Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.
ΓΑΥΤΗΝ a ὁ Πέτρος αὐτὸς τοῖς ἐν τῇ διασπορᾷ οὖσιν Ἰουδαίοις καὶ γενομένοις Χριστιανοῖς γράφει τὴν Ἐπιστολὴν διδασκαλικήν. ἐπειδὴ γὰρ ἀπὸ Ἰουδαίων ἐπίστευσαν ἐπιστηρίζει αὐτούς· καὶ πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, “ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἶτα συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει καὶ βασιλέας τιμᾶν, γυναιξὶ τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι· καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν.
Περὶ τῆς ἐν Χριστῷ ἀναγεννήσεως, καὶ περὶ ὑπομονῆς περασμῶν, καὶ περὶ σωτηριώδους πίστεως προκατηγγελμένης ὑπὸ τῶν προφητῶν.
Πέτρος ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας.
Καὶ οὗτος ὁ Ἀπόστολος τοῖς ἐκ περιτομῆς κηρύττειν προσταχθεὶς, εἰκότως οὐ τοὺς οἰκοῦντας τὴν Ἰουδαίαν μόνους πρὸς τὸ Εὐαγγέλιον καλεῖ, ἀλλὰ καὶ δι’ ἐγκυκλίου Ἐπιστολῆς τοῖς [*](a Ἐπειδὴ Cod. Ν. C. sed ταύτην Barocc. et CEcum.)
Κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη.
Ἴδου κατὰ πρόγνωσιν Θεοῦ Πατρὸς ἑαυτὸν Ἀπόστολον ὠνόμασε τοῦ Χριστοῦ. καὶ τῆς ἀποστολῆς τὸν τρόπον ἡμῖν ἐξηγούμενος “ ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος “ Ἰηροῦ Χριστοῦ” πεπρᾶχθαι φησιν αὐτήν. ὅτε τοίνυν οἱ πιστεύσαντες εἰς αὐτὸν ἁγιαζόμεθα διὰ τοῦ Πνεύματος, ῥαντίζει δὲ ἡμᾶς καὶ τῷ αἵματι αὐτοῦ πρὸς ἀποκάθαρσιν, πῶς οὐκ ἂν νοοῖτο Θεὸς ἁγιάζων μὲν ἰδίῳ Πνεύματι, καθαρίζων δὲ καὶ τῷ ἰδίῳ αἵματι τοὺς πιστεύοντας; “ Θεὸς γὰρ b ἦν ἐν σαρκί.”
Εὐλόγητος ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δἰ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν,
Ἐπειδὴ ἀφθαρσίαν αὐτοὺς ἐσχηκέναι λέγει, καὶ ζωῆς ἐλπίδα, καὶ ἐν οὐρανοῖς ἀγαθὰ ταῦτα δὲ μείζονα ἣ κατὰ τὴν ἀνθρωπίνην ἀξίαν εἰσί· τούτου χάριν εὐλογεῖ τὸν Θεὸν καὶ Πατέρα, καὶ τὸν πολὺν αὐτοῦ ἔλεον ἄγει, ἵνα τὸ πρᾶγμα πιστὸν ποιήσῃ· ὅταν γὰρ ὁ Θεὸς ὁ διδοὺς ἦν καὶ τὰ μείζονα καὶ πιστά. ἔχει δὲ καὶ πρὸς τὴν πρώτην διαθήκην ὁ λόγος ἀπότασιν, ὅτι ἐλπίδας ἐκείνη τοῖς πιστεύουσι γῆν τῶν Χαναναίων ἐδίδου.
Εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον,
Ὠριγένουσ ἐκ τῆσ ἑρμηνείασ εἰσ τὸ κατὰ πρόγνωσιν Θεοῦ. Προεωρακὼς γὰρ ὁ Θεὸς τὴν πίστιν καὶ πρᾶξιν τῶν ἀνθρώπων κατορθωθέντα αὐτοῖς ἐκ τῆς εὐαγγελικῆς διδασκαλίας, προγνωστικῶς καὶ ἐξελέξατο αὐτοὺς ἐν Χριστῷ πρὸ καταβολῆς ο κόσμου· τότε προορίσας αὐτοὺς υἱοὺς εἶναι μετουσίᾳ τοῦ Πνεύματος τῆς [*](a Aut leg. δὴ, aut mox διαδέξασθαι corr. b θεὸς add. rec. m. superscr. c Cod. προκαταβολῆς.)
Τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως.
Εἰπὼν ὡς μεγάλα ὑμῖν ἐχαρίσατο ὁ Θεὸς, καὶ ἐχαρίσατο Υἱοῦ· καὶ τίνες οἱ λαβόντες ἐρεῖ· τίνες δὲ οἱ ἐν δυνάμει Θεοῦ φρουρούμενοι· οὕτως γὰρ καὶ αὐτὸς προσηύξατο, “ Πατέρ’ Ἅγιε, “ τήρησον αὐτούς.
Εἰ ἐν οὐρανοῖς τετήρηται εἰς τοὺς πιστοὺς ἡ κληρονομία, ψυ- χρεύονται τινες οἰόμενοι αὐτὴν ἀπολήψεσθαι ἐν τῇ κάτω Ἱερουσαλὴμ, ἐν ὅλοις χιλίοις ἔτεσιν οἰόμενοι τρυφὴν λήψεσθαι τὰ ἆθλα τῆς βασιλείας. οὓς καὶ ἐρωτητέον, ὅτι ἔχουσι περὶ σωματικῆς τρυφῆς εἰπεῖν ὡς ἀφθάρτου καὶ ἀμαράντου μάλιστα, ὅτι καὶ περιγράφουσιν αὐτὴν παυσαμένου τοῦ χιλιοστοῦ ἐνιαυτοῦ· πρὸς τούτοις συναπτέον τὰ ῥητὰ δηλοῦντα ἐν βασιλείᾳ οὐρανῶν εἶναι τὴν κληρονομίαν· καὶ ὡς οὐχ ὑποπίπτει διὰ τὸ νοητὴ εἶναι αἰσθήσει θνητῶν.
Εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ, ἐν ᾧ ἀγαλλιᾶσθε.
Πιστωσάμενος πάντας ὅτι τὰ οὕτω μεγάλα ληψόμεθα διὰ τοῦ τὸν Πατέρα εἰπεῖν τὸν αὐτὸν διδόντα· πιστοῦται καὶ δι’ ἑτέρου τὸ διὰ τοῦ ἰδίου Υἱοῦ αὐτὰ ἡμῖν χαρίσασθαι· καὶ οὐχ ἁπλῶς τοῦ Υἱοῦ, ἀλλὰ διὰ τῆς ἀναστάσεως τοῦ Υἱοῦ. εἰ γὰρ αὐτῷ πάντα ἡμῖν χαρίσηται, τίνα τὰ διδόμενα λέγει ; κληρονομία ἄφθαρτος καὶ ἀμίαντος· καὶ τὸ ἔτι μεῖζον, ὅτι οὐδὲ ἐν γῇ αὕτη ἡ κληρονομία, ἀλλ’ ἐν οὐρανοῖς.
Τοῦτό ἐστι δηλοῦντος, ὡς δεῖ ὑπομένειν τὸν πόνον τὸν ὑπὲρ τοῦ κηρύγματος· ὅπου γε ἐγγὺς τῶν ἱδρώτων ἡ ἀμοιβή.
Ὀλίγον ἄρτι, εἰ δέον ἐστὶ, λυπηθέντας ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ
Τοῦ Χρυσοστόμου. Οἱ δίκαιοι θλίβονται, ἵνα στεφανωθῶσιν· οἱ ἁμαρτωλοὶ, ἵνα τῶν ἁμαρτιῶν δίκην ἐκτίσωσιν· οὐ πάντες δὲ οἱ ἁμαρτωλοὶ δίκην ἐνταῦθα τιννύουσιν, ἵνα μὴ τῇ ἀναστάσει οἱ πολλοὶ ἀπιστήσωσιν· οὐ πάντες οἱ δίκαιοι θλίβονται, ἵνα μὴ τὴν κακίαν ἐπαινετὴν εἶναι νομίσῃς, καὶ μισήσῃς τὴν ἀρέτην.
Εἰς ὃν, ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Κυρίλλου. Δεῖνόν τοίνυν καὶ χαλεπὸν ἡ ἀπιστία, μέγιστον δὲ ἀγαθὸν ἡ πίστις· πρόξενος πάσης σωτηρίας καθεστῶσα.
Περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες, εἰς τίνα ἢ ποῖον καιρὸν δήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.
Παρατηρητέον ὡς τὸ λαλῆσαν ἐν προφήταις Ἅγιον Πνεῦμα Χρίστου λέγει ὁ Ἀπόστολος. οὐκ ἄρα κατὰ τοὺς αἱρετικοὺς ἄνθρωπος ψιλὸς ὁ Χριστὸς, ἀλλὰ καὶ σαρκωθεὶς Θεὸς ὁμοούσιος τῷ Πατρί. “ Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.’’
Διὰ μὲν Ἠσαίου φησὶν, “ ὡς πρόβατον ἤχθη.’’ διὰ δὲ Ἰερεμίου. “ δεῦτε ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ·’’ καὶ διὰ Μωΰσεως “ ὄψεσθε ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν τὴν ζωὴν κρεμαμένην ἐπὶ ξύλου.” Διὰ τοῦτο ἔλεγεν ὁ Σωτῆρ’, “ πολλοὶ προ- “ φῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον.’’
Οἷς ἀπεκαλύφθη, ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτὰ, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι Ἀγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.
Τὰ θεῖα μυστήρια εἰς ἃ ὑμεῖς μυστικῶς ἐσθίετε.
Θεοδωρήτου Ῥητὰ Προκείμενα “ ὁ Οὐρανὸσ τοῦ Οὐρανοῦ “ τῶι Κυρίωι.” Εἰς τοῦτον τὸν οὐρανὸν “ οὐδεὶς ἀναβέβηκεν εἰ μὴ “ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐπεὶ κᾳκεῖθεν ἀποσταλεὶς ἐλήλυθε φάσκων. “ καταβέβηκα ἐκ τοῦ οὐρανοῦ.’’ ἢ ὁ Πέτρος φησὶν, “ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύ- “ ματι Ἁγίῳ ἀποσταλέντι ἀπ’ οὐρανοῦ.’ ἔνθα γὰρ ὁ Πατὴρ, καὶ ὁ Υἱὸς, καὶ τὸ Ἅγιον Πνεῦμα. ἀλλ’ ἐπίστησον ἀκριβῶς· μὴ εἰς αἰσθητὰ κατενέγκῃς τὴν περὶ τούτων νόησιν· οὐρανὸν τοπικὸν καὶ μετάβασιν ἐκεῖθεν καὶ καταφορὰν γινομένην ὑπολαβών· Θεοῦ γὰρ προηγουμένην, ἵνα οὕτως εἴπω, ὑπεροχὴν καἰ κατάστασιν δηλοῖ ἡ τοῦ διηγηθέντος οὐρανοῦ προσηγορία.
Ὦτε ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον ἀυτῶν.
Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι.
Ὦν τὴν ἔκβασιν ἐπεθύμησαν ἄγγελοι ἰδεῖν.
Ἐπεὶ τινὲς ἐλάττονα τίθενται τὴν ἐπαγγελίαν καὶ σωτηρίαν τῶν πρὸ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἁγίων, οἰόμενοι πλεύν τι ἐσχηκέναι τοὺς μετὰ ταύτην τῷ ἑωρακέναι τὸν Κύριον αἰσθητῶς, καὶ τὰ ὑπ’ αὐτοῦ πραχθέντα σημεῖα, δεικτεὸν ὡς ἐσφαλμένη ἐστιν ἡ ὑπόληψις αὐτῶν. πῶς γὰρ ἐλάττων τινὸς τῶν μετὰ τὴν ἐπιδημίαν ὁ Ἀβραάμ τὴν ἡμέραν τοῦ Κυρίου ἑωρακὼς, πάντων τῶν τελειουμένων κατὰ Κύριον, εἰς τοὺς αὐτοῦ κόλπους ἀπερχομένων ; πῶς δὲ ἐλάττων Μωϋσῆς καὶ Ἠλίας ἐν δόξῃ ἅμα τῷ Κυρίῳ μεταμορφωθέντι φανέντες, ἐπεὶ μὴ εἶδον αἰσθητῶς τὸν Κύριον ; οὐ γὰρ προκριτέον ποιεῖ τῶν τὴν νοητὴν ἐπιδημίαν ἐσχηκότων τὸν ἑωρακότα τὴν κατὰ σάρκα. πολλοὶ γοῦν τῶν ἑτεροδόξων συμφέρονται τῇ ἐσφαλμένῃ ταύτῃ δόξῃ, πόθον ἔχοντες ἐκ παντὸς τρόπου διαβάλλειν τὴν παλαιὰν διαθήκην· καὶ τοῦτο δὲ λελέξεται, ὅτι εἰ καὶ μὴ εἶδον ἣ ἤκουσαν αἰσθητῶς ἃ ὁ Κύριος εἶπεν, ἀλλ’ οὖν ἔρωτα αὐτῶν θεῖον εἶχον· “ πολλοὶ γὰρ προφῆται καὶ “ δίκαιοι ἐπεθύμησαν ἰδεῖν.
Εἴτις ἐκλάβοι τὴν ζητουμένην ὑπὸ τῶν προφητῶν σωτηρίαν κατὰ τὸ τέλος εἶναι ὃ ἐπὶ πᾶσιν ὀρεκτὸν τυγχάνει· αὐτοῦ μὲν γὰρ χάριν τὰ ἄλλα πάντα γίνεται, αὐτὸ δὲ οὐδενὸς ἕνεκα· οὐκ
Περὶ ἐλπίδος καὶ ἁγιασμοῦ, τῆς τε ὀφειλομένης ἐπὶ τῇ υἱοθεσίᾳ ἀσφαλοῦς ἀναστροφῆς.
