Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ ᾿Ενὼχ καὶ ᾿Ηλία διελέγχειν μελλόντων τὸν ᾿Αντίχριστον.
Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι μένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶτες. καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. οὗτοι ἔχουσι τὸν οὐρανὸν ἐξουσίαν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν. καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων, στρέφειν αὐτὰ εἰς
᾿Επειδὴ πάντα ἐν τῇ ὀπτασίᾳ διεπλάσθη τῷ Εὐαγγελιστῇ, τὰ κατὰ τὴν ἔνσαρκον τοῦ Κυρίου οἰκονομίαν, ἡ γέννησις, οἱ πειρασμοὶ, αἱ διδασκαλίαι, αἱ κατ’ αὐτοῦ παροινίαι, ὁ σταυρὸς, ἐπὶ τούτοις καὶ ἡ ἀνάστασις, ἡ δευτέρα τε παρουσία· καὶ πρὸς τούτοις, ἡ τῶν ἁγίων τε καὶ ἁμαρτωλῶν ἀντίδοσις· μόνα δὲ παρελείφθη τὰ τῆς δευτέρας παρουσίας. ἐξ ὑποστροφῆς νῦν τὰ περὶ τούτων διδάσκεται. καὶ ὅτι μὲν ᾿Ηλίας ἥξει ὁ προφήτης δῆλον h, προαγορευσάσης τῆς γραφῆς διὰ Μαλαχίου χρησμῳδοῦντος, “ ἰδοὺ “ ἐγὼ ἀποστέλλω ὑμῖν ᾿Ηλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν “ ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ· ὃς “ καρδίαν πατρὸς πρὸς υἱὸν, καὶ καρδίαν ἀνθρώπου πρὸς “ πλησίον αὐτοῦ.” i ἀλλὰ καὶ ὁ Χριστὸς περὶ βαπτιστοῦ, ὡς ὁ Ματθαῖός φησι τοῦτο τὸ λόγιον * * φάσκων· “ καὶ εἰ θέλετε δέξασθαι, οὗτος ἐστὶν ᾿Ηλίας ὁ μέλλων ἔρχεσθαι, τὴν κατάδοσιν προφητεῦσαι. ἀλλ’ ἐπειδὴ πολλὴν εἶχεν ὁμοιότητα καὶ ἡ πρώτη τοῦ Κυρίου παρουσία πρὸς τὴν ἐσχάτην, τὰ πρὸς ἐπιστροφὴν τῶν πλανωμένων διοικουμένη ὑπὸ ὁμοίῳ τὴν δίαιταν ἀνδρὶ τῷ Θεσβίτῃ· διὰ τοῦτο, ὡς μὴ τῆς κυρίας ἐφεστώσης, ὁμοίας δὲ, ἐπ’ ἐκείνοις τὴν καταδοχὴν τίθησιν. εὐγνωμονοῦσιν γὰρ οὐδὲν τὸ διάφορον τῆς χρείας τῆς παρουσίας, εἰ μὴ χρόνου. τῆς γὰρ ἐπιστροφῆς ταύτης οὐδὲν πρὸς ἐκεῖνο τὸ διαλλάττον· περὶ μὲν οὖν ᾿Ηλία ταῦτα. περὶ δὲ τοῦ ᾿Ηνὼχ, μαρτυρίαν μὲν ὅσον πρὸς τὴν παρουσίαν ἀπὸ τῆς γραφῆς οὐκ ἔχομεν, πλὴν τοῦ διὰ μεταθέσεως ἀπαθανατισθῆναι. λόγος δὲ φέρεται ἐκ παραδόσεως φοιτῶν τῇ ᾿Ηκκλησίᾳ ἀπαρατρέπτως j, καὶ αὐτὸν ἥξειν μετὰ Ηλιοῦ τοῦ Θεσβίτου, (φασὶ γὰρ αὐτοὺς κατὰ τὸν καιρὸν τοῦ ᾿Αντιχριστοῦ ἥξειν καὶ προδιαμαρτύρασθαι τοῖς οὖσι τότε, μὴ τοῖς ἀπατηλοῖς τοῦ ᾿Αντιχρίστου παράγεσθαι σημείοις,) καὶ τῇ διαμαρτυρίᾳ ταύτῃ τριβῆναι χρόνον τριετίας καὶ ἡμίσεως. τοῦτο γὰρ αἱ χίλιαι διακόσιαι ἑξήκοντα ἡμέραι χρονικὸν ἀποτελοῦσι [*](h δῆλον om. B. i Quae seq. om. Edd. usque ad ᾿Ηλία ταῦτα. j λόγος δὲ ἐκ παραδόσεως τῇ ἐκκλ. φ. ἀπαράτρεπτος Β.)
