Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ θηρίου τοῦ ἔχοντος κέρατα δέκα καὶ κεφαλὰς ἑπτά. ὧν μίαν ὡς ἐσφαγμένην ἔφη.

Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλάσσης, καὶ εἶδον ἐκ τῆς θαλάσσης θηρίον ἀναβαῖνον ἔχον κέρατα δέκα καὶ κεφαλὰς ἑπτὰ, καὶ ἐπὶ τῶν κεράτων αὐτοῦ δέκα διαδήματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὀνόματα βλασφημίας. καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει. καὶ οἱ πόδες αὐτοῦ ὡς ἄρκτου, καὶ τὸ στόμα αὐτοῦ ὡς στόμα λέοντος, καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ, καὶ ἐξουσίαν μεγάλην.

Ἐπὶ τῆς ἄμμου στάσις τὸ ἀπαγὲς βούλεται σημαίνειν τῶν δεικνυμένων ὡς συμβολικῶς. ἀλλ’ οὐκ ἐπ’ αὐτῶν ἀναποκαθημένων τῶν ἐρωμένων. Ἐν μὲν τῇ πρὸ ταύτης θεωρίᾳ, δράκων πυρρὸς ἐν τῷ οὐρανῷ ὁρᾶται, νῦν δὲ ἐκ τῆς θαλάσσης ἀναβαίνων e. ὁ μὲν οὖν ἀπ’ οὐρανοῦ δράκων, τὸν κατ’ ἀρχὰς τῆς οὐρανίου δόξης ἐκπεπτωκότα σημαίνει. ὁ νῦν δὲ πάλιν, τὸν αὐτὸν ἐκ τῆς θαλάσσης ἀναβαίνοντα f, θάλασσαν τὸν ἄστατον τοῦτον καὶ ἀειτάραχον g παριστῶν βίον, ἀφ’ ἧς h καὶ ἀναβαίνει τὸ θηρίον, τὰς τῶν ἀνθρώπων i πλημελεῖς καὶ ἀστηρίκτους ἐπὶ τοῖς ἀγαθοῖς πράξεις λαβὼν εἰς ἐμφάνειαν. ὃ οὐκ ἄλλο, ἣ ὁ Ἀντίχριστος ἐπὶ τῷ πρώτῳ καὶ [*](f ἀναβαίνειν B. g Male ἀτάραχον Edd. h ἀφ’ ἧς om. B. i Edd. ἄλλους.)

