Commentarius In Apocalypsin

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

Περὶ τοῦ ἕκτου Ἀγγέλου, καὶ τῶν ἐπὶ τῷ Εὐφράτη λυομένων Ἀγγέλων ἐπίλυσις.

Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν. ἰδοὺ ἔρχονται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. καὶ ὁ ἕκτος Ἄγγελος ἐσάλπισε, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ, λέγοντος τῷ ἕκτῳ Ἀγγέλῳ, ὃς εἶχε τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας Ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτη. καὶ ἐλύθησαν οἱ τέσσαρες Ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν, καὶ μῆνα καὶ ἐνιαυτὸν, ἵνα ἀποκτείνωσι τὸ τρίτον τῶν ἀνθρώπων. καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δύο μυριάδες μυριάδων. καὶ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.

Τὸ οὐαὶ ἐπίρρημά ἐστι σχετλιαστικόν. σχέτλη δὲ, τὸ ὀδύνην ἐπιφέρον καλεῖται. ἀπῆλθεν οὖν οὐ τὸ ἐπίρρημα, πῶς γὰρ τὸ κατὰ συμβεβηκὸς καὶ οὐ καθ’ ὑπόστασιν ὑπάρχον, ἀλλ’ ἅμα τῆ γενέσει ἀφανιζόμενον, πρόοδον σχοίη ; ἀλλ’ ἐκείνων παρελθόντων [*](p ἀλλ’ οὖν μελ. νοεῖσθαι om. B. q ἀπαραποδίστως B. r περιπατοῦντος Edd.)

321
τῶν ὀδυνηρῶν δι’ ἃ καὶ τὸ τοιοῦτον προσφώνημα γίνεται, καὶ τὸ οὐαὶ εἰκότως ἐλέχθη ἀπελθεῖν.

Καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων.

Ἐκ τῶν τεσσάρων κεράτων ἡ φωνὴ, τῶν ἐχόντων τὸ θυσιαστήριον· ἃ κέρατα τὰς περιβεβλημένας θείας δυνάμεις ἀκουστέον. ἤτοι τοῦ θυσιαστηρίου ἀπαρτιζομένου, ἐν ᾧ τὰ θύματα πυρὶ τῷ s Θεῷ καθήπτετο, καθεκάστην γωνίαν κερατοειδὴς ἐξοχὴ συνεστήρικται συνέξουσα τὰς σχίζας, αἷς ὁ βωμὸς ἀναπτόμενος τοῖς θύμασι τὸ καλλιερεῖσθαι παρεῖχεν, ἐξ οὗ καὶ τῷ ἄνω θυσιαστηρίῳ κατ’ εἰκόνα, τὸ κάτω καὶ ὑπὸ Μώσεως ἐν τῶ Σινᾶ διετάττετο. διὸ καὶ ὁ χρηματίζων αὐτῷ, “ ὅρα,” φησὶ, “ ποιήσεις πάντα κάτα ’τον τύπον ’τον δειχθέντα σοι ἐν τῳ ὄρει. τὰς ἐξοχὰς δὴ ταύτας, ἃς νοερὰς δυνάμεις εἰρήκαμεν, συνέχειν εἰκὸς τὸ ὑπερσύσιον καὶ ἀνθρωπίνῃ φύσει ἀπρόσιτον μύημα, τοῦ μήτε προχείρως τοῖς μετ’ ἐκεῖνο τὴν φύσιν εἶναι, ληπτὸν, μήτε τὰς λογικὰς θυσίας προσαγομένας αὐτῷ, ὡς ἃν τύχοι διαρρυΐσκεσθαι. τετράγωνον δὲ τὸ σχῆμα τοῦ θυσιαστηρίου, ἰσοσχημάτως τῷ τετραστοίχῳ κόσμῳ τούτῳ, ἀφ’ οὑ καὶ ἐκ παντὸς αὐτοῦ μέρους αἱ λογικαὶ θυσίαι καθαραὶ, κατὰ τὸν προφήτην, προσάγονται.

Λῦσον τοὺς τέσσαρας Ἀγγέλους.