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ.
Εἰπὼν τὸ μέγεθος τῶν ἀγαθῶν τῆς δωρεᾶς τοῦ Πατρὸς τὰ παθήματα τοῦ Χριστοῦ, τὴν περὶ αὐτὸν τοῦ Ἁγίου Πνεύματος προμήνυσιν, τῶν προφητῶν τὸ κήρυγμα, τῶν ἀγγέλων τὸν πόθον, ταῦτα πάντα εἰπὼν, γενναίως ἀντέχεσθαι τῆς πίστεως παραινεῖ.
Ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς προπρότερόν ἐν τῆ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις.
Τοῦτο φησὶ, ὡς αὐτοῦ τοῦ Κυρίου τοῖς πιστεύουσι εἰς αὐτὸν ἑαυτὸν ἀποκαλύπτοντος καὶ φανεροῦντος.
Ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάση ἀναστροφῇ γενήθητε.
Ἁγίους γὰρ εἶναι πρέπει τοὺς τῷ Ἁγίῳ Θεῷ κολλᾶσθαι σπουδάζοντας.
Διότι γέγραπται, Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι.
Τὴν οἰκείωσιν ἀπαιτεῖ τὴν πρὸς ἑαυτόν· αὕτη γὰρ σώζει· διὸ καὶ ὄντως ἅγιοι νῦν διὰ Χριστοῦ ἐπὶ τῇ ὄντως ζωῇ.
Καὶ εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε.
Εἰ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, τι δεῖ νοεῖν περὶ τοῦ προκειμένου ; εἰ γὰρ ὁ Πατὴρ ἐστὶν ὁ σημαινόμενος, πῶς κριτὴς οὗτος κρίνων κατὰ τὸ ἑκάστου ἔργον ; εἰ δὲ ὁ Υἱὸς κρίνει πᾶσαν τὴν κρίσιν λαβὼν, πῶς Πατὴρ τυγχάνεῖ;
Εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἣ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ, ἐπ’ ἐσχάτου τῶν χρόνων δι’ ὑμᾶς τοὺς δι’ αὐτοῦ πιστεύοντας εἰς Θεὸν.
Ὅρα διὰ πόσων ἀσπίλους εἶναι παρασκευάζει· πρῶτον μὲν διὰ τοῦ γραφικοῦ· δεύτερον διὰ τοῦ ἀναγκαίου, ἐπειδὴ τὸν Θεὸν ἐπικαλοῦνται Πατέρα, καὶ δεῖ τῆς υἱοθεσίας ἄξια ποιεῖν· τρίτον διὰ τῆς αἰτίας δι’ ἧς τὰ μύρια ἐλάβομεν ἀγαθὰ ἀυτὴ ’δε ἐστι τὸ δοθῆναι ὑπὲρ αὐτῶν τὸ τίμιον αἶμα Χριστοῦ.
Τοῦ Χρυσοστόμου. Κτίσμα ἐσμὲν τοῦ Θεοῦ, ἀλλὰ διὰ τὴν ἁμαρτίαν γεγόναμεν τοῦ διαβόλου· εἶτα γεγονότας ἡμᾶς τοῦ διαβόλου, ἐξωνεῖται ὁ Σωτῆρ’ τῷ ἑαυτοῦ αἵματι, τουτέστι τὸ, “ τιμῆς ἠγορασθῆτε.’’ ἠγοράσθημεν γὰρ τιμίῳ αἵματι. ὥσπερ γὰρ οἰκοδεσπότης σεμνὸς καὶ καλὸς, οἰκέτην μοχθηρὸν πολλὰ ἁμαρτήματα ἔχοντα, μὴ κρίνας ἄξιον τῆς ἑαυτοῦ καλῆς οἰκίας καὶ τῆς ἑαυτοῦ διαίτης ἀποδοῖτο τινὶ, ἵνα αὐτὸν παιδεύσῃ· εἶτα ἐὰν ἴδη αὐτὸν κεκολασμένον ὑπὸ πονηρῷ δεσπότῃ καὶ λέγοντα, πορεύομαι πρὸς τὸν δεσπότην μου τὸν πρότερον, ὅτι καλῶς μοι ἦν τότε ἣ νῦν. δίδωσιν αὐτῷ πάλιν τὴν τιμὴν, καὶ ἐξαγοράζει αὐτὸν, ἵνα γένηται λαὸς περιούσιος. οὕτως οὖν καὶ ἡμᾶς ἀνακτᾶται ὁ Θεή. καὶ πῶς ἐσμὲν αὐτοῦ ἴδια καὶ οὐκ ἴδια ; ὡς μὲν δημιουργήματα, ἴδια, ὡς δὲ διὰ τὸ ἡμαρτηκέναι γενόμενα c ἀλλότρια, οὐκ ἴδια· μὴ νομίσῃς ὅτι ἴδιος εἶ τοῦ Θεοῦ· ἐὰν ἦς ἁμαρτωλὸς, [*](c Scr. erat γενόμενα sed. mut. rec. m. et scr. γενόμενοι.)
Τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῆ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς.
Τοῦ θανάτου μνησθεὶς τοῦ Χριστοῦ, οὐκ ἐσιώπησεν, ἀλλ’ εὐθὺς ἐπήγαγε καὶ τὴν ἀνάστασιν· εἰ δὲ ἀκούεις τὸν Πατέρα ἐγείροντα τὸν Υἱὸν, μὴ θορυβηθῇς ὡς αὐτοῦ ἑαυτὸν μὴ δυναμένου ἐγεῖραι. ἄκουε γὰρ λέγοντος τοῦ Χριστοῦ. “ λύσατε τὸν ναὸν τοῦτον, καὶ “ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. καὶ πάλιν τοῦ Λουκᾶ περὶ αὐτοῦ. ὡς “ παρέστησεν ἑαυτὸν ζῶντα καὶ πάλιν τοῦ Χριστοῦ. “ ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν “ λαβεῖν αὐτήν. λέγει οὖν τοῦτο ὁ Ἀπόστολος, ἵνα μάθωμεν ὅτι κοινὰ τὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐστίν.
Ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος καὶ μένοντος εἰς τὸν αἰῶνα. τοῦ Εὐαγγελίου λέγοντος, “ ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται· “ οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι,” φησὶν ὁ Κύριος Ἰησοῦς Χριστός.
Διότι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε.
Τοῦ ἁγίου Βασιλείου. βούλομαι σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα. ἵνα ὅπου περ ἂν εὑρεθῇς καὶ ὁποιωδήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν. πρῶτον μὲν ὅταν ἴδῃς βοτάνην χόρτου
Εὐσεβίου Καισαρείασ. Αὕτη γοῦν ἐστι πάσης σαρκὸς φύσις, καὶ τοῦ τὴν εἰκόνα τοῦ χοικοῦ φοροῦντος ἀνθρώπου, λέγω δὴ τοῦ φιλοσωμάτου καὶ τοῦ κατὰ σάρκα ζῶντος. ὁμοίως γοῦν τῷ χόρτῳ τῆς γῆς καὶ τοῖς ὡραίοις ἄνθεσι πρὸς βραχὺ θάλλει καὶ ὡραΐζεται· εἰτα οὐκ εἰς μακρὰν ὑπὸ τῆς ῥευστῆς καὶ φύσεως ἀπομαραίνεται, ὅπερ διδάσκει καὶ ἡ γραφὴ λέγουσα, “ καὶ “ ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.”
Θεοδωρήτου. Ἀληθῶς ὅμοιος χόρτῳ ὁ λαὸς “ ἐξηράνθη ὁ “ χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος.” τῶν ἐθνῶν ἁπάντων προθεσπίσας
Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο ’δε ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς.
Ἄνωθεν ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ’ ὅμως καὶ ταύτην τὴν ἀπείθειαν ἰδὼν ὁ τῶν ὅλων Θεὸς ἐπιμένει προτρέπων εἰς σωτηρίαν.
Περὶ τοῦ ἐπαξίως τῆς υἱοθεσίας ζῆν ἐν Χριστῷ πρὸς ὠφελεἴαν καὶ τῶν ἔξωθεν εἰς δόξαν Θεοῦ.
Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιὰς,
Μετὰ τὸ εἰπεῖν τὴν δύναμιν τοῦ κηρύγματος διδάσκει καὶ ὁποίους εἶναι δεῖ τοὺς αὐτὸ δεχομένους.
Σευήρου. Εἰ μὴ γὰρ ὁ λόγος μείνας ἐν οἷς ἦν· ἀμείνων γὰρ τροπῆς ὡς Θεὸς ἐκ μήτρας αὐτῆς ἑνωθεὶς σαρκὶ καθ’ ὑπόστασιν. ψυχὴν ἐχούσῃ τὴν νοερὰν καὶ τῆς ἐμῆς γενέσεως τὰς ὠδῖνας. καὶ αὐτὴν τὴν εἰς τὸ εἶναι πάροδον διὰ τῆς ἰδίας κυοφορίας εὐλόγησε, καὶ τῆς κατὰ σάρκα γεννήσεως, οὐκ ἐλύθη τὸ “ ἐν “ λύπαις τέξῃ τέκνα, τὸ τῆς πικρᾶς γεύσεως ἐπιτίμιον· εἰ μὴ γαλακτοτροφίας ἠνέσχετο, οὐκ ἃν ἡμεῖς πρὸς τὰ “ ἀρτιγεννῆ “ βρέφη τὸ λογικὸν ἄδολον γάλα’’ ἐπεποθήσαμεν, καθώς φησιν ὁ θεσπέσιος Πέτρος.
Ὡς ἀρτιγέννητα βρέφη, τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε· ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν.
Εἰ καὶ τελείους ἡμᾶς ὁ θεῖος βούλεται νόμος, ἀλλὰ κατὰ ἀνάβασιν καὶ προκοπὴν πρὸς τὴν τελείωσιν, φθάσαντας πρότερον γάλα ποτιζομένους, “ ὡς ἀρτιγέννητᾳ βρέφη,’’ καὶ ἐν αὐτῷ εἰς σωτηρίαν αὐξανομένους· εἰς τοῦτο γὰρ βλέπει καὶ τὸ τῷ Παύλῳ ῥηθὲν, “ μὴ παιδία γίνεσθε ταῖς φρεσὶν, ἀλλὰ τῆ κακίᾳ νηπιάζετε,
Τὴν στοιχειώδη λέγει διδασκαλίαν τῶν λογίων τοῦ Θεοῦ.
Εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος.
Τοῦ ἁγίου βασιλείου. Πανταχοῦ τετηρήκαμεν, ὅτι τοῖς ἔξωθεν μέλεσιν ὁμωνύμως αἱ τῆς ψυχῆς προσαγορεύονται δυνάμεις. ἐπειδὴ ἄρτος ἐστὶν ἀληθινὸς ὁ Κύριος ἡμῶν, καὶ ἡ σὰρξ αὐτοῦ ἀληθής ἐστι βρῶσις, ἀνάγκη τὴν ἡδονὴν τῆς εὐφροσύνης τοῦ ἄρτου διὰ γεύσεως ἡμῖν νοητῆς γίνεσθαι· ὡς τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται τις παραστῆσαι τοῖς ἀπείροις, ὃς ἀπ’ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου ἄρτου ἐναργῶς παραδοθῆναι διδασκαλίαις, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλεῖον βασανίσαντες. δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν χρηστότητα τοῦ Κυρίου.
Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον.
Τῶν γραμματέων καὶ Φαρισαίων καὶ παντὸς αὐτῶν τοῦ συνεδρίου, περὶ ὧν εἴρηται “ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος “ ἐγενήθη εἰς κεφαλὴν γωνίας.”
Καὶ αὐτοὶ ὡς λιθοῖ ζῶντες ἐποικοδομεῖσθε, οἶκος πνευματικὸς, εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
Θεοδωρήτου. τοῦτον δὲ καλεῖ τὸν τρόπον τοὺς εἰς τὴν οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραλαμβανομένους· διὰ γὰρ τῆς συμφυΐας καὶ ἁρμονίας τῆς πρὸς ἀλλήλους· διά τε τοῦ τὰ αὐτὰ φρονεῖν καὶ τὰ αὐτὰ λέγειν, τῷ τε αὐτῷ νοὶ· καὶ τῇ αὐτῇ γνώμῃ στοιχεῖν, ἕνα οἶκον ἀπεργάζονται τῷ Θεῷ.
Διότι περιέχει ἐν τῇ γραφῇ, Ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον· καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ μὴ καταισχυνθῇ· ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν.
Κυρίλλου. Λίθον μὲν ἐκλεκτὸν πολυτελῆ καὶ ἔντιμον τὸν
Ἀπειθοῦσι δὲ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦν- τες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου.
Ὥσπερ ὁ Κύριος φῶς ὢν ἀληθινὸν εἰς κρίμα εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὀμματώσῃ τοὺς πρὸ τῆς παρουσίας αὐτοῦ τυφλοὺς, τυφλώσῃ δὲ τοὺς κακῶς βλέποντας, οὕτω καὶ λίθος ἐκλεκτὸς ἔντιμος ὢν, τιμὴν παρέχει τοῖς διὰ πίστεως οἰκοδομουμένοις αὐτῷ, θεμέλιος αὐτῶν βέβαιος ἀποδειχθεὶς, τῶν ἀπειθούντων δὲ διὰ ἀπιστίας αὐτῷ οὐκ ἔντιμος ἀλλὰ προσκόμματος λίθος καὶ σκανδάλον πέτρα νομιζόμενος προσχῶσι τοῖς ἐξουθενήσασιν αὐτὸν οἰκοδόμοις· οὗτοι δὲ εἶσι γραμματεῖς καὶ Φαρισαῖοι.
