Catena in epistulam Petri ii (catena Andreae) (e cod. Oxon. coll. nov. 58)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
ΕΠΕΙΔΗ καὶ ταύτην πάλιν ὁ αὐτὸς Πέτρος ἐπιστέλλει τοῖς ἤδη πιστεύσασιν· ἔστι δὲ ἡ Ἐπιστολὴ ὑπόμνησις τῶν πρώτων· εἰδὼς γὰρ ταχεῖαν αὐτοῦ ἔσεσθαι τὴν ἀνάλυσιν τοῦ σώματος, ἐσπούδασε πάντας ὑπομνῆσαι περὶ ὧν κατηχήθησαν τὴν διδασκαλίαν· καὶ πρῶτον μὲν περὶ τῆς πίστεως ἐξηγεῖται· δεικνὺς ἀπὸ τῶν προφητῶν αὐτὴν εὐηγγελίσθαι· καὶ ὅτι αἱ προφητείαι, αἱ περὶ τοῦ Σωτῆρος, οὐκ εἰσὶν ἀνθρώπιναι, ἀλλὰ παρὰ Θεοῦ ἐλαλήθησαν. ἔπειτα παραγγέλλει μὴ προσέχειν τοῖς ἀπατῶσι, λέγων ἔσεσθαι αὐτῶν ἀπώλειαν, ὥσπερ καὶ τῶν παραβάντων Ἀγγέλων γέγονε· προμηνύει δὲ ἐν τῇ Ἐπιστολῇ ἡμέρας ἔσεσθαι ἐν αἷς ἐμπαίκται περιπατήσουσι καὶ θελήσουσιν ἀπατᾶν τινὰς, λέγοντες μάτην λέγεσθαι παρ’ ἡμῶν τὴν παρουσίαν τοῦ Σωτῆρος διὰ τὸ ἀεὶ λέγεσθαι, καὶ μήπω παραγεγενῆσθαι. ἀπὸ τούτων οὖν καὶ μάλιστα ἀπέχεσθαι παραγγέλλει, διδάσκων μὴ ὀλιγωρεῖν ἐν τοῖς χρόνοις· πάντα γὰρ τὸν χρόνον μηδὲν εἶναι ἐνώπιον Κυρίου· διὰ τὸ καὶ μίαν ἡμέραν ὡς χίλια ἔτη εἶναι, καὶ τὰ χίλια ἔτη ὡς ἡμέραν μίαν· ἔσεσθαι δὲ καὶ ταχέως τὴν ἡμέραν Κυρίου διαβεβαιοῦται καὶ ἀποδείκνυσιν, καὶ ἐντέλλεται ἑτοίμους τὲ εἶναι εἰς αὐτὴν ἔργοις ἀγαθοῖς, καὶ ἀγαπᾶν τὰ ὑπὸ τοῦ Ἀποστόλου Παύλου γραφέντα, καὶ μὴ προσέχειν τοῖς διαβάλλουσιν αὐτὰ, διὰ τὸ καὶ πάσας τὰς θείας γραφὰς διαβάλλειν αὐτούς. ὑπομνήσας οὖν καὶ διατάξας πάντας προειδέναι τὰ πράγματα, παραινεῖ μὴ ἐκπίπτειν τοῦ σκοποῦ τῆς πίστεως, καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.
Περὶ κλήσεως τῆς ἐν πίστει βεβαιουμένης, ἔργοις τοῖς τῆς ἀρετῆς, καὶ ἐλπίδος τῶν μελλόντων ἀγαθῶν.
Συμεὼν Πέτρος δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ.
Ὅρα πῶς ἐξ ἀρχῆς ἀνίστησι τὰς ψυχὰς τῶν πιστευσάντων, εἰς τὸ ἶσον αὐτοὺς τοῖς ἀποστόλοις ἀναφέρων χάρισμα.
Ἴση γὰρ ἡ χάρις ἡ τοῦ θείου βαπτίσματος.
Χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ, καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
Τοῦ Χρυσοστόμου. Οὐδὲν γὰρ ταύτης ἶσον· διὰ τοῦτο εὐχόμεθα καὶ λέγομεν αἰτοῦντες τὸν Ἄγγελον τῆς εἰρήνης· καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν ἐν ταῖς Ἐκκλησίαις, εἰρήνην ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι· καὶ ἁπαξαπλῶς καὶ δὶς καὶ τρὶς καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, “ εἰρήνη ὑμῖν·” διατί ; ὅτι αὕτη μήτηρ πάντων ἐστι τῶν ἀγαθῶν· αὕτη τῆς χαρᾶς ἡ ὑπόστασις. διὰ τοῦτο καὶ ο Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς Ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ σύμβολον τῶν ἀγαθῶν· “ εἰσερχόμενοι “ γάρ,’’ φησιν, “ εἰς τὰς οἰκίας λέγετε εἰρήνη ὑμῖν· ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά· καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς ἔλεγεν, “ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ.
Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης, διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς ἰδίᾳ δόξη καὶ ἀρετῇ· δι’ ὧν τὰ μέγιστα ἡμῖν καὶ τίμια ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως, ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς.
Διὰ μακροῦ μὲν ἀποδίδωσιν· ἔστι δὲ ἡ διάνοια αὕτη· ὡς μυρία λαβόντες ἀγαθὰ διὰ τῆς ἐπιφανείας Χριστοῦ, δι’ ὧν δυνάμεθα a καὶ θείας φύσεως γενέσθαι κοινωνοὶ, καὶ πρὸς ζωὴν καὶ [*](a δυνόμεθα Cod.)
Καὶ αὐτὸ δὲ τοῦτο σπουδὴν πᾶσαν παρεισενέγκαντες, ἐπιχορηγήσατε ἐν τῆ πίστει ὑμῶν τὴν ἀρετὴν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῆ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῆ ἐγκρατείᾳ τὴν ὑπομονὴν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῆ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα, οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν.
Τοῦ Χρυσοστόμου. ταῦτα ποῖα, ἢ τὰ προειρημένα· ἀρετὴ, γνῶσις, ἐγκράτεια, ὑπομονὴ, εὐσέβεια, φιλαδελφία, ἀγάπη, ἅτινα ἡμῖν οὐ μόνον παρεῖναι δεῖ ἀλλὰ καὶ πλεονάζειν· εἰ γὰρ ἡ παρουσία ὠφελεῖ, πολλῷ μᾶλλον ἡ περιουσία· τίς δὲ ἡ ἐξ αὐτῶν ὠφελεία, ἣ τὸ παρρησίαν ἔχειν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ; λέγει δὲ τὴν δευτέραν αὐτοῦ παρουσίαν· ὅτε ἔρχεται κρίναι ζῶντας καὶ νεκρούς· μέγα δὲ καὶ ὑπερβάλλον ἀγαθὸν ἀληθῶς τὸ παρρησίαν ἔχειν ἐπὶ τοῦ θείου καὶ φοβεροῦ βήματος.
Ὦι γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων.