P Περὶ τῶν δύο ἐλαίων καὶ λυχνιῶν Ζαχαρίας ὁ προφήτης εἶδεν λυχνίαν ἑστῶσαν, ἑπτὰ λύχνους ὑπερείδουσαν καὶ δύο κλάδους ἐλαίων· ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν· οὕτω πῶς λέγει, ὅτι δύο κλάδοι τῶν ἐλαίων οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν, μυξωτῆρας λέγων τὸ πρὸς τὸ χεῖλος τοῦ λύχνου μέρος κατ’ ἐξοχὴν κοιλαινόμενον πρὸς ὑποδοχὴν τῆς θρυαλλίδος. καὶ πρὸς ταύτην τὴν πεῦσιν ἤκουσε παρὰ τοῦ χρηματίζοντος Ἀγγέλου· τοὺς υἱοὺς εἶναι τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. τούτους ἀπαραλογίστως κἀνταῦθα ὁ τὴν ᾿Αποκάλυψιν διασκευάζων τῷ ᾿Αποστόλῳ ὑποφαίνει, ὅτι μὴ ἀλλαχόθεν ἐστὶν εὑρεῖν τὴν τῶν ἐλαιῶν χρῆσιν, ἢ ἀπὸ τοῦ εἰρημένου Ζαχαρίου τῆς προφητείας. καὶ ὅτι ἀπὸ τούτου ἡ λῆψις τοῦ προφήτου τὸ μετὰ τῶν ἄρθρων κεῖσθαι τὸ, ὅτι “ οὗτοι εἰσὶν αἱ δύο ἐλαίαι καὶ αἱ δύο βεβαιοῖ· τὰ ἄρθρα γὰρ ἀεὶ πρὸς προεγνωσμένον τι ἀναφέρουσι, πλὴν ὅτι τοὺς ἐκεῖ δύο μυξωτῆρας, ἐνταῦθα δύο λυχνίας ἐκάλεσε. καὶ ὡς ἐκεῖ μὲν ἀπὸ μέρους τὸ ὅλον δηλῶν προφητικῇ συντομίᾳ καὶ κρυφιότητι· ἐνταῦθα δὲ τῇ κατὰ Χριστὸν ἐπιδημίᾳ ἐκφαντορικῶς κεχρημένη τοῖς κατὰ νόμον τε καὶ προφήταις αἰνίγμασι, τοὺς μυξωτῆρας εἰς λυχνίας μετέλαβεν. ἥτις λυχνία καὶ τῶν λύχνων ὄχημα, ἐν οἷς καὶ τὸ τῆς θείας φιλανθρωπίας σύμβολον ἔλαιον τεθησαύρισται, καὶ τὸ ἐλλύχνιον τοῦ φωτὸς χορηγὸν, τοῦ νόμου μηδὲν φιλανθρωπίας ἐπιφαίνοντος, εἰ μὴ ὅσον ὑπολυχνιαία [*](k παριστᾷν B. l Φρυκτορεῖ B. πελάζοντας Edd. n τῷ ἀγχοτάτω Edd. o γενέσθαι B, p Hoc Scli. car. Edd.)
Πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν.