370
δευτέρῳ j Σατανᾶ, τρίτος αὐτὸς προιών. τὸ δεύτερον δὲ καὶ μέσον ὃ καὶ νῦν πρόκειται εἷς θεωρίαν, δύναμίς τις τυγχάνει, τῷ ἀποστάτῃ Σατανᾷ συνεκπεπτωκυία, ἐκείνου μὲν ἧττον, τῶν δὲ λοιπῶν εἰς k κακίαν προύχουσα. ὅς ἐστιν ὁ Ἀντίχριστος, ὁ κατ’ ἐνέργειαν τοῦ Σατανᾶ καὶ τῶν συγκαταβεβλημένων αὐτῷ l δαιμονικῶν δυνάμεων προεχόμενος, εἴ τι Μεθοδίῳ καὶ Ἱππολύτῳ καὶ τοῖς ἁγίοις πείθεσθαι πατράσιν ὁ γὰρ Σατανᾶς, εἰ καὶ λέγεται παρὰ τῇ γραφῇ τὴν θάλασσαν οἰκεῖν καὶ τὸν τάρταρον, ἀλλὰ τροπικῶς αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι πρὸς Θεὸν ἐπὶ τοῦ Ἰὼβ φάσκοντος βίβλῳ· “ ἐμπεριπατήσας τὴν γῆν καὶ τὴν ὑπούρανον πάρειμι· ἀφ’ οὗ δῆλον ὡς τῇ περιγείῳ ἐνασχολεῖται κτίσει, ἐπιβούλως τοῖς ἀνθρώποις διαγινόμενος· τοῖς μὲν ὡς τάρταρος κρυερὸς ἐπιβουλεύων καὶ τὴν προσοῦσαν ἀνθρώποις θερμότητα προσαποσβεννύειν πειρώμενος. ἔστι δὲ ὅτε θαλαττίῳ τρόπῳ ἐξιὼν καὶ φόβον ἐμποιῶν παλιρροίαις τῶν κοσμικῶν περιστάσεων, ὑποχειρίους ἔχει λαβὼν ἀλλ’ ἀϊστῶς διητάτω ἐν τῇ θαλάσσῃ. πῶς ἐν τῇ πρὸ ταύτης θεωρίᾳ ἀναγέγραπται πολλὰ κατὰ Κυρίου καὶ κατὰ τῆς αὐτοῦ μηχανήσασθαι μητρός· οὗτος οὖν ὁ νῦν εἰς θεωρίαν κείμενος ὁ Ἀντίχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ ἤδη εἴρηται, ὃν καὶ ὡς * * τος περιέπειν οὐ κατολιγωρεῖ n. τοῦτο γὰρ ὡς πρός τινος πολυωρίας ἠξιωμένοι τὸ ὄνομα ἐνδιαθέτως λαμβάνουσιν, ὡς καὶ Χριστός φησι τοῖς μιαιφόνοις Ἑβραίοις· “ ὑμεῖς ἐκ τοῦ πατρὸς “ τοῦ διαβόλου ἐστέ·’’ πατέρα τοῦ διαβόλου τοῦτον καλῶν τὸν συναποστάτην αὐτοῦ, ὡς ἤδη εἴρηται· οὗ κατ’ ἐνέργειαν ὁ Ἀντίχριστος, ὥσπερ καὶ Ἀβραὰμ πολλῶν ἐθνῶν πατὴρ ἀναγέγραπται τῶν ὅσοι κατὰ ζῆλον ἐκείνου τῆς οἰκείας ἁ * δήσαντες ἐγγενοῦς πλάνης τῆς εὐσεβείας ἀντεποιήθησαν. Ἰστέον δὲ ὡς τῷ τοῦ Εὐαγγελίου ῥητῷ “ ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,’’ οὕτως τινὲς ὑπέστησαν τῇ στιγμῇ· καὶ τῇ ἐνυποκρίτῳ τοῦ ῥητοῦ προφορᾷ τὸ ἄπορον ἀπολυόμενοι· εἰπόντων γὰρ τῶν Ἑβραίων “ ὅτι ἐκ πορνείας οὐ γεγεν- “ νήμεθα, πατέρα ἔχομεν τὸν Θεόν·” πρὸς τοῦτο χλευαστικῶς αὐτοῖς [*](j καὶ δευτ om. B. k τὰ εἰς κακ. B. 1 Hic Edd. add. ἀγγελικῶν μὲν τὸ πρὶν ὑπαρχουσῶν δυνάμεων, ὕστερον δὲ ἐκδιαβεβλημένης προαιρέσεως, πρὸς τὴν τῶν δαιμόνων μετασχηματισθεισῶν ζόφωσιν. Omnia autem quæ seq. ded. e Cod. B. usq. ad ὁ Ἀντίχρ. γεν. τοῖς ἀνθρ. m n κατολιγορεῖ Cod.)
371
χρησάμενος ὁ Χριστὸς, οὕτω φησιν ἐνυποκρίτῳ προφορᾷ “ ὑμεῖς ἐκ “ τοῦ πατρός; τοῦ διαβόλου ἐστέ·’’ τουτέστιν, ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ τοῦ Πατρὸς, ἐξ οὗ πᾶσα πατριὰ ὀνομάζεται; οὐδαμῶς· οὐκ ἐστὲ γὰρ ἐκ τοῦ τῷ ὄντι Πατρὸς, ὡς οὐδὲ τοῦ Ἀβραὰμ ἐστὲ κατὰ γένος οὕτως καὶ τοὺς θεοσεβεῖς τρόπους· τὸ μὲν γὰρ κατὰ γένος κοινὸν καὶ τῶν λοιπῶν ζωῶν, τὸ δὲ κατὰ θεοσέβειαν, μόνων τῶν τῷ ὄντι ἐμφρόνων ἀνδρῶν. καὶ περὶ μὲν τούτων οὕτως. Ἐκ τῆς θαλάσσης δὲ τοῦτο ἀναβαίνειν τὸ θηρίον φησι· ὅτε διὰ τὸ ὑπερβάλλον τοῦ κόσμου ἐκ κακίας πολυτάραχον εὐπαράδεκτος ὁ Ἀντίχριστος γέννηται τοῖς ἀνθρώποις. τὰ κέρατα δὲ τὰ δέκα, τὸ τέλειον τῶν εἰς κακίαν συντελούντων προσεῖναι τῷ Ἀντιχρίστῳ παραδηλοῖ, ἐξ ὧν καὶ δόξα αὐτῷ παρομαρτεῖ, διότι ο τὸ κέρας, τὴν δόξαν ἔθος σημαίνειν. ἀλλὰ καὶ ἐκ τούτων τινὲς p εἰρήκασιν εἰς δέκα τότε βασιλείας διῃρῆσθαι τὴν οἰκουμένην. τὰς δὲ ἑπτὰ κεφαλὰς, τῷ q τὰς βασιλείας ἐν τῷδε τῷ συστοίχῳ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ κόσμῳ ὑπάρξαι, συγκαταλυομένῳ ὡς αἰσθητῷ τῇ κατὰ σάρκα βιώσει, ἀνατέλλοντος δὲ τοῦ ἀφθάρτου τε καὶ διαιωνίζοντος, ἐν ᾧ καὶ ἡ βασιλεία διαιωνίζουσά τε καὶ ἀδιάδοχος.