Τοῦ Χρυσοστόμου. Ταῦτ᾿ οὖν ἀκούοντες, πάντοθεν ἑαυτοὺς τειχίζωμεν καὶ προσέχωμεν τοῖς λεγομένοις, καὶ ἑαυτοὺς ἐκκαθάρωμεν τῶν βιωτικῶν· ἂν δὲ τὰ μὲν ποιῶμεν, τὰ δὲ ἀμελῶμεν, οὐδὲν ἡμῖν ἔσται πλέον· ἂν γὰρ μὴ οὕτως, ἀλλ’ ἐκείνως ἀπολλύμεθα· τί γὰρ διαφέρει ἂν μὴ διὰ πλούτου ἀλλὰ διὰ ῥαθυμίας ; ἃν μὴ διὰ ῥαθυμίας ἀλλ’ ἀνανδρείας διαφθαρῶμεν ; ἐπεὶ καὶ ὁ γεωργὸς, ἄν τε οὕτως ἄν τε ἐκείνως ἀπολέσῃ τὸν σπόρον, ὁμοίως πενθεῖ.
Καὶ ἐκ τοῦ ἐναντίου διεγείρει ἡμᾶς ἐπὶ τὸ ἐργάζεσθαι πάντα τὰ προειρημένα καλά.
Λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτημάτων.
Δέον γὰρ, εἰδότα ὡς καθαρισθεὶς καὶ ἁγιότητος μετέλαβε, νήφειν, ἵνα διὰ παντὸς τηρῇ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.
Παραγγελία εἰς ὑπόμνησιν τῆς διδασκαλίας μετὰ τὴν ἀνάλυσιν αὐτοῦ, καὶ ὅπως ἐν ὄρει Θαβὼρ τῆς τοῦ Θεοῦ περὶ Χριστοῦ ἤκουσε b φωνῆς.
Διὸ μᾶλλον ἀδελφοὶ, σπουδάσατε, ἵνα διὰ τῶν καλῶν ἔργων βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθε.
Ἵνα μὴ ὡς ἐπιλελησμένοι τῆς δωρεᾶς τοῦ Θεοῦ κριθῆτε, ἀλλὰ μείνητε, βεβαίαν τὴν κλῆσιν ἔχοντες.
Tαῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας, καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ.
Πάλιν τὰ προειρημένα λέγει, ἀρετὴν καὶ τὰς ἑξῆς δηλωθείσας ἐντολὰς, δι’ ὤη καὶ μετὰ παρρησίας πολλῆς εἰσέρχονται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅρα δὲ πῶς πρότερον ἀπὸ τῶν φοβερῶν προτρεψάμενος, καὶ ἀπὸ τῶν ἀγαθῶν προτρέπεται, ἀπὸ τοῦ βήματος τοῦ κριτοῦ, τὴν βασιλείαν εἰπὼν τῶν οὐρανῶν.
Ἵνα μὴ δόξωσι συνεχῶς ἀναμιμνησκόμενοι περὶ αὐτῶν ὡς ἐν ἀργίᾳ εἶναι κατεγνωσμένοι, καὶ λυπηθῶσι, τούτου χάριν θεραπεύων ἐπήγαγε, “ καίπερ εἰδότας ἐστηριγμένους ἐν τῇ παρούσῃ “ ἀληθείᾳ.”
Δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει· εἰδὼς ὅτι ταχίστη ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον, τὴν τούτων μνήμην ποιεῖσθαι.
[*](b ἐπήκουσε Bar.)Αἰτίαν τῆς ὑπομνήσεως ἀποδίδωσιν· αὕτη δέ ἐστι τὸ ταχέως ἐλπίζειν αὐτὸν τοῦ παρόντος μετατεθήσεσθαι βίου.
Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος· λαβὼν γὰρ παρὰ Θεοῦ Πατρὸς τιμὴν καὶ δόξαν, φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης.
Τοῖς διδάγμασι τῶν σοφῶν τοῦ κόσμου τούτου.
Κυρίλλου. Μῦθοι γὰρ ὄντως καὶ ἀνθρώπινα σοφίσματα τῶν αἱρετικῶν τὰ προβλήματα, οὕστινας ἐκτρέπεσθαι βουλόμενος ἡμᾶς ὁ Παῦλος γράφει· “ αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν “ νουθεσίαν παραιτοῦ, καὶ τὰ ἑξῆς.
Ἄρχεται μὲν ἤδη τῆς κατὰ τῶν αἱρετικῶν ἐπιδρομῆς· καθὸ ἐκεῖνοι τὴν ἀλήθειαν οὐκ ἔχοντες ποικίλοις λόγοις ἀναγκάζονται περιπλάττειν τὸ ψεῦδος· ἀλλ’ ἡμεῖς οὐχ οὕτω φησὶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν ἐθεασάμεθα, μετ’ αὐτοῦ ὄντες ἐν τῷ ὄρει· ἔχομεν οὖν καὶ τοὺς προφήτας ταύτην αὐτὴν τὴν ἀλήθειαν ἡμῖν προμηνύσαντας, καὶ οὕτως διὰ τῆς ὄψεως βεβαιότερος τῶν προφητῶν ὁ λόγος ἡμῖν ἐγένετο· ἃ γὰρ ἐκεῖνοι εἰπον, ταῦτα παρὼν ὁ Χριστὸς ἐπιστώσατο. καὶ μάρτυρες ἡμεῖς, οἱ καὶ τὴν μαρτυρίαν ἀκούσαντες τοῦ Πατρός. εὖ δὲ καὶ ὑμεῖς ποιήσετε τῷ προφητικῷ πειθόμενοι λόγῳ· οὗτος γὰρ τοὺς ἐν ἀγνοίᾳ φωταγωγεῖ, ἕως καθαρὸν ὑμῖν τὸ φῶς τοῦ Εὐαγγελίου διαφανῇ, καὶ ὁ νοητὸς ἑωσφόρος, τουτέστι Χριστὸς, ἐν ταῖς καρδίαις ὑμῶν ἀνατείλῃ. Μαρτυρηθεὶς ὑπὸ τοῦ Πατρός.
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, εἰς ὃν ἐγὼ εὐδόκησα.
καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ.
Tοῦτο ἤδη τρίτον ἠνέχθη· ἐπὶ τοῦ βαπτίσματος πρῶτον· δεύτερον ὅτε ἐβόησεν ὁ Υἱὸς πρὸς τὸν Πατέρα, τὸ, “ Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρά σοι. καὶ τρίτον ἐπὶ τῆς μεταμορφώσεως.
Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες, ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ, καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.
Εἰ c τῷ αὐτῷ Πνεύματι προφητεύουσιν οἱ τῆς νέας καὶ τῆς παλαιᾶς· ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ἐντολὴν ἔχει ὁ πρῶτος σιωπᾶν· πάντως οὐκ ἐξιστάμενοι οἱ προφῆται προεφήτευον τῷ λόγῳ, ἀλλ’ ἐν τῷ κατὰ φύσιν ἱστάμενοι. καὶ ἑκόντες καὶ εἰδότες ὑπούργουν τῷ πρὸς αὐτοὺς γινομένῳ λόγῳ· ὅς τις λόγος οὐ κατὰ βούλησιν ἀνθρώπου ἠνέχθη ποτὲ, ἀλλ’ ἐκ Θεοῦ φέρεται εἰς ἀνθρώπους. οἵτινες ἄνθρωποι ἑκόντες ὑπούργουν αὐτῷ. διὰ τοῦτο καὶ ὁ Βαλαὰμ παραγγέλλεται λαλεῖν τὰ ὑποβαλλόμενα αὐτῷ, ὡς αὐτεξουσίως ἔχων καὶ τοῦ μὴ λαλῆσαι αὐτά. καὶ τοῦτο δὲ αὐτὸ βεβαιοῖ καὶ ὁ Ἰωνᾶς.
Tοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς, ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτὲ, ἀλλ’ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι.
Οὐκ αὐτοί φησιν ἑαυτοὺς ἡρμήνευσαν οἱ προφῆται· οὐ γὰρ ἑαυτοῖς ἐφθέγγοντο, ἀλλὰ διακονοῦντες τῷ Πνεύματι τῷ Ἁγίῳ· τίς οὑν ἡ ἑρμηνεία αὐτῶν, ἣ τὰ ἔργα ἃ ἔδειξεν ο χριστὸς ἐλθὼν ; ὥστε ὁ τῶν προφητῶν τοὺς λόγους ἀκριβῶσαι βουλόμενος, τὴν εἰς τὸν Κύριον Ἰησοῦν πίστιν ἁρπάσει, δι’ ἧς τὰ τῶν προφητῶν γινώσκεται λόγια.
Tὸν Ἰωάννην πρὸ ἡμῶν μαρτυροῦντα.
Ὁ Χριστὸς ἔλθῃ ἀπ’ οὐρανοῦ, φῶτ’ ἵζων d πάντα ἄνθρωπον. ἄντικρυς γοῦν δείκνυσιν, ὅτι τοῦ Ἁγίου Πνεύματος ἔστιν ἐνέρ- γεια τὸ προφητεύειν· καὶ ὁ Παῦλος δὲ τῷ Ἄγ’ ἴῳ Πνεύματι τὴν προφητείαν δίδωσι λέγων· “ ἄλλῳ δὲ προφητεία, καὶ τὰ ἑξῆς· οὐκοῦν ὁ προφητεύων ἀναμφιβόλως ἐξ Ἁγίου Πνεύματος γλώσσῃ ἐνεργουμένῃ ἀποφθέγγεται.
[*](c Leg. vid. ἐν.)[*](d Cod. φωτίξον, pertinet ad “ φωσφόρος ἀνατείλῂ V. 19)Πρόρρησις ἀπατηλῆς ἐπαναστάσεως αἱρετικῶν, ἀσεβείας τε αὐτῶν κα μελλούσης κολάσεως.
Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ.
Ἵνα μὴ ἀκούσαντες προφητικὸν λόγον, ἁπλῶς καὶ ἀδιακρίτως τοῖς ὀνομασθεῖσι πιστεύσωσι· τούτου χάριν φησὶν, ἀσφαλίζεσθε, ἵνα μὴ ἀντὶ τῶν προφητῶν τοῖς ψευδοπροφηταῖς πεισθέντες σφαλῆτε.
Ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις.
Ἥψατο ἤδη τῆς κατὰ τῶν Νικολαϊτῶν καταδρομῆς· λέγει διττὴν αὐτῶν εἶναι τὴν κακίαν· εἰσὶ δὲ περὶ μὲν δόγμα ἀσεβέστατοι, περὶ δὲ βίον ἀσελγέστατοι.
Δι’ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
Οἳ γὰρ ἔτι πλανώμενοι, τοιαῦτά τινα ὁρῶντες περὶ τοὺς διδασκάλους τῆς ἀληθείας γινόμενα, ἀγνοοῦντες βλασφημοῦσι τὴν ἀλήθειαν. ὅμοιον δὲ τῷ εἰρημένῳ πρὸς Ἰουδαίους· “ δι’ ὑμᾶς τὸ “ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.’’
Καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται.
Τουτέστι διὰ κέρδος· ἡ γὰρ πλεονεξία ποτὲ μὲν τὴν ἀδικίαν, ποτὲ δὲ τὸ κέρδος δηλοῖ· ὅθεν οἰκείως καὶ τὸ “ ἐμπορεύσονται” προσέθηκεν· ἀλλοτριῶν δὲ αὐτοὺς παντελῶς τῆς θείας διδασκαλίας, “ πλαστοῖς λόγοις” εἶπεν αὐτοὺς χρωμένους.
Οἷς τὸ κρίμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει.
Ἀλλ᾿ ἕξουσί, φησι, τῆς ἀσεβείας τὰ ὀψώνια, θάνατον· τὸ δὲ ἔκπαλαι τῆς προγνώσεως τοῦ Θεοῦ ἐστὶ σημαντικόν. ὥσπερ
Εἰ γὰρ ὁ Θεὸς Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους· καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο.
Κυρίλλου Ἐκ Τοῦ Εἰσ Τὸν Προφήτην Μιχαίαν ὑπομνήματοσ ‘Ρητὰ Προκίμενα, “ Καὶ Αἱ Κοιλάδεσ Τακήσονται “ Ὼσ Κηρὸσ Ἀπὸ Προσώπου Πυρὸσ Καὶ ὡσεὶ ὕδωρ καταφερό- “ ΜΕΝΟΝ.” Κοιλάδες ἡ τῶν δαιμόνων ἀγέλη καὶ πληθὺς, ἡ ταπεινὴ καὶ κατερριμμένη, ἡ δίκην κηροῦ κατατετηγμένη· ῥεύσασα δὲ καὶ ὡς ὕδωρ εἰς τοὺς ἐν ᾅδου μυχούς. προσῄεσαν γοῦν τὰ πονηρὰ πνεύματα τῷ Χριστῷ, καὶ παρεκάλουν αὐτὸν, ἵνα μὴ συντάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. ὡς γὰρ ἑτέρων ἤδη προαπεσταλ- μένων, οἱ περιλειφθέντες ἔτι τὸ χρῆμα καταπεφρίκασιν.
Σημείωσον περὶ Ἀγγέλων, ὅτι καὶ Ἄγγελοι ἁμαρτήσαντες κολάζονται.
Ὅτε ἦλθεν ἐξ οὐρανῶν ὁ Χριστὸς, τοὺς μάλιστα τῶν δαιμόνων ἀρχικωτάτους κατέκλεισεν εἰς τὴν ἄβυσσον· καὶ τοῦτο δῆλον ἐκ τοῦ παρακαλεῖν τὰ πνεύματα, ἵνα μὴ βληθῶσιν εἰς τὴν ἄβυσσον· τοὺς μὲν οὖν δήσας, τοὺς δὲ κελεύσας διώκεσθαι, ἐκ τοῦ εἰπεῖν, “ ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων.” “ δαι- “ μονία γὰρ ἐκβάλλετε,” φησιν. ἐν τῷ τῆς συντελείας ἐπὶ μείζονα τιμωρίαν οὓς ἀπέκλεισε πρώην ἐξάγει, ἐκβάλλων αὐτοὺς εἰς τὸ πυρ’ τὸ αιωνιον.