q Τοῦτο τῶν λίαν πιστοτάτων. εἰ γὰρ ὁ εἷς αὐτῶν ᾿Ηλίας τοιαύτην ἔσχεν ἐξουσίαν καὶ πρώην, πῶς ἄπιστον πληροῦντα τὴν Χριστοῦ διακονίαν καὶ προτρέχοντα τῆς παρουσίας αὐτοῦ, μὴ οὕτως ἐν σημείοις καὶ τέρασι προβῆναι; ἐπειδὴ γὰρ ἡ παρουσία τοῦ ᾿Αντιχριστοῦ, ὡς καὶ Παῦλος φησὶ, κατ’ ἐνέργειαν γίνεται τοῦ Σατανᾶ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους· ὁλικὸν γὰρ τοῦτο εἰς συγκατάθεσιν καὶ πίστιν τὸ τερατουργεῖν. φημὶ δὲ παρὰ τοῦτο καὶ οἱ δύο οὗτοι προφῆται οἱ περὶ αὐτοῦ λέγοντες, σημείοις χρήσονται καὶ αὐτοὶ δυνατοῖς, διὰ τοῦ ἀληθινοῦ ἑαυτῶν τὰ κατὰ πλάνην καὶ ἀπάτην ἐλέγχοντες, καὶ τοὺς ὁρῶντας εἰς πίστιν καὶ συγκατάθεσιν ἕλκοντες. βαβαὶ δὲ τῆς θείας ἀγαθότητος ἀντίρροπον τῇ πλάνῃ τὴν ἀλήθειαν ἀντιταξάσης ! ἐν δυνάμει γὰρ ἀληθινῶν σημείων καὶ τεράτων τοὺς ἁγίους τούτους καθοπλίσασα, τοὺς ἐναντίους αὐτοῖς καταισχυνεῖ· μετὰ τῶν τεράτων τῶν ἀληθῶν καὶ λόγοις διδασκαλικοῖς ἐπιστρέφοντας, καὶ πρὸς τούτοις καὶ μάστιξιν, ἀνομβρίας λέγω καὶ πυρὸς, καὶ ταῖς τῶν στοιχείων μεταπτώσεσιν ἐπὶ τὸ βλαπτικὸν προκωρούσαις τοῖς ἀνεπιστρόφως διακειμένοις r, ἀντίρροπον κομιζομένων τῆς κατὰ ἁγίων λύσσης καὶ μιαιφόνου ὁρμῆς τὴν παιδείαν· καὶ οὕτω μὲν οἱ ἀσύνετοι καὶ ἀπειθεῖς. οἱ δὲ βελτίους καὶ πρὸς ἐπιστροφὴν ἀπιδόντες κατὰ τὸ, “ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα, καὶ τὸ, “ “ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται “ ἐν κημῷ καὶ χαλινῷ τοὺς μὴ ἐγγίζοντας πρὸς αὐτὸν ἄγχοντα,” ἐκέρδαναν, εἰ καὶ βιαίως, ἀλλ’ οὖν τὸ σωτήριον αὐτοῖς ἐπιβραβευθὲν παρὰ τοῦ μὴ ἁμαρτωλοῦ τὸν θάνατον θέλοντος, ἀλλὰ πολυτρόπως τὴν δι’ ἐπιστροφῆς τὴν μετάνοιαν αὐτοῦ διοικουμένου.
[*](q Quae seq. solus habet B. usque ad οἱ π. αὐτ’. λέγοντες. r τῶν ἀνεπ. διακειμένων B.)Καὶ πατάξαι τὴν γῆν.
᾿Αντιρρόπως κατὰ θείαν χρηστότητα τῇ πληγῇ ἐπιφέρεται καὶ ἡ ἴασις. ἐπειδὴ γὰρ ἐν πᾶσι σημείοις καὶ τέρασι ψεύδους, πάντων φαρμάκων καὶ ἐπαοιδῶν ἔσται περιφανέστερος ὁ ψευδόχριστος κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, ὁ ἀγαθὸς Θεὸς τοὺς ἁγίους τούτους καθοπλίσει ἐν δυνάμει σημείων ἀληθινῶν, τῇ παραθέσει τούτων τὸ ψεῦδος ἀπελέγξοντας. καὶ τοὺς πεπλανημένους παντοίοις εἴδεσιν ἐπιστροφῆς ἐπανάξοντας, τὸν δὲ πλάνον παραδειγματίσοντας, καὶ μηδὲν πεισομένους ὑπ’ ἐκείνου λυπηρὸν μηδ᾿ ὑφ’ ἑτέρου, ἄχρι περάτων τῆς ἑαυτῶν προφητείας.
Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου, ποιήσει μετ’ αὐτῶν πόλεμον, καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτούς· καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, γυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς ἥμισυ. καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα· καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαρήσονται ἐπ’ αὐτοῖς, καὶ εὐφρανθήσονται, καὶ δῶρα δώσουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἔπι τῆς γῆς.
Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν.