Καὶ τὸ θηρίον ὃ εἶδον ἦν ὅμοιον παρδάλει.

r Ἢ τὸ ἅμα τῇ ἀρχῇ τῶν βλασφημῶν ἔχεσθαι, ἣ κατὰ τῆς κεφαλῆς ἑαυτοῦ τὸν Θεὸν βλασφημῶν τὸ κακὸν καθ’ ἑαυτοῦ επισωρευειν.

Ὀνόματα βλασφημίας ἐπὶ τὰς κεφαλὰς τοῦ ἀνίοντος θηρίου ἔστιν ὁ Ἀντίχριστος. αἱ βλάσφημοι ὀνομασίαι προσέσονται φησι· τί τοῦτο λέγων; τὸ ἐκ τῆς θαλάσσης ἤγουν τοῦ φιλοταράχου τοῦδε καὶ πολυκύμονος βίου ἐξερχόμενον θήριον. ἄνθρωπος γὰρ ἔσται ὁ Ἀντίχριστος προοιμίοις χρησάμενος τοῖς Ἑλληνίζουσιν ἄρχουσι, καὶ δὴ καὶ τοῖς μετὰ Κωνσταντῖνον τὸν μέγαν, ὧν ἐστιν Ἰουλιανὸς καὶ Οὐάλης, καὶ πάντες οἱ καθ’ ἑξῆς αἱρετίζοντες βασιλεῖς. τότε καὶ αὐτὸς ἐπιστήσεται εἰς δέκα πρὸ μικροῦ τῆς αὐτοῦ ἀφίξεως μερισθείσης τῆς Ῥωμαϊκῆς ἀρχῆς, ἀρκούντως βεβλασφημένης s τῆς τῶν Χριστιανῶν πίστεως. ὡς ἔστι μαθεῖν τοῖς βουλο- [*](ο παρομαρτήσει, ὅτι B. p καὶ τοῦτο τινὲς B. q τὸ B. r Quæ seq. om. Edd. usq. ad ἄρχουσι. s μεταβεβλασφ.)

372
μένοις ἀπὸ τῶν τὰς παλαιὰς ἱστορίας ἀναγραφομένων βιβλίων, καὶ τῶν τὰς ὑπογύους. περὶ τοῦ ἀριθμοῦ δὲ τοῦ δέκα καὶ ἑπτὰ εἴρηται. ὁποῖον δὲ τὸ θηρίον, ὁμοῖόν φησι παρδάλεως, καὶ οἱ πόδες ὡς ἄρκτου, καὶ τὸ στόμα ὡς λέοντος, διὰ μὲν τῆς παρδάλεως τὴν Ρωμαίων σημαίνων ἀρχὴν, ὡς ταχυεργῆ, καθ’ ὧν ἂν τὴν ὁρμὴν σχῇ, καὶ καρτερικὴν μέχρις ἃν πρὸς τέλος τοῦ ἐνάρξασθαι φθάσῃ, ὃ καὶ διὰ τῶν τῆς ἄρκτου ποδῶν δηλοῖ. ἀναφέρονται δὲ καὶ εἰς τὴν Περσῶν βασιλείαν, ἄχρι νῦν οὐκ ἀποκαρτερήσασαν τῆς ὅλης ἀντέχεσθαι· διὰ δὲ τοῦ στόματος ἡ Βαβυλωνίων, ἣν ἄν τις ἀπαραλογίστως τὴν τῶν Σαρρακηνῶν ἐκδέξεται, καθ’ ὅτι καὶ ἐν Βαβυλῶνι νῦν ἐστι τὸ ἀρχεῖον αὐτῶν, ὧν δὴ ὁ r Ἀντίχριστος ὡς Ῥωμαίων βασιλεὺς κρατήσει. εἰς τοῦτο γὰρ καὶ ἀφίξεται ὡς καὶ ταύτην καθαιρήσων, ὅταν τοὺς ὀστρακίνους τῶν ποδῶν δακτύλους θεάσηται· δι’ ὧν εἰς δέκα δηλοῦται ἡ διαίρεσις αὐτῆς ἀσθενεῖς καὶ εὐθρύπτους ἀρχὰς, ἃς καὶ αὐτὸν * θος ὁ ἄνευ ἀνδρὸς ὑποστὰς τὴν ἀνθρωπίνην ὑπόστασιν συνεργείας ἐξόρους τοῦ πατρικοῦ καὶ θείου ὕψους ὁρμημένος γέγονε τὸ καθ’ ἡμᾶς γενόμενος μεθ’ ἡμῶν· καὶ πατάξας καὶ λεπτύνας εἰς ἅπαν ὡς ἀπὸ ἅ * * νος θερινῆς τὰς βασιλείας, καὶ αὐτὸν τὸν Ἀντίχριστον δεσμοῖς παραπέμψας διαιωνίζουσιν, αὐτὸς τὸ ἀθάνατον καὶ ἀκατάλυτον ἀνεδήσατο κράτος.

Καὶ ἔδωκεν αὐτῷ ὁ δράκων τὴν δύναμιν αὐτοῦ.

