Catena In Epistulam Jacobi (Catena Andreae)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 8. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1840.

1

ΕΠΕΙΔΗ αὐτὸς Ἰάκωβος ταύτην γράφει τοῖς ἀπὸ τῶν δώδεκα φυλῶν διασπαρεῖσι καὶ πιστεύσασιν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, γράφει δὲ διδασκαλικὴν τὴν Ἐπιστολὴν, διδάσκων περὶ διαφορᾶς πειρασμῶν· ποῖος μέν ἐστιν ἀπὸ Θεοῦ, ποῖος δὲ ἀπὸ τῆς ἰδίας καρδίας τῶν ἀνθρώπων ἐστί· καὶ οὐ λόγῳ μόνῳ ἀλλὰ καὶ ἔργῳ δεικνύναι τὴν πίστιν· καὶ οὐχ οἱ ἀκροαταὶ τοῦ νόμου, ἀλλ’ οἱ ποιηταὶ δικαιοῦνται· περί τε τῶν πλουσίων παραγγέλλει a, ἵνα μὴ προκρίνωνται τῶν πτωχῶν ἐν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ μᾶλλον ἐπιπλήττωνται b ὡς ὑπερήφανοι· καὶ τέλος παραμυθησάμενος τοὺς ἀδικουμένους, καὶ προτρεψάμενος αὐτοὺς μακροθυμεῖν ἕως τῆς παρουσίας τοῦ κριτοῦ, καὶ διδάξας c ἐκ τοῦ Ιὼβ τὸ χρηστὸν τῆς ὑπομονῆς, παραγγέλλει προσκαλεῖσθαι τοὺς πρεσβυτέρους ἐπὶ τοὺς ἀσθενοῦντας, καὶ σπεύδειν ἐπιστρέφειν τοὺς πλανηθέντας ἐπὶ τὴν ἀλήθειαν· εἶναι γὰρ τούτου μισθὸν παρὰ τοῦ Κυρίου, ἄφεσιν ἁμαρτιῶν. καὶ οὕτως τελειοῖ τὴν Ἐπιστολήν.

Περὶ ὑπομονῆς καὶ πίστεως ἀδιακρίτου καὶ περὶ ταπεινοφροσύνης πρὸς πλουσίους.

Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος, ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.

ἘΞ Ἀνεπιγράφου. Ἕκαστος τῶν Ἀποστόλων ἐπιστέλλων, [*](a παραγγέλει Cod. b ἐπιπλήττονται Cod. c καὶ διδάξας περὶ ὑπομονῆς, καὶ διδάξας ἐκ τοῦ Ἰὼβ κ. τ. λ. Cod,)

2
προοίμιον τῆς Ἐπιστολῆς τὸ ἀξίωμα ἑαυτοῦ ποιεῖται· τοῦτο δέ ἐστι τὸ καταξιωθῆναι δοῦλος κληθῆναι Χριστοῦ· ἅτε δὲ ὡς τῆς περιτομῆς ὣν Ἀπόστολος τοῖς ἐκ τῶν δώδεκα φυλῶν ἐπιστέλλει πιστεύσασιν. ἰστέον μέντοι ὥς τινες νοθεύουσι τὴν Ἐπιστολὴν ταύτην καὶ τὴν Ἰούδα, ὡς φησὶν Εὐσέβιος ἐν τῇ Ἐκκλησιαστικῇ Ἱστορίᾳ. ὅμως πάντες ἴσμεν καὶ ταύτας μετὰ τῶν ἄλλων καθολικῶν ἐν ταῖς ἐκκλησίαις ἐμφερομένας.

Διδύμου. Ὡς γὰρ οἱ τοῦ κόσμου ἄνθρωποι ἐν ταῖς συγγραφαῖς τῶν βιωτικῶν συναλλαγμάτων ἐκ τῶν περὶ αὐτοὺς ἀξιωμάτων χρηματίζειν θέλουσιν, οὕτω καὶ οἱ Ἀπόστολοι ἐν ταῖς ἀρχαῖς τῶν συγγραμμάτων αὐτῶν, δοῦλοι Θεοῦ καὶ Χριστοῦ χρηματίζειν ἀξιοῦσιν.

Πᾶσαν χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις.