Τοῦ Χρυσοστόμου. τοῦτο τὸ ῥητὸν εἰς τὸν Χριστὸν ἀναφέρεται· καὶ γὰρ αὐτὸς ἐν εὐαγγελίοις ταύτην παράγει τὴν προφητείαν λέγων, “ οὐδέποτε ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ “ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.’’ Καὶ μετ’ ὀλίγα—“ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοὺς Ἰουδαίους λέγει, τοὺς γραμματεῖς, τοὺς Φαρισαίους, ὅτι ἀπεδοκίμαζον αὐτὸν λέγοντες, “ ὅτι Σαμαρείτης εἶ, καὶ δαιμόνιον ἔχεις,’’ καὶ πάλιν· “ οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.’’
Διδύμου. Ὁ δι’ ὑμᾶς γεγονὼς λίθος ἀποδεδοκιμασμένος, “ὃν “ ἀπεδοκίμασαν οἱ οἱκοδομοῦντες,” μετὰ τὴν ἐκείνων ἀποβολὴν, ἐτέρας γωνίας κεφαλὴ γέγονε. Καὶ μετ’ ὀλίγα—Ἀκρογωνιαῖον αὐτὸν ὠνόμασεν Ἡσαΐας, καὶ ἐκλεκτὸν καὶ ἔντιμον λίθον, διὰ τὸ συνάπτειν ὑπὸ μίαν γωνίαν δύο οἰκοδομίας· ζῶν δ’ ἂν εἴη ὡς ἀληθῶς ἐκλεκτὸς λίθος ὁ τοῦ Θεοῦ Υἱὸς, ἅπασαν τὴν κατὰ Θεὸν οἰκοδομὴν συνδέων· καὶ τὰς δύο γωνίας, τῆς τε παλαιᾶς οἰκοδομῆς τῶν ἐκ περιτομῆς,
Ὅσοι προσκόπτουσι τῷ λίθῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
Ἐκ τῆς μοχθηρᾶς ἑαυτῶν γνώμης καὶ τῆς φαύλης προαιρέσεως· αὕτη γὰρ αὐτοὺς εἰς αὐτὴν ἤνεγκε τὴν μερίδα.
Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· οἱ ποτὲ οὐ λαὸς, νῦν δὲ λαὸς Θεοῦ· οἱ οὐκ ἠλεημένοι, νῦν δὲ ἐλεηθέντες.
Ὑμεῖς δὲ γένος ἐκλεκτὸν b —Κατὰ τὴν παλαιὰν τοῦ νόμου διάταξιν ἄλλο ἦν τὸ βασιλικὸν, καὶ ἄλλο ἦν τὸ ἱερατικὸν γένος. μετ’ ἐκείνην τὴν διάταξιν διεδέξατο τὸ εὐαγγέλιον ἕνα καὶ τὸν αὐτὸν ἱερέα καὶ βασιλέα διδάσκον· Χριστὸς γὰρ ἀμφότερά ἐστι. τούτων οὕτως οἰκοδομηθέντων, ἀναγκαῖον τοὺς σπαρέντας ὑπ’ αὑτοῦ, ἅμα βασιλέως καὶ ἱερέως ὑπάρχοντος, ἐκλεκτὸν γένος εἶναι ἅμα βασίλειον καὶ ἱεράτευμα τυγχάνον. τοῦ γὰρ γεννήσαντος ἀμφοτέρας τὰς ἀρχὰς ἔχοντος, ἀνάγκη καὶ αὐτοὺς ὡς ἐκ βασιλέως βασιλικὸν, καὶ ὡς ἐξ c ἱερέως ἱεράτευμα εἶναι· διὸ καὶ ἔθνος ἅγιον ὑπάρχουσι κληθέντας ἀπὸ τοῦ καλοῦντος ἁγίου ὄντος, ἐπὶ τὸ ἅγιοι ἔσεσθε οἱ αὐτοὶ πρὸς τό d ἄγιον ἔθνος ὑπάρχειν, καὶ λαός εἰσιν εἰς περιποίησιν ἔξω πάσης ἀπωλείας γεγενημένοι. περιποίησις γὰρ τῶν προσλαμβανομένων, ἀλλ’ οὐ τῶν ἐξοστρακιζομένων. ἐπεὶ γὰρ οἱ ἀπὸ διαφόρων ἐθνῶν καὶ νομίμων κληθέντες ἀποβεβλήκασι πᾶσαν ποικιλίαν ἐν τῷ ἀναλαβεῖν μίαν γνώμην, μιᾷ πίστει καὶ διδασκαλίᾳ προσέχοντες, δι’ ἣν ψυχὴ καὶ καρδία γίνεται μία, ἓν ἅγιον ἔθνος εἰσίν.
[*](b Ηæc rubr. scripta sunt, c ἐξ suppl. rec. d τῶ corr. rec. m.)Σευήρου. τουτέστι κη ἐξαίρετον ἐν περιουσίᾳ καὶ κτήματι λελογισμένος. ἐπειδὴ κτίσματα μὲν τοῦ πεποιηκότος ἅπαντες ἄνθρωποι· κτήματα δὲ οἱ διὰ τῆς ἐπιγνώσεως εἰσποιηθέντες ὑπὸ Θεοῦ, καὶ τὰ τῆς αὐτοῦ δεσποτείας ἄξια πράττοντες, καὶ ὑπ’ οὐδενὸς ἣ πάθους ἣ ἁμαρτίας ἣ νόθου θεοῦ δεσποζόμενοι.
Οἱ γὰρ πιστεύοντες εἰς Χριστὸν τοῦτο ἔσχομεν ὅπερ αὐτός· ἐπειδὴ γὰρ αὐτὸς καὶ ἐκ τῆς βασιλικῆς ἦν φυλῆς, καὶ ἀρχιερεὺς γέγονε, τούτου χάριν καὶ ἡμεῖς τὰ αὐτὰ πεπλουτήκαμεν· ταῦτα δὲ ἔχοντες καὶ ἔθνος ἅγιον γεγόναμεν, καὶ λαὸς εἰς περιποίησιν, τουτέστιν εἰς ἀποχήν· εἰσήλθομεν γὰρ εἰς τὴν κατάπαυσιν αὐτοῦ.
Ἀγαπητοὶ, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες, δοξάσῶσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
Πανταχοῦ μετὰ τὸν δογματικὸν τὸν ἠθικὸν εἰσάγει· μετὰ τοίνυν τὸ εἰπεῖν τὰ ὑπάρξαντα ἀγαθὰ διὰ Χριστοῦ, ἐπὶ τὸ δεῖν ὀρθῶς βιοῦν παρακαλεῖ.
Οἱ διὰ θεοσέβειαν ἄξιοι τοῦ πείθεσθαι τυγχάνοντες, εἰκότως ἀγαπητοὶ προσαγορεύονται τῶν διὰ τὸ ἀνθρώπινον ποθουμένων ἀγαπωμένων, ἀλλ’ οὐκ ἀγαπητῶν ὄντων. ἐπεὶ τοίνυν οὕτω διάκειμαι πρὸς ὑμᾶς οὑς γράφω τὴν ἐπιστολὴν, παρακαλῶ καὶ προτρέπομαι ἀπέχεσθαι τῶν ἐκ σαρκὸς φυομένων ἡδονῶν. στρατεύονται δὲ αὗται κατὰ τῆς ψυχῆς· ἔχθραν πολλὴν πρὸς αὐτὴν ἔχουσαι, ἐπείπερ ἄλλη ἡ ψυχῆς καὶ ἄλλη ἡ σαρκὸς οὐσία.
Περὶ τῆς πρὸς ἄρχοντας ὑποταγῆς καὶ φιλαδελφίας κοὶ θεοσεβείας.
Ὑποτάγητε οὖν πάση ἀνθρωπίνη κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι· εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἔστι τὸ θέλημα τοῦ Θεοῦ.
“ Ἀνθρωπίνην κτίσιν,’ τὰς ἀρχὰς λέγει τὰς χειροτονουμένας ὑπὸ τῶν βασιλέων· ταύταις οὖν δεῖ ὑποτάσσεσθαι “ διὰ τὸν “ Κύριον’’ εἰ δὲ διὰ τὸν Κύριον ὑποταττόμεθα, τὸν εἰπόντα· “ ἀπό- “ δότε τὰ τοῦ Καίσαρος Καίσαρι, ὅτε τι ἔξω τοῦ θελήματος τοῦ Κυρίου προστάττουσιν, οὐχ ὑπακούσωμεν.
Τοῦ Χρυσοστόμου. ῥητὰ προκείμενα· ὁ ἀντιτασσόμενοσ τῆι έξουῖαι τῆι τοῦ θεοῦ διαταγῆι ἀνθέστηκεν.
Οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή· καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ ὑποταττέσθω. Καὶ μετ’ ὀλίγα — Ἵνα γὰρ μὴ λέγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τὴν τῶν οὐρανῶν βασιλείαν ἀπολαβεῖν μέλλοντας — ἄρχουσιν, ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττει τοῦτο ποιῶν· ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὑποτασσόμενος πείθεται.
᾿Αγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν.
Τοῦτό φησιν, ἐπειδὴ τινὲς διαβάλλοντες ἔλεγον, ἐπὶ ἀνατροπῇ τῆς πολιτείας ἐληλυθέναι Χριστὸν, πάντων καταφρονεῖν διδάσκοντα τῶν ἐπὶ γῆς· ὅταν οὖν ἴδωσιν ὑμᾶς, φησὶ, διὰ συνείδησιν Θεοῦ ὑποτασσομένους τοῖς ἄρχουσι, τότε φιμοῦνται· εἰδότες ὡς οὐκ ὀρθῶς ἡγήσαντο τὴν τοῦ Χριστοῦ πολιτείαν διασύροντες.
Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. πάντας τιμήσατε· τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
Διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οἱ ἄρχοντες, φησὶν, ἐν αὐλίσματι δικαιοσύνης τοὺς νόμους ἔχοντες· ὅσα μὲν δικαίως καὶ νομίμως ποιήσουσιν, οὐ περὶ τούτων ἐτασθήσονται, ὅσα δὲ κατὰ περιτροπὴν τοῦ δικαίου ἀδίκως καὶ ἀνόμως καὶ τυραννικῶς ἐπιτελέσουσιν, ἐν τούτοις καὶ ἀπολοῦνται, τῆς τοῦ Θεοῦ δικαιοκρισίας ἅπαντας ὁμοίως ἐξικνουμένης· ἐπὶ συμφέροντι οὖν τῶν ἐθνῶν ἐπίγειος ἀρχὴ ἐτέθη ὑπὸ τοῦ Θεοῦ, ἀλλ’ οὐχ ὑπὸ τοῦ διαβόλου ὥς τινες φασὶν, ἵνα φοβούμενοι αὐτὴν οἱ ἄνθρωποι ἀλλήλους δίκην ἰχθύων μὴ καταπίνωσιν. ἀλλὰ διὰ τῆς τῶν νόμων θέσεως ἀνακρούουσι τὴν
e Καὶ μὴ ἔξωθεν μὲν πρόβατα, ἔσωθεν δὲ λύκοι.
* Περὶ δούλων ὑποταγῆς καὶ ἀνεξικάκου ὑπομονῆς διὰ Χριστόν.
Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς· τοῦτο γὰρ χάρις παρὰ Θεῷ, εἰ διὰ συνείδησιν ἀγαθὴν ὑποφέρει τὶς λύπας, πάσχων ἀδίκως· ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε· ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεἶτικὸν μενεῖτε, τοῦτο χάρις παρὰ τῷ Θεῷ.
Οὐ τὸν παθητικὸν φόβον ἔχειν προστάττει πρὸς τοὺς δεσπότας τοῖς οἰκέταις, ἄλογος γὰρ οὗτος, καὶ ἐν τοῖς ἀλόγοις ζώοις ὑφισ- τάμενος, ἀλλὰ τὸν σὺν ἐπιστήμῃ καὶ ὀρθῷ λόγῳ γινόμενον· οὗ κύριον ὄνομα ἡ εὐλάβεια. ὁ γὰρ διὰ Χριστὸν καὶ τὴν διδασκαλίαν αὐτοῦ φοβούμενος δεσπότην, σὺν εὐλαβείᾳ αὐτῶ ὑποτάττεται τοῦ [*](e Schol. ad ν. ἐπικάλυμμα.)
Τοῦ Χρυσοστόμου. φησὶν ὁ ἀπόστολος Παῦλος· “ οἱ δοῦλοι ὑπακούετε τοῖς κάτα σάρκα κυρίοις. συνέχως τοῦτο φησι τι λέγεις, ὦ μακάριε Παῦλε ; ἀδελφός ἐστι, μᾶλλον δὲ ἀδελφὸς ἐγένετο, τῶν αὐτῶν ἀπήλαυσεν· εἰς τὸ αὐτὸ σῶμα τελεῖ, ἀδελφὸς ἐγένετο, οὐ τοῦ Κυρίου αὐτοῦ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· τῶν αὐτῶν ἀπολαύει πάντων· καὶ λέγεις, “ ὑπακούετε “ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου· διὰ γὰρ τοῦτο φημὶ, εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν, “ ὑποτασσόμενοι ἀλλήλοις ἐν “ φόβῳ Χριστοῦ·’’ εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι, πολλῷ μᾶλλον τὸν οἰκέτην· οὐ γὰρ δυσμένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ’ ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι καὶ μετριάζειν, καὶ εἴκειν τῷ f πλησίον· καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ φόβου καὶ τρόμου ἐδούλευον. Καὶ πάλιν—Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις τῆς γυναικὸς καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία πρόσκαιρος καὶ βραχεία· ὅπερ γὰρ ἃν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι· καὶ πάλιν πάλιν—Μὴ Μῆ γὰρ ἐπειδὴ πιστὸς εἶ, νομίσῃς ἐλεύθερος· τοῦτό ἐστιν ἐλευθερία, τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ ἄπιστος ἃν μὲν ἴδῃ διὰ τὴν ἀπιστίαν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς στάσιν ἐμποιοῦν τὸ δόγμα· ὅταν δὲ ἴδῃ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις. καὶ γὰρ ὁ Θεὸς καὶ τὸ κήρυγμα μέλλει βλασφημεῖσθαι.
Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ.
Μέγα ἐπιτάξας τοῖς οἰκέταις τὸ ἀδίκως πάσχοντας ὑποφέρειν, [*](f τὸ Cod.)
Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δικαίως.
Λέγω δὴ τὸ δι’ ὅλης τῆς τοῦ βίου ζωῆς ἀναμάρτητον καὶ ἀνεπίληπτον ἐν λόγῳ καὶ ἔργῳ. οὐδεὶς οὖν καθαρὸς γέγονεν ἀπὸ ῥύπου· οὐδ’ εἰ μία ἡμέρα ἦν ἡ ζωὴ αὐτοῦ, ἣ μόνος αὐτὸς.
Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι ματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, μενοι, τῆ δικαιοσύνῃ ζήσωμεν.
Σευήρου. Καὶ μάλα εἰκότως· ὁ γὰρ προσφέρων ἑαυτὸν ὑπὲρ ἁμαρτιῶν οἰκείαν μὲν ἁμαρτίαν οὐκ ἔχει, φέρει δὲ ἐν ἑαυτῷ τὰς ἐκείνων πλημμελείας, ὑπὲρ ὧν εἰς θυσίαν προσάγεται· τοῦτο δηλοῦνος λοῦντος ἐναργέστατα καὶ τοῦ τύπου τοῦ νομικοῦ· ποίαν γὰρ ἰδίαν ἁμαρτίαν εἶχεν ὁ ἀμνὸς ἢ ὁ χίμαρος, ὁ ὑπὲρ ἁμαρτιῶν θυόμενος, καὶ ἁμαρτία διὰ τοῦτο καλούμενος ;
Οὗ τῷ μώλωπι ἰάθητε· ἦτε γὰρ ὡς πρόβατα πλανώμενα· νώμενα· ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
Εὐσεβίου. Ἐπειδὴ καὶ μώλωπας εἰκὸς ἦν αὐτὸν φέρειν κατὰ του σώματος καὶ τραύματα, τυπτόμενον καὶ μαστιγούμενον καὶ τὰς ὄψεις ῥαπιζόμενον, τήν τε κεφαλὴν καλάμῳ παιόμενον· πλὴν οἱ μώλωπες οὗτοι σωτῆρες ἦσαν ἡμῶν· “τῷ γὰρ μώλωπι αὐτοῦ “ ἰάθημεν· τίνες δὲ ἡμεῖς, ἀλλ’ ἢ οἱ πάλαι πλανηθέντες καὶ μὴ λογισάμενοι αὐτὸν, μὴ δὲ συνιέντες τίς ποτε ἦν ;
θεοδωρήτου. Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος· ὁ ἰατρὸς ἐδέξατο τὴν τιμὴν, καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως.
Περὶ ὑπακοῆς γυναικῶν, καὶ ὁμονοίας τῆς πρὸς τοὺς ἄνδρας, ἐπὶ σωτηρίᾳ τῇ ἐν πνεύματι εἰς τύπον Σάρρας.
Ὁμοίως αἱ γυναῖκες, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴτινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν· ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν, καὶ περιθέσεως χρυσίων, ἣ ἐνδύσεως ἱματίων κόσμος· ἀλλ’ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ἐν τῷ ἀφθάρτῳ τοῦ πρᾳέος καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελὲς.
Εὐσεβίου. Δύο ταῦτα ταῖς γυναιξὶ παραινεῖ, τό τε τοῖς ἀνδράσιν ὑπακούειν, καὶ καλλωπισμοῦ καὶ περιεργίας ἀλλοτρίας γίνεσθαι· ὡς ὅγε ὁ ἔξωθεν κόσμος οὐδὲ κόσμος ἐστιν, ἀλλὰ περιττότης· κόσμος δὲ ἁρμόδιος γυναικὶ ἡ πρὸς τὸν ἄνδρα ὑπακοή· καὶ ὅτι ἀληθὴς ὁ λόγος ἐκ παραδειγμάτων πιστοῦται ἐκ τῶν ἁγίων γυναίκων, ἐκ τῆς Σάρρας αὐτῆς· ἧς τέκνα αὐτῆς γενέσθαι· ὥσπερ γὰρ οἱ μιμούμενοι τὴν πίστιν τοῦ Ἁβραὰμ, πατέρα τὸν Ἁβραὰμ ἐπιγράφονται, οὕτως αἱ μιμούμεναι τὴν ὑπακοὴν τῆς Σάρρας αὐτῆς θυγάτερας ἀναγράφονται.
Οὕτω γὰρ ποτὲ καὶ αἱ ἅγιαι γυναῖκες, αἱ ἐλπίζουσαι εἰς τὸν Θεὸν, ἐκόσμουν ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν· ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα· ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
Προτρέπεται τὰς γυναῖκας μιμεῖσθαι τὰς ἁγίας, καὶ μάλιστα τὴν Σάρραν· πείθων αὐτὰς οὕτω τοῖς ἀνδράσιν ὑποτάττεσθαι ὡς ἐκείνη τῷ Ἀβραὰμ, ἧς καὶ τέκνα αὐτῆς γεγονέναι φησὶ, διὰ τὸ ἀγαθοεργεῖν· ὥσπερ γὰρ ποιῶν τις τὰ ἔργα τοῦ Ἀβραὰμ, καὶ ἔχων αὐτοῦ τὴν πίστιν, τέκνον αὐτοῦ γίνεται, οὕτως αἱ ἀγαθὰ πράττουσαι πισταὶ γυναῖκες μητέρα ἔχουσι τὴν Σάρραν. Πρὸς δὲ
Περὶ τῆς ἀνδρῶν πρὸς γυναικὸς συμπεριφορᾶς.
Οἱ ἄνδρες ὁμοίως, συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐκκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
Σευήου. Ἀνδρος γὰρ καὶ γυναικὸς ἡνωμένων ἁγνὴ καὶ ὁμόφρῶν φρῶν ἡ συζυγία διιππεύει πρὸς τὰς οὐρανίας πύλας θᾶττον ἣ πρὸς αἴσχη· εἰ γὰρ τῆς συναφείας, ἣν ἡ Ἐκκλησία συνῆπται Χριστῷ νυμφικῶς ἅμα καὶ μυστικῶς, εἰκόνα φέρουσιν, ἵσα τῇ Ἐκκλησίᾳ κατορθοῦν δύνανται προσευχόμενοι.
Παραινέσας ὑπακοὴν ταῖς γυναιξὶ, καὶ τοῖς ἀνδράσι παραινεῖ τὴν πρὸς αὐτὰς ἔχειν μακροθυμίαν, εἰδότας ὡς ἀσθενέστερον σκεῦος τὸ τῶν γυναικῶν· καί τι ἐστιν ἀσθενέστερον· ἣ κοῦφον ἢ εὐπαράφορον, κα ταχέως εἰς μικροψυχίαν ἐρχόμενον· δεικνὺς δὲ καὶ ἑτέρωθεν ἀναγκαίαν τὴν μακροθυμίαν, τῷ μὴ ἐκκόπτεσθαι τὰς προσευχάς· ευχάς· ὁ γὰρ περὶ τὴν οἰκίαν θόρυβος τῶν κατὰ Θεὸν ἔργων ἐμπόδιον.
Περὶ τῆς πρὸς ἅπαντας ἐπιεικοῦς ἀνεξικακίας, ἧς τύπος ἡ ἐπὶ Νῶε τοῦ Θεοῦ φιλανθρωπία· ἐφ’ ἡμᾶς δὲ ἡ διὰ τοῦ βαπτίσματος τοῦ Χριστοῦ συμπάθεια.
Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι.
Οὐκέτι κατὰ ἄνδρα καὶ γυναῖκα παραινεῖ, ἀλλὰ κοινῇ πᾶσιν ἐκτίθεται νόμον ἀγάπης, ἐξ ἧς φύεται πᾶσα ἀρετὴ, ἡ συμπάθεια, ἡ εὐσπλαγχνία, ἡ ταπεινοφροσύνη, καὶ αἱ ἄλλαι ἃς ἐφεξῆς ἐδήλωσεν.
Φιλόφρονες· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, ἣ λοιδορίαν ἀντὶ λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
Τί δέ ἐστι ταπεινοφροσύνη ; τὸ ἑτέρου ὀνειδίζοντος φέρειν· τὸ ἐπιγινώσκειν τὸ ἁμάρτημα, τὸ φέρειν τὰς κατηγορίας· καὶ οὐδὲ τοῦτο ταπεινοφροσύνης ἃν εἴη ἀλλ’ εὐγνωμοσύνης.
Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν, καὶ ἰδεῖν ἡμέρας ἀγαθάς.
Τοῦ Ἁγίου Βασιλείου. Εἴτις, φησὶ, θέλει ζωὴν, οὐ τὴν κοινὴν ταύτην ἣν ζῇ καὶ ἄλογα ζῷα, ἀλλὰ τὴν ὄντως ζωὴν, τὴν θανάτῳ μὴ διακοπτομένην· “ νῦν γὰρ, φησὶν, “ ἀποθνήσκετε καὶ “ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὅταν δὲ “ Χριστὸς φανερωθῇ ἡ ζωὴ ὑμῶν· οὐκοῦν ἡ ὄντως ζωὴ ὁ Χριστὸς, καὶ ἡ ἡμετέρα ἐν αὐτῷ διαγωγὴ ζωή ἐστιν ἀληθινή.
Ἡσυχίου. Ἐνταῦθα, τό τις, οὐχ ὡς ἀποροῦντος τοῦ προφήτου κεῖται, ἀλλὰ μακαρίζοντος, καὶ μᾶλλον προτρέποντος ἴσως καὶ ἀποροῦντος. οἱ γὰρ πολλοὶ οὐ θέλουσι τὴν ὄντως ζωὴν, ὑπὸ τῆς προσκαίρου δελεαζόμενοι· οὐδὲ ἰδεῖν ἀγαπῶσιν ἡμέρας ἀγαθὰς τὰς τοῦ μέλλοντος, τῇ κατὰ τὸν παρόντα βίον εὐημερίᾳ προσέχοντες.
Τοῦ Ἁγίου Βασιλείου. Ὁμῶς δὲ καὶ ἡμέραι ἄλλαι εἰσιν ἀγαθαὶ, ἃς ἐν ἐπαγγελίᾳ προτίθησιν ὁ προφήτης· “ τίς ἐστιν
Παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ.
Κυρίλλου. Ἁγιοπρεπὲς τὸ μάθημα καὶ σωτήριον, καὶ λόγου παντὸς ἀξίαν εἶναι φημὶ τὴν ὑφήγησιν· γέγραπται γὰρ “ ὅτι “ θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης· οἱ δὲ κρατοῦντες αὐτῆς ἔδον- “ ται τοὺς καρποὺς αὐτῆς.’ ἔφη δέ που καὶ ὁ Χριστοῦ μαθητὴς, “ εἰ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγω- “ γῆσαι καὶ ὅλον τὸ σῶμα. μέγα οὖν τῆς γλώσσης τὸ ἐγκρατὲς, ὥσπερ ἀμέλει παγχάλεπον νόσημα τὸ μὴ οὕτως ἔχειν.
Καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον.
Τοῦ Χρυσοστόμου. Δόλος δέ ἐστι τὸ ψεῦδος, καὶ ἀπάτη καὶ συκοφαντία, καὶ διαβολαὶ τὸ ἀληθὲς οὐκ ἔχουσαι· φίλα δέ πὼς ταυτὶ τῷ τῆς ἀληθείας ἐχθρῷ, τουτέστι τῷ Σατανᾶ, τῷ τοῦ Ψεύδους δους πατρί· “ ψεύστης γάρ ἐστι,’’ καθὰ φησὶν ὁ Σωτῆρ’, “ καὶ ἐν “ τῇ ἀληθείᾳ οὐκ ἔστηκε.’’ παραιτητέον δὲ τοῖς ἁγίοις τὰ ἐκείνου ἀρπαγημαῖα μᾶλλον τὰ Θεοῦ, ὅς ἐστιν ἀλήθεια.
Ἐκκλινάτω ἀπὸ κακοῦ, καὶ ποιησάτω ἀγαθόν.
Τοῦ Αὐτοῦ. Οὐ γὰρ ἐν ἡμῖν τὸ μηδ’ ὅλως εἰς νοῦν δέξασθαι τι τῶν τοιούτων· προσπίπτουσι γὰρ αὐτῷ τοιαῦται πὼς ἔννοιαι πλειστάκις· ἀλλ’ εἴπερ τις εἴη σοφὸς, ἀποφέρεται μὲν αὐτῶν, τοῖς δὲ ἀμείνοσι καὶ πολὺ λίαν ἔχουσι τὸ ἐπωφελὲς χαρίζεται τὰς ῥοπάς· τοῦτό ἐστιν οἶμαι τὸ ἔκκλινον ἀπὸ κακοῦ.
Τοῦ Ἁγίου Βασιλείου. Στοιχειώδεις αἱ παραινέσεις καὶ εἰσαγωγαὶ εἰς εὐσέβειαν· ἐκνεῦσαι προσήκει ἀπὸ τῆς ἐπὶ τὸ
Ζητησάτω εἰρήνην, καὶ διωξάτω αὐτήν.
