καὶ ὁ ἐλεεινὸς, καὶ πτωχὸς καὶ τυφλὸς καὶ γυμνός.
Ἰσοδυναμεῖ τοῦτο· τάδε λέγει ὁ ἀληθινὸς, ὅπερ ἐν τοῖς ἔμπροσθεν ἡρμήνευτο b. ἀμὴν γάρ ἐστι τὸ ναί. ναὶ οὐν ἐστὶν ἐν πᾶσι [*](t τοιοῦτο B. u νοοῦμεν om. B. x καὶ B. y τῆς θέας καὶ B. z τοῖς καὶ ληψομένοις· ὄις ἀδελφοῖς B. a Quae seq. om. Edd. suppl. e Cod. B. b æc om. Edd. quibiis sch. inc. Ἀμήν ἐστι τὸ ναί.)
Ὅτι οὔτε ψυχρὸς εἶ, οὔτε ζεστός.
“Ψυχρὸς” ὁ ἐστερημένος τῆς τοῦ ἁγίου πνεύματος ἐνεργείας καὶ ἐπιφοιτήσεως. “ ζεστὸς δὲ ὁ ζέων τῷ πνεύματι, ὡς καὶ Παῦλος φησί. χλιαρὸς δὲ, ὁ ἐν ἀμφοῖν ἀβέβαιος καὶ ἐπαμφοτερίζων, ὃς [*](c οὐδὲν οὐ ἐν αὐτ’. B. d Haec om. Edd, e περὶ δὲ τοῦ ἡ ἀρχὴ B. ἴ’ αἰτία καὶ ἄκτιστος B. g ἔχοι B. h Sic B. Edd. τῶν λόγων. i τοῦ om. B. k κυρίου B. 1 ὡς ἡ ἀρχὴ B. m ὁ ἄρχων B. n οὗτος Β. ο δέδοται B. p εἴρηται γ. π. τ. om. Edd.)
Μέλλω σε ἐμέσαι.
Tῇ μεταφορᾷ τοῦ χλιαροῦ δεόντως ἐχρήσατο, ὃ καὶ ἰατρῶν παῖδες πλάδον ἐργαζόμενον k εἰς ἔμετον ἐρεθίζειν παραλαμβάνουσιν. ὅθεν καὶ τοῖς δυσεμετοῦσιν, ὕδατος χλιαροῦ ἀποροφήσει τὸν ἔμετον ἀνασοβοῦσι. τοῦτο καὶ νῦν m φησὶν, ὅτι μέλλω σε ὡς βδελυκτὸν βρῶμα ἐμέσαι, τουτέστι, διὰ λόγου στόματός μου ἀπόβλητον τῆς ἐμῆς οἰκειότητος καταστῆσαι n. καὶ τίς ἡ τούτου αἰτία ; ὅτι o ἐπὶ πλούτου ἀδηλίᾳ ἐλπίσας, καὶ p τὸν σπόρον τοῦ θείου λόγου ἀποπνίξας q ταῖς ἀκάνθαις, οἱονεὶ τοῖς πειρασμοῖς r τοῦ προσκαίρου τούτου πλούτου καὶ s βίου, τὴν πνευματικὴν t [*](q μετουσίας Edd. r τὸ χαρ. τῇ τῶν πη. φροντίδι τῶν ζωοπ. B. s καταρυθμίσας Edd. t Quse seq. non hab. Edd. u οἰμοζέτωσαν Cod. B. x τὸ θεῖον Πνεῦμα Παῦλος φ. B. y σβέννυται B. z τοῦτο καὶ ζέσας B. a τῆς om. B. b ἔργα μὲν γὰρ B. c ὡς φέρε B. d ἔννομος B. e διὸ οὐκ B. f τουτέστιν om. B. g θείας B. h ζέσει Edd. i ζέσαι Om. Edd. k πλ. ἐργαζ. om. Edd. 1 ἀποφορήσει Edd. m καίτοι B. n καταστήσω B. o ὡς B. o καὶ om. B. q ἀπέπνιξας. r περισπασμοῖς B. s καὶ Om. B. t πνεῦμα Cod. B. πατρικὴν Edd.)
Ὅτι πλούσιός εἰμι, καὶ πεπλούτηκα.