Ἡσυχίου Πρεσβυτέρου Ἐκ Τῆσ ἑρμηνείασ τῶν Φαλμῶν Ρητὸν Προκείμενον, “ Ἔλεοσ Καὶ ἁλήθειαν αὑτοῦ τίσ “ Ἐκζητήσει;” τίς γὰρ αὐτοῦ τὴν φιλανθρωπίαν δύναται ἣ τίς λογιστεῦσαι τὴν ἀλήθειαν δύναται ; ἀπὸ μὲν γὰρ τῆς ἀληθείας “ Ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, διὰ δὲ τὴν φιλανθρωπίαν πόρνας καὶ τελώνας εἰς τὴν βασιλειᾶν εἰσήγαγε.
Ἀπολειξις τοῦ πάντως τοὺς ἀσεβεῖς κολασθήσεσθαι· ἐπεξιὼν δὲ τοῖς ὑποδείγμασι καὶ τὰ περὶ Σοδόμων λέγει διὰ τοῦτο τεθῆναι, ἵνα εἰς αὐτά τις ὁρῶν μὴ ἀσεβῇ, εἰδὼς ὡς πάντως τὰ ὅμοια
Ἀλλ’ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε.
Φίλωνος. Ἑτέρως γὰρ ἄνθρωποι δοκιμάζουσι τοὺς βίους, καὶ ἑτέρως τὸ θεῖον· οἱ μὲν ἐκ τῶν φανερῶν, οἱ δὲ ἐκ τῶν κατὰ ψυχὴν ἀοράτων λογισμῶν.
Κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας.
Τοῦ Ἁγίου Ἐἀραίμ b. Δεινὸς Δεινὸς γὰρ ὄλεθρος κατεῖχε τὸν βίον κομπαζόντων c, πορνευόντων, παροινούντων εἰς τὴν εὐσέβειαν· οὐκ ἦν αὐτοῖς ὁ βίος εἰ μὴ μανία καὶ τέρψις· ὡς θῆρες ἦσαν πρὸς πρόβατα, μόνον πρὸς τὰς γυναῖκας εἰρήνην ἔχοντες, καὶ ἐν αὐταῖς οὐ τὸν τυχόντα πόλεμον ὑπομένοντες· ἐπὶ εἴκοσι φόνοις ἀνδρῶν γυνὴ περιεφέρετο· ἡ γὰρ φθορὰ τὴν ἰσχὺν τοῦ σώματος ἐν τῇ μοιχείᾳ ἐγύμναζε. καὶ γυναῖκες οὐκ εἶχον ἐν τῇ εὐνοίᾳ τὸ καύχημα, ἀλλ’ ἐν τῇ πολυανδρίᾳ· οὕτω καὶ αὗται ἐξεμάνησαν· οὐχ ἥκιστα τῶν ἀνδρῶν ταῖς ψυχαῖς πολεμοῦσαι. τοὺς ἔχοντας ηὔχοντο θανεῖν, ἵνα τῇ φθορᾷ λειτουργήσωσι· προέκοπτεν ἐν αὐταῖς τὸ πάθος εἰς ἀκρασίαν· ὥστε καὶ τοὺς υἱοὺς τοῦ Θεοῦ ἑλεῖν πρὸς τὴν μίξιν τὴν ἄτιμον. οἳ ἐκ τοῦ γένους τοῦ Σὴθ ἦσαν υἱοὶ τοῦ Θεοῦ, ἐπειδὴ καὶ τὸ Εὐαγγέλιον λέγει περὶ τοῦ Χριστοῦ, ὅτι γέγονεν υἱὸς Σὴθ, υἱὸς Ἀλὰμ, υἱὸς Θεοῦ. καὶ τὸν Τσραὴλ υἱὸν πρωτότοκον ὠνόμασεν.
Καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθει- κώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο.
Τοῦ Χρυσοστόμου. Βούλει τὴν αἰτίαν μαθεῖν δι’ ἣν τότε ταῦτα ἐγένετο ; ἓν ἦν ἁμάρτημα μὲν χαλεπὸν καὶ ἐπάρατον· πλὴν ἀλλ’ ἐν παισὶν ἐπεμένοντο οἱ τότε· καὶ διὰ τοῦτο ταύτην ἔδοσαν τὴν δίκην.
Βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν [*](b Ευφραιμ Cod. c in uiarg. rec. m. κωμαζόντων.)
Σευήρου Ἐκ Τῆσ Πρὸσ Λεόντιον Χαρυοτλάριον ἑπιστολῆσ. Πεπεῖσθαι χρὴ σαφῶς ὡς καὶ ὁ ἐπὶ τούτοις στεναγμὸς καὶ τὸ συναλγεῖν τοῖς πάσχουσι μέγιστον φέρει παρὰ Θεοῦ τὸν μισθὸν, καὶ τὴν πρὸς αὐτὸν οἰκείωσιν προξενεῖ. καὶ τοσοῦτον, ὡς καὶ πανδήμου πολλάκις ὀργῆς ἐπαιωρημένης ἐξαιρεῖσθαι τοὺς τῇ λύπῃ συντετριμμένους καὶ συμπαθεῖς τὴν διάνοιαν· ὅθεν γέγραφέ τι τοιοῦτον ὁ τῶν Ἀποστόλων πρωτοστάτης καὶ ἔγκριτος Πέτρος περὶ τοῦ Λὼτ ῥυσθέντος ἀπὸ τῆς Σοδόμων καταστροφῆς· “ βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος ἐγκατοικῶν ἐν αὐτοῖς, καὶ τὰ ἑξῆς.
Μάλιστα δὲ τοὺς ὀπίσω σαρκὸς ἐν ἐπιθυμίαις μιασμοῦ πορευομένους, καὶ κυριότητος καταφρονοῦντας. τολμηταὶ, αὐθάδεις, δόξας οὐ τρέμουσι βλασφημοῦντες· ὅπου Ἄγγελοι ἰσχύι· καὶ δυνάμει μείζονες ὄντες, οὐ φέρουσι κατ’ αὐτῶν παρὰ κυρίῳ βλάσφημον κρίσιν.
Ἀπὸ τῶν ὑποδειγμάτων εὐφυῶς εἰς τὴν παροῦσαν ἦλθεν ὑπόθεσιν· αὕτη δέ ἐστιν ἡ τῶν Σιμωνιανῶν, τῶν ἀσελεγείαν τῇ ἀσεβείᾳ μιξάντων.
Οὗτοι δὲ, ὡς ἄλογα ζῷα, γεγενημένα εἰς ἅλωσιν καὶ φθορὰν, ἐν οἷς ἀγνοοῦσι βλασφημοῦντες, ἐν τῆ φθορᾷ αὐτῶν καταφθαρήσονται, κομιούμενοι μισθὸν ἀδικίας.
Κυρίλλου. Καὶ γοῦν ὁ θεσπέσιος μελῳδὸς “ ἄνθρωπος, φησὶν, “ ἐν τιμῇ ὣν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, “ καὶ ὡμοιώθη αὐτοῖς. ἔθη γὰρ ἀλογίας συμπεπλεγμένα ὥσπερ ἔχοντες, ὀλίγα κομιδῆ διενεγκόντες ἐφαίνοντο κτηνῶν, ὡς ἔφην, ἃ πρὸς μόνην γέγονε φθοράν.