Τούτους, οἱ μὲν θείους παρέθεντο τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ δεδεμένους, οἱονεὶ προσλιπαροῦντας καὶ τῇ περὶ αὐτὸν ἐνασχολουμένους καὶ εὐφραινομένους νοητῇ θεωρίᾳ. εἶναι γὰρ τοῦτον Θεὸν, περὶ οὗ Ἡσαΐας μὲν φάσκει ὡς ἐξ αὐτοῦ τοῦ Θεοῦ, “ ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χιμάρ- “ ρους ἐπικλύζων δόξαν ἐθνῶν.” καὶ Δαβὶδ, “ τοῦ ποταμοῦ τὰ “ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ.’’ εἶναι δὲ τοὺς τέσσαρας Ἀγγέλους τὸν παρὰ τῷ Δανιὴλ Μιχαὴλ, Γαβριὴλ παρὰ τῷ Ματθαίῳ, Ῥαφαὴλ παρὰ τῷ Μαρδοχαίῳ, καὶ τὸν Οὐριήλ. ἀπολυθῆναι δὲ αὐτοὺς τῆς τοιαύτης θείας ἀσχολίας εἰς οὐκ ἀπᾴδουσαν λειτουργίαν τῆς τε τοῦ θείου δικαιοδοσίας καὶ τῆς αὐτῶν μεγαλοδόξου παρουσίας. τινὲς δὲ οὐκ Ἀγγέλους, ἀλλὰ δαίμονας πονηροὺς, δεθέντας μὲν ἐν τῇ τοῦ Χριστοῦ παρουσίᾳ

322
κατὰ τὸ θεῖον πρόσταγμα, ἐκ τοῦ ὑπερανθρωπίνου δὲ θυσιαστηρίου ἐξελθόντας, λύεσθαι ὑπὸ τοῦ θείου Ἀγγέλου. ὡς ἔστι ταράξαι ἔθνη, καὶ τῇ ταραχῇ ταύτῃ διάδηλον γενέσθαι τῶν τε πιστῶν τὸ σιτῶδες καὶ πρὸς ἀποθήκας αὐτῶν ταμιεύσιμον, τῶν τε ἁμαρτωλῶν τὸ ἀχυρῶδες καὶ πρὸς καῦσιν ἕτοιμον τὸ ἄχρηστον. οὐκ ἀδόκιμον δέ ἐστι τὸ φάσκειν εἰς τὸν Εὐφράτην δεδέσθαι τοὺς δαίμονας, τάχα ἐκεῖθεν τοῦ Ἀντιχρίστου ἐξελευσομένου ἀπὸ τῶν διασωθέντων ἐν τῇ Ἱερουσαλὴμ αἰχμαλώτων Ἑβραίων καὶ τοῖς ἐκεῖ τόποις ἐναπομεινάντων.

d Οὗτοι μὲν οὕτως· τί δὲ οἱ ἵπποι τῶν ἐμφρίκτων τῇ θέᾳ μὴ σωφρονισθέντες μηδὲ πρὸς ἐμπειρίαν μεταχωρηθέντες ; εἰς ἀποχὴν φιλανθρώπως ἡ τῶν δεινῶν πεῖρα ἐπρυτανεύθη κατὰ τὸ ἀνεξεύρητον τῶν τοῦ Θεοῦ * * ἴσως δὲ καὶ τῇ τῶν πονηρῶν κολάσει, ὡς ἂν αὐτοὶ τὸ σωτήριον ἑαυτοῖς προμηθεύσοιντο λοιμοῦ μαστιγουμένου. “ πανουργότερος ἄφρων γίνεται,” ὁ Παροιμιαστὴς φησὶ Σολομῶν. τί τούτοις συμβαι * * * * ἐπενεχθείη τιμωρία, οὐκ ἐμνήσθη· τάχα δὲ ὑπερβάλλουσαν κακῶσιν, ὡς γὰρ “ τὰ ἡτοιμασμένα τοῖς “ ἀγαπῶσιν Θεὸν ἀγαθὰ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, “ καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη·” οὕτως καὶ τὰ τοῖς καταφρονηταῖς ὀφειλόμενα κακά. εἰ δέ τις ἐρεῖ, ὅτι καὶ μὴν καὶ τῶν ἀγαθῶν ἐστιν ἐπαγγελία παράδεισος καὶ οὐρανῶν βασιλεία, καὶ τῶν κακῶν ὡσαύτως τὸ ἐν Εὐαγγελίοις σκότος καὶ τὸ πῦρ αἰώνιον καὶ τὰ τοιαύτα· τούτων οὕτως ἐχόντων ἡ ἀποσιώπησις καὶ τῶν κρειττόνων καὶ τῶν χειρόνων· ἐροῦμεν οὖν ὡς τὰ ἀποκείμενα ἀγαθὰ καὶ κακὰ οὐκ ἀπροφάσιστον ἔχει τὴν ἀνταμοιβὴν, ἀλλὰ τῷ κόπῳ σύμμετρον τῶν μετιόντων· ἐξ οὗ καὶ Παῦλος ὁ θεῖος καὶ Γρηγόριος ὁ θεῖος τὸν λόγον· ὁ μὲν τῷ κόπῳ τὴν χάριν παρισοῖ· Γρηγόριος δὲ τρισὶ τάξεσι τοὺς σωζομένους ἐναρμόσας, δουλείας, μισθαρνίας, υἱότητος· οἷς καὶ κατ’ ὀφειλὴν ἀποκεῖσθαι· δουλείᾳ τὸν φόβον· μισθαρνίᾳ τὴν λῆψιν· υἱότητι τὴν ἀκαταίσχυντον ἀγάπην, ἥτις ἔξω μᾶλλον οἶδεν τὸν φόβον· ἐπεὶ τοίνυν αἱ δύο τὰς ἀμοιβὰς προχείρους παρέστησαν, ἡ δὲ υἱότης διὰ τὸ ὑπέρβαλλον τῆς d [*](d Hoc Sch. solus habet B.)