Ποῖαν; ὅτι οὗτος ὁ παρὼν οὐκ ἔστιν ὁ Χριστός. ἀπατεὼν δὲ καὶ ὀλέθριος πλάνος. ἥξει δὲ, ὅσον οὔπω, ὁ τοῦ Θεοῦ Υἱὸς, ᾧ καὶ πιστευτέον ὡς Σωτῆρι, καὶ ἐπὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγινομένῳ.
Τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου.
Θηρίον τὸν ᾿Αντίχριστον λέγει, διὰ τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ αἱμοβόρον. ἄβυσσον δὲ τὸν τῶν ἀνθρώπων βίον, τὸν πικρὸν
u Καὶ νικήσει αὐτοὺς, καὶ ἀποκτενεῖ αὐτοὺς.
Μετὰ τὸ διαμαρτύρασθαι, φησὶ τῆς ἀπάτης τὴν ἀποφυγὴν τὸ θήριον ὁ ᾿Αντίχριστος ἀπὸ τῶν σκοτεινῶν καὶ βυθίων τῆς γῆς χώρων ἐξιὼν, εἰς οὓς κατεδικάσθη ὁ διάβολος, τῇ τοῦ Κυρίου διὰ σαρκὸς ἐπιδημίᾳ, πολεμήσει μετ’ αὐτῶν καὶ νικήσει αὐτοὺς, καὶ ἀνελεῖ κατὰ θείαν συγχώρησιν, καὶ ἀτάφους ἐάσει.
Καὶ τὸ πτῶμα αὐτῶν.
Τῶν πτωμάτων αὐτῶν ἤτοι τῶν σωμάτων, ἃ πτώματα λέγεται διὰ τὸ τῆς ἑαυτῶν ἐν τῆ ζωὴ δόξης καὶ τοῦ ὕψους διὰ τοῦ θανάτου ἐκπεπτωκέναι, ταῦτα ἄταφα ποιήσει κατὰ τῆς πλατείας τῆς παλαιᾶς ῾Ιερουσαλὴμ καὶ κατεστραμμένης. ἐν αὐτῇ γὰρ καὶ βασιλεύσει ὡς Ἰουδαίων βασιλεὺς, εἰς παράστασιν δῆθεν τοῦ προφητικοῦ λογίου, τοῦ “ ὅτι ἀναστήσω τὴν σκήνην Δαβὶδ “ πεπωκυίαν,” καὶ κατὰ μίμησιν τοῦ ἀληθινοῦ Χριστοῦ. ὃς καὶ αὐτὸς ἐκεῖ κατὰ σάρκα γεγέννηται. τούτῳ γὰρ τῷ προφητικῷ ἐκτραχηλιζόμενοι Ἰουδαῖοι εἰς τὴν ἐκείνου παρουσίαν ἀνατιθέασιν.
[*](q ἁλμυρὸν B. r πολεμῆσαν B. s ἀπατήσας ἕξει B. t καὶ Αἶγ’. om. B. u Duo Sch. quae seq. om. Edd.)Ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη.
Κύριος, τῶν δύο μαρτύρων δηλονότι.
Καὶ βλέπουσιν ἐκ τῶν λαῶν.
῾Ορῶντες δὲ οἱ τῷ ᾿Αντιχρίστῳ ἐκ πάσης φυλῆς ἑξηπατημένοι Ἰουδαῖοι τὴν ἀναίρεσιν τῶν δύο μαρτύρων, χαρήσονται, ὡς τοῦ σφῶν βασιλέως νενικηκότος, καὶ δώροις χαριστηρίοις δεξιώσονται ἀλλήλους. καὶ τὰ σώματα αὐτῶν ἄταφα ποιήσουσι μεῖναι, ἀμοιβὴν τοῦτο παρέχοντες τοῖς δύο προφήταις. s βασάνου μὲν αἰσθητῆς οὐδεμιᾶς· οὐ γὰρ αἰσθητὰ αὐτῶν σώματα αἱ πληγαί· ἀλλ’ ἡ ἄρα εἰς τὴν κτίσιν· ἣ καὶ ταῖς ἑαυτῶν ἐπισκώπτοντες ἁμαρτίαις καὶ διελέγχοντες καὶ τὴν ἀπάτην ἑαυτῶν ἀνακαθαίροντες βασανίσωσιν ὄντως.