Δώσει γὰρ τῷ Ἀντιχρίστῳ ὁ Σατανᾶς ὁ νοητὸς δράκων, πᾶσαν ἐξουσίαν ἐν σημείοις καὶ τέρασι καὶ ψευδέσι πρὸς ἐξαπάτην ὅμως τῶν ἀστηρίκτων. τὸν θρόνον δὲ τί νοητέον, εἰ μὴ τὴν ἐξουσίαν τοῦ σκότους τοῦ ἀέρος τούτου, ἣν καὶ αὐτὸς ἔσχε τῆς οὐρανίου δόξης ἐκπεπτωκὼς;

Καὶ εἶδον μίαν ἐκ τῶν κεφαλῶν αὐτοῦ, ὡσεὶ ἐσφαγμένην εἰς θάνατον. καὶ ἡ πληγὴ τοῦ θανάτου αὐτοῦ ἐθεραπεύθη, καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου. καὶ προσεκύνησαν τῷ δράκοντι τῷ δεδωκότι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκύνησαν τῷ θηρίῳ, λέγοντες, [*](r ὧν δὴ βασιλέων κρα σει ὁ Ἀντιγρ. Ῥωμ. βασ. B. usq. ad Sch. fin. om. dd.)

373
τίς ὅμοιος τῷ θηρίῳ; τίς δυνατὸς πολεμῆσαι μετ’ αὐτοῦ; καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν. καὶ ἐδόθη αὐτῷ ἐξουσία πόλεμον ποιῆσαι μῆνας τεσσαρακονταδύο. καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ εἰς βλασφημίαν πρὸς τὸν Θεὸν, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, καὶ τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. καὶ ἐδόθη αὐτῷ ποιῆσαι πόλεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς.

Τοῦτο διαφόρως ἐκληπτέον. Ἢ γὰρ τὸν Ἰσραὴλ θεοσεβὲς ὃν ἔθνος, ὅτι καὶ πατέρων τοιούτων προφάσει λιμοῦ τὴν Αἴγυπτον καταλα * * τα μετὰ τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ, καὶ ἐπὶ τίνα μὲν μόνον ἕως ζῶντες πάρη * ν οἱ πρόγονοι ἐχόμενοι τῆς πατρίου θεοσεβείας· ἐκείνων δὲ θανάτω ἐκλελοιπότων καὶ τῆς θεοσεβείας τοῖς ἀπογόνοις τῆς πατρῴας ἐκλελοιπυίας ταῖς Αἰγυπτίαις ὑπήχθησαν εἰδωλολατρείαις, ὃ ὑπὸ Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῒ τῇ κατ’ αὐτὸν ὀνειδίζονται βίβλῳ· ἀφ’ ἧς εἰδωλομανίας ὑπὸ Μωϋσέως καὶ τῆς Αἰγύπτου ἠλλοτριώθησαν πρὸς θεοσέβειαν αὖθις ἐπαναχθέντες· ταύτην σφαγὴν μιᾶς τῶν κεφαλῶν καλεῖ· κεφαλαὶ γὰρ τὰ ὑπ’ αὐτοῦ τοῦ Σατανᾶ πεπλανημένα ἔθνη· ὧν ἡ ἐπαγωγὴ ἡ πρὸς εὐσέβειαν, σφαγὴ εἰς θάνατον ἐνομίσθη u. καὶ ὅτι οὐ κυρίως σφαγὴ ἀλλ’ ἶσον σφαγῇ v. τὸ ῥητὸν παριστᾷ, οὐκ ἐσφαγμένην, ἀλλ’ ὡς ἐσφαγμένην φάσκον w, καὶ, τῷ “ὡς” ὁμοιωματικῷ μορίῳ χρησάμενον· ταύτῃ γοῦν πάλιν τῇ εἰς θεογνωσίαν ἐπαναστροφῇ, ἡ πρὸς τὴν x ἐξ ἀρχῆς πρὸς ἀσέβειαν ἐπαναδρομὴ, θεραπεία ὠνόμασται πληγῆς. ἥτις πληγὴ καὶ οἱονεὶ ἀπώλεια αὐτῷ ἡ πρὸς Θεὸν ἡμῶν σωτήριος ἐπιστροφή. εἰ δέ τις ἐπηρεάζων τῇ ἀναπτύξει τοῦ ῥητοῦ τὸ πρὸ πολλοῦ αὗτα πεπρᾶχθαι χρόνου y πρὸς συνηγορίαν, μελλόντων δὲ τὴν Ἀποκάλυψιν ἐκφάντορα οὐ τῶν ἤδη γεγεννημένων εἶναι· ἐκεῖνο ἀκουσάτω, ὡς τὰ χρονικὰ διαστήματα τότε τὸ ἀσφαλὲς ἔχει, ὅτε καὶ πρὸς ἐφημέρους ἐμφαίνει τὴν πραγματείαν· ὅτε δὲ περὶ ἀιδίων καὶ οὔποτε ληγόντων τῆς ἐνεργείας, ἀλλὰ τὰ ἤδη γεγεννημένα δι’ ὁμοιότητος [*](t Quæ seq. om. Edd. usq. ad ἐνομίσθη. u ἐληίσθη Edd. v ὡς Edd. w φάσκον om. B. x τὸν Edd. y Cod. χρῶορυ.)