Πρὸ, τῷ ἀσεβεῖν φησὶ, καὶ τὸν βίον ἅπαντα κατεφθαρμένον ἔδειξεν.
Ἕθος τῇ θείᾳ γραφῇ τὰ κατὰ φύσιν ὄντα θεῖα ταῦτα τοῖς ἀνθρώποις εἰς εἰκόνας καὶ παραδείγματα λαμβάνειν.
Ἡδονὴν ἡγούμενοι τὴν ἐν ἡμέρᾳ τρυφὴν, σπίλοι καὶ μῶμοι, ἐντρυφῶντες ἐν ταῖς ἀπάταις αὐτῶν.
Ἐπειδὰν ἀπατήσωσι, φησὶ, καὶ δυνηθῶσιν ἀσελγεῖν τοὺς συνόντας καὶ τὰς συνούσας, παρασκευάσει τὸ πρᾶγμα ἀναπληροῦντας ἑαυτῶν τὴν ἀσέλγειαν.
Συνευωχούμενοι ὑμῖν, ὀφθαλμοὺς ἔχοντες μεστοὺς μοιχαλίδος καὶ ἀκαταπαύστους ἁμαρτίας· δελεάζοντες ψυχὰς ἀστηρίκτους, καρδίαν γεγυμνασμένην πλεονεξίαις ἔχοντες.
Οὐ δι’ ἀγάπην καὶ τὸ μεταλαβεῖν ἁλῶν φησὶ, συνευωχοῦνται ὑμῖν, ἀλλὰ διὰ τὸ καιρὸν εὑρίσκειν τῆς πρὸς γυναῖκας ἀπάτης ἐπιτήδειον· ὅμοιον δὲ καὶ ὁ Ἀπόστολος περὶ αὐτῶν εἴρηκεν· “ οἱ “ παρεισδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια “ σεσωρευμένα ἁμαρτίαις.
Κατάρας τέκνα, καταλιπόντες εὐθεῖαν ὁδὸν, ἐπλανήθησαν, ἐξακολουθήσαντες τῇ ὁδῷ τοῦ Βαλαὰμ τοῦ Βοσὸρ, ὃς μισθὸν ἀδικίας ἠγάπησεν.
Ὥστε καὶ ἐντεῦθεν ἔγνωμεν, ὅτι διὰ τὸ φιλάργυρον αὐτοῦ πάθος ὁ Βαλαὰμ, ὅπερ διὰ τῆς μανιώδους μαντείας ἔτρεφεν, ἅπαξ κωλυθεὶς ὑπὸ τοῦ Θεοῦ. τὸ δὲ δεύτερον φιλονείκως πορευθῆναι πρὸς τὸν Βαλὰκ κατηπείγετο, καὶ τῷ φόβῳ μόνον τῷ τοῦ Θεοῦ παιδευθεὶς, καὶ τοῖς δείμασι τοῖς ἐπιστᾶσιν αὐτῷ κατὰ τὴν ὁδὸν τὸ ῥῆμα τῆς εὐλογίας οὐ παρεποίησεν· ὅπερ τῆς τοῦ Θεοῦ δυνάμεως ἦν, οὐ τῆς ἐκείνου μοχθηρᾶς προαιρέσεως· οὐ δὲ τῆς γλώττης αὐτοῦ τῆς ἐντραφείσης τῇ διακονίᾳ τοῦ ψεύδους.
Ἔλεγξιν δὲ ἔσχεν ἰδίας παρανομίας· ὑποζύγιον ἄφωνον, ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον, ἐκώλυσε τὴν τοῦ προφήτου παραφρονίαν.
Ἐν τῆ βίβλῳ τῶν Ἀριθμῶν ἐμφέρεται, καὶ φησὶν, “ ἤνοιξεν “ ὁ Θεὸς τὸ στόμα τῆς ὄνου, καὶ εἶπε τῷ Βαλαὰμ, Τί πεποίηκά “ σοι, ὅτι πέπαικάς με τοῦτο τρίτον; ” καὶ τὰ ἑξῆς. πρὸς ταῦτα οὖν οἱ ἐξηγηταί φασιν, “ ἡ ὄνος τοῦ Βαλαὰμ κατακρίνει αὐτὸν, ὅτι “ ὑπήκουσε τῷ Ἀγγέλῳ καὶ ὑπεχώρησεν, αὐτὸς δὲ ἀκούσας τοῦ “ Θεοῦ, οὐ πορεύσῃ οὐδὲ ἀρόσῃ τὸν λαὸν, οὐχ ὑπήκουσε τῇ βουλῇ. “ ὅθεν καὶ διδάσκαλος αὐτοῦ γίνεται ἡ ὄνος, καὶ κριθεῖσα πρὸς “ αὐτὸν, ἐδικαιώθη ὑπὲρ αὐτόν.
Εὐσεβίου Ἐμίσησ. Εἶτε σὺ μὲν ἀπαιτεῖς με φυλάξαι σοι ὑπακοὴν, αὐτὸς δὲ παρακοῦσαι τοῦ Θεοῦ οὐ φοβῇ ; καὶ σὺ μὲν ἀγανακτεῖς ὡς ὑπερορώμενος παρ’ ἐμοῦ· αὐτὸς δὲ παριδὼν τὴν κέλευσιν τοῦ Θεοῦ οὐκ εὐλαβήθης ; διόπερ ὁ Ἀπόστολός φησιν ἐν τῇ Καθολικῇ “ ὑποζύγιον ἄφωνον ἐν ἀνθρώπου φωνῇ φθεγξάμενον “ ἤλεγξε τοῦ προφήτου τὴν ἀφροσύνην.”
Τοῦ Χρυσοστόμου. Εἰ εἰς ὄνον ἐνήργησε g καὶ εἰς μάτην ἡ τοῦ Θεοῦ χάρις, δι’ οἰκονομίαν καὶ τὴν τῶν Ἰσραηλιτῶν ὠφέλειαν, εύδηλον ὅτι εἰς ἡμᾶς παραιτήσεται ἐνεργεῖν, ἀλλ’ ἀνέξεται καὶ τοῦτο δι’ ἡμᾶς.
Οὗτοι εἰσὶ πηγαὶ ἄνυδροι.
Οὐκ ἔχοντες τὸν ζῶντα τοῦ Πνεύματος λόγον, τὸν χειμάρρουν τῆς τρυφῆς, τὸν ἐπικλύζοντα εἰς δόξαν ἐθνῶν.
Καὶ ὀμίχλαι ὑπὸ λαίλαπος ἐλαυνόμεναι, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
Οὐκ εἴσι, φησὶ, διαυγεῖς ὥσπερ οἱ ἅγιοι οἱ ὄντες νεφέλαι, ἀλλ’ ὀμίχλαι, τουτέστι σκότους καὶ γνόφου μεστοί· ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐλαυνόμενοι h.
Ὑπέρογκα γὰρ ματαιότητος φθεγγόμενοι, δελεάζουσιν ἐν ἐπιθυμίαις σαρκὸς ἀσελγείαις, τοὺς ὄντως ἀποφυγόντας, τοὺς ἐν πλάνῃ ἀναστρεφομένους.