323
ἀγαπῆς οὐκ ἔσχεν τῶν κατ’ ἀνθρώπους γνωρίμων τὴν ἐνάμιλλον ἀνταπόδοσιν, σιωπῇ τετίμηκε τὴν παραβολὴν, ἐκ τοῦ μὴ ὀφθαλμὸν ἰδεῖν μηδὲ οὖς ἀκοῦσαι πρὸς ἐξίσωσιν· σιωπῇ τιμήσας τὸ πρὸς τὴν γνῶσιν χειραγωγοῦν. ὡς οὖν ἐπὶ τῶν ἀγαθῶν τὸ ὑπερβάλλον, οὕτως κἀν τοῖς κακοῖς τὸ ὑπερτεῖνον τὴν ἀπὸ τοῦ ὁμοίου γνῶσιν παρείλετο.

Καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ.

Μὴ προειπὼν στρατεύματα, ἀριθμὸν τούτου ποιεῖται. δῆλον οὖν ὡς οἱ ταξιάρχας τοὺς τέσσαρας ἐκλαβόμενοι, Μιχαὴλ, Γαβριὴλ, Οὐριὴλ, Ῥαφαὴλ, οὐκ ἀδοκίμως ἠνέχθησαν. φιλεῖ γάρ πὼς τῷ ταξιάρχῃ τὸ στῖφος ἕπεσθαι. χιλίας δὲ χιλιάδας καὶ μυρίας μυριάδας τῶν λειτουργούντων ἐν τῷ Δανιὴλ μάθοιμεν ἄν. ἐπιδιπλάσιον δὲ νῦν τοῦ μυριοστοῦ ἀριθμοῦ τὸ πλῆθος τὸ ἑπόμενον τοῖς ταξιάρχαις διέξεισιν ὁ ὁρῶν, τῷ ἀνυποστόλως μετὰ τὴν ἀνανθρώπησιν τοῦ Κυρίου, Ἀγγέλους ἀνθρώποις ἐνδιαιτᾶσθαι. διὸ καὶ τὸ ἀναβαίνοντας καὶ καταβαίνοντας εἰρῆσθαι ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῆ ὁράσει, καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς, καὶ θεῖον. ἀπὸ τῶν τριῶν πληγῶν τούτων, ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς, καὶ τοῦ καπνοῦ, καὶ τοῦ θείου, τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν ἐστὶ, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν· αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεων ἔχουσαι κεφαλὰς, καὶ ἐν αὐταῖς ἀδικοῦσι.

Tοὺς ἐφέδρους τῶν ἵππων, εἴτε δυνάμεις θείας ὑποληπτέον κατ’ ἠθῶν καὶ παθῶν κληρωσαμένας τὸ ἀγκτικόν τε καὶ πρὸς τὸ κρεῖττον ῥυθμιστικόν. οὕτω γὰρ καὶ τοὺς ἵππους οἱ πωλοδάμναι ῥυθμίζουσιν ἀναβαίνοντες κημῷ τε καὶ χαλινοῖς. εἴτε καὶ θεῖα προστάγματα ζήλῳ τῶν ἀπολλυμένων εἰς πυρίνην ἀπεικασθέντα καὶ ὑακινθίνην καὶ θειώδη παντευχίαν. ἀφ’ οὗ καὶ Δαβὶδ, τοῦ θείου

324
φημὶ ζήλου,) τὸ, “ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ,’’ μηνυρεῖ d, “καὶ “ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγῆναι καὶ ἄνθρακας ἀναφθῆ- “ ναι.” ὁποτέρῳ τούτων πρόσθοιτό τις, μᾶλλον καθ’ ἡδονήν μοι ἔσται, τοῦ πρὸς πονηροὺς ἀπευθύνοντος τὸ ἴνδαλμα.