Τοῦ αὐτοῦ. Περὶ ταύτης τῆς εἰρήνης ὁ Κύριος ἔφη, “εἰρή- “ νῆν τὴν ἐμὴν δίδωμι ὑμῖν· εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν· “ οὐχ ὡς ὁ κόσμος δίδωσιν ὑμῖν εἰρήνην, κἀγὼ δίδωμι ὑμῖν. διώξεις δὲ τὴν εἰρήνην οὐκ ἄλλως ἣ κατὰ σκοπὸν τρέχων εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως· ὁ ζητῶν εἰρήνην Χριστὸν ἐκζητεῖ, ὅτι αὐτός ἐστιν ἡ εἰρήνη· ὃς ἔκτισε τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ· εἴτε τὰ ἐν τοῖς οὐρανοῖς, εἴτε τὰ ἐπὶ τῆς γῆς.
Διώκουσι τοίνυν τὸ δίκαιον· ἵν εὑρόντες ἁρπάσωσιν· οὗτοι δ’ ἃν εἰεν οἱ καὶ αὐτὸν ζητοῦντες τὸν Κύριον, τουτέστι τὸν Χριστόν· εὑρίσκουσι γὰρ διὰ πίστεως, καλοῦντος αὐτοὺς εἰς τοῦτο τοῦ Θεοῦ καὶ πατρὸς·
Ὅτι οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.
Ἄξιοι γὰρ ἐπισκοπῆς οὐ τοὺς ταῖς ἁμαρτίαις ἐνεχομένους ἀλλὰ γὰρ ἤδη κεκαθαρμένους g.
Ἐπεὶ αἱ ἐπιβλέπουσαι τὸ πᾶν τοῦ Θεοῦ δυνάμεις τροπικῶς ὀφθαλμοὶ λεγόμεναι· ἐπιβλέπουσι δὲ ἐπὶ τοὺς δικαίους· ἀλλὰ καὶ τὰ ὦτα αὐτοῦ ἕτοιμα εἰς τὸ δέξασθαι τὴν δέησιν αὐτῶν· τούτου χάριν, φησὶν, εἰ θέλετε τούτων ἀπολαῦσαι, ἐκκλίναντες ἀπὸ κακοῦ τὸ ἀγαθὸν ποιήσατε.
Οὐκοῦν οὐδένα καιρὸν ὁ Θεὸς τῶν δικαίων ἀφίσταται, ἀλλ’ ὅταν ἡ τοῦ δικαίου χεὶρ τὴν ἐλεημοσύνην ἐργάζηται, ἔχει τοῦ Θεοῦ τὸν ὀφθαλμὸν ἐπιβλέποντα· καὶ ὅταν ἡ γλῶσσα προσεύχηται, ἕλκει τὸ δεσποτικὸν ὠτίον πρὸς ἀκρόασιν, τοῦ Κορνηλίου τὴν εὐχὴν κερδαίνουσα, “αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου “ σαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.”
[*](g Aliquid hic deesse videtur.)Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά.
Ἡσυχίου. Ἵνα ἣ μετανοοῦντας προσδέξηται, ἣ ἐπιμένοντας τιμωρήσηται.
Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι· τὸν δὲ φόβον αὐτῶν μὴ φοβήθητε, μηδὲ ταραχθῆτε.
Εἰς μὲν γὰρ τὸν τῶν γάμων θεσμὸν παρανομούσας καὶ αὐτὰς ἐκβάλλειν ἐκέλευσεν ὁ Σωτῆρ’, τούτου δὲ μὴ συμβαίνοντος πάντα τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν προσέταξεν.
Τοῦ χρυσοστόμου. τὸν γὰρ ἑαυτὸν μὴ ἀδικοῦντα παραβλάψαι δύναται.
Δείκνυσιν ὡς οὐδὲν αὐτοὺς κατ’ ἀρετὴν οἱ ἐξ ἐθνῶν πειρασμοὶ βλάπτουσιν· ὅπουγε καὶ μακαρίους παρασκευάζουσιν ὑπομένοντας εὐχαρίστως.
Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν.
“ Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν. ὥσπερ τὸ μεγαλύνειν τὸν Θεὸν οὐκ ἐπίδοσιν μεγέθους προσάγειν αὐτῷ δηλοῖ· ἀλλ’ οὐδὲ τὸ δοξάζειν εὔκλειαν ἔξωθεν φέρειν παρίστησιν, οὕτως οὐδὲ τὸ ἁγιάζειν τὸν Κύριον προστιθέναι αὐτῷ ἁγιότητα σημαίνει· ὅπερ καὶ ἐν τῇ καρδίᾳ τῇ ἡμετέρᾳ τοῦτο ποιεῖν προσταττόμεθα. εἰ γὰρ τῆς ἁγιότητος αὑτοῦ ἀκριβῆ διάληψιν σχοίημεν, οὐ καθάπαξ αὐτὸν ἁγιάζομεν, ἀλλ’ ἐν τῇ καρδίᾳ ἡμῶν προστιθεμένης ἐκ τοῦ τοῦτο ποιεῖν τῇ νοήσει ἡμῶν τῆς περὶ Θεοῦ ἁγιότητος. ὡσαύτως καὶ ὁ μεγαλύνων αὐτὸν τοῦ μεγέθους αὐτοῦ μετοχὴν εἰς ἑαυτὸν δέχεται· ὅθεν εἴρηται· “ μεγαλύνει ἡ ψυχή “ μου τὸν Κύριον.” καὶ “ μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί. ὡσαύτὸ τὸ τῆς δόξης εἰδὼς εἰς αὐτὸν δοξάζει ἑαυτόν. ταῦτα δὲ οὐ δοκεῖ παράδοξα εἶναι τῷ ἀκριβῶς ἐπισταμένῳ, ὡς ὁ Θεὸς οὐ δέχεται, ἀλλὰ χορηγεῖ τὰ ἀγαθά.
Ἒστι μὲν προφητικὴ ἡ φωνὴ, λέγει δὲ ὡς οὐδεὶς φόβος ἔστιν [*](h ἐκτουτουτο Cod., accentiis tantum (acutus ut videtur), notatus erat super primum u, corrector dein erasit, et circumflexum apposuit super duobus υ.)
Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ ἀπαιτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου· συνείδησιν ἔχοντες ἀγαθὴν, ἵνα ἐν ᾧ καταλαλῶσιν λαλῶσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
Διδύμου. Δεῖ γὰρ οὕτως παρεσκευασμένους εἶναι πρὸς γνῶσιν τῆς πίστεως, ὡς ἐν παντὶ καίρῳ ἀπαιτουμένους ἧμας ’τον περ αὐτῆς λόγον εὐχερῶς ἀποκρίνεσθαι· ἀποκρινομένους δὲ πραότητα ἐπιδείκνυσθαι καὶ φόβον Θεοῦ· ὁ γὰρ τὸν περὶ τοῦ Θεοῦ λόγον λαλῶν, οὕτως ὀφείλει λαλεῖν ὡς παρόντος τοῦ Θεοῦ.
Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν, ἢ κακοποιοῦντας· ὅτι καὶ χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων· ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ πνεύματι.
Ἐπειδή τινες θαυμάζουσι πῶς ὁ μὲν Σωτῆρ’ ἔφη, “ μὴ μεριμνή- “ σητε πῶς ἣ τι λαλήσετε, ὁ δὲ Ἀπόστολος ἐνταῦθα “ ἕτοιμοι “ πρὸς ἀπολογίαν, οὐκ ἔστιν ἐν ἀντιλογίᾳ· ἀλλὰ τὸ μὲν περὶ μαρτυρίου εἴρηται, τὸ δὲ περὶ διδασκαλίας· ὅταν μὲν γὰρ ἐν συλλόγῳ φίλων ὁ ἀγὼν ᾖ, κελευόμεθα μὴ μεριμνᾶν· ἄτοπον γὰρ μὴ εἶναι ὃ διδάσκειν ἐπαγγελόμεθα· ὅταν δὲ δικαστήριον ᾖ φοβερὸν, καὶ δῆμοι λυττῶντες, καὶ πάντοθεν δέος, τὴν οἰκεία, ἐπηγγείλατο παρέξειν ῥοπήν· καὶ γὰρ μέγιστον ἦν, ἀνθρώπους τῶν ἰχθύων ὀλίγον κατὰ τὴν ἀφωνίαν διαφέροντας, τυράννων καθεζομένων, καὶ πάντων παρεστώτων, καὶ ξιφῶν γεγυμνωμένων, καὶ πάντων ἐκείνοις συμμαχούντων, εἰσελθεῖν δεδεμένους καὶ εἰς γῆν κύπτοντας δυνηθῆναι ῥῆξαι φωνήν· ὥστε εἰκότως οἱ μὲν τῆς θείας ἀπολαύουσι ῥοπῆς· οἱ δὲ διδάσκονται τῷ τῆς ἀμαθίας μὴ ἐκδιδόναι ἑαυτοὺς ὕπνῳ· σοφοὶ γὰρ εἶναι ὀφείλουσιν οἱ τῆς σοφία, φοιτηταί· καὶ γὰρ ἡ
πάλιν αὐτοῖς παραινεῖ μὴ λυπεῖσθαι ἐφ’ οἷς ἀδίκως πάσχον· σιν, εἰρηκὼς δὲ, “ εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ,” παθεῖν ἡμᾶς ἐδίδαξε τὰς θλίψεις οἰκονομικῶς διὰ γυμνασίαν ἡμῶν γινομένας κατὰ συγχώρησιν Θεοῦ, καὶ εἰς τοῦτο ἐπαλείφων ἡμᾶς. πάλιν τὸν Χριστοῦ θάνατον ἐξηγεῖται καὶ τὴν ἀνάστασιν. ὅρα δὲ πῶς ἡμῖν ἐκήρυξε τὸ μυστήριον. εἰπὼν γὰρ “ θανατωθεὶς μὲν σαρκὶ, “ ζωοποιηθεὶς δὲ Πνεύματι,’’ ὅμοιον ὡσεὶ λέγοι, ἀποθανὼν μὲν ὑπὲρ τῆς κατεχομένης ἡμῶν σαρκὸς τῇ φθορᾷ· ἐγερθεὶς δὲ ὡς Θεὸς, τὴν γὰρ θεότητα διὰ τοῦ Πνεύματος ὠνόμασε “ Πνεῦμα “ γὰρ ὁ Θεὸς,’’ φησὶ τὰ θεῖα λόγια· οὐδαμοῦ γὰρ διαιρεῖ τῆς ἰδίας σαρκὸς τὸν λόγον.
Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῆ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασι ποτὲ, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία, ἐν ἡμέραις Νῶε, κατασκευαζομένης κιβωτοῦ, εἰς ἢν ὀλίγαι, τουτέστιν ὀκτὼ, ψυχαὶ διεσώθησαν δι’ ὕδατος.
Κυίλλου. Λύει ἐνταῦθα τὴν ἀντίθεσιν ἐκείνην ἥν τινες ἀντιτίθεντες λέγουσιν· εἰ ἐπωφελὴς ᾖ ἡ ἐνανθρώπησις, τι δήποτε μὴ πρὸ πολλῶν ἐνηνθρώπησε χρόνων· ἰδοὺ γὰρ “ καὶ τοῖς ἐν φυλακῇ “ πνεύμασι πορευθεὶς ἐκήρυξεν ;” ἵνα λύσῃ τούτους, ὅσοι ἔμελλον· εἰ κατ’ ἐκεῖνο καιροῦ σαρκωθεὶς τοῖς ἐπὶ γῆς ἐπεφοἴτησεν· οὗτοι γὰρ αὐτὸν καὶ ἐν τοῖς καταχθονίοις ἐπιφανέντα πάντως ἐπέγνωσαν, καὶ τῆς ἐπιφανείας ἀπέλαυσαν.
Τῇ ψυχῇ πορευθεὶς ἐκήρυξε τοῖς ἐν ᾅδου, ὡς ψυχὴ μετὰ ψυχῶν ὀφθεὶς, ὃν οἱ πυλωροὶ τοῦ ᾅδου ἰδόντες ἔπτηξαν, καὶ πύλαι χαλκαῖ συνετρίβησαν, καὶ μοχλοὶ σιδηροῖ συνεθλάσθησαν· καὶ ὁ μονογενὴς ἐφώνει μετ’ ἐξουσίας ταῖς ὁμοιοπαθέσι ψυχαῖς, κατὰ τὸν τῆς οἰκονομίας λόγον, λέγων τοῖς ἐν δεσμοῖς, ἐξέλθετε i, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύφθητε.
[*](i ἐξέλθατε Cod.)Τουτέστι, καὶ τοῖς ἐν ᾅδου ἐκήρυξεν· ἵνα λύσῃ τούτους ὅσοι πιστεύειν ἔμελλον, εἰ κατὰ τὸν τῆς ἐκείνων ζωῆς καιρὸν σαρκωθεὶς ἐπεδήμησεν· οὗτοι γὰρ καὶ εἰς ᾅδου πάντως ἐπέγνωσαν· ἔστι γὰρ τὰ πλείω τῆς καθ’ ἡμᾶς οἰκονομίας ὑπὲρ φύσιν καὶ παράδοσιν· καθάπερ οὖν ὁμοτίμως πᾶσι τοῖς ἐπὶ γῆς διὰ τῆς ἐνσάρκου παρουσίας ἐπεφώνει Χριστὸς, καὶ οἱ πιστεύσαντες ὠφελήθησαν, οὕτω καὶ διὰ τῆς εἰς ἅδου καταβάσεως, τοὺς πιστεύοντας καὶ ἐπεγνωκότας αὐτὸν ἠλευθέρωσε τῶν τοῦ θανάτου δεσμῶν· αἱ γὰρ τῶν ἐν εἰδωλολατρίαις καὶ ἀθεμίτοις ἀσελγείαις βιωσάντων ψυχαὶ, ταῖς σαρκικαῖς προσπαθείαις οἱονεὶ ἀποτυφλωθεῖσαι, πρὸς τὰς τῆς θεοφανείας αὐγὰς βλέπειν οὐκ ἴσχυον· ἵνα καὶ πιστῶς ἐπιγνοῖεν τὸν ἐπὶ τῶ πάντας ἐλευθερῶσαι τό γε ἐπ’ αὐτῷ τοῖς καταχθονίοις ἐπιφανέντα, καὶ κοινῇ πᾶσι κηρύξαντα· καὶ μετὰ τοῦ φιλανθρώπου καὶ τὸ δίκαιον ἐνδεικνύμενον· ἵνα οἱ τῆς τοιαύτης εὐεργεσίας ἀποπεσόντες, σφὰς αὐτοὺς ἔχοιεν αἰτιᾶσθαι, τὸν δημιουργὸν καὶ τὸν τῶν ὅλων Θεὸν ἀπολιπόντες, καὶ δαίμοσι μισανθρώποις δουλεύσαντες, καὶ ὡς ἐκείνοις φίλον ὑπῆρχε διαβιώσαντες.
