Catena in epistulam Joannis i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
ΥΠΟΘΕΣΙΣ.
Ἐπειδη αὐτὸς ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράψας αὐτὸς καὶ ταύτην ἐπιστέλλει· ὑπομιμνήσκων τοὺς ἤδη πιστεύσαντας εἰς τὸν Κύριον· καὶ πρῶτον μὲν ὥσπερ ἐν τῷ Εὐαγγελίῳ, οὕτως καὶ ἐν ταύτῃ τῇ Ἐπιστολῇ θεολογεῖ περὶ τοῦ Λόγου, ἀποδεικνὺς αὐτὸν ἀεὶ εἶναι ἐν τῷ Θεῷ, καὶ διδάσκων τὸν Πατέρα φῶς εἶναι, ἵνα καὶ οὕτως γνῶμεν τὸν Λόγον ὡς ἀπαύγασμα ἐξ αὐτοῦ εἶναι. θεολογῶν δὲ ἐξηγεῖται, μὴ νεώτερον εἶναι τὸ καθ’ ἡμᾶς μυστήριον, ἀλλ’ ἐξ ἀρχῆς μὲν καὶ ἀεὶ τυγχάνειν αὐτὸν, νῦν δὲ πεφανερῶσθαι ἐν τῷ Κυρίῳ· ὅς τις ἐστὶ ζωὴ αἰώνιος καὶ Θεὸς ἀληθινός. καὶ τὸ αἴτιον δὲ τῆς αὐτοῦ παρουσίας καὶ ἐπιφανείας αὐτοῦ τίθησι, λέγων εἶναι τοῦτο· ἐπὶ τῷ καταλῦσαι τὰ ἔργα τοῦ διαβόλου, καὶ ἡμᾶς ἐλευθερῶσαι ἀπὸ τοῦ θανάτου, καὶ γινώσκειν ἡμᾶς τὸν Πατέρα καὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Γράφει γοῦν πρὸς πᾶσαν ἡλικίαν, πρὸς παιδία, πρὸς νεανίσκους, πρὸς γέροντας· ὅτι ὁ μὲν Θεὸς ἐγνώσθη, ἡ δὲ διαβολικὴ ἐνέργεια λοιπὸν νενίκηται, καταργηθέντος τοῦ θανάτου· εἶτα λοιπὸν δι’ ὅλης τῆς Ἐπιστολῆς περὶ ἀγάπης διδάσκει, θέλων ἡμᾶς ἀλλήλους ἀγαπᾶν, καὶ ἀποδεικνὺς ὅτι δεῖ ἀλλήλους ἀγαπᾶν, ἐπειδὴ καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. ἐξηγεῖται οὖν περὶ διαφορᾶς φόβου καὶ ἀγάπης, καὶ τέκνων Θεοῦ καὶ τέκνων διαβόλου, καὶ περὶ ἁμαρτίας θανατικῆς καὶ μὴ θανατικῆς, καὶ διαφορᾶς πνευμάτων· καὶ λοιπὸν διαιρεῖ ποῖον μὲν πνεῦμα ἐκ τοῦ Θεοῦ ἐστὶ, ποῖον δὲ τῆς πλάνης· καὶ πότε μὲν γινωσκόμεθα
Εὐαγγλικὴ θεολογία Χριστοῦ α.
Ὃ ἢν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν.
Σευήρου ἀπὸ λόγου νθ΄. Καὶ μὴν αὐτὸς εἶπε “ Θεὸν “ πώποτε τεθέαται· πῶς οὖν τὸν τῆς ζωῆς καὶ τὸν ζῶντα Λόγον ἑωρακέναι καὶ ἐψηλαφηκέναι διισχυρίζεται ; ἣ δῆλον ὅτι τῷ σεσαρκῶσθαι καὶ ἐνηνθρωπηκέναι θεατὸς καὶ ψηλαφητὸς γενέσθαι εὐδό- κησεν· οὐχ ὃ ἦν θεαθεὶς καὶ ψηλαφηθεὶς, ἀλλ’ ὃ γέγονεν· εἷς γὰρ ὑπάρχων καὶ ἀδιαίρετος, ὁ αὐτὸς ἦν καὶ θεατὸς καὶ ἀθέατος, καὶ ἀφῇ μὴ ὑποπίπτων καὶ ψηλαφώμενος ὁ αὐτὸς καὶ θεικῶς καὶ ἀνθρωπίνως φθεγγόμενος, καὶ θεοπρεπῶς ἐνεργῶν τὰ θαύματα, καὶ οἰκονομικῶς τὰ πάθη δεχόμενος.
[*](a περὶ Χριστοῦ Œcumen.)Εκαστον τῶν γεννητῶν τι εἶναι λέγεται· οἷον, εἶναι εἶναι ἥλιος ἢ οὐρανὸς, μόνος δὲ ὁ Σωτῆρ’ καθάπαξ ὣν τυγχάνει· οὗ μετέχοντα τὰ πάντα εἰς ὕπαρξιν ἔρχεται· τούτου ἀκρόασιν πρότερον κατὰ τὴν εἰσαγωγικὴν διδασκαλίαν δεξάμενός τις, ἔρχεται εἰς τὸ ἰδεῖν αὐτὸν ἐπιστημονικῶς μετὰ πολλὴν γυμνασίαν· ἥτις ψηλάφησις περὶ τοῦ Λόγου τῆς ζωῆς εἴρηται, τῆς εἰπούσης ὅτι ἐγὼ εἰμι η ζωή.”
Λελέξεται καὶ οὕτως περὶ τοῦ ἐν ἀρχῇ ὄντος. ἀκηκόαμεν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ὡς ἐλεύσεται· τοῦτον ἐλθόντα ἐμ- φανῶς τοῖς ὀφθαλμοῖς ἡμῶν εἴδομεν· οὐχ ὡς ἔτυχε συγκαταθέμενοι τῷ ὀφθέντι σαρκί· μετὰ πολλὴν γὰρ ἡμῶν ψηλάφησιν ἱν ἐρευνῶντες τὰς περὶ αὐτοῦ μαρτυρούσας γραφὰς, ἐπιστεύσαμεν τῷ περὶ τῆς ζωῆς Λόγῳ.
Tοῦτο διὰ τὴν ἄκραν ἕνωσιν τὴν πρὸς τὴν σάρκα τοῦ Λόγου εἴρηται.
Ἢ διὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ τοῦτο λέγει, καθὸ διὰ τοῦ Θωμᾶ πᾶσιν ἐγνωρίσθη τοῖς Ἀποστόλοις· ταύτην ἀναστήσας τὴν σάρκα, ἣν προσήλωσαν τῷ σταυρῷ· ἣ ὅτι, ὃ ἠκούσαμεν διὰ τῶν προφητῶ ἠκούσαμεν δὲ ὡς ἐπιδημήσει ὁ τοῦ Θεοῦ Λόγος· τοῦτον καὶ τεθεάμεθα καὶ ἐψηλαφήσαμεν· γέγονε γὰρ σὰρξ παραπλησίως ἡμῖν μετασχὼν αἵματος καὶ σαρκὸς, ὡς πάλιν λέγει τὸ, ἐν ἀρχῇ ἢν ὁ Λόγος καὶ τὰ ἑξῆς.
Καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν· ὃ ἑωράκαμεν καὶ ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μέσ’ ἡμῶν· καὶ ἡ κοινωνία δὲ ἡμετέρα μετὰ τοῦ Πατρὸς καὶ μετὰ τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ· καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ὑμῶν ἦ πεπληρωμένη.
Τὴν οὖσαν ἐν τῷ Πατρὶ ζωὴν φανερωθεῖσαν ἡμῖν ἑωράκαμέν φησι καταλλήλως ἰδεῖν αὐτὴν καὶ ἀκούσαντες περὶ αὐτῆς· ταύτῃ τῇ φανερωθείσῃ ζωῇ μαρτυροῦντας ἀπαγγέλλομεν καὶ ὑμῖν ἐκεῖνα τὰ οἷς ἕπεται καὶ ἰδεῖν αὐτὴν καὶ ὑμᾶς.
Τί ἀπήγγελου, ἣ ὅτι ζωὴ αἰώνιος ὢν ἐφανερώθη ἡμῖν, καὶ θεαταὶ αὐτοῦ γεγόναμεν ; ἐκ ταύτης δὲ τῆς ἐπαγγελίας τοῦτο
Καὶ αὕτη ἐστὶν ἡ ἀγγελία, ἣν ἀκηκόαμεν ἀπ’ αὐτοῦ, καὶ ἀναγγέλλομεν ὑμῖν.
Αὕτη ποῖα ; ἢν εἶπεν, ὅτι ἐφανερώθη ἡ ζωὴ ἡμῶν ἡ αἰώνιος· ἀγαπήσας γὰρ ὁ Πατὴρ τὸν κόσμον, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκε, καὶ τοῦτο ὑμῖν ἀπαγγέλλομεν, ὅτι ἐλθὼν εἰς τὸν κόσμον ὁ τοῦ Θεοῦ Λόγος, καὶ γενόμενος ἄνθρωπος, Θεός ἐστι καὶ φῶς ἐστί· τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκε περὶ αὐτοῦ, “ ἐγὼ φῶς εἰς τὸν “ κόσμον τοῦτον ἐλήλυθα. καὶ πάλιν, “ ἐγὼ εἰμὶ τὸ φῶς τοῦ κόσμου.”
Ὅτι ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία.
Ἐν τῷ Εὐαγγελίῳ ὅμοιόν φησι, “ καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ “ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε· πρὸς τοῦτο ὁ Χρυσόστομος οὕτω φησί· “ σκοτίαν, ἣ τὸν θάνατον, ἣ τὴν πλάνην “ φησί· ἐπεὶ γὰρ οὔτε ὁ θάνατος αὐτοῦ παραγέγονεν, οὔτε ἡ “ πλάνη, ἀλλ’ ἔστι φαιδρὸς πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰ- “ κείας ἰσχύος, διὰ τοῦτό φησι, ‘ καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε·’ “ καὶ γάρ ἐστιν ἀκαταγώνιστον οὐκ ἐμφιλοχωροῦν ταῖς μὴ βου- “ λομέναις φωτισθῆναι ψυχαῖς· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, “ βουλήσει καὶ γνώμῃ.”
Σκοτίαν τὴν κακίαν φησί· τοῦτο δὲ λέγει διὰ τοὺς Ἰουδαίους τοὺς διαβάλλοντας αὐτὸν ὡς ἁμαρτωλόν· φησὶ γὰρ, “ σὺ περὶ “ αὐτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής.
Ἐρώτησισ. Ἐπειδὴ πάλιν λέγει ὁ ἅγιος Ἰωάννης, “ ὁ Θεὸς “ φῶς ἐστι· καὶ πάλιν μετ’ ὀλίγα — “ ἐὰν ἐν τῷ φωτὶ περιπα- “ τῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ,” πῶς καὶ φῶς ὁ αὐτὸς λέγεται καὶ ἐν τῷ φωτὶ εἶναι, ὡς ἄλλος ἐν ἄλλω ;
Ἀπόκρισισ. Ὁ κατ’ οὐσίαν ἀληθῶς φῶς ὑπάρχων Θεὸς, ἐν τοῖς ἐν αὐτῷ περιπατοῦσιν ἐστὶν ἀληθῶς φῶς γενόμενος· ὥσπερ οὐν τὸ κατὰ μέθεξιν φῶς, ὡς οἱ ἅγιοι πάντες διὰ φιλοθεΐαν ἐν τῷ
Ὑπ᾿ αὐτοῦ τοῦ Σωτῆρος ἀγγελίαν γεγονέναι γράφει τοῖς μαθηταῖς δηλοῦσαν, ὡς φῶς ὑπάρχων ὁ Θεὸς οὐδεμίαν σκοτίαν ἔχει ἐν αὐτῷ· ταύτην ἀγγελίαν καὶ ὑμῖν προσφέρομεν, (??)να τὴν αὐτὴν ἐν ὑμῖν περὶ Θεοῦ δόξαν ὡς ὄντος φωτὸς ἔχητε· φῶς δέ ἐστιν νοητὸν ὁ Θεὸς, ἀίδιον γὰρ οὐδὲν αἰσθητὸν ἀεὶ ὑπάρχον a. τούτῳ τῷ φωτὶ ἐναντίως νοητέον τὴν σκοτίαν ἄγνοιαν καὶ ἕξιν χειρίστην οὖσαν· ἐπεὶ οὖν οὐδέτερον τῶν εἰδῶν τῆς σκοτίας, οὔτε ἄγνοια οὔτε κακία, ἐν τῷ Θεῷ ἐστιν, εἰκότως εἴρηται μηδεμίαν σκοτίαν ἐν αὐτῷ εἶναι· εἰ δὲ εἴρηται που “ σκότος ἀποκρυφὴν αὐτοῦ σκότος ἐν τούτοις λέγεται τὴν ἐν ἀκαταληψίᾳ ἀσάφειαν, οὐ μὴν τοῦ Κυρίου σκότους ὄντος.
* Περὶ ὁμολογήσεως b καὶ προσοχῆς τοῦ c μὴ ἁμαρτάνειν.
Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα, καὶ οὐ ποιοῦμεν τὴν ἀλήθειαν· ἐὰν δὲ ἐν τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτὶ, κοινωνίαν ἔχομεν μετ’ ἀλλήλων, καὶ τὸ αἷμα Ἰησοῦ Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
Ἐὰν ἁμαρτάνωμέν φησιν, οὐδεμίαν κοινωνίαν ἔχομεν μετ’ αὐτοῦ· ἐὰν δὲ φωτὸς ἔργα διαπραξώμεθα, κοινωνοῦμεν ἀλλήλοις· τοῦτο σημαίνει ὃ ἀνωτέρω εἰπεν, ὅτι “ ἡ κοινωνία ἡμῶν μετὰ τοῦ “ Πνεύματος καὶ μετὰ τοῦ Υἱοῦ ἐστιν. ὅλος δὲ ὁ νοῦς τοῦ ῥητοῦ ἀνατροπὴ τῆς τῶν Ἰουδαίων βλασφημίας ἐστίν· εἰ γὰρ [*](a ὑπάρχων Cod. b ἐξομολογήσεως Bar. ἐξομολογίας (Ecumen. c εἰς τὸ μὴ Bar.)
Ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια ἐν ἡμῖν οὐκ ἐστιν. ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ καθαρίση ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
Πάλιν καὶ τοῦτο πρὸς Ἰουδαίους ἀποτείνεται τολμήσαντας εἰπεῖν “ τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, ὡς μὴ οὔσης ἁμαρτίας σταυρῶσαι Χριστόν. ἐὰν οὖν τοῦτο λέγωμεν, φησὶ, “ ἑαυτοὺς πλανῶμεν.” διὸ οὐ ψευδόμεθα δόμεθα εἰπεν, ἀλλ’ “ ἑαυτοὺς “ πλανῶμεν·” καὶ ἡ πλάνη αὕτη ἐκτὸς τῆς ἀληθείας ποιεῖ, τουτέστι τοῦ Θεοῦ. εἰ δὲ τοὐναντίον γνῶμεν τὴν ἁμαρτίαν, καὶ ὁμολογῶμεν αὐτὴν, αὐτὸς ἡμῖν ἀφίησιν αὐτήν. οὐκ αὐτὴν δὲ μόνον ἀλλὰ καὶ τὰς ἄλλας πάσας. ἐπειδὰν γάρ τις μετανόησας βαπτισθῇ εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, πάσας αὐτῷ τὰς ἁμαρτίας ἀφίησιν, ἃς τε εἰς αὐτὸν, ἃς τε εἰς οὐράνους ἐποίησεν.
Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτὸν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν.
Αὐτὸς γὰρ καὶ διὰ τοῦ προφήτου μὲν ἔλεγεν, “ ἀνταπεδίδοσάν “ με πονηρὰ ἀντὶ ἀγαθῶν. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ πάθους. “ εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, “ τί με δέρεις ;” εἰ ἐλέγομεν τοίνυν ὅτι οὐχ ἡμαρτήκαμεν, τὸν λόγον αὐτοῦ ἀρνούμεθα, ὅς ἐστι πνεῦμα καὶ ζωὴ, “ τὰ ῥήματα γὰρ, ἃ ἐγὼ λαλῶ, φησὶ, πνεῦμα ἐστὶ, καὶ ζωή ἐστι.”
Τεκνία μου, ταῦτα γράφω ὑμῖν, ἵνα μὴ ἁμάρτητε, καὶ ἐάν τις ἁμάρτη, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.
Οἰδε γὰρ τοὺς φωτισθέντας οὐκ εἰς ἀπαθῆ φύσιν μεταχωρήσαντας, ἀλλ’ ἐκ φυλακῆς πρὸς ἁμαρτίαν μὴ ὑποφερομένους.
Διὰ τοῦτο ταῦτα ὑμῖν ἐπιστέλλω, ἵνα μὴ λέγητε μὴ ἁμαρτεῖν, ἁμαρτάνοντες δὲ ἅπαξ μὴ ἐμμείνητε· ἱλάσεται ὑμῶν τὰς ἁμαρτίας Ἰησοῦς ὁ ὣν μετὰ τοῦ Πατρός.
* Ὅτι τήρησις ἐντολῶν Θεοῦ τὴν γνῶσιν βεβαιοῖ.
Καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι ἐγνώκαμεν αὐτὸν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων, ἔγνωκα αὐτὸν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστὶ, καὶ ἐν τούτω ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ’ ἃν τηρῇ τὸν λόγον αὐτοῦ, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ ἐσμέν. ὁ λέγων ἐν αὐτῷ μένειν, ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν.
Δείκνυται καὶ ἐκ τούτου, ὡς αὕτη γνῶσις ἐστὶ, τῷ ἔργω δεῖξαι τὸ εἰς αὐτὸν πιστὸν, τῶν λόγων τῶν ἐντολῶν αὐτοῦ ἀκούοντας.
Τὸ γινώσκειν ἐν τῇ γραφῇ μάλιστα οὐκ ἀεὶ τὸ ἐπίστασθαι δηλοῖ, ἀλλὰ καὶ τὸ πεῖράν τινος ἐσχηκέναι, καὶ ἡνῶσθαι αὐτῷ, ὡς ἐν τῷ “ τὸν μὴ γνόντα ἁμαρτίαν” καὶ τὸ “ μὴ ἐπίστασθαι, τί ἐστι ” ἁμαρτία; ἀλλὰ τὸ μὴ ἐνεργηκέναι αὐτήν·” λέγει δὲ τοῖς ἐργάταις τῆς ἀνομίας ὁ Κύριος, οὐδέποτε ὑμᾶς ἔγνω, ἐκφαίνων ὅτι οὐδέποτε μετέσχον αὐτοῦ οἷς ἐλέγετο τοῦτο. ὁ λέγων οὖν ἐγνωκέναι τὸν Θεὸν, τὸ ἀνακεκράσθαι αὐτῶ καὶ μετέχειν αὐτοῦ ἑπόμενον ἀναγκαίως ἔχει τὸ τηρεῖν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀντιστρέφει ἑκάτερα τὰ σημαινόμενα τοῦ γινώσκειν φανεροῦται ἐκ τοῦ προκειμένου. φησὶ γὰρ ἐν τούτῳ, “γινώσκομεν,” τουτέστιν ἐπιστάμεθα “ ὅτι ἐγνώκαμεν αὐτὸν,” ἑνωθέντες αὐτῷ καὶ τηροῦντες αὐτοῦ τὰς ἐντολάς. ὁ γὰρ μὴ τηρῶν αὐτὰς, φανερός ἐστιν ἔξω τῆς γνώσεως τοῦ Θεοῦ τυγχάνων. ὥσπερ οὖν οὐ γνοὺς ἁμαρτίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς, οὐδὲ τοὺς ἐργάτας τῆς ἀνομίας, οὐ στερεῖται πληρότητος, σοφία καὶ ἀλήθεια Θεοῦ ὑπάρχων, οὕτως οὐ γνοὺς τὴν τῆς κρίσεως ἡμέραν ἐλαττοῦται, ἐπεὶ μηδὲ, ὅταν περὶ Θεοῦ λέγῃ ὡς λήθην καὶ μεταμέλειαν καὶ ὀργὴν ἔχοντος, ἐλαττοῦται ἡ θεότης· ᾧτ’ γὰρ λόγῳ ἐκεῖνα σαφηνίζεται, τούτῳ καὶ περὶ τοῦ ἀγνοεῖν τὴν ἡμέραν λυθείη. ὡς γὰρ μόνον σοφοῦ Θεοῦ καὶ γνῶσιν ἔχοντος πάντων ἣ κατὰ πάθος λήψῃ, ἣ μεταμέλεια ἤτι τῶν τοιούτων, οὐχ
Περὶ ἀγάπης τῆς ἄνευ ἀσεβείας.
Ἀγαπητοὶ, οὐκ ἐντολὴν καινὴν γράφω ὑμῖν, ἀλλ’ ἐντολὴν παλαιὰν, ἢν εἴχετε ἀπ’ ἀρχῆς· ἡ ἐντολὴ ἡ παλαιὰ ἔστιν ὁ λόγος, ὃν ἠκούσατε ἀπ’ ἀρχῆς.
Ἴσως τις ἐρεῖ, πῶς οἷόν τε νοεῖν ἐστὶ τὴν γραφομένην ἐντολὴν ἀπ’ ἀρχῆς εἰναι, καὶ ἤκουσται τούτοις οἷς Ἐπιστολὴ γράφεται ; οὐ γὰρ Ἰουδαῖοι ἦσαν, ὡς παρίστησι τῆς Ἐπιστολῆς τὸ τέλος· “ τεκνία γάρ,” φησι, “ φυλάξασθε ἑαυτοὺς ἀπὸ τῶν εἰδώλων.” μήποτ’ οὖν ἐντολὴ d παλαιὰ καὶ ἀπ’ ἀρχῆς ὑπάρχουσα καὶ ἀκουσθεῖσα πᾶσιν ἀνθρώποις ἐστιν ἡ κατὰ τὰς φυσικὰς ἐννοίας φυλακὴ διάθεσις· πάντες γὰρ φύσει ἥμερα καὶ κοινωνικὰ e ζῷα ὄντες ἀγαπῶσι τοὺς πλησίον· ὅθεν ὁ Σωτῆρ’ τὴν φυσικὴν ταύτην διάθεσιν ἀνακινῶν λέγει· “ πάντα οὖν ὅσα θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ “ ἄνθρωποι, καὶ ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς·’ ἀληθῶς δὲ τελείαν ἀγάπην λέγει, ἀφ’ ἧς οὐδὲν τῶν κακῶν ἣ ἀπατηλῶν χωρίσαι δύναται τὸν περιεχόμενον αὐτῆς.
Κυρίλλορ. Περὶ ἀγάπης ὑμῖν διαλεγόμενος· τοῦτο γάρ ἐστι τὸ καθὼς ἐκεῖνος περιεπάτησεν ἐν ἀγάπῃ· ὡς γὰρ αὐτὸς ὁ Κύριος ἔλεγε, μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἐνδείξασθαι, ἣ ινα “ τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ. ταύτην οὖν τὴν περὶ ἀγάπης ἐντολὴν οὐ καινὴν γράφω ὑμῖν· πάλαι γὰρ αὐτὴν διὰ τῶν προφητῶν ἐπηγγείλατο. “ οὐ γὰρ πρέσβυς,” φησιν, “ οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾶν “ αὐτοὺς καὶ κήδεσθαι αὐτῶν.
Πάλιν ἐντολὴν καινὴν γράφω ὑμῖν, ὅ ἐστιν ἀληθὲς ἐν αὐτῷ καὶ ἐν ὑμῖν· ὅτι ἡ σκοτία παράγεται, καὶ τὸ φῶς τὸ ἀληθινὸν ἤδη φαίνει.
Ποῖα ἡ καινὴ ἐντολὴ τὸ φῶς εἰς τὸν κόσμον ἐληλυθέναι τὸν [*](c Sic. d ἐντολὴν Cod. e κοινωνηκὰ Cod.)
Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι, καὶ τὸν ἀδελφὸν αὐτοῦ ματῶν, ψεύστης ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι. ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει, καὶ σκάνδαλον ἐν αὐτῷ οὐκ ἔστιν. ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί.
Ὅστις λέγει, φησιν, ἑαυτὸν εἶναι Χριστοῦ, καὶ μισεῖ τὸν ἀδελφὸν αὐτοῦ, πῶς ὁ αὐτοῦ εἶναι λέγων μισεῖ τὸν ἀδελφὸν, ὑπὲρ οὗ ὁ Χριστὸς ἀπέθανεν ; ἣ οὕτως· ὁ λέγων ἑαυτὸν τοῦ Θεοῦ, καὶ μισῶν τὸν Χριστὸν, ὃς γέγονεν ἡμῶν ἀδελφὸς, γενόμενος ἄνθρωπος κατὰ τὸ εἰρημένον “ ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. οὐκ ἔστι τοῦ Θεοῦ, ἀλλὰ τοῦ διαβόλου· εἰ γὰρ ἦν τοῦ Θεοῦ, ἐφίλει τὸν ἀπεσταλμένον καὶ χρηματίσαντα αὐτοῦ ἀδελφὸν κάτα χάριν.
Καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ, καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ.
Ἀγνοοῦσι γὰρ οἱ μισοῦντες τὸν Χριστὸν, τοῦ πυρὸς τοῦ αἰωνίου κληρονόμοι γενόμενοι. τοῦτο δὲ αὐτοὺς πάσχειν ὁ διάβολος ποιεῖ, τοὺς ἔσω αὐτῶν σκοτίσας ὀφθαλμούς .
* Παραίνεσις περὶ χάριτος ἑκάστου καθ’ ἡλικίαν, καὶ περὶ ἀποτροπῆς τῆς πρὸς τὸν κόσμον ἀγάπης.
Γράφω ὑμῖν, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ. γράφω ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. γράφω ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε ’τον πόνηρον.