Τοῦ Χρυσοστόμου. Δεσμὸς γάρ τις ἐστὶν ἡ θλίψις ἀρραγὴς, ἀγαπῆς αὔξησις, κατανύξεως καὶ εὐλαβείας ὑπόθεσις. ἄκουε γὰρ τοῦ λέγοντος, “ εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν “ ψυχήν σου εἰς πειρασμόν.” καὶ ὁ Χριστὸς δὲ πάλιν ἔλεγεν, “ ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε· ἀλλὰ θαρσεῖτε.” καὶ πάλιν, “ στενὴ “ καὶ τεθλιμμένη ἡ ὁδός. ὁρᾶς πανταχοῦ τὴν θλῖψιν ἐπαινουμένην, πανταχοῦ παραλαμβανομένην ὡς ἀναγκαίαν οὖσαν ἡμῖν. εἰ γὰρ ἐν τοῖς ἔξωθεν ἀγῶσιν οὐδεὶς ἂν ταύτης χωρὶς στέφανον λάβοι, εἰ μὴ καὶ πόνοις καὶ σιτίων παρατηρήσει καὶ νόμου διαίτῃ καὶ ἀγρυπνίαις, καὶ μυρίοις ἑτέροις ἑαυτὸν ὀχυρώσῃ, πολλῷ μᾶλλον ἐνταῦθα.

Γινώσκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν· ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω.

Εἰς τελειότητα οὖν, τὴν κατ’ ἀνδρείαν καὶ καρτερίαν προτρέ- πων, ἀκολούθως ἀδελφοὺς ὀνομάζει, ἀλλ’ οὐ τέκνα οὐδὲ υἱούς. τοσοῦτον δὲ ἀπέχει τὸ συμβουλεύειν αὐτοῖς λυπεῖσθαι διὰ τοὺς πειρασμοὺς, ὡς καὶ πᾶσαν χαρὰν αὐτοὺς ἡγεῖσθαι πείθειν· ἵνα τὸ ἐναντίον αὐτοὺς λυπῇ τὸ μὴ πειράζεσθαι. εἰ γὰρ οἱ πειρασμοὶ χαρὰ αὐτοῖς, καὶ οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ πᾶσα, δηλονότι τὸ μὴ πειράζεσθαι λύπην προσάγει. καὶ διατί δοκιμήν, φησιν, ἐρ-

3
γάζεται· τί δὲ ἡ δοκιμὴ τοῖς ἔχουσι ποιεῖ· δηλονότι εἰς ἔργον τέλειον ἄγει.

Ὁ Κύριος καὶ Θεὸς ἡμῶν πῶς δεῖ προσεύχεσθαι τοὺς οἰκείους διδάσκων μαθητὰς, καὶ τὸ κατὰ γνώμην εἶδος τῶν πειρασμῶν ἀπέχεσθαι φάσκειν ἐκέλευε· “ καὶ μὴ εἰσενέγκεις ἡμᾶς εἰς πει- “ ρασμόν·” τῶν ἡδωνικῶν δηλονότι καὶ γνωμικῶν καὶ ἑκουσίων πειρασμῶν, μὴ ἐγκαταλειφθῆναι πεῖραν λαβεῖν· τὸν δὲ μέγαν Ἰάκωβον πρὸς τὸ τῶν ἀκουσίων πειρασμῶν εἶδος διδάσκοντα μὴ συστέλλεσθαι τοὺς ὑπὲρ ἀληθείας ἀγωνιζομένους, φᾶναι, “ πᾶσαν “ χαρὰν ἡγήσασθε ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε “ ποικιλοῖς,” δηλονότι τοῖς ἀκουσίοις καὶ παρὰ γνώμην καὶ πόνων ποιητικοῖς πειρασμοῖς· καὶ δηλοῦσι σαφῶς, ἐκεῖ μὲν ἐπάγων ὁ Κύριος, “ ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ,” ἐνταῦθα δὲ, “ γινώ- “ σκοντες, ὅτι δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονὴν, “ ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, “ ἐν μηδενὶ λειπόμενοι.”

Ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι· εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος Θεοῦ πᾶσιν ἁπλῶς, καὶ οὐκ ὀνειδίζοντος, καὶ δοθήσεται ἀυτῶ.