Πλοῦτόν φησι τὸν γήινον πλοῦτον f. ἀγνοεῖς ὅτι σὺ εἶ ὁ ταλαιπωρῶν ἐν τοῖς ἀπολλυμένοις. διὸ καὶ ἐλέους ἄξιος εἶ, ὧς ἐξ ὕψους τῶν ἀρετῶν ἐκπεσὼν, σκοτοδινίᾳ περὶ τὴν ἐκλογὴν τῶν κρειττόνων ἁλοὺς, καὶ γυμνωθεὶς τῆς τέως περιστελλούσης σε g θείας δόξης.
Συμβουλεύσω σοι ἀγοράσαι χρυσίον παρ’ ἐμοῦ πεπυρωμένον ἐκ πυρὸς, ἵνα πλουτίσῃς, καὶ ἱμάτια λευκὰ ἵνα περιβάλλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἵνα ἐγχρίσῃ τοὺς ὀφθαλμούς σου ἵνα βλέπῃς. ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω. ζήλευε οὖν καὶ μετανόησον. ἰδοὺ ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω. ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου, καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετ᾿ αὐτοῦ, καὶ αὐτὸς μετ’ ἐμοῦ. ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετ’ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ. ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Εἰ πλουτῆσαι h φησὶ βούλει, τὸν ὄντως i πλοῦτον κτῆσαι πη ἐμοῦ τοῦ k πλουτίζειν εἰδότος τὰ μένοντα. κτήσῃ δὲ διαπύρῳ προθέσει τὰ λόγια Κυρίου τὰ ἁγνὰ, τὰ πεπυρωμένα ἑπταπλασίως l τίνα δὲ ταῦτα ; ὁ διδασκαλικὸς καὶ θεῖος λόγος, ὃς οὐ μάτην οὐδὲ διακένως πρόεισιν εἰς τοὺς διδασκομένους, ἀλλ’ ἐκ τοῦ πρότερον διαπύρῳ σπουδῇ τὸν διδάσκοντα εὐπορῆσαι· ἐπιδεικνυμένην γὰρ πίστιν ἀπαγγελεῖ δίκαιος. καὶ ὁ ἀγαθὸς ἔμπορος “ἐκ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας m ἐκφέρει παλαιὰ καὶ νέα, ἐκ μὲν τῶν παλαιῶν ἀνδρῶν τῶν κατορθωμάτων κομίζων τὰ μείζονα n [*](d ἀγνοήσας B. e Quae seq. usque ad τυφλοτ. om. Edd. f πλουτῶν τὸν γηϊνόν Β. g σε om. Edd. h πλοῦ. βούλει φ. B. i τῷ ὄντι B. k τοῦ om. B. 1 καὶ ἑπτ’. B. m τῆς καρδ. Om. B. n μείζονα om. B.)
Καὶ κολλύριον.
Πρὸς τὸν s ἀμβλυώττοντα περὶ τὸ τοῦ Κυρίου νοητὸν φῶς τοὺς καταλλήλους ὀφθαλμοὺς περιχρίσαι τὸ πρόσταγμα. t ὡς καὶ Ιερεμίας ὁ προφήτης φησὶ, “ ἰδοῦ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου “ οὐδὲ ἡ καρδία σου καλή. ” διὰ τοῦτο τὴν σμηκτικὴν u δύναμιν τῆς τοιαύτης τυφλώσεως. ἔστι δὲ τοῦτο x ἡ διὰ μετανοίας πρόοδος συμβουλευομένη. y ὥσπερ καὶ τῇ ἀκάρπῳ συκῇ ἡ τῶν κοπρίων περίθεσις τὴν δι’ ἐξαγορεύσεως καὶ ἀτιμοτέρας διαγωγῆς ταπείνωσιν ὑπαινίττεται. ἣ τὸ κολλύριον τὴν ἀκτημοσύνην παρίστησιν. εἰ γὰρ τὰ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, τούτους πάντως ἀνοίξει τὸ ἀδωροδόκητον.
Καὶ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω.