Νόει μοι ἡλικίας ἐνταῦθα κατὰ τὸν ἔσω ἄνθρωπον, καὶ νεανίσκων καὶ παιδίων καὶ πρεσβυτέρων. οὐ γὰρ ὁ Εὐαγγελιστὴς ἔλεγε, γράφω ὑμῖν παιδία τοῖς τετραέτεσιν ἣ πενταέτεσι τῶν συναγομένων· οὐ γὰρ δύναται συνιέναι τῶν λεγομένων· καὶ “ γράφω “ νεανίσκιο,” καὶ γράφω “ πατέρες,” ἀλλὰ κατὰ τὸν ἔσω ἄνθρωπον ἔστι τις παιδίον· γάλα ὑμᾶς ἐπότισε οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. καὶ ἐκεῖνα παιδία εἰσὶ περὶ ὧν λέγει. “ οὐκ ἠδυνήθην Q
Δεῖ πρῶτον παιδίον γενέσθαι καὶ νηπιάσαι τῇ κακίᾳ· καὶ ταύτῃ τὸν τῶν πρεσβυτέρων ἁμαρτιῶν ἀποθέσθαι βάρος· ἵνα ἀκούσῃς, “ γράφω ὑμῖν παιδία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ “ τὸ ὄνομα αὐτοῦ.” εἶτα τὴν τῶν παίδων τάξιν ὑπεξελθόντα, νεανιεύεσθαι κατὰ τῶν παθῶν, καὶ ἀκοῦσαι πάλιν, “γράφω ὑμῖν νεανίσκοι, “ ὅτι ἰσχυροί ἐστε.” προελθόντα δὲ καὶ γνώσεως ἀξιωθέντα θείας, πρὸς τὸν τῶν πατέρων ἀναβῆναι βαθμὸν, καὶ ἀκοῦσαι “ γράφω “ ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς.’ αὕτη ἡ τάξις ἀρίστη καὶ ἀληθεστάτη πρὸς τὴν τοῦ πατρὸς φέρουσα προσ- ηγοριαν.
Σευήρου. Ὁ Θεόλογος Ἰωάννης ἐπιστέλλων, τισὶ μὲν ἔλεγε γράφω ὑμῖν παιδία, τισὶ, “ γράφω ὑμῖν πατέρες καὶ ἄλλοις, “ γράφω ὑμῖν νεανίσκοι πρὸς τὸ μέτρον τῆς πνευματικῆς ἡλικίας ἁρμοδίως ἑκάστῃ τάξει διαλεγόμενος. καὶ παιδία μὲν καλῶν τοὺς εἰσαγωγικῶν μαθημάτων δεομένους καὶ γάλακτος· πατέρας δὲ τοὺς μέσως ἔχοντας τῆς θείας παιδεύσεως· νεανίσκους δὲ τοὺς κατὰ τῶν παθῶν τῆς ἀτιμίας στρατευομένους, καὶ κατὰ τοῦ διαβόλου τρόπαια φέροντας e. μετὰ γὰρ τοὺς πατέρας τοὺς νέα. νίσκους ὠνόμασεν· οὐ γὰρ κατὰ τὴν σωματικὴν ἡλικίαν καὶ ἡ πνευματικὴ πάντως ἀκολουθεῖ.
Εἴτις ὡμολόγησας τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τέκνον αὐτοῦ γένηται, κατὰ τὸ λεχθὲν παρ’ αὐτοῦ, “ ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, “ ἅ μοι ἔδωκεν ὁ Θεὸς,” οὗτος γινώσκει τὸν Πατέρα κατὰ τὴν [*](e φέροντε. Cod.)
Ἐγραψα ὑμῖν, παιδία, ὅτι ἐγνώκατε τὸν Πατέρα. ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ’ ἀρχῆς. ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι ἰσχυροί ἐστε, καὶ ὁ λόγος τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν.
Κυρίλλου ἐκ τοῦ ἐν πνεύματι λατρεύσεισ. Νεανίαι μὲν εἰς ἀνδρείας τύπον, φρονήσεως δὲ πρεσβύται, νηπιότητος δὲ τῆς ἐν Χριστῷ νοουμένης υἱοὶ καὶ θυγατέρες.
Ὠριγένουσ ἐκ τοῦ ἄισματοσ τῶ ἀισμάτων τόμοσ α΄ . Ομώνυμά τινα τοῖς συμβαίνουσι κατὰ τὸν ἔξω ἄνθρωπον ἐστὶ, καὶ παρὰ τὸν ἔσω, καὶ ἀναλογίαν προσάλληλα ἔχοντα· οἷον κατὰ τὰς ἡλικίας, ἐστὶ παιδίον κατὰ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐπιδεχόμενον αὔξησιν ἐπὶ τὸν νεανίσκον φθάνει, ἕως οὗ χρηματίσας ἀνὴρ, γένηται πατήρ· χρῶμαι δὲ τούτοις τοῖς ὀνόμασι διὰ τὴν γραφὴν τὴν παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Καθολικῇ Ἐπιστολῇ· τὰ τρία τάξας ὀνόματα ταῦτα· ὁμωνύμως δὲ καὶ ἀναλόγως τοῖς κατὰ τὸν ἔξω ἄνθρωπον τούτοις τρισί· καὶ εἴποιμι ἃν, ὅτι ἐστί τις παιδίον κατὰ τὸν ἔσω ἄνθρωπον ὅμοιον, ὁποῖός ποτ’ ἃν εἴη, ὅμοιος τοῦ τοιούτου ὁ ἔξω· οὕτω καὶ νεανίσκος κατὰ τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον. ἀκόλουθον δὲ τούτοις ἐστι λέγειν, ὅτι τις καὶ ἔσω ἀνὴρ καὶ πατήρ. λέγει δὲ οὕτως ὁ Ἰωάννης· “ ἔγραψα ὑμῖν παιδία, ὅτι “ ἐγνώκατε τὸν Πατέρα· ἔγραψα ὑμῖν πατέρες, ὅτι ἐγνώκατε τὸν “ ἀπ’ ἀρχῆς· ἔγραψα ὑμῖν νεανίσκοι, ὅτι ἰσχυροὶ ἐστε, καὶ ὁ λόγος “ τοῦ Θεοῦ μένει ἐν ὑμῖν, καὶ νενικήκατε τὸν πονηρόν. σαφὲς δ᾿ οἶμαι καὶ τῷ τυχόντι τυγχάνει, ὅτι τοῖς τὴν ψυχὴν παιδίοις καὶ νεανίσκοις καὶ πατράσι ταῦτα λέγει γράφειν. καὶ Παῦλος δέ που φησὶ, “ οὐκ ἠδυνήθην ὑμῖν λαλῆσαι ὡς πνευματικοῖς, ἀλλ’ ὡς “ σαρκικοῖς· ὡς νηπίους ἐν Χριστῷ γάλα ὑμᾶς ἐπότισα, οὐ “ βρῶμα. ὁ δὲ ἐν Χριστῷ νήπιος τὴν ψυχὴν τοιόσδε τις ὣν, οὕτως ὀνομάζεται, καθὼς καὶ ἀλλαχοῦ ὁ αὐτὸς Παῦλος φησὶν, “ ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς “ νήπιος ἐλογιζόμην. ” εἶτ᾿ ἐπεὶ μὴ ἔμεινεν ἐν τῷ νηπίῳ, φησὶν, “ ὅτε δὲ ἐγενόμην ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου.” οὕτως ἀκούω καὶ
Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἐστιν ἡ ἀγάπη τοῦ Πατρὸς ἐν αὐτῷ.
Ὅπως μὴ νομίσῃ τις τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς τῶν ἐν αὐτοῖς παρίστασθαι, ἐνταῦθα ἐκ τῆς τοῦ κόσμου φωνῆς, ἡρμήνευσε τίνα τὰ ἐν αὐτῷ τυγχάνει· ἵνα ἑπομένως καὶ αὐτοὶ ἐκλάβωμεν. ἔστι τοίνυν καὶ τὰ ἐν αὐτῷ ἐμπαθὴς καὶ ὑλικὴ διάθεσις, σημαινομένη δι’ ἐπιθυμίας σαρκὸς τῆς στρατευομένης κατὰ τῆς ψυχῆς, καὶ ὀφθαλμῶν ὄρεξις· δυνατὸν δὲ ἐκ τῶν προκειμένων ἐκδέξασθαι καὶ περὶ τοῦ ὁρατοῦ κόσμου, οὐκέτι ἀγαπωμένου ὑπὸ τῶν ὑπεραναβάντων, τῷ σκοπεῖν οὐκέτι τὰ πρόσκαιρα ἀλλὰ τὰ αἰώνια· καὶ ἐπεὶ οἱ ἐν αὐτῷ τῷ φιλοζωεῖν προτιθέμενοι διατρίβειν παθητικῶς μεταχειρίζονται τὰ αἰσθητὰ, εἰκότως ἀλαζονεία βίου καὶ σαρκὸς καὶ ὀφθαλμῶν ἐπιθυμία εἴρηται ἐν αὐτῷ· ὧν πάντων ὁ ὑπερφρονῶν ὑπερκόσμιος ἔσται, ποιῶν τὰ θελήματα τοῦ Θεοῦ, τῷ μένειν ἀεὶ καὶ ἀγαπᾶν τὸν Θεόν.
Κυρίλλου. Καὶ τι τὰ ἐν τῷ κόσμῳ ἢ ματαιότης, ἣν ἐπ’ οὐδενὶ τῶν χρησίμων τηροῦσί τινες ; ἤγουν ἐμμόνως ὁρῶνται πράττοντες· ὁ περιττὸς καὶ ἀνόνητος τοῦ παρόντος βίου περισπασμός· ἡ τῶν κοσμικῶν ἐπιθυμιῶν χυδαιότης· ἐξίστησιν ἡμᾶς ὁ Χριστοῦ μαθητὴς οὕτω λέγων “ μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ, καὶ τὰ ἑξῆς.
Σευήρου. τούτου χάριν καὶ πρὸς τοὺς μαθητὰς ἐν Εὐαγγελίοις ὁ Κύριος ἔλεγεν. “ ὅτι ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου “ τούτου. δηλαδὴ τῆς κοσμικῆς ἡδυπαθείας καὶ διαχύσεως, ἧς ἄρχων ἐστὶν ὁ διάβολος· τῆς γὰρ ἀνθρωπείας φύσεως ὥσπερ καὶ
Τοῖς ἐγνωκόσι Χριστὸν καὶ τῆς εὐαγγελικῆς μετειληφόσι παιδείας ἀναγκαία τῶν καλῶν ἔργων ἡ ἐπιτήδευσις· ταῦτα δὲ πράξομεν, εἰ τὸν κόσμον τοῦτον μισήσομεν.
Ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ’ ἐκ τοῦ κόσμου ἐστί.
Οὐδὲν γὰρ τῶν ματαίων καὶ φθορᾶς μεστῶν διαιωνίζει, ἀλλὰ πρόσκαιρά ἐστι καὶ σαθρὰ, καὶ πάσης ἀράχνης ἀσθενέστερα.
Καὶ ὁ κόσμος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.
Ὡς αὐτὸς εἶπεν ὁ Χριστὸς Ἰουδαίοις διαλεγόμενος· “ τοῦτο “ δέ ἐστι τὸ θέλημα τοῦ Πατρὸς, ἵνα πιστεύητε εἰς ὃν ἐκεὶνος “ ἀπέστειλεν.’ καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶν τὴν αἰώνιον κλη- ρονομήσει ζωήν.
Περὶ ψευδαδελφων ἀρνησιθέων, καὶ ὅτι ἡ εἰς Χριστὸν εὐσέβεια Πατρὸς ὁμολογία· ἡ γὰρ τοῦ Πατρὸς ὁμολογία τοῦ Υἱοῦ ἐστι θεολογία.
Παιδία, ἐσχάτη ὥρα ἐστί· καὶ καθὼς ἠκούσατε, ὅτι ὁ Ἀντίχριστος ἔρχεται, καὶ νῦν Ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν.
Προτρεψάμενος εἰς ἔργα λαμπρὰ ἀπὸ τοῦ θελήματος τοῦ Θεοῦ, προτρέπεται καὶ ἐκ τοῦ καιροῦ, ὅτι ἐπὶ θύραις ἤδη τούτου τοῦ κόσμου τὸ τέλος, καὶ τεκμήριον τὸ τὴν πονηρίαν πλεονάσαι. ἥξει μὲν γάρ, φησιν, ἐπὶ τέλει τοῦ κόσμου ὁ Ἀντίχριστος· ἀλλ’ ἰδοὺ ἤδη πεφανέρωται ἐν τῷ κόσμῳ· προώδευσαν γὰρ αὐτοῦ αἱ αἱρέσεις, αἵτινές εἰσιν αὐτοῦ φίλαι καὶ ἀδελφαί· ὁμοίως γὰρ ἑκάτεραι βλασφημοῦσιν εἰς τὸν Χριστὸν, οἵτε αἱρετικοὶ καὶ ὁ υἱὸς τῆς ἀπωλείας.
Σευήρου. Καὶ Ἰωάννης δὲ ὁ Εὐαγγελιστὴς καὶ ὁ Ἀπόστολος [*](f Sic.)
Ἐξ ἡμῶν ἐξῆλθον, ἀλλ’ οὐκ ἦσαν ἐξ ἡμῶν· εἰ γὰρ ἦσαν ἐξ ἡμῶν, μεμενήκεισαν ἂν μεθ’ ἡμῶν· ἀλλ’ ἵνα φανερωθῶσιν, ὅτι οὐκ εἰσὶ πάντες ἐξ ἡμῶν.
Τοῦτό φησιν, ἐπειδὴ γεγονότες μαθηταὶ, ἀπέστησαν μὲν τῆς ἀληθείας, ἰδίας δὲ ἐπινοίας βλασφημιῶν ἐξεῦρον· ἀλλ’ εἰ καὶ μεθ’ ἡμῶν ἦσαν πάλαι, φησι, οὐκ ἦσαν ἐξ ἡμῶν· ἐπεὶ εἰ ἦσαν ἡμέτεροι, μετὰ τῶν ἰδίων ἔμειναν ἃν, νῦν δὲ εἰσὶν ἀλλότριοι.