Τὸ αἰτίον ἡμῖν λέγει τοῦ τελείου ἔργου· τοῦτο δέ ἐστιν ἡ σοφία ἡ ἄνωθεν, δι’ ἧς ἐνδυναμούμενοι, ὁλόκληρον δυνησόμεθα πρᾶξαι τὸ ἀγαθόν.

Αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ· μὴ γὰρ οἰέσθω ἄνθρωπος ἐκεῖνος ὅτι λήψεται παρὰ Κυρίου.

Κυρίλλου. ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπεραίνει, μηδὲ προσῆλθες ὅλως ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦ πάντα ἰσχύοντος, διψυχήσας ἀβουλήτως. χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον.

Ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει

4
αὐτοῦ· ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ· ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται. ἀνέτειλε γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι, καὶ ἐξήρανε τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε, καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.

Ἐκ Τοῦ Ποιμένοσ Ἐντολῆι d Θ΄. Ἆρον σεαυτοῦ τὴν διψυχίαν, καὶ μηδὲν ὅλως διψυχήσῃς αἰτήσασθαί τι παρὰ τοῦ Κυρίου καὶ λαβεῖν, ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν. μὴ διαλογίζου ταῦτα, ἀλλ’ ἐξ ὅλης καρδίας σου ἐπίστρεψον ἐπὶ τὸν Κύριον, καὶ αἰτοῦ παρ’ αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλείπῃ· ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄνθρωποι οἱ μνησικακοῦντες ἀλλήλους, ἀλλ’ αὐτὸς ἀμνησίκακός ἐστι, καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ.

Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμὸν, ὅτι δόκιμος γενόμενος λήψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο ὁ Κύριος τοῖς ἀγαπῶσιν αὐτόν.

Τοῦ Χρυσοστόμου. Αὐτάρκως προτρεψάμενος ὑφίστασθαι τοὺς πειρασμοὺς μετὰ χαρᾶς, ἵνα ἐγγένηται δόκιμον ἔργον καὶ ὑπομονὴ e τελεία· τελειοῦται δὲ ταῦτα καθ’ ἑαυτὰ, καὶ μὴ δι ἄλλο πραττόμενα· δι’ ἑτέρας παραινέσεως πείθειν ἐπιχειρεῖ κατορθοῦν τὰ προκείμενα· δι’ ἐπαγγελίαν μακάριον εἶναι λέγων τὸν πειρασμὸν ὑπομένοντα. γενήσεται γὰρ οὕτως ἀθλητικῶς ἄγων τὸν ἀγῶνα, δόκιμος ἀνὴρ διὰ πάντων γεγυμνασμένος· οὕτω δὲ ἀναφανέντι ἐκ τῶν σκυθρωπῶν, δοθήσεται στέφανος ζωῆς εὐτρεπισθεὶς ὑπὸ τοῦ Θεοῦ τοῖς αὐτὸν ἀγαπῶσιν· οὕτως ὁ τῷ ὑπομένειν πειρασμὸν, καταφρονῶν ἐπιπόνων καὶ αὐτοῦ τοῦ θανάτου, στέφανον τῆς αἰωνίου ζωῆς ἀπολήψεται. ζητεῖς τίς ἡ ὕλη οὗ ἡτοίμασεν ὁ Θεὸς στεφάνου ζωῆς τοῖς ἀγαπῶσιν αὐτόν; ἔστιν “ἃ ἡτοίμασεν “ ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ διὰ μέγεθος θειότητος, ὄψει καὶ ἀκοῇ οὐχ ὑπόκειται, οὐδὲ ἐπὶ ψιλὴν νόησιν ἀνθρώπου ἀναβέβηκεν. [*](d ἕντο Cod. e ὑπομονὴ Cod.)

5
* Περὶ τῆς ἐν ἡμῖν πυρώσεως καὶ τῶν ἐξ αὐτῆς παθών, ὅτι οὐ παρὰ τοῦ Θεοῦ τὸ αἴτιον· εἴ τι γὰρ ἀγαθὸν ἡμῖν, παρ’ αὐτοῦ.

Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ Θεοῦ πειράζομαι· ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα.

Ἀμαρτίαν f.