Σευήρου. Ἀλλ’ οὐ πᾶσι τοῖς ἐκεῖσε κατεχομένοις, ἀλλὰ μόνοις τοῖς πιστεύσασι καὶ ἐπεγνώκοσιν αὐτὸν τὴν ἄφεσιν ἐδωρήσατο. ἐπέγνωσαν δὲ αὐτὸν οἱ δι’ ἀγαθῶν ἔργων τῆς κακίας ἑαυτοὺς ἐκκαθάραντες, καθ’ ὃν ἐν σαρκὶ χρόνον ἐβίωσαν· πάντες γὰρ καὶ οἱ δικαίως πολιτευσάμενοι, πρὶν ἐπιφανῆναι τοῖς καταχθονίοις Χριστὸν, ὑπὸ τῶν δεσμῶν τοῦ θανάτου κατείχοντο, καὶ τὴν αὐτοῦ κἀκεῖσε παρουσίαν ἀνέμενον, ἀποκεκλεισμένης αὐτοῖς τῆς ἐπὶ τὸν παράδεισον ὁδοῦ διὰ τῆς τοῦ Ἀδὰμ παραβάσεως· ὅτι δὲ οὐ πάντες οἱ ἐν τοῖς ὑποχθονίοις ὄντες ἀπώναντο τῆς ἐκεῖσε Χριστοῦ καταβάσεως, ἀλλ’ οἱ πεπιστευκότες μόνον, δηλοῖ μὲν Γρηγόριος ὁ Θεολόγος ἐν τῷ εἰς τὸ Πάσχα λόγῳ, προτείνας ἐν ἐπαπορήσει k τὴν πρότασιν, ὡς ἀξίαν ζητήσεως, τῇ ἐπαγωγῇ δὲ δοὺς τὴν τοῦ ἀληθοῦς ἐπικράτειαν· ἔφη γὰρ οὕτως· “ κἂν εἰς ᾅδου κατίῃ, “ συγκάτελθε· γνῶθι καὶ τὰ ἐκεῖ μυστήρια, τίς ἡ οἰκονομία τῆς “ διπλῆς καταβάσεως, τίς ὁ λόγος. ἁπλῶς σώζει πάντας ἐπι- “ φανεὶς, ἣ κἀκεῖ τοὺς πιστεύοντας.” Ἰγνάτιος δὲ ὁ θεόφορος καὶ μάρτυς οὕτω φησί· “ πῶς ἡμεῖς δυνησόμεθα ζῆσαι χωρὶς [*](k Sic,)
Ἀμμωνίου. Ἠρώτησέ με ὁ σχολαστικὸς Καισάριος, εἰ κατελθόντος εἰς ᾅδου Ἰησοῦ τοῦ Θεοῦ Λόγου, πασῶν τῶν ψυχῶν ἐλύθη τὰ δεσμά; καὶ εἶπον, ναί. εἶτα οὖν φησι. καὶ ὁ Ἰούδας λελυμένος ἦν ; καὶ εἶπον, καὶ πάνυ. οὐ γὰρ οἷόν τε ἦν, τοῦ παμβασιλέως παρόντος, τὸν τύραννον καὶ αὐτὸν χειρωθέντα, λέγω δὴ τὸν θάνατον, ἔτι τοὺς αἰχμαλώτους κατέχειν. τί οὖν ὁ Κύριος ἐποίησέ, φησιν; ἐκήρυξεν ὡς ἐπὶ γῆς, καὶ τοῖς ἐν ᾅδου πᾶσι, τὴν εἰς αἰώνιον σωτηρίαν ἄγουσαν ὁδὸν, ὥστε πιστεύειν εἰς τὸν Πατέρα καὶ εἰς αὐτὸν τὸν ἐνανθρωπήσαντα καὶ ἀποθανόντα ὑπὲρ ἡμᾶν, καὶ κατελθόντα εἰς ᾅδου, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. καὶ τοὺς μὲν πιστεύσαντας ἀνήγαγε σὺν ἑαυτῷ· τοὺς δὲ ἀπιστήσαντας εἴασε κάτω πάλιν ἐν τῇ πρώτῃ καταστάσει· εἶτα πάλιν εἶπε μοι. καὶ πῶς οἷόν τε ἦν τοὺς ἐν ᾅδου διὰ μετανοίας ἐλευθερωθῆναι, “ ἐν δὲ “ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;” ἣ τάχα ἡ ἐξομολόγησις ἐπὶ τῶν μεταμελομένων ἐφ’ οἷς ἔπραξαν, καὶ ἐξομολογουμένων τὰ ἴδια πλημμελήματα χώραν ἔχει, ὅπερ τότε οὐ γέγονε· ψιλὴ γὰρ πίστις ἔσωσε τοὺς ἐν ᾅδῃ πιστεύσαντας. καὶ ἔστι μὲν σαφὲς ἀνάγνωσμα ἐν ταῖς Καθολικαῖς, ὅτι ἐκήρυξεν ἐν ᾅδου τοῖς ἀπειθήσασιν [*](1 Quæ seq. usq. ad v. διαβιώσαντες jam allata fuere anonvnio auct.p.67,5.)
Διδάξας ἡμᾶς ὡς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ὁ Χριστὸς, διδάσκει ὅτι καὶ τὴν εἰς ᾅδου πορείαν πεποίηται, τὰς τῶν πάλαι τεθνηκότων ψυχὰς ἀνάξων ἐκεῖθεν· εἴρηκε γὰρ τοῖς ἐν δεσμοῖς, ἐξέλθετε· καὶ ὡς ὁ Εὐαγγελίστης ἔφη, “ πολλὰ σώματα τῶν “ κεκοιμημένων ἁγίων ἀναστάντα εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, “ καὶ ἐνεφανίσθησαν πολλοῖς.· διὸ καὶ ὁ Παῦλος κηρύττων
Ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν.
Τουτέστιν οὐ τύπος ἦν ἐκεῖνο τὸ ὕδωρ. ὥσπερ γὰρ ἐκεῖνο τοὺς μὲν πονηροὺς ἐκόλασε, τοὺς δὲ ἀγαθοὺς διεφύλαξεν, οὕτω καὶ τοῦτο, τοὺς μὲν πονηροὺς ἀποπνίγει δαίμονας· σώζει δὲ τοὺς προσιόντας αὐτῷ. δείκνυσι δὲ καὶ πόσον εἰς δύναμιν τὸ βάπτισμα· ὅπουγε ψυχῆς ἁμαρτημάτων ἐστὶν ἀπόνιψις· καὶ πῶς αὐτοῦ δεόμεθα διδάσκει· πῶς δὲ, ἣ ὁμολογοῦντες τὴν ἀνάστασιν τοῦ Κυρίου ;
Δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, πορευθεὶς εἰς τὸν οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
Ὅρα πάλιν ὡς σαφῶς ἡμῖν τὴν οἰκονομίαν ἐκτίθεται, μνημονεύσας γὰρ θανάτου καὶ ἀναστάσεως, καὶ τῆς εἰς οὐρανὸν ἀνόδου μέμνηται· καὶ ὃς ἐστὶν ἐν δεξιᾷ τοῦ Πατρός· ἵνα γὰρ μὴ νομίσῃς αὐτὸν παθεῖν καὶ ἀπωλεσαί τι τῆς δόξης, ἀκούσας γενόμενον ἄνθρωπον καὶ ἀποθανόντα, τούτου χάριν καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδραν λέγει· καὶ ὡς πᾶσα αὐτὸν ἡ τῶν ἄνω πληθὺς προσκυνεῖ· τὸ δὲ “ ὑποτα- “ γέντων” πάλιν διὰ τὴν οἰκονομίαν εἴρηται.
Περὶ ἀποθέσεως φαύλων πράξεων καὶ ἐπαναλήψεως τῶν ἐν πνεύματι καρπῶν κατὰ τὴν διαφορὰν τῶν χαρισμάτων.
Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε.
Τοῦ ἁγίου Ἀθανασίου. Διὰ τοῦτο ὁ Ἀπόστολος οὐκ “ Χριστοῦ οὖν παθόντος θεότητι” ἀλλ’ “ ὑπὲρ ἡμῶν σαρκὶ,” ἵνα μὴ αὐτοῦ τοῦ Λόγου ἴδια κατὰ φύσιν, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἴδια φύσει τὰ πάθη ἐπιγνωσθῇ. Καὶ μετ’ ὀλίγα—Εἰ μὲν ἑτέρου τὸ [*](i Cod. ἀπόνηψις.)
Κυρίλλου. Οὐκοῦν ἀνάγκη νοεῖν, ὅτι γεγονὼς καθ’ ἡμᾶς ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ πέπονθεν ἑκών. “ βεβαπτίσμεθα γὰρ οὕτως “ εἰς τὸν αὐτοῦ θάνατον·” ὡς ἑνὸς ὄντος Υἱοῦ, κατὰ μὲν τὴν τῆς θεότητος φύσιν ἀπαθοῦς, παθητοῦ δὲ κατὰ τὴν σάρκα.
Σευήρου ἐκ τὴσ πρὸσ Φώτίον Ἐπιστολῆσ. Προδήλως δείκνυσι διὰ τοῦ προσδιορίσασθαι καὶ εἰπεῖν “ σαρκὶ,” ὡς ὁ αὐτὸς ἀπάθης ὑπῆρχε θεότητι καὶ οὐ συναισθανόμενος τῶν αἰκιῶν· καθὰ δὴ καὶ συναισθάνεσθαι πέφυκεν ἡ τοῦ καθ’ ἡμᾶς ἀνθρώπου ψυχή. τὸ γὰρ θεῖον ἀπαθὲς, καὶ οὐδενὶ τῶν ἀλγύνειν πεφυκότων ὑποκείμένον, οὐδὲ κατά τι τῶν τῆς ἀπαθείας ἐξιστάμενον ὁρῶν· ἀλλ’ αὐτὸς τῶν παθῶν πάθος γινόμενον καὶ ἀμβλῦνον τοῦ θανάτου τὸ κέντρον, κἂν εἰ διὰ σαρκὸς παθητῆς τοῦτο συμπλέκοιτο.
Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ Ἀνδρόνικον Κοινβιάρχην Ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ”—Καἰ ὡσαύτως, “ ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ὑπὲρ ἡμῶν ἀπέ“ θάνε, δίκαιος ὑπὲρ ἀδίκων· θανατωθεὶς μὲν σαρκὶ, ζωοποιηθεὶς δὲ “ Πνεύματι.” καὶ γὰρ κηρύξας τὸν Χριστὸν πεπονθέναι καὶ τεθανατῶσθαι σαρκὶ, σαφῶς ἔδειξεν, ὡς ὑπῆρχε καὶ αὐτὸς παθητὸς σαρκὶ καὶ ἀπαθὴς τῇ θεότητι· καὶ οὐ διαιρούμενος μετὰ τὴν ἄφραστον ἕνωσιν τῇ δυάδι τῶν φύσεων· ἀλλ’ εἷς ὢν Κύριος καὶ Χριστὸς καὶ Υἱὸς, καὶ ἓν πρόσωπον, καὶ ὑπόστασις μία, ἡ αὐτοῦ τοῦ Λόγου σεσαρκωμένη· παθόντος μὲν καὶ ἀποθανόντος ἑκουσίως, ᾧ γέγονεν ἄνθρωπος· μείναντος δὲ ἀπαθοῦς, ᾧ κατ’ οὐσίαν ὑπῆρχε πρὸ αἰώνων Θεὸς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Πνεύματι· καὶ τὸ πρὸς ἡμᾶς ὁμοούσιον καὶ ὁμοιοπαθὲς ἐν ἀληθείᾳ καὶ βουλήσει καταδεξάμενος.
Τοῦ Αὐυοῦ ἐκ τῆσ πρὸσ τοὺσ ἐν Κωνσταντινουπόλει ὁρθοδόξουσ ἐπιστολῆσ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν “ σαρκί.” τοῦτο γὰρ οὐ κατὰ τὴν τῶν Δοκητῶν ψυχρολογίαν διαζευγνύντος
Τοῦ Αὐτοῦ. “ Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ, ” διὰ τοῦτο ἀναγκαῖον ὁ Πέτρος ἡγήσατο τὸν προσδιορισμὸν, εἰπὼν “ παθόντος σαρκὶ, ” ὡς περὶ ἑνὸς προσώπου, καὶ μιᾶς ὑποστάσεως, καὶ μιᾶς φύσεως τοῦ Θεοῦ Λόγου σεσαρκωμένης, διαλεγόμενος· εἰ γὰρ εἰς δύο διῄρητο, περιττὸν ἦν καὶ ἀπόπληκτον ἄγαν, καὶ ῥῆμα μεθύοντος νοῦ καὶ παραπαίοντος λογισμοῦ, τὸ τὸν παθητὸν λέγειν πεπονθότα σαρκί. ἀλλ’ ἐπείπερ ἦν Θεὸς ἀπαθὴς, καὶ δι’ ἡμᾶς ἀτρέπτως παθητὸς γενόμενος ἄνθρωπος, Χριστὸν ἡμῖν ἐκήρυξε παθητὸν σαρκί.