Καὶ ὑμεῖς χρῖσμα ἔχετε ἀπὸ τοῦ Ἁγίου, καὶ οἴδατε πάντα. οὐκ ἔγραψα ὑμῖν, ὅτι οὐκ οἴδατε τὴν ἀλήθειαν, ἀλλ’ ὅτι οἴδατε αὐτήν.
[*](f Sic. g εὐρήσκομεν Cod.)Ὅπερ ἕκαστος ἔλαβε διὰ τοῦ ἰδίου βάπτ’ ἴσ’ μάτος.
Σευήρου ἐκ τῆε πρὸσ Ἡρακλιανὸν h Ἐπιστολῆσ. Χριστοί εἰσιν, οὐχ οἱ προφῆται μόνον, καὶ ἅγιοι κατ’ ἐκείνους καὶ πρὸ ἐκείνων ἄνδρες, ἀλλ’ ἐξαιρέτως καὶ πάντες οἱ εἰς τὸν μέγαν καὶ μόνον καὶ ἀληθῆ Χριστὸν καὶ Σωτῆρα Θεὸν πιστεύσαντες ὕστερον, καὶ νῦν ἔτι πιστεύοντες· καὶ ἐν τῷ θείῳ τῆς παλιγγενεσίας λουτρῷ καὶ βαπτίσματι συμβολικῶς τῷ μύρῳ χριόμενοι, καὶ τὴν διὰ τοῦ Ἁγίου Πνεύματες υἱοθεσίαν λαμβάνοντες, καὶ τὰς πλουσίας παρ’ αὐτοῦ δωρεὰς, δι’ ὧν γινόμεθα κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ.
Καὶ ὅτι πᾶν ψεῦδος ἐκ τῆς ἀληθείας οὐκ ἔστι. τίς ἐστιν ὁ ψεύστης, εἰ μὴ ὁ ἀρνούμενος ὅτι Ἰησοῦς οὐκ ἔστιν ὁ Χριστός ; οὗτός ἐστιν ὁ Ἀντίχριστος.
Τοιαύτη γὰρ ἡ αἵρεσις ἦν ἡ ἀπὸ Σίμωνος, ἡ λέγουσα ἄλλον εἶναι τὸν Ἰησοῦν, καὶ ἄλλον τὸν Χριστόν. τὸν μὲν Ἰησοῦν βούλονται εἶναι ἐκ Μάριας ἄνθρωπον, τὸν δὲ Χριστὸν τὸν ἐπὶ τοῦ Ἰορδάνου καταβάντα ἐξ οὐρανῶν ἐν εἴδει περιστερᾶς. ἀναθεματίζει οὖν τοὺς οὕτω φρονοῦντας, καὶ τὸ τοῦ διαβόλου περιτίθησιν ὄνομα τε καὶ πρᾶγμα.
Ὁ ἀρνούμενος τὸν Πατέρα καὶ τὸν Υἱόν.
Ἄλλοι πάλιν τινὲς ἐξεληλύθεισαν αἱρεσιῶται λέγοντες, ἄλλον Πατέρα εἶναι, καὶ ἀκατονόμαστον παρὰ τοῦτον, τὸν λεγόμενον Πατέρα τοῦ Χριστοῦ. αὐτοὶ οὖν οὗτοι καὶ τὸν Ἰησοῦν ἀρνοῦνται, διὰ τοῦ ἄνθρωπον ψιλὸν λέγειν, καὶ μὴ κατὰ φύσιν Θεὸν ὡς ἐκ ἕου ὄντα.
Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.
Καὶ ἕτεροι τινες πάλιν ἀρνούμενοι τὸν Υἱὸν προσποιοῦνται εἰδέναι τὸν Πατέρα τοῦτο δὲ ἴστωσαν ὅτι οὐδὲ τὸν Πατέρα ἐπίστανται· εἰ γὰρ ᾔδεσαν τὸν Πατέρα, ᾔδεσαν ὅτι καὶ Υἱοῦ Πατήρ ἐστι τοῦ μονογενοῦς· τοῦτο δὲ ἁρμόσει μὲν καὶ Ἰουδαίοις, καθὸ λέγοντες εἰδέναι τὸν Πατέρα, οὐχ ὁμολογοῦσι τὸν Υἱόν· ἁρμόσει δὲ καὶ τοῖς ἐκ Σίμωνος· καὶ αὐτοὶ γὰρ τῆς αὐτῆς ἀσεβείας μετέχουσιν.
[*](h Ἡρακλιανὴν Cod.)Ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει. ὑμεῖς οὖν ὃ ἠκούσατε ἀπ’ ἀρχῆς ἐν ὑμῖν μενέτω. ἐὰν ἐν ὑμῖν μείνῃ ὃ ἀπ’ ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ μενεῖτε. καὶ αὕτη ἐστὶν ἡ ἐπαγγελία, ἢν αὐτὸς ἐπηγγείλατο ἡμῖν, τὴν ζωὴν τὴν αἰώνιον.
Ἀπαγορεύσας τὴν ἀσέβειαν, καὶ τῆς εὐσεβείας διδάσκει τὸ δόγμα, καὶ τοῖς ἀκούουσιν ἀντέχεσθαι παραινεῖ, λέγων ἐξ αὐτοῦ κοινωνίαν αὐτοὺς ἔχειν καὶ πρὸς τὸν Πατέρα καὶ πρὸς τὸν Υἱὸν, καὶ ἐπαγγελίαν αἰωνίου ζωῆς.
* Περὶ Θείου καὶ Πνευματικοῦ χαρίσματος ἐν ἁγιασμῷ ἐπ’ ἐλπΙδι εἰς γνῶσιν Θεοῦ.
Ταῦτα ἔγραψα ὑμῖν περὶ τῶν πλανώντων ὑμᾶς.
Τούτους, φησιν, ἅπαντας τοὺς λογισμοὺς διεξῆλθον διὰ τὰς ἐξεληλυθυίας αἱρέσεις.
Καὶ ὑμεῖς τὸ χρῖσμα ὃ ἐλάβετε ἀπ’ αὐτοῦ, ἐν ὑμῖν μένει, καὶ οὐ χρείαν ἔχετε ἵνα τὶς διδάσκῃ ὑμᾶς· ἀλλ’ ὡς τὸ αὐτοῦ χρῖσμα διδάσκει ὑμᾶς περὶ πάντων, καὶ ἀληθές ἐστι, καὶ οὐκ ἔστι ψεῦδος· καὶ καθὼς ἐδίδαξεν ὑμᾶς, μενεῖτε ἐν αὐτῷ. καὶ νῦν, τεκνία, μένετε ἐν αὐτῷ. ἵνα ὅταν φανερωθῇ, ἔχωμεν παρρησίαν, καὶ μὴ αἰσχυνθῶμεν ἀπ’ αὐτοῦ, ἐν τῆ παρουσίᾳ αὐτοῦ. ἐὰν ἴδητε ὅτι δίκαιός ἐστι, γινώσκετε, ὅτι πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην ἐξ αὐτοῦ γεγέννηται.
Τουτέστι, μηδὲν γήινον προσμίξητε τῷ ἐλαίῳ τῆς χρίσεως ᾧ ἐχρίσθητε, καὶ οὐ περικρατήσει ὑμῶν ὁ διάβολος.
Ἔχοντές, φησι, τὸ Πνεῦμα τὸ Ἅγιον διδάσκαλον τῆς εὐσεβοῦς γνώσεως, μὴ προσέχετε πνεύμασι πλάνοις, ἀλλὰ καθὼς ἐκεῖνος ἐδίδαξεν ὑμᾶς, οὕτω φρονεῖτε, ἵνα καὶ ἐν τῇ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ μετὰ παρρησίας στῶμεν ἔμπροσθεν αὐτοῦ.
Ὁ διειληφὼς ἐπιστημονικῶς περὶ Θεοῦ ὡς ὄντος κατ’ οὐσίαν δικαίου, εὐθέως γνῶσιν ἕξει, ὡς γεννᾶται ἐκ τούτου ὁ τὴν δικαιοδικαιοσύνην αὐτοῦ ποιῶν· ὥσπερ ὁ γνοὺς αὐτὸν ἁγιασμὸν ὄντα ἐπιδίδῶσιν
Εἴδετε ποταπὴν ἀγάπην δέδωκεν ἡμῖν ὁ Πατὴρ, ἵνα τέκνα Θεοῦ κληθῶμεν, καὶ ἐσμέν.
Ἀναγκαίαν αὐτοῖς ἐργάζεται τὴν ὑπομονὴν διὰ τῆς δοθείσης αὐτοῖς υἱοθεσίας.
Διὰ τοῦτο ὁ κόσμος οὐ γινώσκει ἡμᾶς, ὅτι οὐκ ἔγνω αὐτὸν.
Κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει.
Σευήρου. Ὥστε οὖν καὶ κατὰ τὴν παροῦσαν ζωὴν τέκνα Θεοῦ χρηματίζομεν, ἁγνίζοντες ἑαυτοὺς διὰ τῶν ἀρετῶν, καὶ πρὸς τὴν τοῦ κρείττονος ὁμοίωσιν σπεύδοντες· ἐναργεστέρας δὲ ταύτης τευξόμεθα κατὰ τὴν λαμπρότητα τῆς ἀναστάσεως· ὅτε καὶ ὀψόμεθα αὐτὸν, ὡς ἃν ὄνον τε, καθώς ἐστιν.
* Ὅτι πᾶς ὁ ἐν Χριστῷ ἐκτὸς ἁμαρτίας. ὁ γὰρ ἁμαρτάνων ἐκ τοῦ διοβόλου ἐστίν.
Ἀγαπητοὶ, Λοὶ, νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.
Ερώτησισ Μαξίμου. Τί λέγει ὁ ἅγιος Ἰωάννης; “ ἀγαπη- “ τοὶ, νῦν τέκνα Θεοῦ ἐσμεν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα.” εἰ “ οὔπω ἐφανερώθη τι ἐσόμεθα, πῶς ὁ ἅγιος Παῦλος λέγει, “ ἡμῖν δὲ ἀπεκάλυψεν ὁ Θεὸς διὰ τοῦ Πνεύματος· τὸ γὰρ “ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. πῶς δὲ καὶ τοιαῦτα φιλοσοφεῖ περὶ τοῦ “ τί ἐσόμεθα ;
[*](g Cod. prim. m. τὸ rec. m. corr. τῷ.)Ἀπόκρισισ. Ὁ μὲν ἅγιος Εὐαγγελίστης Ἰωάννης τὸν τρόπον τῆς μελλούσης τῶν γενομένων ἐνταῦθα τέκνων τοῦ Θεοῦ, τῶν κατὰ τὴν πίστιν ἀρετῶν θεώσεως, ἠγνοηκέναι λέγει, μήπω φανείσης τῆς αὐθυπάρκτου κατὰ τὸ εἰδος τῶν μελλόντων ἀγαθῶν ὑποστάσεως· διὰ πίστεως γὰρ ἐνταῦθα περιπατοῦμεν, οὐ διὰ εἴδους. ὁ δὲ ἅγιος Παῦλος τὸν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς θεῖον σκοπὸν λέγει δι’ ἀποκαλύψεως εἰληφέναι, οὐ μὴν αὐτὸν ἐγνωκέναι τὸν κατὰ τὸν θεῖον σκοπὸν τῆς ἐκθέσεως τρόπον· διὸ λέγει σαφῶς ἑαυτὸν ἑρμηνεύων, κατὰ σκοπὸν διώκω τῆς ἄνω κλήσεως· γνῶναι δηλονότι θέλων ἐκ τοῦ παθεῖν τῆς κατ’ ἐνέργειαν ἐκπληρώσεως τοῦ θείου, καὶ αὐτῷ δι’ ἀποκαλύψεως ἐνταῦθα γνωθέντος σκοποῦ τῆς ἐκθέσεως τῶν ἀξιουμένων δυνάμεως. συνᾴδουσιν οὖν οἱ Ἀπόστολοι διὰ τῆς δοκούσης ἐναντιοφανοῦς διδασκαλίας ἀλλήλοις συμπνέοντες, ὡς ὑφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ κινούμενοι Πνεύματος. ὁ μὲν γὰρ τοῦ τρόπου τῆς μελλούσης κατὰ τὴν χάριν θεώσεως ὁμολογεῖ τὴν ἄγνοιαν· ὁ δὲ τοῦ σκοποῦ μεγαλοφυῶς εἰσηγεῖται τὴν εἴδησιν· ὅτι δὲ ταύτης ἔχεται τῆς γνώμης ὁ μέγας Ἀπόστολος, αὐτὸς ἑαυτοῦ διὰ πάντων τῶν θείων αὐτοῦ λόγων μάρτυς καθέστηκε. ποτὲ μὲν γὰρ πᾶσαν καταργηθήσεσθαι φάσκων γνῶσιν καὶ προφητείαν· ποτὲ δὲ οὔπω λογζόμενος ἑαυτὸν κατειληφέναι· ποτὲ δὲ δι’ ἐσόπτρου καὶ αἰνιγμάτων βλέπειν τὰ μέλλοντα· καὶ εἶναι καιρὸν, ὅτε τις πρόσωπον πρὸς πρόσωπον τῶν ἐλπιζομένων μεγάλης καὶ ὑπὲρ νόησιν ἀπολαύσειεν χάριτος· ποτὲ δὲ ἐκ μέρους γινώσκειν ὁμολογῶν, καὶ ἐκ μέρους προφητεύειν· ποτὲ δὲ χρῆν αὐτὸν γνώσεσθαι καθὼς καὶ ἐπεγνώσθη, διαρρήδην βοῶν, ὡς οὔπω δηλονότι γνοὺς τὸ γνωσθησόμενον· καὶ συντόμως εἰπεῖν τὸ “ ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται· τῷ Ἀποστόλῳ εἰρημένον ταὐτὸν εἶναί μοι φαίνεται τῷ, “ οὔπω ἐφανερώθη τι “ ἐσόμεθα,” λεχθέντι τῷ Θεολόγῳ.