Ὅτι ὁ Θεὸς πειράζων ἐπ’ ὠφελείᾳ πειράζει, οὐκ ἐπὶ τῷ κακοποιῆσαι· διὸ καὶ ἐλέχθη ὅτι ὁ Θεὸς ἀπείραστός ἐστι κακῶν. καὶ μετ’ ὀλίγα—Ὁ οὖν φέρων τοὺς πειρασμοὺς γενναίως, στεφανοῦται· ἄλλο δέ ἐστιν ἐπὶ τοῦ διαβόλου. ἐκεῖνος γὰρ πειράζει, ἵνα τοὺς πειθομένους αὐτῷ θανατώσῃ· καὶ ὁ μὲν ἀγνοῶν τὸ ἐσόμενον, ὁ δὲ Θεὸς εἰδὼς μὲν τὸ ἐσόμενον, πλὴν διδοὺς τῷ ἀνθρώπῳ πράττειν ὃ θέλει διὰ τὸ αὐτεξούσιον.

Εἰς βλάβην· ἐπ’ ἀγαθῷ γὰρ ἐπείρασε τὸν Ἀβραάμ.

Ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος.

Σετήρου. τινὲς δὲ τὸ προκείμενον ῥητὸν ἐπειράθησαν ἐξηγεῖσθαι, φήσαντες, αὐτὴν τὴν ἐπιθυμίαν ἀνομιῶν μητέρα καλεῖν τὸν Δαβὶδ, ἥτις διὰ τῆς ἀτοπωτάτης ὀρέξεως οἱονεὶ συλλαμβανοῦσα καὶ κύουσα τὴν πρᾶξιν τῆς ἁμαρτίας ἀποτίκτει, καὶ αὐτὸν τὸν ἁμαρτωλὸν ταύτην ἐνεργοῦντα καὶ πράττοντα· καὶ πέρας τῶν τοιούτων ὠδίνων ποιεῖται τοῦ ἁμαρτάνοντος τὸν θάνατον. οὕτως γὰρ ἐπιστέλλων Ἰάκωβος ἔφησεν, εἷς ὣν τῶν τοῦ Χριστοῦ σοφῶν μαθητῶν· “ ἕκαστος δὲ πειράζεται, ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελ- “ κόμενος καὶ δελεαζόμενος· εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει “ ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεῖσθα ἀποκύει θάνατον·” ὑπὸ ταύτης οὖν τῆς ἐπιθυμίας κεκισσῆσθαι καὶ συνειλῆφθαι καθὰ δὴ τῶν ἁμαρτωλῶν μητρὸς ἔφησεν ὁ Δαβίδ.

Εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα, τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα, ἀποκύει θάνατον.

Τοῦ Χρυσοστόμου. Ἐν μὲν γὰρ τῷ πράττειν τὴν ἁμαρτίαν ὑπὸ τῆς ἡδονῆς μεθύοντες, οὐχ οὕτως αἰσθανόμεθα. ἐπειδὰν δὲ [*](f Ita Cod. in v. μηδεὶς, nullo lacunae indicio.)

6
γένηται καὶ λάβῃ τέλος, τότε δὴ μάλιστα τῆς ἡδονῆς σβεσθείσης ἁπάσης, τὸ πικρὸν τῆς ἐννοίας ἐπεισέρχεται κέντρον, ἀπεναντίας ταῖς ὠδινούσαις γυναιξίν· ἐπ’ ἐκείνων μὲν γὰρ πρὸ τοῦ τόκου, πολὺς ὁ πόνος καὶ ὠδίνες δριμεῖαι ἐπικόπτουσι ταῖς ἀλγηδόσιν αὐτάς· μετὰ δὲ τὸν τόκον ἄνεσις, τῷ βρέφει τῆς ὀδύνης συνεξελθούσης. ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἕως μὲν ἂν ὠδίνωμεν καὶ συλλαμβάνωμεν τὰ διεφθαρμένα νοήματα, εὐφραινόμεθα καὶ χαίρομεν· ἐπειδὰν δὲ ἀποτέκωμεν τὸ πονηρὸν παιδίον τὴν ἁμαρτίαν, τότε τὸ αἶσχος τοῦ τεχθέντος ἰδόντες, ὀδυνώμεθα, τότε διακοπτόμεθα τῶν ὠδινουσῶν γυναικῶν χαλεπώτερον. διὸ παρακαλῶ μὴ δέχεσθαι μὲν μάλιστα παρὰ τὴν ἀρχὴν ἐπιθυμίαν διεφθαρμένην· εἰ δὲ καὶ ἐδεξάμεθα, ἀποπνίγειν ἔνδον τὰ σπέρματα εἰ δὲ καὶ μέχρι τούτου ῥαθυμήσωμεν, ἐξελθοῦσαν εἰς ἔργον τὴν ἁμαρτίαν, ἀποκτεῖναι πάλιν δι’ ἐξομολογήσεως καὶ δακρύων, διὰ τοῦ κατη- γορεῖν ἑαυτοῦ· οὐδὲν γὰρ οὕτως ὀλέθριον ἁμαρτίας, ὡς κατηγορία καὶ καταγνωσις.

