Commentarius In Apocalypsin
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
Περὶ τῶν ἑπτὰ Ἀγγελων, ὧν τοῦ πρώτου σαλπίσαντος, χάλαζα, καὶ πῦρ, καὶ αἷμα ἐπὶ τῆς γῆς φέρεται.
Καὶ ὁ πρῶτος ἐσάλπισε. καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν, καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χλωρὸς χόρτος κατεκάη.
Διάφοροι οἱ ἀπὸ τῆς ἐκχύσεως τοῦ πυρὸς τοῦ θυσιαστηρίου αἱ τιμωρίαι. ἐπειδὴ καὶ τῶν φιλοθέων αἱ μοναὶ εἰς ἀνταπόδοσιν κείμεναι τούτοις, διάφοροι καὶ πολλαί. διὸ καὶ ὁ Κύριος φησὶ, “ παρὰ τῷ Πατρὶ μου, μοναὶ πολλαί εἰσιν.’’
Καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι.
Ὅτι μὴ κατὰ τὴν ἐσχάτην ἡμέραν τὴν εἰς κόλασιν ἀποκειμένην τοῖς ἁμαρτωλοῖς αἱ τιμωρίαι αὗται τῆς χαλάζης καὶ τοῦ συγκράτου αἵματι πυρὸς, ἡ προκειμένη Ἀποκάλυψις ἀφορίζει, ἀλλὰ ταῖς θλίψεσι ταῖς πρὸ τῆς ἐσχάτης ἡμέρας, ὡς προείρηται, δῆλον. οὐ γὰρ τὸ τρίτον μέρος τῶν ἁμαρτωλῶν, ἀλλὰ τὸ πᾶν ὑποβληθείη ἀπαραιτήτως. τί γάρ φησιν ὁ θεῖος Εὐαγγελιστὴς περὶ τούτου ; “ καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζώην αἰώνιον.”
[*](s ἕτοιμον Cod. t ἐπαυγάζειν leg.)Καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη.
Ταῦτα, οἱ μὲν εἰς τὴν ἐσχάτην ἀφορίσαντες ἡμέραν, χόρτον καὶ δένδρα τοὺς ἁμαρτωλοὺς ἐνόησαν κατὰ τὸν θεῖον Ἀπόστολον Παῦλον, τὸν ἐν πυρὶ τὴν ἡμέραν ἀποκαλύπτεσθαι χρηματίζοντα. οἱ δὲ μὴ οὕτως, ἀλλ’ εἰς τὴν πρὸ τῆς ἐσχάτης ἡμέρας θλῖψιν, τὰς ἐκ βαρβαρικῶν χειρῶν πυρπολήσεις τε καὶ σφαγὰς τοῖς πολλοῖς ἐπαγομένας ἔδειξανu. ὑφ’ ὧν καὶ ἤδη οὐκ ἔλαττον τοῦ τρίτου μέρους ἡ σύμπασα κατηνάλωται ὑπὸ τῶν αἰσθητῶν πολεμέων. οὐ σφαγαῖς μόνον ἀνθρώπων, ἀλλὰ καὶ καταπτώσεσι κτισμάτων τῶν ἐκ πυρός. περὶ δὲ τούτου δὲ καὶ ὁ μακάριος Ἰωὴλ ὁ προφήτης πρὸ τῆς μεγάλης ἡμέρας Κυρίου καὶ ἐπιφανοῦς, αἷμα καὶ πῦρ, εἰπὼν, καὶ ἀτμίδα καπνοῦ.
Καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
Χόρτον χλωρὸν κατὰ μὲν τοὺς εἰς τὴν ἐσχάτην ἡμέραν ἐξειληφότας τὰς ἐνταῦθα θλίψεις ἐμφερομένας εἰς τοὺς ἡμιμοχθήρους τακτέον. οἳ καὶ αὐτοὶ τῷ πυρὶ τῆς συνειδήσεως ἑαυτῶν ἐκτακήσονται, μάλιστα ὁρῶντες τοὺς ἐκ δικαίων πόνων καὶ ἐκ θελήματος ἑαυτῶν βοηθουμέυους καὶ ἀναθάλλοντας .