Οἴδαμεν δὲ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν, καθώς ἐστι. Καὶ πᾶς ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἐπ’ αὐτῷ, ἁγνίζει ἑαυτὸν, καθὼς ἐκεῖνος ἄγνος ἐστι.
Τοῦ συμβασιλεῦσαι καὶ συνδοξασθῆναι λέγει, ἐκ τούτων τῶν
Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, καὶ τὴν ἀνομίαν ποιεῖ· καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη, ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρη· καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων, οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων, οὐχ ἑώρακεν αὐτὸν, οὐδὲ ἔγνωκεν αὐτόν.
Εἰ γὰρ κατὰ μηδένα τρόπον αὐτοῦ χωρίζεται, πῶς αὐτοῦ ἁμαρτία ἅψασθαι δύναται ;
Τεκνία μου, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν.
Τοῦτο ἄρα ἐστὶ γνῶσις ἐπιστημονικὴ καὶ ἐνδιάθετος κατα- νόησις.
Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν· ὅτι ἀπ’ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει· εἰς τοῦτο ἐφανερώθη ὁ Υἱὸς τοῦ Θεοῦ, ἵνα λύση τὰ ἔργα τοῦ διαβόλου.
Ὁσάκις οὖν ἁμαρτάνομεν, ἐκ τοῦ διαβόλου γεννώμεθα· ἐκ τοῦ Θεοῦ δὲ πάλιν, ὁσάκις ἀρετὴν κατορθώσομεν.
Τοῦ Χρυσοστόμου. Ἐπείπερ πρὸ πάντων τραπεὶς ὁ διάβολος ἐν τῷ ἁμαρτάνειν γέγονεν, ἐξ αὐτοῦ χρηματίζει πᾶς ὁ ἁμαρτητικῶς ἐνεργῶν· προάρχεται γὰρ ἐν τῷ ἁμαρτάνοντι δι’ ὑπερβολὴν πονηρῶν λογισμῶν, ὡς ἐπὶ τοῦ Ἰούδα. ἀλλ’ ἐρεῖ τις [*](h Severus Antiochenus, opinor.)
Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ.
Σευήρου. Οὐ τοῦτο εἶπεν ὡς εἰς τὸ ἐπίδεκτου ἁμαρτίας καὶ ἀπαθείας ἡμῶν περιστάσης τῆς φύσεως· ἀλλ’ ὅτι ἐφ’ ὅσον ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ φυλάττει τὴν τῆς γεννήσεως χάριν, διὰ τῆς καθαρᾶς πολιτείας ἁμαρτάνειν οὐ δύναται· καὶ τὴν αἰτίαν προστίθησι τοῦ μὴ δύνασθαι ἁμαρτάνειν λέγων, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει. τι δέ ἐστι τὸ σπέρμα τοῦ Θεοῦ τὸ μένον ἐπὶ τοὺς πιστούς ; ἢ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις δι’ ἧς ἀναγεννήθημεν· ἥτις οὐκ ἀφίσταται ἡμῶν· ὅταν κατὰ Παῦλον, μὴ λυπῶμεν διὰ τῶν αἰσχίστων πράξεων “ τὸ Πνεῦμα τὸ “ Ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ ἐσφραγίσθημεν εἰς ἡμέραν ἀποκαλύψεως. τὸ οὖν “ οὐ δύναται άμαρτάνειν” οὐ κατὰ τὸ γενέσθαι τὴν φύσιν ἡμῶν ἀνεπίδεκτον ἁμαρτίας, καὶ εἰς ἀπάθειαν περιστῆναι νοητέον· ἀλλὰ κατὰ τὸ μὴ ἀκόλουθον μηδὲ ἁρμόδιον· οὐ γὰρ ἐνδέχεται τὸν τὴν πνευματικὴν φυλάττοντα γέννησιν καὶ πνευματικὰς καὶ καθαρὰς πράξεις ἐπιτηδεύοντα. κατὰ τοῦτό καὶ ἁμαρτάνειν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, καὶ οὐχ ἡμεῖς βιαζόμεθα πρὸς τὸ δοκεῖν τοῦ ῥητοῦ τὴν ἐξήγησιν, αὐτὸν τὸν θεσπέσιον Ἰωάννην λάβε μοι μάρτυρα· ἐν γὰρ τῷ τέλει τῆς Ἐπιστολῆς τὸ αὐτὸ ῥητὸν ἀναλαμβάνων σαφηνίζει τὴν οἰκείαν διάνοιαν· λέγει γὰρ οὕτως. οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, ἁμαρτίαν οὐ ποιεῖ, ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ. ὁρᾷς ὅτι “ ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ,” διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστὶν ἀπαθὴς,
Ἐπώτησισ Μαξίμου. Εἰ κατὰ τὸν Ἅγιον Ἰωάννην “ ὁ γε- “ γεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ “ ἐν αὐτῷ μένει, καὶ οὐ δυνάται ἁμαρτάνειν.’ ὁ δὲ γεγεννημένος ἐξ ὕδατος καὶ Πνεύματος οὗτος ἐκ τοῦ Θεοῦ γεγέννηται· πῶς οἱ ἐκ τοῦ Θεοῦ διὰ τοῦ βαπτίσματος γεγεννημένοι δυνάμεθα ἁμαρτάνειν ;
Ἀπόκρισισ. Διττὸς ἐν ἡμῖν τῆς ἐκ Θεοῦ γεννήσεως ὁ τρόπος. ὁ μὲν πάσῃ δυνάμει παροῦσαν τοῖς γεννωμένοις διδοὺς τὴν χάριν τῆς υἱοθεσίας· ὁ δὲ κατ’ ἐνέργειαν ὅλην παροῦσαν καὶ τοῦ Θεοῦ γεννωμένου· πᾶσαν πρὸς τὸν γεννῶντα Θεὸν προαίρεσιν γνωμικῶς μεταπλάττουσαν εἰς αὐτόν. καὶ ὁ μὲν κατὰ πίστιν μόνην δυνάμει παροῦσαν τὴν χάριν ἔχων· ὁ δὲ πρὸς τῇ πίστει καὶ τὴν κατ’ ἐπίγνωσιν ἐνεργοῦσαν ἐν τῷ ἐπεγνωκότι τὴν τοῦ γνωσθέντος θειοτάτην ὁμοίωσιν ἐμποιῶν. οἷς μὲν οὖν ὁ πρῶτος τῆς γεννήσεως ἐνθεωρεῖται τρόπος, διὰ τὸ μήπω τὴν γνώμην καθαρῶς ἐξηλωθεῖσαν τῆς σαρκικῆς προσπαθείας ποιωθῆναι δι’ ὅλου τῷ Πνεύματι κατὰ τὴν τῶν ἐπεγνωσμένων θείων μυστηρίων δι’ ἐνεργείας τὴν μέθεξιν, τὸ πρὸς ἁμαρτίαν ῥέψαι ποτε βουλομένοις οὐκ ἄπεστιν. οὐ γὰρ γεννᾷ γνώμην τὸ Πνεῦμα μὴ θέλουσαν· ἀλλὰ βουλομένην μεταπλάττει πρὸς θέωσιν· ἧς ὁ κατ’ ἐπίγνωσιν πείρα(??) μεταλαβὼν, οὐ δύναται, τοῦ κυρίως κατὰ ἀλήθειαν ἅπαξ ἔργῳ διαγνωσθέντος, πρὸς ἄλλο τι παρ’ ἐκεῖνο, κἀκεῖνο εἶναι προσποιούμενον, μεταπεσεῖν· ὥσπερ οὔτε ὀφθαλμὸς ἅπαξ τὸν ἥλιον θεασάμενος, εἰς τὴν σελήνην, ἣ τινὰς ἄλλους τῶν κατ’ οὐρανὸν ἀστέρων, παραγνωρίσαι. ὧν δὲ κατὰ τὴν γέννησιν τὴν ὅλην προαίρεσιν λαβὼν τὸ Πνεῦμα τὸ Ἅγιον, ἀπὸ τῆς γῆς πρὸς οὐρανοὺς δι’ ὄλου μετέθηκε· καὶ διὰ τῆς κατ’ ἐνέργειαν ἀληθοῦς ἐπιγνώσεως ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς μακαρίαις ἀκτῖσι τὸν νοῦν μετεποίησεν, ὡς ἄλλον εἶναι νομισθῆναι Θεὸν k παθόντα κατὰ τὴν ἕξιν διὰ τῆς χάριτος, ὅπερ οὐ πάσχων ἀλλ’ ὑπάρχων κατ’ οὐσίαν ἐστι Θεός· τούτων σαφῶς ἀναμάρ- τητος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς καὶ τῆς γνώσεως ἡ προαίρεσις γέγονε, μὴ δυναμένων ἀρνήσασθαι τὸ διὰ τῆς πείρας αὐτοῖς κατ’ i Sic. k Θεὸν add. rec. m.
Εἶπας “ ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστιν,” ἐκ τοῦ οὕτω πράττειν φανεροῦται ὢν τέκνον τοῦ διαβόλου· καθάπερ καὶ Ελύμας ὁ μάγος, ἐκ τοῦ “ πλήρης παντὸς δόλου ἐγνώσθη υἱὸς διαβόλου· καὶ ἐπεὶ “ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, τῷ ἔχειν ἐν ἑαυτῷ Θεοῦ σπέρμα· τὸν οὕτω μὴ ἁμαρτάνοντα εὑρεῖν ἐστὶ σαφῶς υἱὸν ὄντα Θεοῦ· προσέθηκα δὲ τῷ ἁμαρτάνοντι οὕτως, ἵνα μήτις σοφίσηται, τέκνα Θεοῦ λέγων, ἡμᾶς τίθεσθαι πάντας τοὺς μὴ ἁμαρτάνοντας· τὰ γὰρ βρέφη ἁμαρτίαν μὴ ποιοῦντα, οὐ ῥητέον τέκνα Θεοῦ εἶναι· ἐξ ἡλικίας γὰρ, ἀλλ’ οὐκ ἐξ ἀρετῆς κωλύονται τοῦ ἁμαρτάνειν· ἵνα μὴ ἕτερόν τι εἴπωμεν, φάσκοντες, μὴ ὑγιῶς λέγεσθαι περὶ βρεφῶν, ὅτι ἁμαρτίαν οὐ ποιοῦσιν· οὐ ταὐτὸν γὰρ τὸ ἁμαρτάνειν τῷ Ι μὴ ποιεῖν ἁμαρτίαν· τὸ μὲν γὰρ ἀπόφασις ἔοικε· τὸ δὲ ἐκ διαθέσεως ὑπάρχει· καὶ γὰρ λέγοντες μὴ δύνασθαι ἀδικεῖν τὸν δικαιοσύνην ἔχοντα, οὐκ ἀδυναμίαν φυσικὴν δηλοῦμεν, καθ’ ἣν λέγομεν μὴ δύνασθαι τὸ ἄλογον ζῶον ἐπιστήμην ἢ ἕτερόν τι τοιοῦτον ἔχειν.
Ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται αμαρτανειν.
Σπέρμα θεῖόν ἐστιν ὁ Χριστὸς, ὃς ἐνοικῶν ἐν τοῖς πιστοῖς, ποιεῖ αὐτοὺς γενέσθαι υἱοὺς Θεοῦ· οὕτως ἐν τῷ σπέρματι τοῦ Ἀβραὰμ, ὅς ἐστι πάλιν Χριστὸς, εὐλογοῦνται πάντα τὰ ἔθνη.
[*](k Sic. 1 Cod, τὸ.)Σπέρμα φησὶ τὸ Πνεῦμα, ὃ διὰ νοῦ χαρίσματος λαμβάνομεν. ὅπερ ἐν ἡμῖν μένον, ἀνεπίδεκτον τὸν νοῦν ἁμαρτίας ποιεῖ.
Εἰ μὴ γάρ τις γεννηθῇ ἐκ τοῦ Θεοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον οὐ λαμβάνει.
Ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται· ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου.
Ἐν τῷ μὴ ἁμαρτάνειν καὶ ἀγαπᾷν· ἐν τῷ ἁμαρτάνειν καὶ μισεῖν.
Περὶ ἀγαπῆς τῆς πρὸς τὸν πλησίον καὶ διαθέσεως μεταδοτικῆς.
Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία, ἢν ἠκούσατε ἀπ’ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
Ἐπεὶ ὁ ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ Θεοῦ γεγέννηται, ἕπεται δὲ τῷ οὕτω γεννηθέντι ἀγαπᾷν τοὺς ἀδελφοὺς, ὁ μὴ ἔχων δικαιοσυνῆν τὸ μὴ ποιεῖν αὐτήν· μισῶν δὲ τὸν ἀδελφὸν αὐτοῦ ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν· οὐ κατ’ ἄλλον τρόπον ἢ τὸ μὴ γεγεννῆσθαι ἔξ αὐτοῦ· οὐ γὰρ προσεκτέον τοῖς λέγουσι μὴ εἶναι ἐκ Θεοῦ τούτούτους διὰ χοικὴν φύσιν.