374
τῶν αὖθις τελουμένων ἀναβιωσκόντων, οὐδὲν εἰς ἀθέτησιν ἐχυρὰν ἕξει τῶν προβαλλομένων· ἢ τοίνυν οὕτως τὰ τῆς ἀναπτύξεως τοῦ ῥητοῦ, ἢ καὶ οὕτως. κεφαλὴν ὡς ἐσφαγμένην, εἶτέ τινα τῶν ἀρχόντων αὐτοῦ τεθανατῶσθαι καὶ ὑπ’ αὐτοῦ διὰ γοητείας ἀπατηλῶς ἀνίστασθαι δόξαι· ὥσπερ καὶ Σίμων τοιαῦτα ποιῶν, ὑπὸ Πέτρου ἠλέγχετο τοῦ κορυφαίου τῶν Ἀποστόλων· ἢ τὴν Ῥωμαίων ἀρχὴν ἀπολλυμένην διὰ τῆς εἰς πολλὰ διαιρέσεως σφαγῆς τρόπον νομισθῆναι. αὐτοῦ δὲ τοῦ Ἀντιχρίστου ταύτας καταλελυκότος, τὴν καλαλυσιν θεραπείαν λογισθῆναι z, εἰς εἰκόνα Αὐγούστου Καίσαρος, ὃς καὶ αὐτὸς Λέπιδον καὶ Ἀντώνιον παρελόμενος τῆς ἐξουσίας, εἰς μοναρχίαν δὲ περιστήσαντος, ἡ συντήρησις τῆς μοναρχίας ἀϊδίῳ δόξῃ αὐτὸν κατεφαίδρυνεν.

Καὶ ἐθαύμασεν ὅλη ἡ γῆ ὀπίσω τοῦ θηρίου.

Ἀντὶ τοῦ θάμβους ἐπλήσθη, ὥσπερ προηγουμένου τοῦ θηρίου διὰ τῶν τεράτων, αὐτῶν δὲ ἐξόπισθεν ἐπακολουθούντων τῇ συγκαταθέσει. διὰ τὸ μὴ ἔχειν διακριτικὴν ἕξιν ἀληθείας καὶ ψεύδους· τὸ δὲ ὅλη ἡ γῆ a, ἀντὶ τοῦ πᾶς b ἄνθρωπος εἴρηται c, μετωνυμικῷ τῷ τρόπῳ, ἀπὸ τοῦ περιέχοντος τὸ περιεχόμενον. ὡς καὶ ἐπὶ τοῦ “πᾶσα η γῆ ἠρίστα.”

Καὶ προσεκύνησαν τῷ δράκοντι.

Τὸ ὑπὸ τοῦ Ἀντιχρίστου θαῦμα, εἰς τὸν δι’ αὐτοῦ ἐνεργούμενον διάβολον τὴν ἀναφορὰν ἕξει· δι’ ἐκείνου γὰρ ὁ δράκων προσκυνηθήσεται· διόπερ ὡς τούτου ὄντος τῆς προσκυνήσεως λέγω τοῦ δράκοντος. ἀπὸ τῶν ὑπὸ τοῦ Ἀντιχρίστου τερατουργουμένων εἰς τὸν δι’ αὐτοῦ ἐνεργοῦντα παραπεμπομένης, μετὰ τὴν τοῦ δράκοντος προσκύνησιν ἐπήνεγκεν ἀνεπισημάντως, μὴ ἐπενέγκας τὸ καὶ μετὰ τὴν προσκύνησιν τοῦ δράκοντος προσεκύνησαν καὶ τῷ θηρίῳ· ὡς δὲ κοινῆς προσκυνήσεως οὔσης τοῦ δράκοντος καὶ τοῦ θηρίου. διὰ δὲ τὸ μὴ οὕτως αὐτοπρόσωπον τῷ δράκοντι τὴν προσκύνησιν ἐνεργῆσαι ὡσπερεὶ σαφηνίζων τὸ προσεκυνήθη, ὁ μὴ παρὼν εἰ μὴ ἐνεργείᾳ, προστίθησι τὸ “ καὶ προσηκύνησαν τῷ θηρίῳ,’’ ὡς τῆς τοῦ δράκοντος προσκυνήσεως αἰτίαν λαμβανούσης, εἰ καὶ μὴ αὐτοπροσώπως, ὡς [*](z Ult. hæc om, Edd. a ὅλην τὴν γῆν B. b πᾶς φησιν ἀνθρ. c εἴρηται om. B.)

375
εἴρηται, ἀλλ’ ὡς διαβαινούσης εἰς τὸν αἴτιον τοῦ ὑπουργοῦντος τῆς προσκυνήσεως.