Καὶ ματαιότης εἰσὶ τὰ ῥήματα, φησὶ, καὶ ὑπέρογκα· ἵνα μὴ μόνον διὰ τὴν ἀσέβειαν, ἀλλὰ καὶ διὰ τὸ μέγεθος τῆς ἀσεβείας κολάζωνται.
[*](S ἐν ἐνήργησε Cod. h ἐλαυνώμενοι Cod.)Ἐλευθερίαν αὐτοῖς ἐπαγγελλόμενοι, αὐτοὶ δοῦλοι ὑπάρχοντες τῆς φθορᾶς· ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται.
Τὴν ἀπὸ τῆς πλάνης ἐλευθερίαν δηλονότι, διὰ τοῦτο γὰρ καὶ προετάξατο τοὺς ἐν πλάνῃ ἀναστρεφομένους.
Εἰ γὰρ ἀποφυγόντες τὰ μιάσματα τοῦ κοσμοῦ, ἐν ἐπιγνώσει τοῦ Κυρίου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτοις δὲ πάλιν ἐμπλακέντες ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ἐπιστρέψαι ἐκ τῆς παραδοθείσης ἁγίας ἐντολῆς. συμβέβηκε δὲ αὐτοῖς τὸ τῆς ἀληθοῦς παροιμίας, κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ, ὗς λουσαμένη, μένη, εἰς κύλισμα βορβόρου.
Δείκνυσι διὰ τούτων, ὡς οὐκ ἐλευθεροῦσι τῆς πλάνης τοὺς πειθομένους αὐτοῖς· ἀλλ’ εἰς χείρονα πλάνην ἕλκουσι· τὰ ἔσχατα δὲ χείρονα τῶν πρώτων λέγει, καθὸ ποτὲ μὲν ἐν ἀγνοίᾳ διάγοντες καιρὸν εἶχον ἐπιστροφῆς· νῦν δὲ ἐν τῇ δοκούσῃ γνώσει ἁμαρτά- νοντες, ποῖον ἔτι σωτηρίας εὕρωσι καῖρον ;
Ἐπανάληψις περὶ κακίας ἀνθρώπων αἱρετικῶν. Ὅτι αἰφνιδίως ἥξει Χριστὸς ἐπὶ συντελείᾳ τοῦδε τοῦ αἰῶνος· ὥστε δεῖν εὐτρεπίζεσθαι πόαν ἀρετῇ.
Ταύτην ἤδη, ἀγαπητοὶ, δευτέραν ὑμῖν γράφω ἐπιστολὴν, λὴν, ἐν αἷς διεγείρω ὑμῶν ἐν ὑπομνήσει τὴν εἰλικρινῆ διάνοιαν· μνησθῆναι τῶν προειρημένων ῥημάτων ὑπὸ τῶν ἁγίων προφητῶν, καὶ τῆς τῶν ἀποστόλων ἡμῶν ἐντολῆς, τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ· τοῦτο πρῶτον γινώσκοντες, ὅτι ἐλεύσονται ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ἐν ἐμπαιγμονῇ i οἱ ἐμπαῖκται, κατὰ τὰς ἰδίας αὐτῶν [*](I Cod. ἐν ἐμπαιγμῶν.)
Ὅτι χωρὶς πίστεως ἀδύνατον εὐαρεστῆσαι, Παῦλός φησιν, ὁ τῶν θείων μυστηρίων ἱερουργός. καὶ τοῖς μὲν ἐν ἀγνοίᾳ ταύτης διαμαρτάνουσι τάχα μέν τις δοίη συγγνώμην· τοῖς δὲ ἅπαξ τὴν ἀλήθειαν ἐπεγνωκόσι, καὶ εἰς τοὐπίσω πάλιν δρομήσασι συγγνώμης οὐδεὶς ἀπολείπεται λόγος.
Κατὰ τῶν ἀνοσίων Λαμπετιανῶν ἤτοι Εὐχιτῶν ἢ Ὀφιανῶν· πολυώνυμος γὰρ ἡ πλάνη, ἐπεὶ καὶ πολύμορφος. τὸ “ οἱ νῦν “ οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτῷ λόγῳ τεθησαυρισμένοι εἰσὶν ” ὁμοιοῦται τοῖς κατὰ τὸν κατακλυσμὸν συμβεβηκόσι· φησὶ γὰρ, ὡς διὰ τῶν πάλαι οὐρανῶν καὶ τῆς γῆς ἀπώλετο κατακλυσθεὶς ὁ τότε κόσμος, οὕτως ἀναστοιχειουμένων εἰς πυρ’ τῶν οὐράνων καὶ τῆς γῆς, οἱ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ ἄρδην ἀπωλοῦνται· καὶ τουτέστι τὸ τῆς ὁμοιότητος, τὸ ἅμα αὐτοὺς ἀπόλλυσθαι ὡσαύτως τοῖς ἐν τῷ κατακλυσμῷ ἀπολωλόσιν· “ ὡς γὰρ ἐν ταῖς ἡμέραις “ Νῶε,’’ φησὶν ὁ Κύριος, “ ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο· “ ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ “ κατακλυσμὸς, καὶ ἦρεν ἅπαντας, κατὰ ταῦτα ἔσται ἡ παρουσία “ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. ἐπὶ πλεῖον δὲ συναγορεύων ὅτι οὕτως ἔσται, φησιν ἐλεύσεσθαι τὴν τῆς κρίσεως ἡμέραν λανθάνουσαν οἷα κλέπτης, ἐν ᾗ ὀξέως καὶ ἀνυπερθέτως οἱ οὐρανοὶ παρελεύσονται, τῶν στοιχείων ἐκτηκομένων πρὸς τοῦ ἐπενεχθέντος πυρός. μεθ’ οὓς οὐρανοὺς ῥυζηδὸν παρεληλυθότας καὶ καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν ἔσεσθαι, ἐν οἷς δικαιοσύνη καὶ τὰ ἐπαγγέλματα τοῦ Θεοῦ τὴν οἴκησιν ἴσχει.
Λανθάνει γὰρ αὐτοὺς τοῦτο θέλοντας, ὅτι οὐρανοὶ ἦσαν ἐκπάλαι, καὶ γῆ ἐξ ὕδατος καὶ δι’ ὕδατος συνεστῶσα τῷ τοῦ Θεοῦ λόγῳ, δι’ ὧν ὁ τότε κόσμος ὕδατι κατακλυσθεὶς ἀπώλετο· οἱ δὲ νῦν οὐρανοὶ καὶ ἡ γῆ τῷ αὐτοῦ λόγῳ τεθησαυρισμένοι εἰσὶν ἐν πυρὶ
Εὐσεβίου. “ Κατ’ ἀρχὰς, σὺ Κύριε, τὴν γῆν ἐθεμελίωσας, “ καὶ ἔργα τῶν χειρῶν ὅου εἰσὶν οἱ οὐρανοὶ,’’ φησὶν ὁ ψαλμῳδός· εἰ μὲν γὰρ μὴ σὺ ἦσθά, φησι, κατ’ ἀρχὰς, ὦ Κύριε, ὁ τὴν γῆν ἐθεμελίωσας, καὶ εἰ μὴ ἔργα τῶν χειρῶν σου ὑπῆρχον οἱ οὐρανοὶ, οὐχ οἷόν τε ἦν αὐτὰ μετατεθῆναι, οὐδὲ εἰς μεταβολὴν ἐλθεῖν· εἰ γὰρ ἀγένητα ἦν, ἔμειναν ἃν καὶ ἀτελεύτητα· νῦν δὲ ἐπεὶ ποιητὴς αὐτῶν γέγονας, δυνατὸς εἶ καὶ παραγαγεῖν αὐτὰ θελήσας· φύσεως γὰρ ὑπάρχουσι φθαρτῆς καὶ ἀπολλυμένης· ὅτι καὶ μὴ πρότερον ὄντα σῇ βουλῇ καὶ δυνάμει γέγονεν· ἓν γάρ ἐστι μένον ἀεὶ καὶ οὔ ποτε δυνάμενον μὴ εἶναι, δηλαδὴ σὺ, ὁ μόνος τῶν ὅλων ποιητής.