Οὐ καθὼς Κάιν ἐκ τοῦ πονηροῦ ἦν, καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν ; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια.
Ἀνοσιεύεται γὰρ, καὶ πρωτόλειον ὧσπέρ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα λαὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν.
Καὶ μὴ θαυμάζετε ἀδελφοὶ, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν, ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν, μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, ἀνθρωποκτόνος ἐστί· καὶ οἴδατε ὅτι [*](m Cod. ὁμαίμωνα.)π
Τὸν λόγον τοῦ Θεοῦ δεξάμενοι, αὐτὸς γὰρ εἶπεν· “ ὁ ἀκούων “ μου τοὺς λόγους καὶ τηρῶν αὐτοὺς, οὐκ ὄψεται θάνατον, ἀλλὰ “ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.”
Καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς θεῖναι. ὃς δ’ ἂν ἔχη τὸν βίον τοῦ κόσμου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα, καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ ; Τοῦ Χρυσοστόμου. Ὅταν ἴδῃς πένητα μὴ παραδράμῃς, ἀλλ’ εὐθέως ἐννόησον, τίς ἃν ἦς, εἰ σὺ ἐκεῖνος· τί οὐκ ἃν ἠθέλησας πάντας σοι ποιεῖν ;
Τουτέστιν ἐν εὐπορίᾳ καθέστηκεν.
Τέκνία, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ γλώσση, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ.
Τοῦ Χρυσοστόμου. Ῥητὰ προκείμενα ὁ προϊστάμενοσ ΕΝ ΣΠΟΥΔΗΙ.
Οὐ γὰρ ἀρκεῖ προστῆναι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν· μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον ἀλλὰ μετὰ φαιδρᾶς καὶ χαιρούσης ψυχῆς.
* Περὶ συνειδήσεως ἐν πίστει Ἰησοῦ Χριστοῦ.
Καὶ ἐν τούτῳ γνωσόμεθα ὅτι ἐκ τῆς ἀληθείας ἐσμὲν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν· ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν, καὶ γινώσκει πάντα.
Εὰν, φησὶν, ἁμάρτωμεν, οὐ λανθάνομεν, οὐδὲ διαφευξόμεθα· εἰ γὰρ ἁμαρτάνοντες, τὴν καρδίαν ἑαυτῶν λαθεῖν δυνάμεθα, ἀλλὰ νυττόμεθα ὑπὸ τοῦ συνειδότος, πόσῳ μᾶλλον τὸν Θεὸν πράττοντές τι τῶν φαύλων δυνηθῶμεν λαθεῖν;
Ἀγαπητοὶ, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινὡσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεὸν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ’ αὐτοῦ, ὅτι τὰς ἐντολὰς αὐτοῦ
Κυρίλλου. Ἕως εἶ κατὰ τὸν βίον τοῦτον, ὁδὸς γὰρ ὁ βίος ὑπὸ πάντων ἀνθρώπων παροδευόμενος, προσδέχου καὶ μὴ παραλογίζου τὴν ἐκ τοῦ συνειδότος ὑπόμνησιν· εἰ δὲ παραλογίσῃ καὶ παραδράμῃς τὸν βίον, αὐτὸ τὸ συνειδὸς ἀντιδίκου τάξιν ἐπέχον ἐπὶ τοῦ κριτοῦ κατηγορήσει, καὶ ὑπὸ τὴν ψῆφον ποιήσει σε τοῦ δικάζοντος, καὶ παραδοθήσῃ ταῖς ἀνηκέστοις κολάσεσιν· ἃ οὐκ ἂν ἔπαθες, εἴγε κατὰ τὴν ὁδὸν εὔνοιαν ἐκτήσω πρὸς τὸν ἀντίδικον, τοὺς ἐλέγχους ὡς μετ’ εὐνοίας προσφερομένους καταδεχόμενος. τοῦτο γὰρ καὶ ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης ἐπιστέλλων φησὶν, “ ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν “ ἔχομεν πρὸς τὸν Θεόν.
Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ· καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ Πνεύματος οὗ ἡμῖν ἔδωκεν.
Ἐν τούτῳ μὲν ἐν τῷ κατορθοῦν τὰς ἐντολάς· τίς δὲ ὁ μένων ἣ ὁ Θεὸς ; καὶ πόθεν δῆλον, ἐκ τοῦ δοῦναι ἡμῖν τὸ Ἅγιον ἑαυτοῦ Πνεῦμα.
* Περὶ διακρίσεως πνευμάτων ἐφ’ ὁμολογίᾳ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως.
Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστίν· ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.
Εἰ ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ ὁ Θεὸς ἀγάπη ἐστι, τις ἂν εἴη ὁ ἐξ αὐτοῦ προερχόμενος ἣ αὐτὸς ὁ Λόγος ; ἐάν τις τοίνυν ἔχῃ τὴν ἀγάπην, Χριστὸν ἔχει ἐν ἑαυτῷ, ἤγουν ὁ εἰπὼν “ ὁ Θεὸς ἀγάπη “ ἐστὶν,” οὗτος πάλιν οἶδεν ἀγάπην ἐκ Θεοῦ, ἥντινα οὐκ ἄλλην εἶναι νομιστέον, ἢ τὸν μονογενῆ, ὥσπερ Θεὸν ἐκ Θεοῦ, οὕτως καὶ ἀγάπην ἐξ ἀγάπης ὄντα· ὅνπερ γὰρ τρόπον πρὸ τῆς Χριστοῦ παρουσίας, ὄντων ἐν τῇ Ἰουδαίᾳ Θεοῦ προφητῶν, πολλοὶ ἐτύγχανον
Μετὰ τὴν ἀνάληψιν Χριστοῦ τὴν εἰς οὐρανοὺς εὐθὺς πολλοὶ ψευδοδιδάσκαλοι γεγόνασι, διαφόρους βλασφημιῶν εἰσάγοντες αἱρέσεις· ἃς ἐν μέρει διδάσκει νῦν.
Ἐν τούτῳ γινώσκετε τὸ Πνεῦμα τοῦ Θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί· καὶ πᾶν πνεῦμα, ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, τοῦ Θεοῦ οὐκ ἔστι.
Ἐγένοντο γάρ τινες, οἳ ἔλεγον ἐν φαντασίᾳ ἀνθρώπου ἐξ οὐρανοῦ κατεληλυθέναι τὸν Κύριον· ὧν ἐπεβεβαίωσαν τὰς δόξας οἱ Μανιχαῖοι.
Ἐὰν οὖν ἁμαρτάνων λέγω, ὅτι Ἰησοῦς Χριστὸς ἐν σαρκὶ ἐλήλυθε, καὶ ταῦτα φρονῶν λέγω, ὅτι ἐπεδήμησεν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐν σαρκὶ, ἄρα ἐκ Θεοῦ Πνεῦμα ἔχω ; οὐκ ἐνδέχεται ἄλλως παραδέξασθαι τὸ ῥητόν· λέγει ὁ Ἰωάννης· “ πᾶν πνεῦμα Ἰησοῦν Χριστὸν ὁμολογοῦν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστί. ἐπαπορήσας οὖν ὁ βουλόμενος καὶ ἐξετάζων καὶ ἐρευνῶν τί βούλεται ὁ Ἀπόστολος λέγειν· “πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν [*](i Cod. χριστοῦ.)
Καὶ τοῦτό ἐστι τὸ τοῦ ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται.
Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα Μήτισ Ἡμᾶσ Ἐσαπατησηι Κατα Μηδενα Τρόπον Οτι Εαν Ελθηι Η Αποστασια Πρῶτον καὶ Ἀποκαλυφθπηι ὁ Ἄνθρωποσ Τῆσ Σμαρτίασ ὁ Υἱὸσ Τῆσ Ἀπωλείασ, Καὶ Τὰ ἑξῆσ.
Περὶ τοῦ Ἀντιχρίστου ἐνταῦθα διαλέγεται, καὶ μέγα ἀποκαλύπτει μυστήριον. τί ἐστιν ἡ ἀποστασία ; αὐτὸν καλεῖ τὴν ἀποστασίαν, ὡς πολλοὺς μέλλοντος ἀπολλύναι καὶ ἀφιστᾶν, “ ὥστε’’ φησὶν “ σκανδαλισθῆναι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκ- “ τοὺς, καὶ “ ἄνθρωπον ἁμαρτίας” αὐτὸν καλεῖ· μυρία γάρ φησιν ἐργάσεται, καὶ παρασκευάσει ἑτέρους ἐργάσασθαι δεινά. καὶ “ υἱὸν τῆς ἀπωλείας αὐτὸν φησὶ, διὰ τὸ καὶ αὐτὸν ἀπόλλυσθαι, καὶ ἑτέρους ἀπολλύειν. τίς δὲ οὗτός ἐστιν ; ἄρα ὁ Σατανᾶς ; οὐδαμῶς· ἀλλὰ ἄνθρωπός τις, πᾶσαν αὐτοῦ δεχόμενος τὴν ἐνέργειαν. ὁ ἄνθρωπος γάρ ἐστι, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἣ σέβασμα. οὐ γὰρ εἰς εἰδωλολατρίαν ἄξει ἐκεῖνος, ἀλλ’ ἀντίθεος τις ἔσται, καὶ πάντας καταλύσει τοὺς θεοὺς, καὶ κελεύσει προσκυνεῖν αὐτὸν ἀντὶ τοῦ Θεοῦ, οὐ τὸν ἐν Ἱεροσλύμοις, ἀλλὰ τὸν καθ’ ἑκάστην ἐκκλησίαν, ἀποδεικνύντα, φησὶν, ἑαυτόν. οὐκ εἶπε λέγοντα, ἀλλὰ πειρώμενον k ἀποδεικνύναι· καὶ γὰρ ἔργα [*](k Cod. πειρόμενον.)
Καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη· ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστὲ, τεκνία, καὶ νενικήκατε αὐτούς.
Προώδευσεν γὰρ αὐτοῦ αἱ αἱρέσεις· προοδοποιοῦσι καὶ οἱ Μανιχαῖοι, οἱ νῦν ἀρτιφανεῖς Παυλικίανοι, θεὸν αὐτὸν εἶναι δια- γορευοντες.
Ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν
Ὁ Θεὸς δηλονότι καὶ Πατὴρ διὰ τοῦ Υἱοῦ καὶ τοῦ Παρα- κλήτου.
Ἤ ὁ ἐν τῳ κόσμῳ.
“ Ὁ ἐνεργῶν ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ” λέγει δὲ τὸν Σατανᾶν. κόσμον γὰρ ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους φησίν.
Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν ἀκούει· ἡμεῖς ἐκ τοῦ Θεοῦ ἐσμέν· ὁ γινώσκων τὸν Θεὸν, ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γιώσκομεν τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ τὸ πνεῦμα τῆς πλάνης.
“ Αὐτοὶ” τίνες ἣ οἱ αἱρεσιῶται καὶ οἱ Μανιχαῖοι ; διὰ τοῦτο βλασφημοῦσι, φησὶν, ἐκ τῆς πονηρᾶς αὐτῶν γνώμης πονηρὰ προχεόμενοι ῥήματα.
Περὶ φιλαδελφίας εἰς θεοσέβειαν.
Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους· ὅτι ἡ ἀγάπη ἐκ τοῦ Θεοῦ ἐστὶ, καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ τοῦ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν.
Ὠσπερ ἔγκλημα καὶ ψόγον φέρει τῷ μὴ αἱρουμένῳ τὸ αἱρετὸν, καὶ μὴ φιλοῦντι τὸ φιλητὸν, οὕτως ἔπαινον περιποιεῖ [ὁ] τοῖς ἀγαπῶσι τοὺς ἀξίους τὸ ἀγαπᾶσθαι τοῦ εἶναι ἀγαπητούς πότε δὲ τοῦτο ὑπαχθῆναι δυνατόν ; ἢ ὅτε αἴρει ὁ Σωτῆρ’ τὴν ἁμαρτίαν τοῦ κόσμου, ἵνα ἀναδειχθῇ ὁ ἄνθρωπος, οἷος ὑπὸ Θεοῦ γέγονε, καθ’
Ὁ μὴ ἀγαπῶν, οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. καὶ ὅτι ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ Θεοῦ ἐν ἡμῖν, ὅτι τὸν Υἱὸν αὐτοῦ μονογενῆ ἀπέσταλκεν εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ. ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη, οὐχ ὅτι ἡμεῖς ἠγαπήσαμεν τὸν Θεὸν, ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς, καὶ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
Τοῦ Χρυσοστόμου. Ἀγάπην ποίαν φησι ; τὴν εἰλικρινῆ, οὐ τὴν μέχρι ῥημάτων· ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ γνώμης, καὶ τοῦ συναλγεῖν ἐκ καθαρᾶς καρδίας. ἔστι γὰρ ἀγάπη καὶ ἡ τῶν πονηρῶν· οἷον λῃσταὶ λῃστὰς φιλοῦσι, καὶ ἀνδροφόνοι ἀνδροφόνους. ἀλλ’ οὐκ ἔστι τοῦτο ἀπὸ συνειδήσεως ἀγαθῆς, ἀλλ’ ἀπὸ κακῆς.
Ἀγαπητοὶ, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾷν. Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.