Τίς ὅμοιος τῷ θηρίῳ.

Τίς ὅμοιος πολεμῆσαι τῷ θηρίῳ; λυσσώντων οἱ λόγοι, καὶ διεφθορότων τὸν ἀνθρώπινόν λογισμόν.

Καὶ ἐδόθη αὐτῷ στόμα λαλοῦν μεγάλα καὶ βλασφημίαν.

Διττὸν τὸ “ ἐδόθη d.” ἣ γὰρ τῆς ἀνεκφράστου τοῦ Θεοῦ ἀνοχῆς τοῦτο μόνον ἡμῶν καταλαμβανόντων ὡς γυμνασίας χάριν καὶ δοκιμῆς τῆς πρὸς αὐτὸν ἡμῶν διαθέσεως, ἀνεχομένου τὰ τοιαῦτα. ἣ τὸ, ἐδόθη, ὑπὸ τῶν ἠπατημένων προσκυνησάντων αὐτῷ ἀνθρώπων. τὸ δὲ μεγάλα λαλεῖ,, τὸ ὑπερηφανίας μεστὰ ῥήματα προφέρειν. e οὐδὲν γὰρ τῶν ἐχομένων κακίας ἐνάμιλλον καὶ ὐπερηφανίας· διὸ καὶ Σολομῶν ἐν Παροιμίαις φησι· “ Κύριος ὐπερηφαν * * * ἄλλου ἱκανοῦ ἀντενεχθῆναι ὄντος ἣ μόνου Θεοῦ. τῷ μεγαλείῳ οὖν τοῦ στόματος ἐκ τῆς ἄγαν ὑπερηφανίας συγκροτουμένῳ· καὶ ἡ βλασφημία ἀκόλουθος κατὰ παντὸς ἀφειδῶς χωροῦσα· διὸ καὶ Δαβὶδ περὶ τῶν τοιούτων φησι· “ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ “ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς.” ἀλλὰ καὶ Ἡσαΐας τὸ πρὸς οὐδὲν τῶν κακῶν ἔχειν τὴν παραβολὴν τὴν ὑπερηφανίαν· διὸ καὶ κατὰ Θεοῦ ἀνυποστόλως χωρῆσαι· ὃν οὐκ ἄλλον ἣ τὸν ἀποστάτην εἶναι τοῦτον ὑπὸ Σενναχειρὴμ τοῦ προσώπου συσκιαζόμενον, ἐν οἷς φησι, “ ἀναβήσομαι εἰς τὸν οὐρανὸν, ἐπάνω τῶν ἄστρων τοῦ “ οὐρανοῦ θήσω τὸν θρόνον μου. καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ·” ταῦτα γὰρ θνητῇ φύσει πῶς ἃν ἐξὸν ἐρεῖν τῇ φθορᾷ συμπεπλεγμένῃ καὶ ἐν αὐτῷ τῷ ζῆν τὸ ἀλλοιωτὸν δυστυχούσῃ; οὕτως καὶ διὰ τοῦ προφήτου Ἡσαΐου τῆς μεγαλοφώνου βλασφημίας ὑπὸ προσώπου τοῦ Ἀσσυρίου κωμῳδηθέντος τοῦ Ἀντιχρίστου καὶ τούτῳ τὰ βλάσφημα προσνεμηθέντα· ἀκόλουθον καὶ τοῖς ἑξῆς τοῦ προκειμένου τῇ θεωρίᾳ Θεοῦ συνεπιρρώσει ἐνασχολεῖσθαι οὕτως ἔχουσι.

[*](d λέγειν Edd. e Quæ seq. om. Edd. usq. ad fin.)
376

Βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ.

e Κατὰ θείαν ἀνοχὴν, ὡς ἔφθημεν θέπαραμενο, ΓC ἔτη ἕξει τὴν παρρησίαν· τήν τε πρὸς τὸν Θεὸν βλαφημίαν ἐνστῆσαι καὶ τὴν πρὸς τοὺς οὐρανίους, οὓς καὶ σκηνὴν ὀνομάζει, ἤτοι τοὺς ἁγίους Ἀγγέλους. ἢ τοὺς ἀγγελομιμήτως τὸν ἑαυτῶν διεξαγόντων βίον· καθὸ καὶ τὸ “ ἐσκήνωσα ἐν αὐτοῖς” εἴρηται. σκηνὴ δὲ Θεοῦ καὶ ἡ ἐν σαρκὶ τοῦ Θεοῦ Λόγου ᾔτουν ἐνανθρώπησις καθ’ ὧν ἁπάντων εἰς βλασφημίαν τραπήσεται. ὁ πόλεμος δὲ ὁ πρὸς τοὺς ἁγίους καὶ ἡ νίκη· ἁγίους ἐνταῦθα ἀκουστέον καὶ πάντας τοὺς κεκλημένους, καθὸ καὶ εἴρηται καὶ ἐν τῇ παλαιᾷ, τὸν ὀλοθρεύοντα ἄρξασθαι ἀπὸ τῶν ἁγίων. ἐπεὶ δὲ κατὰ τὴν τοῦ Κυρίου φωνὴν, “πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί·” εἰκὸς ἐκείνους νικηθῆναι, τοὺς μὴ τοῖς ὀλίγοις συντεταγμένους· ὧν ἡ κλῆσις οὐ διὰ βάθους ἦλθεν καρδίας, ἀλλ’ ἀκροθιγῶς καὶ ὅσον Χριστιανοῖς ἐναριθμη- θῆναι.

Καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος, καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου. εἴ τις ἔχει οὖς, ἀκουσάτω. εἴ τις αἰχμαλωσίαν συνάγει, εἰς αἰχμαλωσίαν ὑπάγει. εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. ὧδε ἐστιν ἡ ὑπομονὴ καὶ ἡ πίστις τῶν ἁγίων.

Ἐν τοῖς φθάσασιν εἴρηται, ὡς ὁ τῆς ἐπιδημίας τοῦ Ἀντιχρίστου καιρὸς καὶ τῆς ἀπατηλῆς αὐτοῦ ἐξουσίας, εἰς τρία ἥμισυ ἔτη συντελεῖται. τοῦτο γὰρ οἱ τεσσαρακονταδύο μῆνες, χρονικὸν διάστημα συνάγουσιν.

Καὶ ἐδόθη αὐτῷ ἐξουσία κατὰ πᾶσαν φυλήν.

f Τὸ ἀναπολόγητον αὐτῷ περιποιῶν· κατὰ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος ἐνεξουσιάσαι ἐφεῖται· τοῦ μὴ προ- [*](e Hoc Sch. carent Edd. f Edd. deest hoc Sch.)

377
φασείσασθαι ὡσεὶ τούτους ἐπείρασα, ἐνίκησα ἄν. ὃ καὶ ἐπὶ τοῦ Ἰὼβ ἀπαυθαδιασάμενος διὰ τοῦ “ περιέφραξας αὐτοῦ τὰ ἐντὸς καὶ “ τὰ ἐκτὸς, ” ἔλαβεν τὰ τοῦ δικαίου κατ’ ὁλοκληρίαν ἄγειν καὶ φέρειν ὡς ἃν αὐτὸ θυμῆρες· ἡμάρτανε δὲ τοῦ σκοποῦ. φυλὴ δὲ καὶ λαὸς καὶ γλῶσσα καὶ ἔθνος, τούτῳ διαφέρουσι. φυλὴ μὲν γὰρ ἡ φατρία ᾔτουν συγγένεια κατὰ ἐξιδίωσιν τοῦ σύγκλυδος ὄχλου ἀντιδιαιρουμένη, ὃν λαὸν καλεῖ· γλῶσσα δὲ καὶ ἔθνος τούτῳ διαστέλλονται τὸ μὴ τῇ προφορῷ τῆς λεκτικῆς χρείας χαρακτηρίζεσθαι τὸ ἔθνος· οὐ γάρ τι κωλύει ἑνὰ ἄνδρα διαφόρων ἐθνῶν χρῆσθαι τῇ λεκτικῇ φωνῇ. διάτοι τοῦτο ἐξακριβῶν τὸ ὑπὸ τὴν ἐξουσίαν πλῆθος δοθὲν παντὸς τοῦ διαφορὰν εἰωθότος ποιεῖν συλληπτικῶς διέξεισι, τοῦ μήτι ὑποπτευθῆναι ἀνθρώπου γένους τῆς ἐξουσίας ὑποσταλέν.

Καὶ προσκυνήσουσιν αὐτὸν πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς.

Περιληπτικὴν ἔννοιαν ἐπισυρομένου τοῦ πᾶς, μορίου, ἵνα e μὴ κἀνταῦθα τοῦτο παραληφθὲν εἰς παντὸς ἀνθρωπίνου γένους σχὲ ἱν τὸν Ἀντίχριστον ἐννοηθῇ τὴν προσκύνησιν. ἵνα οὑν μὴ τοῦτο συμβῇ γνώρισμα παρέσχε τῶν προσκυνούντων τούτῳ, ἐκείνους λέγων προσκυνῆσαι, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, οὓς καὶ Ἠσαΐας πεσεῖσθαι μελῳδεῖ, οὐ πεσούμεθα φάσκων, ἀλλὰ “πεσοῦνται οἱ “ ἐνοικοῦντες ἐπὶ τῆς γῆς,” τουτέστιν, οἱ μηδὲν τῶν οὐρανίων καὶ τῆς ἐκεῖ δόξης πεφροντικότες, ἀλλὰ τῇ γηίνῃ ἑστίᾳ καὶ τῇ κατ’ αὐτὴν χοιρώδει βιώσει προσαρμοζόμενοι. διὸ καὶ τῆς f τοῦ βιβλίου τῆς ζωῆς διημαρτήκασιν ἐγγραφῆς.

Τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κόσμου.