Κυρίλλου. Ὡς γὰρ ὑπάρχοντος Θεοῦ τοῦ Χριστοῦ, σοφῶς καὶ ἐμφρόνως ὁ μαθητὴς σαρκὶ πεπονθέναι φησὶν αὐτόν. ὑπεξάγων τοῦ παθεῖν τὴν ἀπόρρητον φύσιν, ἧς ἀλλότριον τὸ παθεῖν· ἰδίᾳ τοίνυν πέπονθε σαρκὶ, καίτοι τοῦ παθεῖν ἀμοιρεῖν εἰθισμένος ὁ ἐκ Θεοῦ Λόγος. Θεὸς οὖν ἄρα ὁ Χριστὸς, θεικῶς μὲν ἀπάθης, παθητὸς δὲ κατὰ τὴν σάρκα.
Ὅτι ὁ παθὼν ἐν σαρκὶ, πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις ἄγεσθαι, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. Τουτέστιν ἀνθρωπίναις ἤτοι κοσμικαῖς· αἱ μὲν γὰρ κατὰ Θεὸν τῆς ψυχῆς εἰσὶ σωτηρία, κατὰ τὸ, “ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. αἱ δὲ μὴ τοιαῦται, ἀλλ’ οἷαι αἱ τῶν Ἰουδαίων, γίνονται τῆς ἐπιθυμίας, ὡς ὁ λαὸς ὁ ἐπιθυμητός n.
Ἀρκετὸς γὰρ ἡμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου, τὸ βούλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους [*](n ὡς ὁ λαὸς ἐπιθ. add. rec. m. in marg.)
Σευήρου. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστι. δεῖ τῶν τοῦ ἐθνικοῦ βίου πράξεων ἀσελγῶν ἀπέχεσθαι, καὶ μὴ ἀνατρέχειν πρὸς τὰ παλαιὰ, μήτε ζηλοῦν ἐκείνους τοὺς ἐν κώμοις καὶ μέθαις ἀνεστρεφομένους.
Ἐν ᾧ ξενίζονται, μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες.
Σευήρου. Οἵ τινες ξενίζονται καὶ ἐκπλήττονται βλέποντες ὑμᾶς καθάπαξ εἰς τὸ ἀγαθὸν ἐπιστρέφοντας, καὶ μὴ συντρέχοντας αὐτοῖς “ εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν· καὶ οὐ μόνον τὸ ἀγαθὸν οὐ ζηλοῦσιν, ἀλλὰ καὶ πρὸς βλασφημίαν ἐκτρέπονται.
Οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς.
Τινές φασιν ὅτι ζῶντας τὰς ψυχὰς ἐκάλεσε, καὶ νεκροὺς τὰ σώματα. ἀδύνατον γὰρ ψυχὴ ἐκτὸς τοῦ ἰδίου σώματος ἐλθεῖν εἰς κρίσιν· ὅμως ζῶντας ἐνταῦθα τοὺς δικαίους καλεῖ, διὰ τὸ πράξεις ἐπιτηδεῦσαι τῆς μελλούσης ζωῆς· νεκροὺς δὲ τοὺς ἁμαρτωλοὺς, τοὺς νενεκρωμένους τοῖς παραπτώμασι, καὶ τοῖς νεκροῖς ἔργοις ἐναποθανόντας· καὶ γὰρ δικαίοις ἀλλὰ καὶ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐκηρύχθη τὸ εύαγγέλιον· ἵνα αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον κἀς ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες· καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἐξαρπάζοντες κρίσεως· ὥστε κρίνεσθαι μὲν ἐν σαρκὶ κατὰ ἀνθρώπους, τουτέστιν ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτὸν, ζῆν δὲ κατὰ Θεὸν ἐν πνεύματι.
Σευήρου Ἐκ Τοῦ Κατὰ Ἀλέξανδρον. τουτέστι τῷ μέλλοντι, τῷ λόγου θᾶττον καὶ ἑτοίμως καὶ μετ’ εὐκολίας πάσης, οὐδενὸς ὄντος τοῦ ἐμποδίζοντος, πάντα γὰρ αὐτῷ γυμνὰ παραστήσεται, κρίναι δικαίους τε καὶ ἁμαρτωλούς· κρινεῖ γὰρ τότε καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὡς φησὶν αὐτὸς ὁ Σωτῆρ’, “ καὶ “ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ “ εὐωνύμων,” ζῶντας γὰρ τοὺς δικαίους καλεῖ· διὰ τὸ πράξεις L
Εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν Πνεύματι. πάντων δὲ τὸ τέλος ἤγγικε.
Νεκροὺς ἐνταῦθα καλεῖ τοὺς ἐν τοῖς ἔθνεσιν ὑπὸ τῶν κατηριθμημένων ἁμαρτιῶν νενεκρωμένους· οὓς καὶ εὔχεται ὁ Ἀπόστολος ἐπιστρέψαντας λόγον ἄμεμπτον ἀποδοῦναι “ τῷ ἑτοίμως ἔχοντι “ κρῖναι ζῶντας καὶ νεκρούς·” ζῶντας δὲ καὶ νεκροὺς πάλιν φησὶ τοὺς δικαίους καὶ ἁμαρτωλοὺς, οἷς ὁ θεῖος λόγος ἐπιδημήσας εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν· οἱ τινες ἁμαρτωλοὶ προσδεξάμενοι αὐτοῦ τὰς ἐντολὰς κρίνουσιν ἑαυτοὺς κατὰ ἀνθρωποὺς σαρκὶ, τουτέστιν ἐν τῷ ἀνθρωπίνῳ τούτῳ βίῳ τὴν ἑαυτῶν σάρκα καταδικάζουσιν ἐν νηστείαις καὶ χαμευνίαις καὶ δάκρυσι καὶ τῇ λοιπῇ κακοπαθείᾳ. ἵνα ζήσωσι κατὰ Θεὸν πνεύματι, τὸ ἀποστολικὸν λόγιον ἐνθυμούμενοι τὸ φάσκον, “ εἰ καὶ “ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσωθεν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ.
Ερώτησισ Τί Ἐστιν Εἰσ Τοῦτο Καὶ Νεκροῖσ Εὐηγγελίσοη, Να Κριθωσι Μεν Κατα Ανθρωπον Σαρκι, Ζωσι Δε Κατα Θεὸν Πνεύματι· Πῶσ Οἱ Νεκροὶ Σαρκὶ Κρίνονται; Ἔθος ἐστὶ τῇ γραφῇ τοὺς χρόνους μεταλλάσσειν, καὶ εἰς ἄλλους μετεκλαμβάνειν· καὶ τὸν μέλλοντα ὡς παρωχηκότα, ὡς μέλλοντα· ο καὶ τὸν ἐνεστῶτα εἰς τὸν πρὸ αὐτοῦ καὶ μετὰ τὸν [*](o Leg. vid. καὶ παρωχηκ. ὡς μέλλ’.)
Σετήρου. Νεκροὺς οἶδεν ἡ θεία γραφὴ τοὺς ἁμαρτωλοὺς καὶ νενεκρωμένους τὴν ψυχὴν ταῖς ἁμαρτίαις ἀποκαλεῖν, ὡς ἔνθα Παῦλος Ἐφεσίοις ἐπιστέλλων φησὶ “ καὶ ἦμιν τέκνα ὀργῆς ὡς καὶ οἱ λοιποὶ, ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν “ ἀγαπῆν αὐτοῦ, ἣν ἀγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς “ παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ. Καὶ μετ’ Καὶ πάλιν ἐκ τοῦ ἐναντίου νεκροὺς τοῖς ἱεροῖς γράμμασι προσαγορεύειν ἔθος τοὺς διὰ τῶν τῆς δικαιοσύνης ἔργων τὸ σῶμα νεκροῦντας ἀπὸ τῶν τῆς ἁμαρτίας παθῶν καὶ τῶν ἐπιθυμιῶν τῆς σαρκὸς, κατὰ τὸ εἰρημένον τῇ πρὸς Ῥωμαίου Ἐπιστολῇ, “ τὸ “μὲν σῶμα νεκρὸν δι’ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιο- “ σύνην.” καὶ πάλιν, “ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.
Τοῦ Αὐτοῦ. Καὶ δικαίοις ἀλλὰ ἁμαρτωλοῖς μάλιστα καὶ τοῖς νενεκρωμένοις τοῖς παραπτώμασιν ἐνεκηρύχθη τὸ Εὐαγγέλιον, ἵν αὐτοὶ κρίνωσιν ἑαυτοὺς, τὴν ψῆφον καθ’ ἑαυτῶν ἀνθρωπίνως ἐκφέροντες, καὶ τὴν σάρκα κρίνοντες, καὶ τοῖς πόνοις τῆς μετανοίας δαμάζοντες, καὶ τῆς θείας ἑαυτοὺς ἁρπάζοντες κρίσεως· ἐπεὶ καὶ “ φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. ὥστε κεκρίσθαι μὲν σαρκὶ κατὰ ἀνθρώπους, ὡς ἄνθρωπος ἑαυτοῦ φειδόμενος κρίνει ἑαυτῶν, ζῆν δὲ κατὰ Θεὸν πνεύματι· οὕτω γὰρ καὶ Παῦλος φησὶν, “ εἰ δὲ πνεύματι τὰς πράξεις τοῦ σώματος θανα- “ τοῦτε ζήσεσθε.
Επειδὴ ἀσεβεῖς ἦσαν οἱ προαπελθόντες, οἱ δὲ ἀσεβεῖς οὐκ ἀναστήσονται ἐν κρίσει, τούτου χάριν κἀκεῖ ἐκήρυξεν ὁ Σωτῆρ’, ἴνα πιστεύσαντες καὶ αὐτοὶ τῆς ἔπι του κριτοῦ παραστάσεως, γένωνται ἄξιοι ἐν τῷ τῆς ἀναστάσεως καιρῷ, ὅτε κομιεῖται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξε, ζῶσιν οὖν πνεύματι ἅτε συγχωρηθέντες καὶ ἀνεθέντες τῶν δεσμῶν διὰ τῆς εἰς τὸν Ἰησοῦν πίστεως.
Σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν· φιλόξενος εἰς ἀλλήλους, ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες.
Τῶν γὰρ ἐφ’ ἡμῖν κειμένων, καὶ ὧν ἐσμὲν κύριοι, μὴ ποιεῖν τι, πάσης ἀδικίας ἔχει γραφήν. οὐ γὰρ μόνον ἐπὶ τῆς τῶν χρημάτων κτήσεως, καὶ τῶν ἔξωθεν ὑπόχρεως ἐστιν ὁ πλέον ἔχων τοῖς ἐνδεέσι τὴν χρείαν πληροῦν, ἀλλὰ καὶ ἐπὶ τῶν ἐκ φύσεως πλεονεκτημάτων καὶ τῶν τοῦ Πνεύματος δωρεῶν, οὐκ ἄν τις εἴποι τοῦ ἔχοντος ἴδιον εἶναι τοῦτο, ὅπερ ἔχει, μᾶλλον ἣ τοῦ πλησίον καὶ ἐν ἐνδείᾳ καθεστηκότος καὶ μετέχειν ὀφείλοντος· “ εἰ τις γὰρ “ διακονεῖ ὡς ἐξ ἰσχύος,” φησὶν, “ ἧς χορηγεῖ ὁ Θεὸς, καὶ τὰ ἑξῆς.
Ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πάσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Τοῦ Χρυσοστόμου. Εἰ ὡς τὸν Χριστὸν δέχῃ, μηδὲν γογγύσῃς μὴ δὲ ἐπαισχυνθῇς, μᾶλλον δὲ καὶ σεμνύνου ἐπὶ τῷ πράγ- ματι· εἰ δὲ μὴ ὡς τὸν Χριστὸν δέχῃ μὴ δὲ δέξῃ, “ ὁ δεχόμενος ὑμὰς φησιν, ἐμὲ δέχεται ἔαν μὴ οὕτως δέχῃ, οὐδὲ μισθὸν ἔχεις. ἀνθρώπους παριόντας ὁδίτας, ὡς ἐνόμιζεν, ὁ Ἀβραὰμ ὑπε- δέχετο· καὶ οὐ πάντα τοῖς οἰκέταις ἐπέταττεν, ἀλλὰ καὶ τῇ γυναικὶ τὰ ἄλευρα φύρειν ἐπέταττε, καίτοι τίη ἔχων οἰκογενεῖς. ἀλλ’ αὐτὸς ἐβούλετο τὸν μισθὸν ἔχειν μετὰ τῆς γαμετῆς· οὐ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς διακονίας· οὕτω δεῖ φιλοξενίαν ἐπιδείκνυσθαι, δι’ ἑαυτῶν πάντα πράττοντας, ἵνα ἡμεῖς ἁγιαζώμεθα.
Ὅσα ἀπὸ φιλοξενίας εὐεργετηθῆναι συμβαίνει διδάσκει ὁ Λὼτ, ὡς μόνος τῶν ἐν Σοδόμοις κατοικούντων, διὰ τὸ ἥμερον καὶ φιλόξενον, ἠξιώθη μετὰ τῶν τέκνων διαφυγεῖν q τὴν ἀπώλειαν.
