Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τῆς ἑβδόμης σάλπιγγος, καὶ τῶν ὑμνούντων τῷ Θεῷ ἁγίων ἐπὶ τῆ μελλούσῃ κρίσει.

Καὶ ὁ ἕβδομος Ἄγγελος ἐσάλπισε, καὶ ἐγένοντο φωναὶ μέγ’ ἄλαι ἐν τῷ οὐρανῷ, λέγουσαι, ἐγένετο ἡ βασιλεία τοῦ κόσμου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἱ ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, οἳ κάθηνται ἐπὶ τοὺς θρόνους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν, καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι Κύριε ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὣν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγάλην, καὶ ἐβασίλευσας. καὶ τὰ ἔθνη ὠργίσθησαν, ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν νεκρῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις, καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγάλοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν.

Τὰ τῆς τρίτης οὐαὶ, ἡ τοῦ ἑβδόμου Ἀγγέλου σάλπισις παριστᾷ, φωνὰς μεγάλας ἐν οὐρανῷ ἐξηχουμένας, δήλωσιν ἐμποιούσας. τοῦτο γὰρ βούλεται τὸ λέγειν, ὡς καὶ προείπομεν. τί οὖν q τὸ δηλούμενον, “ ἐγένετο ἡ βασιλεία;” ἀεὶ μὲν ὁ Θεὸς οὔτε ἀρξάμενος, οὔτε παυσάμενος βασιλεύειν ὁρατῶν τε καὶ ἀοράτων, καὶ νοουμένων τε πάντων r καὶ ἀνεννοήτων, (ὅτι μηδὲ πάντων ἡ ἀνθρωπίνη περιδράττεται νόησις,) ἀλλὰ καὶ ἀνάρχως καὶ ἀτελευτήτως ἐστὶ πάντων Κύριος ὁ δεσπότης. ἐπειδὴ δὲ ἡ κοσμικὴ ἀρχὴ καὶ βασιλεία ἔσθ’ ὅτε τὸ ἀνυπότακτον ἐπεδείξατο αὐτῷ οἰκείαις ματαιότησι κορυφουμένη, ἧκε δὲ ἀπὸ τούτου s ὀνειρώττουσα δόξα τῷ θνητῷ τούτῳ κόσμῳ πρὸς φθορὰν καταντῶσα· λυθέντων t καὶ παυσαμένων τῶν ἐπὶ γῆς βασιλευόντων καὶ τυραννούντων οὐκ ἀληθῶς, ἀλλ’ ἐν ἐσόπτρῳ τε καὶ ἰνδάλματι, [*](q δὲ B. r τε παντ. om. B. s τοῦ ὡς ὀνειρ. B. t Edd. κατὰ τῶν σαλευθέντων.)

348
μόνος ὁ τῷ ὄντι Θεὸς καὶ βασιλεὺς κρατεῖν καὶ βασιλεύειν t εἰς τοὺς αἰῶνας ἀδιαδόχῳ u κράτει καὶ ἐξουσίᾳ εἴρηται.

Καὶ οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι.

x Οἱ κδ΄ οὗτοί τινες προτεθεώρηται ἤδη. διὸ κἀνταῦθα καὶ τοὺς ἁγίους Ἀγγέλους καὶ τοὺς ἀγγελικῶς τούτῳ τῷ βίῳ ἐμπολιτευσαμένους εὐχαριστίαν ἀναπέμψαι φησιν τῷ παντοκράτορι, ὃς ἔχει τὸ ὁ ὢν καὶ ὁ ἢν. τὸ ὢν ἐπὶ τῆς Ἀγίας ἁρμόζει Τριαδος, ὡς προείρηται· καὶ τὸ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς εἴρηται τὸ ὁ ὣν, περὶ δὲ τοῦ Υὶοῦ ἰοῦ τὸ ὁ ἢν, ἀλλ’ οὑν καὶ κατὰ τῶν τριῶν ὑποστάσεων εἰρῆσθαι τις ἀναμφιβάλοι, ὃς ἐμφρόνως τὰ θεῖα καὶ θεοπρεπῶς διαιτῶν προτεθύμηται· πλὴν γὰρ τῶν ὑποστατικῶν χαρακτηρισμάτων τἄλλα πάντα ἀνυποστόλως κατὰ τῶν τρίων ἐναρμόττεται προσώπων· ὥστε η εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἀγίαν ἀνατίθεται τριάδα, καὶ κοινῇ καὶ καθέκαστον· εἰλῆφθαι δὲ τὴν δύναμιν τὴν μεγάλην δι’ ἐπιγνώσεως ἀληθοῦς ἐν τῇ παραδρομῇ τῶν σκιῶν, ἣν ὡς Θεὸς ἐξ ἀρχῆς βασιλείαν ἐκέκτητο, ἔδωκεν ἀνθρώποις· δι’ ὃ καὶ εἴρηται, “ δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ τύρραννοι “ γῆς.” ταύτην ὡς ἄνθρωπος μάλιστα ὁ δι’ ἡμᾶς γενόμενος λαβεῖν κατηξίωσεν. οὗ γενομένου καὶ τῆς ἐπιγείου βασιλείας ἀπολωμένης, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, καθαιρεθείσης τῆς αὐτῶν δυναστείας· ἔθνη λέγων τὰ τῶν δαιμόνων συστήματα καὶ τῶν ἀπίστων ἀνθρώπων τὰ τάγματα, ὡς ἂν καὶ τῶν δαιμόνων ἀποστερουμένων τῆς ἑαυτῶν λατρείας καὶ δὴ καὶ ἐθνῶν, ἅτε τῇ προσφάτῳ καὶ ξένῃ διδαχὴ. μακροθυμήσας, ἐπὶ τέλει τὴν δίκην ἐπήνεγκεν, ἀξίαν καὶ τῆς θείας ἀνεξικακίας καὶ τῆς ἐκείνων σκληρότητος καὶ ἀγνωμοσύνης.

Ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν.

Ἐπειδὴ ἡ πτῶσις καὶ τὴν ἁπλῶς κάθεξιν σημαίνει, ἵνα μὴ τοῦτο ὑποληφθείη, ἐπήγαγεν “ ἐπὶ τὰ πρόσωπα αὐτῶν,” ὅπερ τῇ δεσποτικῇ ἐποφείλεται παρὰ τῶν ὑποδεεστέρων τιμῇ.

Καὶ ἦλθεν ἡ ὀργή σου.

Πόλλα, φησι, μακροθυμήσας ἔτι τοῖς πάλαι, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου, νῦν κατὰ καιρὸν ἦλθες. καιρὸν [*](t κρατεῖ καὶ βασιλεύει B. u ἀδιαδόχως B. x Hoc Sch. carent Edd.)

349
δὲ τῶν νεκρῶν, τὸν y τῆς παγκοσμίου φησὶν ἀναστάσεως, ἐν ᾧτ’ ἑκάστῳ καταλλήλως δοθήσεται τὰ ἐπίχειρα. διὰ δὲ τῶν προφητῶν, καὶ τῶν ἁγίων, καὶ τῶν φοβουμένων τὸν Θεὸν, τὰ τρία τάγματα τῶν ρ΄ καὶ ξ΄, καὶ λ΄ καρποφορούντων φησὶ, τῆς πρώτης λήξεως τῶν Ἀποστόλων ἀξιουμένων, καὶ τῆς ἐπὶ δώδεκα θρόνων ἱδρύσεως. ὡσαύτως καὶ τοὺς προφήτας z μάλιστα τοὺς ὑπολυσσώσαις a κατ’ αὐτῶν βασιλέων τιμωρίαις ὑποβληθέντας b. μικροὺς δὲ καὶ μεγάλους. μικροὺς, τοὺς ἧττον ἁγίους, μεγάλους, τοὺς μᾶλλον ὑπερέχοντας ἁγιότητι. ἐπεὶ δὲ διττὸς ὁ φόβος, ὁ μὲν προκαταρκτικὸς, ὁ δὲ τελειωτικὸς, καὶ τοῦ μὲν προκαταρκτικοῦ, τοῖς οὔπω τὴν ἀθῴωσιν εἰληφόσι συνόντος, τοῦ τελειωτικοῦ δὲ, τοῖς ἤδη ὑπὸ Θεοῦ ἀνειλημμένοις, οἷς καὶ διὰ φόβου ἀεὶ τὸ μή τι αὐτοῖς ἐνδεῖ, ὃν c εἰκὸς ὑπεῖναι τοῖς σφόδρα ἀγαπῶσιν, οὐκ ἀποβλητέον d οἶμαι τὸ ἀπὸ τῶν ἁγίων ὑποσταλῆναι τοὺς φοβουμένους, ὡς τῶν μὲν μικρῶν τῷ ὄντι φόβῳ ἐνεχομένων, τῶν δὲ μεγάλων οἳ ἔχουσι τὸ θαῤῥεῖν, ὥσπερ εἴρηται, καὶ τῷ θάρρει φόβον παρομαρτεῖν. ἑκατέροις τοίνυν ὁ φόβος διὰ τὴν ἀντίδοσιν τὴν πρὸς ἀξίαν τῶν βεβιωμένων καὶ τὴν ἀντιμισθίαν, τοῖς μὲν μεγάλοις, αὐτὸ τοῦτο τὸ μὴ πεποιθέναι ἑαυτοῖς προσεῖναι τὸ ἀνελλιπὲς, τοῖς μικροῖς δὲ ἀνενδοιάστως ἐλπιζομένοις e σώζεσθαι, καὶ ὅτε τοὺς τοῦ Θεοῦ δούλους ὑπέβαλλον ἀπηνέσι κακοῖς, καὶ οἶς ἄλλοις ἀτόποις αὐτῶν ἔργοις ἐμίαναν τὴν γῆν καὶ διέφθειραν f.