Τοῦτο ἡμῖν, φησι, κατορθώσει ἡ ἀγάπη· τὸ ἔνοικον ἡμῖν γενέσθαι Θεὸν, ὃν οὐδεὶς πώποτε τεθέαται.
Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν, ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν αὐτοῦ Σωτῆρα τοῦ κόσμου. ὃς ἐὰν ὁμολογήση ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς
Ὅρα πῶς ἄνω καὶ κάτω τὴν αἵρεσιν ἐκείνην ἀναιρεῖ τὴν πονηρὰν, τὴν λέγουσαν, ἄνθρωπον εἶναι ψιλὸν τὸν Ἰησοῦν Μάριας Υἱὸν, καὶ μὴ αὐτὸν ὁμολογοῦντας εἶναι τὸν Πατρὸς μονογενῆ Λόγον, ἐνανθρωπήσαντα διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν.
Ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμὲν ἐν τῷ κόσμῳ τούτῳ.
Καὶ πῶς ἐκεῖνος ἦν, ἣ ὡς αὐτὸς εἴρηκεν· “ ἔρχεται ὁ ἄρχων “ τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. ” οὕτω καὶ ἡμεῖς ὀφείλομεν εἶναι, μηδὲν εὑρισκόμενοι πρὸς τὸν κόσμον ἔχοντες.
Τί οὖν ποιήσωμεν τοῖς προφήταις λέγουσιν ” ὅτι εἶδον τὸν “ Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου ” ὁ δὲ Δανιὴλ πάλιν· “ ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθισε.’’ καὶ ὁ Μιχαίας· “ εἶδον τὸν Κύριον τὸν Θεὸν τοῦ Ἱσραὴλ καθη- “ μένον ἐπὶ θρόνου αὐτοῦ. καὶ πολλὰς τοιαύτας ἐπισυναγαγεῖν ἐστὶ μαρτυρίας· πῶς οὖν, “ Θεὸν οὐδεὶς ἑώρακε πώποτε,” φησίν ; ἵνα μάθῃς ὅτι τὴν ἀκριβῆ αὐτοῦ κατάληψιν καὶ τὴν τετρανωμένην γνῶσιν λέγει. ὅτι γὰρ πάντα ἐκεῖνα συγκατάβασις ἦν, καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς οἶδεν ἐκείνων, δῆλον ἐκ τοῦ διαφόροις ἕκαστον ὁρᾶν. ὁ γὰρ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος καὶ ἀσχημάτιστος. οὗτοι δὲ πάντες σχήματα ἔβλεπον διάφορα. τοῦτο γοῦν αὐτὸ δι’ ἑτέρου προφήτου ἐμφαίνων πάλιν, καὶ πείθων αὐτοὺς, ὡς οὐκ ἀκριβῆ τὴν οὐσίαν εἶδον, ἔλεγεν· “ ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ “ ἐν χερσὶ προφητῶν ὡμοιώθην. οὐκ αὐτὴν τὴν οὐσίαν ἔδειξα τὴν ἐμὴν, ἀλλὰ συγκατέβην, φησὶ, πρὸς τὴν τῶν ὁρώντων ἀσθένειαν. ὁ μέντοι Ἰωάννης, φησὶν, “ ὅτι Θεὸν οὐδεὶς ἑώρακε πάποτε·” τοῦτο γὰρ δῆλον ἢν, ἀλλὰ καὶ περὶ τῶν ἄνω δυνάμεων, “ ὁ μονογενὴς “ Υἱὸς, ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο,’’ ἀξιόπιστον εἰσάγει τοῦ δόγματος μάρτυρα καὶ διδάσκαλον.
Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπη, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει· ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῆ ἀγάπῃ.
Ὁ τὸν Θεὸν δεξάμενος, φησὶν, ὅς ἐστιν ἀγάπη, οὐ δέδοικέ τινα. τί δὲ καὶ φοβηθείη ὁ λαβὼν “ ἐξουσίαν περιπατεῖν ἐπάνω “ ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ ;”
Ἐρώτησισ μαξίμου. Εἰ ὁ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, πῶς οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν ; ἐὰν οὐκ ἔστιν ὑστέρημα, δῆλον ὅτι τετελείωται· πῶς οὖν “ ὁ φο- “ βούμενος οὐ τετελείωται;”
Ἀπόκρισισ. Ἡ καλὴ τῶν θείων γραφῶν εὐταξία, κατὰ τὸν σωστικὸν τοῦ Πνεύματος θεσμὸν, τὸν ἀπὸ τῆς ἐκτὸς κατὰ τὰ πάθη πληθύος ἐπὶ τὴν θείαν ἑνότητα κινουμένων 1 τοὺς βαθμοὺς διορίζουσα, τοὺς μὲν εἰσαγομένους, καὶ ἐπὶ τὰ πρόπυλά που τυγχάνοντας τῆς θείας αὐλῆς τῶν ἀρετῶν, φοβουμένους ἐκάλεσε· τοὺς δὲ κτησαμένους σύμμετρον ἕξιν τῶν κατὰ τὴν ἀρετὴν λόγων τὲ καὶ τρόπων, οἶδεν ὀνομάζειν προκόπτοντας· τοὺς δὲ κατ’ γνωστικοὺς ἤδη γεγενημένους τῆς τῶν ἀρετῶν ἐκφαντικῆς ἀληθείας, κορυφὴν προαγορεύει τελείους. οὔτε οὖν ὁ φοβούμενος τὸν Κύριον, ἀπεστραμμένος δι’ ὅλου τὴν κατὰ τὴν φθορὰν τῶν παθῶν ἀρχαίαν ἀναστροφὴν, καὶ πᾶσαν αὐτοῦ τὴν διάθεσιν διὰ τὸν φόβον ἐκδεδωκὼς τοῖς θείοις πράγμασιν ὑστερεῖ τινὸς καλοῦ τῶν εἰσαγομένοις πρεπόντων· κἂν οὔπω τὴν ἐν ἀρεταῖς ἕξιν ἐκτήσατο, καὶ τῆς ἐν τοῖς τελείοις λαλουμένης σοφίας γέγονε μέτοχος. οὔτε μὴν ὁ προκόπτων τῶν ἐπιβεβλημένων αὐτοῦ τῷ βαθμῷ καλῶν τινὸς ὑστερεῖ, κἂν τὴν αὐτὴν οὕτω τοῖς τελείοις ὑπερέχουσαν τῶν θείων ἐκτήσατο γνῶσιν. καὶ πάλιν οἱ μὲν τὴν πρακτικὴν ἀνδρικῶς μετιόντες φιλοσοφίαν, φόβου καὶ μνήμης τῶν μελλόντων θείων δικαστηρίων οὔπω τὴν ψυχὴν ἀπολύσαντες, νοείσθωσαν ἡμῖν οἱ φοβούμενοι. μηδενὸς μὲν, κατὰ τὸν μακάριον Δαβὶδ, διυστεροῦντες καθάπαξ τῶν ὑπὲρ ἀληθείας ἀγωνιζομένων κατὰ τῆς ἀντικειμένης δυνάμεως, ὅμως δ’ οὖν ἔτι λειπόμενοι τῆς κατὰ τῶν τελείων ἀκραιφνοῦς τῶν μυστικῶν θεαμάτων διαδόσεως· οἱ δὲ τῆς θεωρητικῆς ἐξιωθέντας m θεολογίας, καὶ πάσης φαντασίας ὑλικῆς τὸν [*](Ι Sic. m ἀξιοθέντας Cod.)
Ἡμεῖς ἀγαπῶμεν αὐτὸν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.
Οὕτως ἀγαπᾶ, ὡς καὶ τὰς τρίχας ἠριθμηκέναι τῆς κεφαλῆς, καθὼς ἐν Εὐαγγελίοις φησίν· οὐχ ὅτι τὰς τρίχας ὁ Θεὸς ἀριθμεῖ, ἀλλ’ ἵνα τὴν ἀκριβῆ γνῶσιν καὶ τὴν πολλὴν πρόνοιαν τὴν περὶ ἡμᾶς ἐνδείξηται.
Ἐάν τις εἴπῃ, Ὅτι ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἐδελφὸν αὐτοῦ μισεῖ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾷν ; καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν, ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.
Ὁ γνησίως ἀγαπῶν τὸν Θεὸν, οὐ διὰ τὴν ἀπειλὴν τῶν κολάσεων [*](n Leg. vid. ἐμπροσθεν.)
Ὁ ἀγαπῶν τὸν Θεὸν τὰς ἐντολὰς αὐτοῦ τηρεῖ. τὸ ἀγαπᾷν τὸν ἀδελφὸν αὐτοῦ θείων ἐντολῶν ἐστὶ πλήρωσις· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ οὐκ ἐφύλαξεν ἐντολὴν, μὴ φυλάττων δὲ, οὐκ ἀγαπᾷ τὸν Θεόν· ψεύστης οὖν ὁ λέγων ἀγαπᾷν μὴ ἀγαπῶν.
ΚΕφ. ς.
Περὶ θεολογίας Υἱοῦ ἐν δόξῃ Πατρὸς, καὶ περὶ νίκης τῆς κατὰ τοῦ πονηροῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς ζωήν.
Πᾶς ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστὶν ὁ Χριστὸς, ἐκ τοῦ Θεοῦ γεγέννηται· καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ Θεοῦ, ὅταν τὸν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν.
Οἱ ἐκ Θεοῦ γεννώμενοι, ἐκ τοῦ κατορθοῦν κατ’ ἀρετὴν, τυγχάνουσιν οὗτοι καὶ τέκνα Θεοῦ καὶ φιλοῖ, καθάπερ καὶ Ἀβραάμ.
Τοῦ τῆς ἀληθείας πάλιν ἅπτεται δόγματος, ἐκ βάθρων ἀναιρῶν τῶν αἱρετικῶν τὴν κακοπιστίαν.
Ἤδει τοῦτο ὁ γεννώμενος ἐκ τοῦ Θεοῦ· πιστεύσας ὅτι Ἱησοῦς ἐστὶν ὁ Χριστὸς, ὑψηλὴν συγκατάθεσιν ἔχων περὶ τῆς τοῦ Χριστοῦ διαλήψεως, γεννᾶται. ἀλλ’ ἐκείνην τὴν πίστιν ᾗ κατ’ ἀρετὴν ἔργα συνέζευκται· ἣν καὶ ὁ Ἀβραὰμ ἔχων, λελόγισται δικαιοσύνην ἔχειν. κατὰ τοῦτο τὸ σημαινόμενον ἐκδεκτέον τὸ, “ ἄνδρα πιστὸν ἔργα εὑρεῖν·’’ σπάνιον γὰρ ὁ τοιοῦτος τὴν εὕρεσιν ἔχει· πολλῶν ὄντων τῶν ἄνευ ἔργων σπουδαίων νεκρὰν πίστιν ἐχόντων· ἥτις οὐδὲ ὅλως πίστις ὑπάρχει. ὁ οὕτως πιστεύσας ὡς γεννηθῆναι ἐκ Θεοῦ, ἔχει ζωὴν αἰώνιον, ᾗ φησιν ὁ Σωτὴρ, “ ὁ πιστεύων εἰς ἐμὲ ἔχει ζωὴν αἰώνιον ἤδη γεννᾶται τις ἐκ Θεοῦ κατορθῶν τὰ εἰρημένα. ἀποδοχῆς ἄξιον ὄντα ἀγαπᾷν δεῖ καὶ πρὸ αὐτοῦ τὸν γεννήσαντα αὐτόν.
Αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ Θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
Τὴν ὑπόστασιν καὶ, ἵν οὕτω φράσω, ὕλην ἔχειν, ἧς δεῖ πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τήρησιν τῶν θείων ἐντολῶν εἶναί φησι· ἀναφέρουσι πρὸς τὸν Θεὸν τὸν κατ’ αὐτὰς ἐνεργοῦντα· ὅθεν οὐ κατωφερεῖς οὐδὲ βαρεῖαι τυγχάνουσιν. εἰ δέ τις προσελθὼν αὐταῖς, μὴ ὃν δεῖ τρόπον, λέγει αὐτὰς βαρείας, τὴν ἑαυτοῦ ἀσθένειαν ᾐτιάσατο· φίλον γὰρ τοῖς ἄγαν ἀποβάλλουσιν ἰσχὺν βαρέα νομίζεσθαι, καὶ τὰ πάνυ ἐλαφρὰ καὶ κοῦφα· ὅθεν οὐκ ἔγραψεν, “ αἱ ἐντολαὶ αὐτοῦ ἐλαφραὶ, ἀλλὰ “ βαρεῖαι οὐκ εἰσὶ, μόνου καὶ παντὸς ἀντιλαμβανομένου τοῦ ἀνωφεροῦς αὐτῶν τοῦ δικαίως τὸ δίκαιον διώκοντος πεῖρα γνῶντος· “ ὅτι ὁ Χριστοῦ ζυγὸς ἐλαφρός “ ἐστι,” χρηστότητα πολλὴν ἔχων ὑπάρξαι τὸ οὕτως προκόψαι τῇ πίστει ἐνεργεῖ καὶ εἰς δικαιοσύνην λελογισμένῃ· ἣν καὶ δεικνὺς ὡς ὑφεστηκυῖαν καὶ μένουσαν εἶπεν· “ αὕτη γάρ ἐστιν ἡ νίκη ἡ “ νικήσασα τὸν κόσμον,” ἣν ἔχομεν πίστιν οἱ προσηκάμενοι τὸν Ἰησοῦν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ. οὕτω διατεθεὶς ἐκ τοῦ Θεοῦ γεννᾶται, καὶ τούτου τυχὼν, καταφρονεῖ τῆς ἐνύλου ζωῆς καὶ τῶν τοῦ κόσμου ἡδέων· καὶ ταύτῃ νικᾷ τὸν κόσμον, μεταβὰς ἀπ’ αὐτοῦ εἰς ὑπερκόσμιον πολιτείαν.
