Catena in epistulam Joannis ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58).

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

146

ΓΑΥΤΗΝ ὡς πρεσβύτερος γράφει κυρίᾳ τὲ καὶ τοῖς τέκνοις αὐτῆς. ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη. ὁρῶν τὰ τέκνα αὐτῆς καλῶς ἀναστρεφόμενα ἐν τῇ πίστει, καὶ πολλοὺς πλάνους περιερχομένους καὶ λέγοντας μὴ εἶναι τὴν παρουσίαν τοῦ Χριστοῦ ἐν σαρκὶ, γράφει τὴν Ἐπιστολήν· καὶ πρῶτον μὲν ἀποδέχεται αὐτῆς τὰ τέκνα καλῶς περιπατοῦντα· εἶτα διδάσκων μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, παραινεῖ πάλιν περὶ ἀγάπης, καὶ ἵνα μείνωσιν ἐν τῇ διδαχῇ τῇ παραδοθείσῃ αὐτοῖς· καὶ λοιπὸν διδάσκει Ἀντίχριστον εἶναι τὸν λέγοντα μὴ ἐν σαρκὶ ἐληλυθέναι τὸν Χριστόν· παραγγέλλει δὲ ὥστε τῶν τοιούτων μὴ δέχεσθαί τινα εἰς οἰκίαν, μηδὲ λέγειν τοῖς τοιούτοις χαίρειν· καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Μετὰ τὸ προοίμιον περὶ ὀρθοῦ βίου ἐν ἀγάπη Θεοῦ διὰ πίστεως εὐσεβοῦς ἀμεταθέτου.

Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν, διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθ’ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα· ἔσται μεθ’ ἡμῶν χάρις, ἔλεος, εἰρήνη, παρὰ Θεοῦ Πατρὸς, καὶ παρὰ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Πατρὸς, ἐν ἀληθείᾳ καὶ ἀγάπη.

Ἢ πρὸς Ἐκκλησίαν γράφει, ἣ πρός τινα γυναῖκα διὰ τῶν ευαγγελικῶν ἐντολῶν τὴν ἑαυτῆς οἰκίαν οἰκονομοῦσαν πνευματικῶς.

147

Ταύτην γράφει τὴν Ἐπιστολὴν μία τῶν δεξαμένων τὸ κήρυγμα γυναικῶν. δύο δὲ αὐτῇ παραινεῖ· ἓν μὲν τὸ ἐν ἀγάπῃ περιπατεῖν, δεύτερον δὲ τὸ ἐκτρέπεσθαι, ὡς μηδὲ τῆς προσηγορίας τοῦ χαίρειν μεταδιδόναι· τὴν δὲ αἰτίαν τοῦ σύντομον εἶναι τὴν Ἐπιστολὴν αὐτὸς ἐδίδαξεν· αὕτη δέ ἐστι τῆς πρὸς αὐτὴν παρουσίας μήνυσις.

Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ Πατρός. καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν καινὴν γράφων σοι, ἀλλ’ ἢν εἴχομεν ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους. καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ. καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ, ἵνα καθὼς ἠκούσατε ἀπ’ ἀρχῆς, ἐν αὐτῇ περιπατῆτε· ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος. βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. πᾶς ὁ παραβαίνων, καὶ μὴ μένων ἐν τῆ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, οὗτος καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἔχει.

Συμφωνεῖ τὸ προκείμενον τῷ λεχθέντι ἐν τῇ ᾱ Ἐπιστολῇ οὕτως ἔχοντι· “ καὶ οἴδαμεν, ὅτι ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς τηρεῖ. καὶ ὁ Κύριος, “ ἐάν τις ἀγαπᾷ με, τὰς ἐντολάς μου τηρήσει.” ταὐτὸν τὸ περιπατεῖν κατὰ τὰς ἐντολὰς ἐνεργούμεναι. περιπατεῖ κατ’ αὐτὰς, ὁ μὴ ἔξω αὐτῶν γινόμενος. ἐν τούτῳ δὲ ταὐτὸν τὸ τηρεῖσθαι αὐτὰς, ὅθεν ὁ παυσάμενος τοῦ κατ’ ἀρετὴν ἐνεργεῖν, οὐδὲ τηρεῖ ἔτι τὰς ἐντολὰς, οὔτε περιπατεῖ ἔτι κατ’ αὐτάς. ὁ γὰρ κατ’ ἀρετὴν προκόπτων, κατὰ τὰς ἐντολὰς βαδίζει· τοῦ περιπατεῖν προκοπὴν δηλοῦντος. τοῦ τελειωθέντος μετὰ τὸ περιπατηκέναι κατὰ τὰς ἐντολὰς τηροῦντος αὐτάς. τοῦτο συνᾴδει τὸ μετ’ αἰνιγμοῦ λεχθὲν, ὡς ὁ Ἀδὰμ τέθειται ἐν τῷ παραδείσῳ ἐργάζεσθαι καὶ φυλάττειν αὐτόν· τοῦ ἐργάζεσθαι τὴν κατ’ ἐνέργειαν δηλοῦντος προκοπὴν, τοῦ δὲ φυλάττειν τὴν ἐν τῇ τελειώσει παραμονήν.

148

* Ὅτι οὐ δεῖ αἱρετικὸν εἰσοικίζειν ἣ χαιρετίζειν ἐφ’ ἁμαρτίᾳ.

Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ χαίρειν αὐτῷ μὴ λέγετε· ὁ γὰρ λέγων αὐτῷ χαίρειν, κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονήροις.

Τοῦ ἁγίου βασιλείου. Τί εἴπωσιν ὅτι τὸν ποιήσαντα αὐτοὺς καὶ τρέφοντα Κύριον οὐκ ἀγαπῶντες, ἀλλὰ καὶ φίλοις κεχρημένοι τοῖς λαλοῦσι κατὰ τοῦ Θεοῦ ἀδικίαν· καὶ τῆς αὐτῆς τραπέζης αὐτοῖς μετέχοντες· καὶ παρ’ αὐτὴν τὴν τροφὴν τῶν κατὰ τοῦ τρέφοντος βλασφημιῶν ἀνεχόμενοι ;

Ἐπαγγελία παρουσίας αὐτοῦ ἐπ’ ἐλπίδι πρὸς ὠφέλειαν.

Πόλλα ἔχων γράφειν ὑμῖν, οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος· ἐλπίζω γὰρ ἐλθεῖν πρὸς ὑμᾶς, καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ἡμῶν ἦ πεπληρωμένη. ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ἐκλεκτῆς. Ἀμήν.

Σερήρου. Οἱ γὰρ ὀρθῶς μὲν ὁμολογοῦντες καὶ γράφοντες περὶ πίστεως, μὴ ἀποπεμπόμενοι δὲ τοὺς τὰ μὴ ὀρθὰ γεγραφότας, ὑπόπτους σφὰς αὐτοὺς ποιοῦσιν αὐτοῖς καὶ τοῦ ἀδοκίμου φρονηματος.

Τέλος τῆς Ἰωάννου β΄ Ἐπιστολῆς.