Ωσπερ γὰρ πάλαι, φησὶ, διὰ τῶν οὐρανῶν καὶ τῆς γῆς κατακλυσθεὶς ὁ κόσμος· οὕτως ἀναστοιχειουμένων τῶν οὐρανῶν καὶ τῆς γῆς διὰ πυρὸς, ὁμοίως πάλιν οἱ ἀσεβεῖς ἀπολοῦνται.
Ἓν δὲ τοῦτο μὴ λανθανέτω ὑμᾶς ἀγαπητοὶ, ὅτι μία ἡμέρα παρὰ Κυρίῳ ὡς χίλια ἔτη, καὶ χίλια ἔτη ὡς ἡμέρα μία. οὐ βραδύνει Κύριος τῆς ἐπαγγελίας, ὡς τινὲς βραδυτῆτα ἡγοῦνται· ἀλλὰ μακροθυμεῖ εἰς ἡμᾶς, μὴ βουλόμενος τινὰς ἀπολέσθαι, ἀλλὰ πάντας εἰς μετανοιαν χώρησαι.
Ὅμοιον τὸ παρὰ τῷ θεσπεσίῳ Δαβὶδ εἰρημένον ἐν τῷ ’πι ψαλμῷ “ ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἡ “ ἐχθὲς, ἥτις διῆλθε καὶ φυλακὴ κ ἐν νυκτί.’ πρὸς ταῦτα οὖν εἰρήκασιν οἱ ἐξηγηταὶ οὕτως.
Εὐσεβίου Πρεσβυτέρου. Λέγει δὲ ὅτι σμικρά τις ἐστὶ καὶ ἀλγεινὴ λίαν ἡ τῶν ἀνθρώπων ζωή. σὺ δὲ τῷ ἀιδίῳ καὶ αἰωνίῳ. καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμὸς μιᾷ ἡμέρᾳ παρείκασται, μᾶλλον δὲ μικρῷ μορίῳ νυκτός· φυλακὴν δὲ νυκτερινὴν τὸ τεταρτημόριον ἐκάλεσε τῆς νυκτός· τετραχῇ γὰρ οἱ ταύτην φυλάττειν πεπιστευμένοι διαιροῦνται· τετάρτῃ γὰρ φυλακῇ καὶ ὁ Κύριος πρὸς τοὺς ἱεροὺς Ἀποστόλους ἀφίκετο. εἰ δὲ περὶ χιλίων ἐτῶν οὕτως εἴρηκε, [*](k Cod. φυλακῆ.)
Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἶς ἤκμασε μὲν ταῦτα, παρῆλθεν “ ὡς ἡ ἡμέρα ἡ χθὲς, ἥτις διῆλθεν.
Ἀθανασίου Ἀλεξανδρείασ. Χίλια ἔτη τὸν καιρὸν τῆς ἐν νόμῳ λατρείας φησὶ, καθ’ ὃν μάλιστα ἐπιτελεσθέντος τοῦ θείου ναοῦ ἤνθησεν· ἀπὸ γὰρ Σολομῶνος. τοῦ τὸν οἶκον Κυρίου ἐγείραντος, μέχρι τῆς πολιορκίας τῆς μετὰ τὸν τίμιον γενομένης σταυρὸν, εἰς τοῦτον συντείνει ἔτη χίλια. ἀλλὰ ταῦτά, φησι, τὰ χίλια ἔτη μία ἡμέρα λογισθείη ἐνώπιόν σου· μᾶλλον μὲν οὖν μικρὸν μόριον νυκτός· εἰκότως νυκτὶ παρεικάζει τὸν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος καιρόν· ἅτε ὡς ἐν ἀωρίᾳ καὶ συγχύσει πάντων ἀνθρώπων ὄντων· διὰ τὸ μήπω αὐτοῖς ἀνατεῖλαι τὸν ἥλιον τῆς δικαιοσύνης. Καὶ πάλιν —ὅτι χίλια ἔτη ἀντὶ τοῦ, πάντα σοι εὐχερῆ καὶ εὔκολα· τουτέστιν, ὅτε οὐ προσδοκῶμεν. οὕτω γὰρ καὶ ὁ Κύριος εἶπεν, “ ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, “ ἠγρύπνησεν ἄν’ καὶ τὸ “ περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐδεὶς “ οἶδεν, εἰ μὴ ὁ Πατὴρ, καὶ ᾧ ἃν ὁ Πατὴρ ἀποκαλύψῃ.”
Ἥξει δὲ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, ἐν ἧ οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσονται, γῆ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται. τούτων οὖν πάντων λυομένων, ποταποὺς δεῖ ὑπάρχειν ὑμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις ; προσδοκῶντας καὶ σπεύδοντας τὴν παρουσίαν τῆς τοῦ Θεοῦ ἡμέρας,
Εὐσεβίου. Πᾶν’ γὰρ σῶμα χρόνοις καὶ μακροῖς αἰῶσι παλαιοῦται, ὡς ἱμάτιον παλαιωθέντα· παλαιωθέντα δὲ, αὖθις ἀνακαινωθήσεται τῇ σῇ πάλιν ἐνθέω βουλῆ.
Οὐχ ὡς ἀπολλυμένων λέγει τῶν οὐρανῶν· ἀλλ’ ὡς ἀναστοιχειουμένων εἰς κρείττονα λῆξιν· ὥσπερ γὰρ τὰ σώματα τὰ ἡμέτερα λυόμενα οὐκ εἰς τὸ μηδαμῶς εἶναι χωρεῖ, ἀλλ’ ἀνακαινίζεται εἰς
Δι’ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τακήσεται. καινοὺς δὲ οὐρανοὺς καὶ γῆν καινὴν κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν, ἐν οἷς δικαιοσύνη κατοικεῖ.
Tουτέστι ἀνακαινισθέντας τοὺς οὐρανοὺς ὀψόμεθα, ὁμοίως δὲ καὶ τὴν γῆν.