[*](q Cod. διαφυγὴν.)Κυρίλλου. Οἱ τὴν ἑστίαν εὐρύνοντες ὑπαντάτωσαν ἱλαροί, πρόθυμοι, οὐχ ὡς δίδοντές τι μᾶλλον, ἀλλ’ ὡς αὐτοὶ ληψόμενοι κατὰ διττὸν τρόπον· πρῶτον μὲν γὰρ ταῖς παρὰ τῶν ξενιζομένων ἐντρυφήσωσι συντυχίαι εἶτα πρὸς τοῦτο καὶ ’τον τῆς φιλοξενίας κερδανοῦσι μισθόν· δεχόμενοι δὲ εἰς ἑστίαν τοὺς ἀδελφοὺς, μὴ περισπάσθωσαν περὶ πολλὴν διακονίαν, μὴ ζητήτωσαν τὰ ὑπὲρ χεῖρα καὶ χρείαν· λυπεῖ γὰρ πανταχοῦ ἐν παντὶ πράγματι τὸ περιττόν· ἐνεργάζεται μὲν τοῖς φιλοξενεῖν ἐθέλουσιν ὄκνον· καμάτου δὲ τοῖς ἑστιωμένοις εὑρίσκεται· μὴ ξένον r τοῦτον νομίσητε συμβαίνειν ὑμῖν καὶ στενοχωρίας καὶ θλίψεις καὶ ἀρρωστίας σωματικάς· ἀλλ’ ἐν τοῖς δοκοῦσι δυσχερέσι τὸ δόκιμον ἐπιδείξασθε.
Ὅτι κοινωνίᾳ τῇ πρὸς Χριστὸν κρατεῖν χρεὼν τῶν φυσικῶν παθῶν, ἐλπίδι τε τῆς εἰς αὐτὸν φέρειν τὰς παρ’ ἑτέρων βλάβας.
Ἀγαπητοὶ, μὴ ξενίζεσθε τῇ ἐν ὑμῖν πυρώσει πρὸς πειρασμὸν ὑμῖν γενομένη, ὡς ξένου ὑμῖν συμβαίνοντος· ἀλλὰ καθὸ κοινωνεῖτε τοῖς τοῦ Χριστοῦ παθήμασι, χαίρετε, ἵνα καὶ ἐν τῇ ἀποκαλύψει τῆς δόξης αὐτοῦ χάρητε ἀγαλλιώμενοι. Εἰ ὀνειδίζεσθε ἐν ὀνόματι Χριστοῦ, μακάριοι· Κάριοι· ὅτι τὸ τῆς δόξης καὶ δυνάμεως καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ’ ὑμᾶς ἀναπαύεται· κατὰ μὲν αὐτοὺς βλασφημεῖται, κατὰ δὲ ὑμᾶς δοξάζεται.
Διδάσκει αὐτοὺς πρὸς τοὺς ὑπὲρ τῆς πίστεως ἐγκαρτερεῖν διωγμοὺς καὶ τὰς λοιπὰς τοῦ βίου δυσκολίας.
Τοῦ Ἁγίου Βασιλείου. Φυσικῶς γὰρ τοῖς οἰκειοτάτοις μάλιστα δυσχεραίνομεν, ὅταν εἰς ἡμᾶς ἐξαμαρτάνωσιν.
Tουτεστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Εκκλησίαν. τοῦτο γὰρ καὶ ὁ Σωτῆρ’ ἔλεγεν, “ ἐρεῖ πρῶτον τοῖς “ ἐκ δεξιῶν.”
Μὴ γάρ τις ὑμῶν πασχέτω ὡς φονεὺς ἢ κλέπτης ἢ κακοῦργος, ἢ ὡς ἀλλοτριοεπίσκοπος· εἰ δὲ ὡς Χριστι- [*](r In marg. πρόξενον sec. man. qusedam certe exciderunt.)
Ἐνστάντος καιροῦ τοῦ λαβεῖν ἀρχὴν τὸ τοῦ Θεοῦ κρίμα, διαβαίνειν ἄρχεται ἐκ τῶν μειζόνων εἰς τοὺς ὑποδεεστέρους, τουτέστιν ἀπὸ τῶν πιστῶν καὶ συμπληρούντων τὴν τοῦ Θεοῦ Ἐκκλησίαν· διὸ καὶ ἐπιφέρει· εἰ πρῶτον ἀφ’ ἡμῶν ὄντων Θεοῦ οἴκων ἡ ἐξέτασις τῶν βεβιωμένων γίνεται, τι χοὴ νομίζειν τέλος τοῖς ἀπειθήσασι τῷ Εὐαγγελίῳ τοῦ Θεοῦ; ἀγῶνα καὶ φόβον πολὺν ἐμποιεῖ τοῖς πιστοῖς, ὅπως ἀσφαλῶς μάθωσι τὸν κριτὴν πρὸς ὃν ἔχουσι τὸν λόγον· τούτους διεγείρας εἰς τὸν αὐτοῦ φόβον προτρέπει τοὺς ἀπειθοῦντας τῇ θείᾳ διδασκαλίᾳ, φάσκων ἄφευκτον ἀπαντήσεσθαι τοῖς τοιούτοις κόλασιν, ἣν τέλος αὐτῶν ὠνόμασε περιγράφουσαν, ἣν εἶχον ἀπείθειαν· τούτους διεγείρων ἔτι μᾶλλόν φησι, τοῦ δικαίου μόγις τὴν σωτηρίαν λαβόντος, τί χρὴ νομίζειν περὶ τῶν ἀσεβῶν τῶν διὰ τὸ αὐτοκατάκριτον μὴ ἐγειρομένων εἰς κρίσιν, καὶ περὶ τῶν ἁμαρτωλῶν τῶν ἐν βουλῇ δικαίων μὴ ἀνισταμένων ; μόγις γὰρ τοῦ δικαίου σωζομένου ἀγωνιῶντος περὶ τοῦ πῶς τὸ κατ’ αὐτὸν ἐξετέλεσε κρίμα· εἰ γὰρ καὶ μηδὲν φαῦλον ἑαυτῶ σύνοιδεν, ἀλλ’ οὖν εἰδὼς ὅτι οὐκ ἐν τούτῳ δεδικαίωται, ἕως ὁ κριτὴς αὐτὸν δικαιώσει ἀγωνιᾷ· δύναται δὲ ἀσεβὴς εἶναι ὁ ἔξω Θεοῦ πάντη τυγχάνων· ἁμαρτωλὸς δὲ ὁ περιεχόμενος μὲν Θεοῦ, ἄλλως δὲ καταφρονῶν καὶ παραβαίνων αὐτοῦ τοὺς νόμους· εἰ δὲ καθ’ ὑποκείμενον ὁ αὐτὸς ἁμαρτωλὸς ἀσεβὴς εἴη, τὴν διαφορὰν κατ’ ἐπίνοιαν ἕξει· δυνατὸν δὲ τὸν ἁμαρτάνοντα εὐθέως καὶ ἀσεβῆ εἶναι, τῷ διὰ καταφρονήσεως ἀσεβεῖν εἰς Θεόν.
Καὶ εἰ ὁ δίκαιος μόλις σώζεται.
Παραίνεσίς ἐστι σπουδῆς καὶ ἐπιμελείας περὶ τὸ σωθῆναι.
Ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται ; ὥστε καὶ οἱ πάσχοντες κατὰ τὸ θέλημα τοῦ Θεοῦ, ὡς πιστῷ
Οὐδεμίαν θλῖψιν ἔχων οὐδὲ ἱδρῶτα ὑπὲρ ἀρετῆς.
Δίκαιος ὁ ἐν πράξει καθήκων, συμβαίνει δὲ τοῦτον φύσει καὶ οὐκ ἐπιστήμῃ τοῦτο ποιῶν· ἀσεβὴς ὁ τὸν ὄντα Θεὸν μὴ σέβων· ἁμαρτωλὸς δὲ ὁ περὶ τὰς πράξεις πονηρός.
Παραίνεσις πρεσβυτέρων περὶ ἐπισκοπῆς τοῦ ποιμνίου.
Πρεσβυτέρους οὖν τοὺς ἐν ὑμῖν παρακαλῶ, ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνὸς, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ’ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· μήδ’ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Τοῦ Χρυσοστόμου. Φησὶ γὰρ ὁ Χριστὸς, “ ὁ θέλων ἐν “ ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῖν διάκονος· ὃς γὰρ ταπεινώσει ἑαυτὸν “ οὗτος ὑψωθήσεται.” τί λέγεις ; ἐὰν ταπεινώσω ἐμαυτὸν r, τότε ὑψηλὸς ἔσομαι ; ναί φησι· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις διὰ τῶν ἐναντίων τὰ ἐναντία παρέχειν· εὔπορός εἰμι καὶ εὐμήχανος· μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις· οὐκ ἐγὼ τῇ φύσει ἕπομαι.
Περ κοινῆς s πάντων πρὸς ἕκαστον ταπεινοφροσύνης εἰς νίκην τὴν κατὰ τοῦ διαβόλου.
Ὁμοίως δὲ οἱ νεώτεροι ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφρο- [*](r ἑαυτὸν Cod. s τῆς παντ. Bar.)
Τοῦ Αὐτοῦ. Οὐχ ἁπλῶς τὸ “ὐψωσει, ἀλλ’ ἐν καίρῳ προσέθηκε· διδάσκων αὐτοὺς ἐκείνην ἀναμένειν τὴν ὄντως ἐν τῷ μέλλοντι αἰῶνι ὕψωσιν.
Πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ’ αὐτὸν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
Κυβερνήτην ἔχετέ, φησι, καὶ ἡνίοχον· καὶ τὰ κατ’ αὐτοὺς τῆς προνοίας ἐκείνης ἐξαρτήσατε· οὕτω γὰρ ἀσάλευτοι διαμενεῖτε καὶ ἀκλόνητοι.
Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ, ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι.
Ἰστέον δὲ ὅτι τοῖς νοητῶς ὑπνοῦν εἰωθόσι τὸ χαλεπὸν ἀληθῶς ἐπιπηδᾷ θηρίον· καὶ τοῦτο διδάσκει λέγων ὁ Χρίστου μαθητὴς, “ νήψατε, γρηγορήσατε,” καὶ τὰ ἑξῆς.
Καλῶς ὁ Ἰουστῖνος εἶπεν, “ ὅτι πρὸ μὲν τῆς τοῦ Κυρίου πα- “ ρουσίας οὐδέποτε ἐτόλμησεν ὁ Σατανᾶς οὕτω βλασφημῆσαι τὸν “ ἄνθρωπον, ἅτε μηδέπω εἰδὼς τὴν ἑαυτοῦ κατάγνωσιν ἣ κατάκρι- “ σιν, διὰ τὸ ἐν παραβολαῖς καὶ ἀλληγορίαις κεῖσθαι· μετὰ δὲ “ τὴν παρουσίαν τοῦ Κηίου ἐκ τῶν λόγων αὐτοῦ καὶ τῶν Ἀπο- “ στόλων, μαθὼν ἀναφανδὸν, ὅτι πῦρ αἰώνιον αὐτῷ ἡτοίμασται, “ κατ’ ἰδίαν γνώμην ἀποστάντι τοῦ Θεοῦ, καὶ πᾶσι τοῖς ἀμετα- “ νοήτως παραμείνασιν ἐν τῇ ἀποστασίᾳ, διὰ τῶν τοιούτων ἀνθρώ- “ πων βλασφημεῖ τὸν τὴν κρίσιν ἐπάγοντα Κύριον, ὡς ἤδη κατα- “ κεκριμένος, καὶ τὴν ἁμαρτίαν τῆς ἰδίας ἀποστασίας τῷ ἐκτικότι “ αὐτὸν ἀποκαλεῖ t, ἀλλ’ οὐ τῇ ἰδίᾳ αὐθαιρέτῳ γνώμῃ· ὡς καὶ οἱ [*](t ἀποκαλεῖν Cod.)
Σευήρου. Ἐντεῦθεν ἐμανθάνομεν καὶ τοῦ ἀνταγωνιστοῦ τὸ θηριῶδες ὁμοῦ καὶ ἀκόρεστον· καὶ ὅτι πάντας τοὺς εἰς τοῦτο τὸ στάδιον ἀξιωθέντας καταβῆναι διὰ τῶν ὁμοίων ἐλθεῖν πρὸς τὸ μέτριον τῆς ἐνούσης ἑκάστῳ δυνάμεως. βούλεται γὰρ ἡμᾶς ὁ ἀγωνοθέτης ὁμοίως διὰ πάντων ἀγαγεῖν, ὅπως ἐκ πάντων καθάπερ ἐκ λειμῶνος ἄνθη συλλέγων, τὸν τῆς ἀφθαρσίας ἡμῖν στέφανον πλέξας δωρήσηται.
Εὐχὴ ὑπὲρ τελειώσεως τῶν πιστευσόντων.
Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας, αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα, καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. ἀμήν.
Ὅρα πῶς τὴν αὐτὴν ἀρχὴν καὶ τέλος πεποίηται ἐκεῖ, τὸν Πατέρα διὰ τοῦ Υἱοῦ ἐλεήσαντα ἡμᾶς φήσας, πάλιν ἐνταῦθα αὐτὸν τὸν Πατέρα καλέσαντα ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν διὰ τοῦ Ἰησοῦ Χριστοῦ· οὗτος γὰρ αὐτοῖς πανταχοῦ σκοπὸς κηρύξαι τὸ μυστήριον, εἰ καὶ τοῦ βίου ἡμῶν φροντίζοντες παραινετικὸν, καὶ ἡμῖν συμφέροντα συναίρουσι λόγον.
Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἢν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ, καὶ Μάρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Βαβυλῶνα οὖν τροπικώτερον τὴν Ῥώμην ὀνομάζει· συνεκλεκτὴν δὲ τὴν ἐν αὐτῇ τῇ Ῥώμῃ συστᾶσαν Χριστοῦ Ἐκκλησίαν· Μάρκον
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ. ἀμήν. Τοῦ Χρυσοστόμου. Ὅρα πῶς ὅταν τὰ πρακτέα ὑπαγορεύῃ, ἐπισημαίνεται αὐτὰ τῇ εὐχῇ· καθάπερ σήμαντρα τῶν ἀποτεθέντων τίθεις τὴν εἰρήνην.
Τέλος τῆς πρώτης ἐπιστολῆς καθολικῆς Πέτρου.