Bαβαὶ τῆς φιλανθρωπίας· ὅσῃ ἀγαθότητι καταχρᾶται πρὸς τοὺς ἁμαρτάνοντας· καὶ τοιαῦτα οἷα ὁ λόγος ὑπέγραψεν · καὶ a εἰκότως. ὁ γὰρ ἀγαπῶν, ἐπιμελῶς παιδεύει, ὃ καὶ τῆς ὑπερβαλλούσης b χρηστότητος τοῦ Κυρίου περὶ τοὺς ἐπειθεῖς c τεκμήριον d. πλούτου δὲ ταύτης ἐνέχυρον ἡ ἀγάπη τοῦ μετιόντος e τοὺς τιμωρίας ἀξίους. καὶ f τίς ἡ παιδεία ; ζηλοῦν τὰ κρείττονα τῶν ἐπιτηδευμάτων, καὶ μετανοίᾳ καὶ μεταγνώσει g τῶν ἔμπροσθεν οἱονεὶ μεταθέσει h ἁμαρτημάτων τὸν ζῆλον ἤτοι τὴν μίμησιν ἐπαναλαμβάνεσθαι τοὺς πρὸς παιδείαν ἐξ ἀμαθίας ἀποκλίναντας. καὶ τίς ἡ ἐκ φιλανθρωπίας ἀντίδοσις ; ἡ ἐπὶ τὴν θύραν ἀπραγμάἐκ [*](ο τῶν B. p τὰ om. B. q περιβολὴ Edd. r τῶν Edd. s τὰ Edd. t Quæ seq. om. Edd. usq. ad τυφλῶς. u Cod. B. x τοῦτο om. B. y His carent Edd. usque ad ὑπαιν. z æc om. Edd. a καὶ om. B. b τοῦ ὑπερβάλλοντος B. c περὶ τ. ἀπ’. τοῦ κυρ. B. d τεκμήριον om. B. e ἀγάπῃ μετιόντος B. ἴ’ καὶ om. B. g καὶ μεταγν. om. B. h μετυγνώμῃ καὶ μεταθ. B.)
Ἴδου ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω.
Ἀβίαστος, φησὶν, ἡ ἐμὴ παρουσία. τὴν θύραν τῆς καρδίας κρούω, καὶ τοῖς ἀνοίγουσιν ἐπὶ τῇ ἑαυτῶν σωτηρίᾳ συνευφραίνομαι. τρυφὴν γὰρ καὶ δεῖπνον, τὴν σωτηρίαν τῶν ἀνθρώπων ἥγημαι ἐφ’ οἷς αὐτοὶ τρέφονται, καὶ τὸν λιμὸν m τοῦ ἀκοῦσαι λόγον Κυρίου, καὶ τὸν σκότον τῆς πλάνης ἀποφεύγουσιν. Ὁ ἀγαθὸς καὶ πρᾷός κρούσας τὴν θυρᾶν καὶ μὴ τυχὼν ἀνοίξεως ἄπεισιν ἀψοφητί. τοῦτο καὶ ἐν τοῖς ᾄσμασι· “ τῇ νύμφῃ ἄνοιξόν “ μοι, ἀδελφή μου νύμφη.” καὶ εἰ μὲν ἀνοίξει τις αὐτῷ, εἰσέρχεται, εἰ δὲ μὴ παρέρχεται· οὐχ οὕτω δὲ καὶ ὁ διάβολος· ἀλλὰ τῷ μὴ ἀνοίγοντι, ἐν πελέκει καὶ λαξευτηρίῳ χρῆται καταράσσειν τὴν θύραν αὐτοῦ.
Καὶ δειπνήσω μετ’ αὐτοῦ.
Τὸ δεῖπνον τινὲς τὴν τῶν ἁγίων μυστηρίων μετάληψιν παρέθεντο. δεῖπνον τὴν σωτηρίαν φάσκει τοῦ ἑτοίμως ἀκούσαντος, τοῦ κόψαντος τὴν τῆς καρδίας θύραν· οὗ τῇ ἐπεισόδῳ καὶ δεῖπνον συστήσεται, κοινωνὸν λαβόντος τοῦ εἰσιόντος τὸν ἠνοιγότα τὴν θύραν· ἡ σωτηρία γὰρ τοῦ σωζομένου βρῶμα ἐστὶ τοῦ ἐπὶ σωτηρίᾳ ἡμῶν ἐνηνθρωπηκότος. διὸ καὶ εἴρηκεν, ἐμὸν βρῶμα καὶ πόμα ἐστὶν ἡ τοῦ πατρικοῦ θελήματος ἐκπλήρωσις· ὃς Πατὴρ πάντας ἀνθρώπους σωθῆναι θέλει, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διάλληλος δὲ ἡ ἐπὶ τῷ δείπνῳ εὐφροσύνη. οὐ γὰρ τοσοῦτον ἡ σωτηρία τὸν σωζόμενον εὐφραίνει, ὅσον ὁ διὰ ἄφατον φιλανθρωπίαν σώζων· ὃς καὶ συντη*ικὸν o ἑαυτοῦ τοῦ τἶναι τὴν σωτηρίαν ἡμῶν ἀπεφήνατο, βρῶμα ἑαυτοῦ τὴν ἐκπλήρωσιν τοῦ πατρικοῦ ἐμπεδώσας θελήματος. τι δὲ τοῦτο εἴρηται ἡμῖν ; ὡς [*](i ἀπραγμ. ἐπὶ τὴν θυρ. B. k θυρ. τὴν καρδίαν λέγων B. 1 τῷ σωτηρίῳ καὶ αὐτοῖς κρ. B. m τὸν λιμ. ἤγουν τὴν ἔνδειαν τοῦ ἅκ. B. n Omnibus æ seq. usque ad fiuem cap. except. ult. Sch. carent Edd. dedi e Cod. B. o συντηκτικὸν vid. esse.)