Καὶ αἱ κεφαλαὶ τῶν ἵππων, ὡς κεφαλαὶ λεόντων.

Τὸ ὄχημα τῶν θείων κριμάτων, εἴτε πρὸς πνευματικοὺς καὶ ἀγγελικοὺς τὸν βίον ἀνθρώπους μεταλαμβάνει τις, ἣ καὶ πρὸς ἤθη καὶ πάθη, οὐδὲν διοίσει τῷ μὴ φιλαύτως τῷ ὁράματι προσκειμένῳ. κεφαλαῖς δὲ λεόντων ἀπεικάσθησαν εἰς δεῖγμα, ὅτι τούτους τοὺς διακονουμένους τοῖς θείοις οὐκ ἀναβεβλημένως τὴν λειτουργίαν χρὴ μετιέναι. “ ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ πάσης “ τομώτερος μαχαίρας. διόπερ ὡς ἑκατοντάρχης τὸ κεφάλαιον ἐμφανίζει τὴν ἀγανάκτησιν μετὰ λεοντιαίου σφοδρότητος, ὡς οὐκ ἂν ἄλλω,, ἢ οὕτως ἕξειν τὸν ἀκροατὴν εἰς συγκατάθεσιν ἔμπρακτον. οὐκ ἄμοιρος δὲ τῆσδε καὶ Παῦλος τῆς περινοίας, ὁπότε Κορινθίοις τὴν μετὰ ῥάβδου αὐτοῖς ἐπιδημίαν ἑαυτοῦ ἀπειλεῖ. τοῦτο μὲν οὖν αἱ κεφαλαὶ ὑπαινίττοντο. τὰ στόματα δὲ τὸ ἀπὸ τῆς ἐγγύτητος ὀλέθριον ἄσθμα, οὐ πόρρωθεν δι’ ὁράσεως ἐλπιζόμενον, ἀλλ’ ἀγχοτάτω τῇ προσπελάσει, τὸ ἀναπόδραστον ἐμπεδούμενον, πυρὸς μὲν τὸ ἀφανιστικὸν, καπνοῦ τὸ μετ’ ὀργῆς, (“ἀνέβη γὰρ “ καπνὸς ἐν ὀργῇ αὐτοῦ,”) θείου δὲ τὸ ἀπὸ θείας μήνιδος ἐμφαίνοντος, ἣ καὶ τὸ θεαρέστως τοῖς ἀκολάστοις ἐπενεχθῆναι ταῦτα. ὅτι δὲ ὀχήματι τῶν ἑαυτοῦ κριμάτων καὶ μυστηρίων εἴωθε χρῆσθαι τὸ θεῖον τοῖς ἰσαγγέλως βιοῦσιν, ἱκανῶς τὸ παρ’ αὐτοῦ πρὸς Ἀνανίαν χρηματισθὲν περὶ Παύλου παραστήσει, δι’ ὧν φησὶ “ Παῦλον “ σκεῦος ἐκλογῆς εἶναι,” ἀκαμάτως βαστάζειν ἔχοντα τὰ θεοπρεπῆ δόγματα, ἅπερ διὰ τοῦ ὀνόματος παρεδήλωσεν, ἐπειδὰν ἔφη, “ τοῦ “ βαστάσαι τὸ ὄνομά μου,” ὄνομα ἀντὶ τοῦ τὴν δόξαν εἰπὼν καὶ μεγαλειότητα, καὶ πᾶν τὸ ὑπὲρ λόγον, ἤγουν κατανόησιν, οὐ μόνον θνητὴν, ἀλλὰ καὶ ἀγγελικήν.

Ἡ γὰρ ἐξουσία τῶν ἵππων, ἐν τῷ στόματι αὐτῶν εστι.

Τί τοῦτο ; τὸ τὴν ἐξουσίαν ἀνατιθέναι τῷ στόματι, καὶ οἱονεὶ [*](d An leg. μηνύει.)