Τί γὰρ ἐλαφρότερον τοῦ ἀγάπην ἔχειν μετὰ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, καὶ μετὰ τῶν ἀδελφῶν ἡμῶν ; “ ὁ γὰρ ζυγός “ μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι, φησιν ὁ Σωτήρ. Σκόπει πὼς κοῦφα ἐπιτάττει· οὐκ εἶπεν, “ ἐν φυλακῇ ἤμην καὶ ἀπηλλάξατέ με. “ ἄρρωστος ἤμην, καὶ ἀνεστήσατέ με, ἀλλ’ “ ἐπεσκέψασθέ με, καὶ ἤλθετε πρός με.” καὶ οὐδὲ ἐν τῷ πεινᾷν o ἐπαχθὲς τὸ κελευόμενον, οὐ γὰρ πολυτελῆ ζητείων τράπεζαν, ἀλλὰ τὴν χρείαν μόνην καὶ τὴν ἀναγκαίαν τροφὴν τὸν ἄρτον.
Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ νικᾷ τὸν κόσμον.
Τὸ γεγεννημένον. αὐτὸς ἐφεξῆς ἐδήλωσε τὸ ῥῆμα τῆς πίστεως ἡμῶν λέγων, τὸ νικῆσαν τὸν κόσμον, τουτέστι πονηρίαν πᾶσαν καὶ ἀσέβειαν· ἡ γὰρ πίστις ἡμῶν πᾶσαν ἀγνωσίαν ἀπήλασε, καὶ [*](ο πεινῆν Cod.)
Καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. τίς δέ ἐστιν ὁ νικῶν τὸν κόσμον, εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ ;
Κυρίλλου. Καὶ οὔτε Ἕλλην οὔτε Ἰουδαῖος οὔτε αἱρετικὸς δύναται πρὸς αὐτὴν, ἅπαξ τοῖς ἔργοις τὰ νικητήρια τῆς καθ’ ἡμᾶς πίστεως ἀπενεγκαμένης.
Οὗτός ἐστιν ὁ ἐλθὼν δι’ ὕδατος καὶ αἵματος καὶ Πνεύματος Χριστὸς Ἰησοῦς.
Τοῦ ἀίξαντος ἐκ τῆς πλευρᾶς αὐτοῦ, καὶ τοῦ αἵματος τοῦ καθαράντος τὴν ἁμαρτίαν καὶ ἁγιάσαντος τὸν λαόν. διὰ τοῦτο γάρ φησι, “ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν “ λαὸν, ἔξω τῆς πύλης ἔπαθε. καὶ “ Πνεύματος δὲ προσέθηκεν, ἵνα μάθωμεν, ὡς ὁ ἀνελθὼν εἰς τὸν σταυρὸν, Θεός τε ἦν ὁμοῦ καὶ ἄνθρωπος .
Οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ’ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι.
Τουτέστιν οὐκ ἄνθρωπος ἦν μόνον ὁ ἐλθὼν ἐπὶ τὸν Ἰορδάνην, ἀλλ’ ὁ Λόγος τοῦ Θεοῦ σεσαρκωμένος· ᾧ καὶ ἐμαρτύρησεν Πατὴρ, “ οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ σταυροῦ ὅτε ἐνόμισαν καὶ βροντὴν εἶναι,] ὅτε καὶ τὸ αἷμα αὐτοῦ ἔσταξεν ἐπὶ τὴν γῆν.
Καὶ τὸ Πνεῦμα ἐστὶ τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμα ἐστὶν ἡ ἀλήθεια. ὅτι τρεῖς εἰσὶν οἱ μαρτυροῦντες, τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα· καὶ οἱ τρεῖς εἰς τὸ ἓν εἰσίν. εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν.
Ἡ φωνὴ τοῦ Πατρὸς ἡ ἐλθοῦσα ἐπ’ αὐτόν. “ Πνεῦμα γάρ φησιν ὁ Θεὸς, διὸ καὶ παρακατιὼν λέγει, ὡς τοῦ Θεοῦ ἡ μαρτυρία ἀληθής· ἐπὶ τοῦ μαρτυρήσαντος τῷ Υἱῷ δηλονότι.
Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ἢν μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὐτῷ· ὁ μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτὸν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν, ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ.
Μετὰ τῆς μαρτυρίας ἐκείνης καὶ ἄλλην μαρτυρίαν ἡμῖν δέδωκε, ζωὴν αἰώνιον διδοὺς τοῖς πιστεύουσιν εἰς τὸν Υἱὸν αὐτοῦ.
Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ Θεὸς, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστίν. ὁ ἔχων τὸν Υἳὸν, ἔχει τὴν ζωήν ὁ μὴ ἔχων τὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει. ταῦτα ἔγραψα ὑμῖν, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἵνα εἰδῆτε, ὅτι ζωὴν ἔχετε αἰώνιον, καὶ ἵνα πιστεύητε εἰς τὸ ὄνομα τοῦ Υἱοῦ τοῦ Θεοῦ. καὶ αὕτη ἐστὶν ἡ παρρησία, ἣν ἔχομεν πρὸς αὐτὸν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ, ἀκούει ἡμῶν· καὶ ἐὰν οἴδαμεν, ὅτι ἀκούει ἡμῶν, ὃ ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήσαμεν παρ’ αὐτοῦ.
Τοῦτο συνᾴδει τῷ εἰρημένῳ ὑπὸ τοῦ Σωτῆρος. “ δοῦλος ὁ γνοὺς “ τὸ θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ ποιήσας ἄξια πληγῶν, δερή- “ σεται πολλάς.” τοῦτο παραπλήσιον καὶ ὁ Νόμος προστάσσει ἐπὶ δύο πορνευομένων, ὅτι ἡ μὲν τοῦ λαοῦ θάνατον ἔχει τὴν ζημίαν, ἐὰν δὲ ἱερέως θυγάτηρ τυγχάνῃ, οὐ ψιλὸν θάνατον, ἀλλὰ τὸν ἐπὶ πυρὶ ὑπομένει· καὶ ἡ αἰτία φανερά· ἡ μὲν γὰρ τοῦ λαοῦ, ἅπαξ τοῦ σαβάτου ἐρχομένη τοῦ νόμου κατήκουεν· ἡ δὲ ἀχώριστον εἶχε τὸν διδάσκαλον. διὸ καὶ χαλεπωτέραν τιμωρίαν ὑπομένει. εἰ δὲ δεῖ τ᾿ ἀληθὲς εἰπεῖν· πᾶν ἁμάρτημα ὡς πρὸς τὴν λογικὴν οὐσίαν παρόραμά ἐστι· τρόπον γάρ τινα παριδοῦσα, καὶ ἐπιλαθομένη ἑαυτῆς,ὑπενδοῦσα τὲ τοῦ πρὸς τὸ καλὸν τόνου,παρερρύη. ὅπως δὲ ἐὰν ἔχῃ εἰς κρίσιν ἄγεται ὑπὸ τοῦ Θεοῦ, κἂν ὡς ὁ Ἰωάννης εἶπε, τῶν ἁμαρτιῶν αἱ μὲν ὦσι πρὸς θάνατον, αἱ δὲ ὡς νόσοι ψυχῆς ὑπάρχουσιν, οἱ πείρᾳ τεχνικῇ μαθόντες πῶς ἐστὶν ἕκαστα κατορθοῦν
ΚΕΦ. Z.
Περὶ ἀντιλήψεως τοῦ ἁμαρτάνοντος ἀδελφοῦ διὰ προσευχῆς καὶ περὶ τοῦ μὴ ἁμαρτάνειν.
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωὴν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα τις ἐρωτήση· πᾶσα ἀδικία ἁμαρτία ἐστὶ, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
Ἢ τῆς κακοπιστίας ἣ τῆς εἰς τὸ Πνεῦμα βλασφημίας, ὑπὲρ ἧς οὐκ ἔστιν αἰτῆσαι· ἐὰν γὰρ ἄνθρωπος, φησιν, εἰς ἄνθρωπον ἁμάρτῃ, καὶ δὴ προσεύχον p περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν, τίς προσεύξεται περὶ αὐτοῦ ;
Ἀνάγκη πρὸς θάνατον ἁμαρτίαν ἐκείνην εἶναι, τὴν οὐκέτι δυνα- [*](P Leg. vid. προσεύχου.)
Σχόλιον. “ Ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον. ἐν ἀγνοίᾳ πλανώμενον.
* Περὶ ἀποχῆς δαιμονικοῦ σεβάσματος.
Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλ’ ὁ γεννηθεὶς ἐκ τοῦ Θεοῦ, τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
Εἰ γὰρ ἐκ τοῦ ποιεῖν δικαιοσύνην ἔχει τὸ ἐκ Θεοῦ εἶναι,, ὡς πολλάκις εἰρήκαμεν, ἅμα δὲ τὸ ἁμαρτάνειν καὶ ποιεῖν δικαιοσύνην ἀδύνατον, φανερὸν ἄρα ὅτι οὕτω διακείμενος καὶ ἐνεργῶν, δίκαιός ἐστι, καὶ οὐχ ἁμαρτάνει· εἶτα ἀσφαλιζόμενος, ὡς προαιρετικὸς καὶ οὐ φύσει υἱός ἐστι Θεοῦ ὁ ἄνθρωπος, ἁρμοδίως ἐπήγαγε τὸ “ ἀλλὰ τηρεῖ ἑαυτὸν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.” εἰ γὰρ διὰ τοῦτο ο πόνηρος οὐχ ἅπτεται αὐτοῦ, ὅτι τηρεῖ ἑαυτὸν, οὐκ ἐκ κατασκευῆς, ἀλλ’ ἐκ προσοχῆς ἔχει τὸ μὴ ἁμαρτάνειν. τηρῶν
Σευήρου. Ὁρᾷς ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ διὰ τοῦτο οὐ δύναται ἁμαρτάνειν, οὐχ ὅτι τὴν φύσιν ἐστιν ἀπαθὴς, ἀλλ’ ὅτι τηρεῖ ἑαυτὸν, κατ’ ἐκεῖνό που τὸ εἰρημένον τῷ μακαρίῳ Παύλῳ, “ ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ· καὶ γὰρ ὡς ἀληθῶς ὁ φυλάττων ἑαυτὸν, καὶ τὰ τῷ Ἁγίῳ Πνεύματι δοκοῦντα πράττων, ἁμαρτάνειν οὐ δύναται.
Οἴδαμεν ὅτι ἐκ τοῦ Θεοῦ ἐσμὲν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται. καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινόν.
Διὰ πολλῶν μαθόντες τοὺς φαύλους ἀνθρώπους δηλουμένους τῇ κόσμου φωνῇ, οὐ δεισιδαιμονοῦμεν κατὰ τοὺς αἱρετικοὺς, μήπως ἡ τοῦ Θεοῦ κτίσις κόσμος οὖσα ἐν τῷ πονηρῷ ἵδρυται. ἡ “ κόσμος ” φωνὴ ἐπὶ τῶν ἀνθρώπων κεῖται, ὡς προεῖπον, καὶ ἐνταῦθα καὶ ἐν εὐαγγελίοις. γράφει γὰρ ὁ Ἰωάννης· “ μὴ θαυμάζητε, εἰ “ μισεῖ ὑμᾶς ὁ κόσμος” φανερόν ἐστι πᾶν τῷ νοῦν ἔχοντι κόσμον μισοῦντα τοὺς ἁγίους, τοὺς πονηροὺς ἀνθρώπους σημαίνων. καὶ προσέτι “ αὐτοὶ ἐκ τοῦ κόσμου εἰσὶ, καὶ ὁ κόσμος “ αὐτῶν ἀκούει, ἀκούοντα γὰρ κόσμον τῶν ἀπατηλῶς λαλούντων, οὐ τὴν κτίσιν ἀλλὰ τοὺς ἐμπαθεῖς ἀνθρώπους σημαίνει.
Καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ· οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ἡ ζωὴ ἡ αἰώνιος. τεκνία, φυλάξατε ἑαυτοὺς ἀπὸ τῶν εἰδὼλων. ἀμήν.
Οὐκ ἐπαύσατο μέχρι τέλους τὸ δόγμα ἀναιρῶν τῶν πονηρῶν· ταύτην ἡμῖν τὴν ἀσφάλειαν ποριζόμενος.
Ἣν “ δέδωκε διάνοιαν,” καθ’ ἣν γινώσκεται ὁ ἀληθινῶς ἐλθὼν Τίὸς τοῦ Θεοῦ. ἣ αὕτη ἐστὶ τὸ ἡμεῖς δὲ νοῦν Χριστοῦ “ ἔχομεν. ὁ ταύτην τὴν διάνοιαν καὶ τοῦτον τὸν νοῦν ἔχων γινώσκει τὸν κατ’ οὐσίαν ἀληθινὸν, καὶ ἔστιν ἐν αὐτῷ ἑνούμενος πρὸς
Τέλος τῆς Ἰωάννου καθολικῆς.