Ὁ νικῶν, δώσω αὐτῶ.
Εἴρηται ἤδη ὅτι ἡ Ἑλληνικὴ παιδεία, τὴν τοιαύτην σύνταξιν τοῦ λόγου καὶ τὸν τοιοῦτον o εἱρμὸν τῆς φράσεως σολοικισμὸν καλεῖ, οὗ ἐπ’ ἔλαττον τῇ Ἐκκλησίᾳ φροντὶς, p τοῦ ἀπὸ τῶν νοημάτων σωτηριώδους ἀντεχομένη μόνου. τοῦ ὀχοῦντος δὲ τὸν νοῦν τῶν σωτηρίων κατὰ τοσοῦτον, καθ’ ὅσον καὶ σοφὸς ἔμπορος τὸν τιμαλφῆ πλοῦτον διειλκωμένου ὑποζυγίου ἀπολαμβάνων. ἀλλὰ πῶς τὸ ἄπταιστον τῆς συμφράσεως ; τῷ νικῶντι δώσω αὐτῷ· αἱ παροχαὶ γὰρ δοτικῇ πτώσει δηλοῦνται. διὰ τοῦ θρόνου δὲ τὴν ἐν τῇ βασιλείᾳ τοῦ μέλλοντος αἰῶνος ἀνάπαυσιν δηλοῖ. φησὶν οὖν ὅτι οἱ τὸν ἐχθρὸν νικήσαντες ὥσπερ καὶ ἐγὼ, διὸ καὶ ἔφην ὅτι ἐγὼ “ νενίκηκα τὸν κόσμον, σὺν ἐμοὶ βασιλεύσουσιν, ὃ καὶ ἐπηγγειλάμην, “ καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνων, κρίνοντες τὰς “ δώδεκα φυλὰς τοῦ Ἰσραὴλ,” τουτέστι κατακρίνοντες, οἱονεὶ εἰς κατάκρισιν αὐτῶν, ὡς ἐξὸν καὶ αὐτοὺς τῶν ἴσων ἀξιωθῆναι τῶν ὁμοφύλων γερῶν, οὐκ ἔτυχον δι’ ἀπιστίαν. τῆς δὲ τοῦ μέλλοντος δόξης αἰῶνος, τῆς τοῦ συμβασιλεύσειν λέγω Χριστῷ, καὶ Παῦλος ὁ θεῖος μνημονεύει, δι’ ὧν φησὶν, “ εἴπερ συμπάσχομεν, ἵνα καὶ “ συνδοξασθῶμεν· τὸ δὲ, “ ὡς κἀγὼ νενίκηκα τὸν κόσμον” ἀνθρωπίνως εἴρηται διὰ τὴν πρόσληψιν, ὥσπερ καὶ τὸ λαβεῖν· οὐ γὰρ ἆθλον τῆς ἀρετῆς ἡ δόσις τῆς βασιλείας τοῦ θρόνου τῷ ἀιδίως ὡς Θεῷ συνυπαρχούσης, ἀλλ’ ἀνθρωπίνως εἴρηται· ἢ μᾶλλον εἰς παράστασιν τοῦ μετὰ τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου τῇ ἀνθρωπίνῃ φύσει τῇ διαλλήλῳ τῶν ἡνωμένων οἰκειώσει. Νεστόριος αἰσχύνοιτο, καὶ πᾶς ἄλλος ὁ τῶν ὁμοίων χόρος.
[*](ο ἡ σύνταξις τοῦ λόγου τὸν τοιοῦτ’. B. p His carent Edd.)