325
τὴν αἰτίαν τοῦ ἀπεστάλθαι τοὺς ἵππους ; ἢ τὸ ἀπὸ τῶν στομάτων αὐτῶν ἐμφαίνει ἀπειλὰς ἐκφοβούντων ἀνθρώπους τοῦ ἀπέχεσθαι τῶν πονηρῶν ἐπιτηδευμάτων, τοῦ μὴ ταῖς οὐραῖς αὐτῶν ἐκδοθῆναι; εἰς οὐρὰς γὰρ τὰ τέλη καὶ τὴν ἔκβασιν τῶν ἀπολλυμένων διατυπῶν, καὶ δή γε καὶ αὐτὴν τὴν ἔκβασιν διαμορφῶν, ὄφεσιν ἀπεικάζει ὁμοίας ἔχουσι κεφαλὰς, ἐξ αὐτῆς δηλαδὴ τῆς ἐφόδου τὸ ὀλέθριον ἐμφανιζούσας καὶ ἀναπόδραστον, καὶ τὸ ἀμελλητὶ τὴν κάκωσιν ἐπιφέρειν, οὐκ οὔσης ἔτι περινοίας τὴν κάκωσιν διαδιδράσκειν.

Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσωσι τὰ δαιμόνια, καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύναται, οὔτε ἀκούειν, οὔτε περιπατεῖν . καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.

Ὑπερβολὴν ἀναισθησίας ὁ λόγος σημαίνει, ἤγουν ἀναλγησίας καὶ ἀκολασίας, τὸν τῆς ἐπ’ αὐτοὺς διὰ φιλανθρωπίαν φειδοῦς τέως ὑπερτιθέμενον σωτηρίας καιρὸν εἰς μάτην ἀναλωσάντων, καὶ εἰς τὸ τὴν κατ’ ἀξίαν τῆς ῥᾳθυμίας αὐτῶν ἀνταπόδοσιν ἀποφέρειν· καίτοι γε καὶ πρὸ ὀμμάτων ἐνεργουμένης τῆς τῶν πονηρῶν ἀντιμισθίας. οἱ δὲ οὐχ ὅπως τῇ θέᾳ τῶν φοβερῶν τῶν αὐτοῖς ἑτοίμων e, βελτίους γεγόνασιν ἑαυτῶν, εἰ μὴ καὶ χείρους καὶ τοῖς ἀτοπωτέροις f ἐνδολιχεύοντες.

Οὐ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν.

Οὐ τοῦτο φησὶν, ὅτι οἱ μὴ μετανοήσαντες ἐν τῷ ἐκεῖσε βίῳ, πῶς γὰρ καὶ τίς ἡ μετάγνωσις ἐν τῷ ἀναλλοιώτῳ βίῳ ;) ἀλλ’ ὅτι οἱ ζῶντες ἔτι καὶ μὴ ἐκ τῆς ἀκοῆς καὶ θέας τῶν τότε ἐσομένων μετανοήσαντες ἀπὸ τῶν ἔργων ὧν κατεῖδον g, παρέθεντο πρὸς τὰ πρῶτα τῆς δαιμονομανίας καὶ εἰδωλολατρείας, καὶ τὰ πρὸς τὸ σέβας τὴν δυσμένειαν φέροντα, οὐ τὸ ἀναίσθητον [*](e ἑαυτοῖς ἐθίμων ἐκστάντες B. f Sic B. ἁμαρτωλοτέροις Edd. g κατ’ εἶδος B.)

326
ὑπειδόμενοι τῶν χειροκμήτων, ἀλλ’ ὅτι ἐπ’ ἀνομίᾳ ἀνομίαν προσέθεσαν. διόπερ καὶ τῆς ἀληθοῦς ἀπεκλείσθησαν δικαιοσύνης. τίς γὰρ δικαιοσύνη φονῶντι τὸν ὁμόφυλον h, ἢ διὰ ξίφους ἐπιφορᾶς, ἢ διὰ φαρμάκων ἐπιβουλῆς ; τίς δὲ τὸν ἀφειδῶς ἑαυτῷ χρώμενον οὐ μισήσει ; καὶ ὅσα καὶ ἐχθρὸς ἐπιβούλως διακείμενος αὐτῷ, μηχανᾶσθαι εἰς αὐτὸν οὐ κατοκνήσει ; τίς γὰρ τὸ i διὰ πορνείας μυσαρίαν καὶ προσεδρείαν τοῦ θεῖον εἶναι σκήνωμα ἑαυτὸν ἀποστερεῖν, εἴγε τῷ θείῳ Παύλῳ πειστέον) οὐ βδελυγμίαν σχοίη καὶ ἀποτρόπαιον j ; τὸν κλέμμασι δὲ προσλιπαροῦντα ἐκεῖνος ἂν οἰκειώσαιτο, ὃς καὶ ἑαυτῷ τὸ ἀσύμφορον ἐμνηστεύσατο, τὰ πρὸς τὸ ζῆν ἐφόδια διὰ μελέτης ἔχοντος ἐκφορεῖν τοῦ οἰκειουμενου.