Οὐ μόνον ἡμεῖς, φησὶν, ἀλλὰ καὶ ἡ περὶ ἡμᾶς ὁρωμένη κτίσις ἐπὶ τὸ ἄμεινον μεταποιηθήσεται· συμμεθέξουσα τῆς ἡμῶν λαμπρότητος, ἐπείπερ δι’ ἡμᾶς φθοραῖς καὶ ἀλλοιώσεσιν ὑπηνέχθη· καὶ ὡς δι’ ἡμᾶς γενομένη ἀκολουθεῖ τῇ ἡμετέρᾳ καταστασει.
Σεγήρου. Οὐ γὰρ ἡμεῖς μόνοι διὰ τῆς ἀναστάσεως ἐλίζομεν τὴν εἰς τὸ ἄμεινον μεταποίησιν, ἀλλὰ καὶ ἡ περὶ ἡμᾶς ὁρωμένη κτίσις ἅπασα, κατάλληλον ἕξει τῇ ἡμετέρᾳ δόξῃ μετασχηματισμὸν, καὶ συμμεθέξει τῆς ἐκεῖθεν λαμπρότητος· ὥσπερ γὰρ νῦν τῇ ἐκ τῆς ἁμαρτίας φθορᾷ δουλευσάντων ἡμῶν, καὶ τὰ περὶ ἡμᾶς στοιχεῖα φθοραῖς τισὶν ὑπέζευκται καὶ ἀλλοώσεσιν. ὁρῶμεν γὰρ ἥλιον ἐκλείποντα, σελήνην δὲ φθίνουσαν, ὡς εἶπε φιλοσοφῶν ὁ μέγας Ἰὼβ· οὕτως τότε, τῆς ἀθανασίας καὶ τῆς ἀφθαρσίας μελλούσης τοῖς ἡμετέροις σώμασιν ἐπανθεῖν ἐκ τοῦ λειμῶνος τῆς ἀναστάσεως, καὶ ὁ περὶ ἡμᾶς ὁρατὸς οὗτος κόσμος τῇ ἁρμοζούσῃ φαιδρότητι γανωθήσεται· δεικνύντος διὰ τούτου τοῦ καλοῦ δημιουργοῦ καὶ ἐπὶ τὸ κάλλιον μετασκευαστοῦ, ὡς καὶ τὴν ἀρχὴν διὰ τὴν ἡμετέραν δουλείαν τε καὶ διακονίαν τὴν αἰσθητὴν κτίσιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε· καὶ ἐς ὕστερον δι’ ἡμᾶς πάλιν μεθαρμόσει πρὸς τὴν ἔνδοξον ἐκείνην καὶ ἀγήρω κατάστασιν. Καὶ μετ᾿ ὀλίγα — Ὥσπερ γὰρ οἰκέτης, κάκως μὲν πράττοντος τοῦ δεσπότου, μετέχει τῆς κακοπραγίας· ἐπὶ τὸ ἄμεινον δὲ μεταβάλ-
Διὸ, ἀγαπητοὶ, ταῦτα προσδοκῶντες, σπουδάσατε ἄσπιλοι καὶ ἀμώμητοι αὐτῷ εὑρεθῆναι ἐν εἰρήνη, καὶ τὴν τοῦ Κυρίου ἡμῶν μακροθυμίαν, σωτηρίαν ἡγεῖσθε.
Ωσπερ τὰ ἀγαθὰ ἐν οἷς τὴν ἀρχὴν ἐκτίσθημεν, οἷον, οὐρανὸς, γῆ, θάλασσα, ἀστέρες, ὅσα ἡμῖν ὁ Θεὸς πρὸς ἀπόλαυσιν ἔδωκε κοινῇ πάσης τῆς ἀνθρωπότητος, οὕτω καὶ ἡ τοῦ Κυρίου δωρεὰ δι’ τ’ οὐρανὸν καῖνον καὶ γῆν καινὴν καὶ πάσαν κτίσιν καινὴν ἔχουσά τε καὶ καταγγέλλουσα, ὅλης ἡμῶν κοινὴ τῆς φύσεως γέγονεν, οὐκ ἐπὶ τὸν Ἰσραὴλ μόνον· ὑψώθη γὰρ ἐπὶ πάντα τὰ ἔθνη ὁ Κύριος, διὰ τοῦ σταυροῦ ἑλκύσας ἡμᾶς ἄνω πρὸς ἑαυτὸν.
Οὐ τοῖς πιστεύουσιν ὑπέσχετο ; τί δὲ ὑπέσχετο ; τὸ ἥξειν καὶ
Καθὼς καὶ ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν δοθεῖσαν αὐτῷ σοφίαν ἔγραψεν ὑμῖν.
Tοῦτο γὰρ καἰ ἐκεῖνος εἶπε λέγων· “ ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ “ Θεοῦ εἰς μετάνοιάν σε ἄγει ;
Ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς, λαλῶν ἐν αὐταῖς περὶ τούτων· ἐν οἷς ἐστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφὰς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.
Κυρίλλου Ἀλεξανδρείασ Δοκεῖ δέ τισιν ὁ πάνσοφος Παῦλος δυσχερῆ τινα λέγειν, ἤτοι “ δυσνόητα κατὰ τὴν τῶν ἁγίων Ἀποστόλων φωνήν· ὅτι δὲ σοφίας τῆς ἄνωθεν μεμέστωται ταῦτα οὐκ ἔστιν ἀμφιβάλλειν· λαλεῖ γὰρ ἐν αὐτῷ ὁ Χριστός.
Ὑμεῖς οὖν ἀγαπητοὶ, προγινώσκοντες φυλάσσεσθε, ἵνα μὴ τῇ τῶν ἀθέσμων πλάνῃ συναπαχθέντες, ἐκπέσητε τοῦ ἰδίου στηριγμοῦ· αὐξάνετε δὲ ἐν καὶ γνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ. αὐτῷ ἡ δόξα καὶ νῦν καὶ εἰς ἡμέραν αἰῶνος. ἀμήν.
Κυρίλλου. Προσήκει τοίνυν ἀποστρέφεσθαι τοὺς τοιούτους· κἂν τὸ ὄνομα τοῦ Χριστοῦ πρὸς ἀπάτην ἀμφιέννυνται. αὐτοῦ γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πρόσταξίς ἐστι πρὸς ἡμετέραν ἀσφάλειάν τε καὶ σωτηρίαν λέγοντος, “ προσέχετε ἀπὸ τῶν ἐρχο- “ μένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι “ ἅρπαγες.’’ Καὶ πάλιν — “ βλέπετε μήτις ὑμᾶς πλανήσῃ· “ πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγὼ εἰμὶ “ ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι· καὶ ὁ Παῦλος βοᾷ, “ βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας τῆς πί- “ τῆς εἰς τὸν Κυρίον Ἰησαῦν.”
Ὥσπερ οἱ ἀποκτείναντες τοὺς προφήτας καὶ τοὺς Ἀποστόλους, οὕτως οἱ ἀναιροῦντες τοὺς λόγους αὐτῶν δόγμασιν ἀσεβείας καὶ πράξεσι κακίας. πονηρότεροι δὲ οἱ δεύτεροι τῶν προτέρων, ὅτι οὐ μόνον εἰς τοὺς ζῶντας ἁμαρτάνουσιν, ἀλλὰ καὶ εἰς τοὺς σωζομενους.
Tέλος σὺν Θεῷ τῆς B Ἐπιστολῆς Πέτρου.