Ἐν ὑπερβατῷ ἀκουστέον τὸ, “ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐν “ τῇ βίβλῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου.” ἐπεὶ ὧν γέγραπται, ἀπὸ καταβολῆς κόσμου γέγραπται. οὕτω γὰρ δεῖ νοεῖν, οὐχ ὡς ἡ γραφὴ ἔχει, ὅτι μηδὲ ἀπὸ καταβολῆς κόσμου ἡ τοῦ ἀρνίου σφαγή. τίνων δὲ τὰ ὀνόματα μὴ προσκυνησάντων τῷ δράκοντι, διὸ καὶ ἐν τῇ βίβλῳ τοῦ ἀρνίου ἐγράφησαν; ἐκ τῶν ἐθνῶν g φέρε [*](e ἐπεὶ B. f τοῖς Edd. g οἱ τοιοῦτοι Edd.)

378
εἰπεῖν, ὡς ὁ Ἰὼβ καὶ οἱ τέσσαρες αὐτοῦ φίλοι, καὶ ἐκ τοῦ Ἰσραὴλ, οἱ ἅγιοι προφῆται καὶ πάντες h οἱ δι’ εὐσέβειαν μαρτυρούμενοι ἐν τῆ παλαιᾷ. τούτου τοῦ βιβλίου καὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν καὶ Λουκᾶς φησὶν ἐν τῷ Εὐαγγελίῳ μνημονεῦσαι, ἡνίκα λέγει, “χαίρετε ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.”

Εἴ τις ἔχει οὖς, ἀκουσάτω.

“ Εἴ τις,” φησὶν, “ἔχει οὖς,” τῷ ἡγεμόνι νῷ παραπέμπων τὴν διὰ τῶν ῥημάτων ἐκφερομένην i ἔννοιαν, ἀκουσάτω τῶν εἰρημένων, καὶ γνώτω, ὅτι ὁ περὶ τὸ αἰχμαλωτίζειν ἑτέρους πρόχειρος, δέξεται τὰ ἐπίχειρα τῶν πεπραγμένων αὐτῷ. τοῦτο γὰρ βούλεται παριστᾷν τὸ ὑπάγει, οἱονεὶ, οὑς τῇ αἰχμαλωσίᾳ ὑπάγει ἀντὶ του ὑποβάλλει k, τοῦ καὶ αὐτὸν αἰχμαλωτισθῆναι ὑπὸ τοῦ θηρίου, μηδεμιᾶς ἀναλήψεως τυγχάνων ὑπὸ τοῦ Θεοῦ τοῦ μὴ ἀπαχθῆναι. εἴτις φονικὸς τὸν τρόπον, ἀποκτανθήσεται καὶ αὐτὸς τὸν νοητὸν καὶ ψυχικὸν θάνατον ὑπὸ τοῦ Σατανᾶ διὰ τῆς εἰς αὐτὸν προσκυνήσεως. ᾧτ’ γὰρ δι’ ἔργων ἡττήθησαν ἀπαγωγαῖς καὶ φόνοις ἐνασχολούμενοι τοῖς πρὸς ἡδονῆς τοῦ ἀντικειμένου, τούτῳ καὶ δουλωθέντες, τὰ τῆς δουλείας ἀποίσονται δυσχερῆ. ᾧδε ἐνορᾶται ἡ ὑπομονὴ τοῦ μὴ διὰ τὰς θλίψεις τὰς ὑπὸ τοῦ Σατανᾶ ἐγγινομένας τοῖς εὐσεβέσι l m ἐνδοῦναι· τούτῳ τὸ ἀπὸ τῆς πίστεως ἐπιβραβευθήσεται τῶν ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα· εἴτι Παύλῳ πιστέον Ἑβραίοις οὕτως διεξίοντι. ταῦτα πλατύτερον παρετέθη πρὸς σαφήνειαν τοῦ συντετμημένου λόγου.

n Ἐν γὰρ τῇ ὑπομονῇ ἡ τῶν ψυχῶν περιγίνεται κτῆσις, ᾔτουν σωτηρία, ὡς ἔστιν αὐτοῦ Κυρίου ἀκοῦσαι “ ἐν τῇ ὑπομονῇ ὑμῶν, φάσκοντος, “ κτήσασθε τὰς ψυχὰς ὑμῶν.”

[*](h πάντες om. B. i ἐκφαινομένην B. k οἱονεὶ εἰς ἀνέκτισιν ἑαυτῷ τὸν μόχθον καταβάλλει Edd. 1 εὐσεβοῦσιν B. m Sic Edd. καρτερικώτατα διαβεβηκότων, καὶ διὰ τῆς πίστεως δεδοκιμασμένων ἁγίων, ὅτι καὶ αὐτοὶ πίστει κατώρθωσαν τὰ ἐπαινετὰ πάντα, εἴγε Παύλῳ πειστέον Ἑβραίοις οὕτω διεξιόντι ταῦτα πλατύτερον. n Hoc Sch. carent Edd.)
379