Ἡσυκίου Πρεσβυτέρου. Ὠδῖνες θανάτου αἱ τῶν ἁμαρτωλῶν ἐπιθυμίαι τυγχάνουσιν.

Μῆ πλανᾶσθε ἀδελφοί μου ἀγαπητοί. πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων.

“ Μὴ πλανᾶσθε νομίζοντες παρὰ Θεοῦ γίνεσθαι τοὺς πειρασμούς. ἢ τὰς λογικὰς δυνάμεις φῶτα καλεῖ, ἢ τοὺς πεφωτισμένους διὰ Πνεύματος Ἁγίου.

Πάρ’ ᾧ οὐκ ἔνι παραλλαγὴ, ἢ τροπῆς ἀποσκίασμα.

Σευήρου. Λέγοντος γάρ ἐστιν ἀκούειν τοῦ Θεοῦ, “ ἐγώ εἰμι, “ ἐγώ εἰμι καὶ οὐκ ἀλλοίωμαι··’ καὶ αὐτῷ μὲν πρόσεστι τὸ g παγίως καὶ ἀναλλοιώτως κατ’ οὐσίαν ἔχειν· τοῖς δὲ κατὰ τὸ Εὐαγγέλιον πολιτευομένοις, καὶ πρακτικῶς τὰς ἐντολὰς μετιοῦσιν ἐκ τῆς ἄνωθεν δωρεᾶς καὶ μετουσίας, τὸ ἀναλλοιώτως ἐν τοῖς κατὰ τὸν βίον ἐπιτηδεύμασι διακεῖσθαι προσγίνεται· καὶ τὸ μὴ συμβάλλεσθαι τοῖς καιροῖς. διὸ καὶ Παῦλος παρῄνει τισὶ λέγων, “ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ [*](g τῶ Cod.)

7
“ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα “ τοῦ Θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον.

Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.

Ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τῶν κτισμάτων καταχρηστικῶς· ἐπ’ ἐκείνου μὲν τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος· ἐπὶ δὲ τούτων, τιμῆς ἕνεκεν καὶ υἱοθεσίας· “ βουληθεὶς γάρ,’’ φησιν, “ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας. μὴ τοίνυν ἡ ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ κατα- χρηστικῶς εἰρημένα κυρίως λελέχθαι νομιζέσθω.

Εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχὴν τινὰ τῶν αὐτοῦ κτισματων.

Ἀντὶ τοῦ πρώτους καὶ τιμιωτέρους. κτίσματα δὲ τὴν ὁρω- μένην κτίσιν φησὶν, ἧς τιμιώτερον τὸν ἄνθρωπον ἔδειξεν. ὅπου γε καὶ αὐτὴ ἡ κτίσις προσδοκᾷ τὴν ἡμετέραν σωτηρίαν, ἵνα καὶ ἡμῖν συνελευθερωθῇ.

Τῷ τῆς ὁμολογίας, τῷ τῆς πίστεως.

Πρωτοτόκους ἐν τοῖς οὐρανοῖς.

Περὶ πραότητος καὶ ἁγνείας καὶ πράξεως ἀγαθῆς μεταδοτικῆς ἐπὶ μακαρισμῷ, καὶ περὶ ἐπιστήμης καὶ συμμετρίας λόγου.

Ὥστε ἀδελφοί μου ἀγαπητοὶ, ἔστω πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι· βραδὺς εἰς ὀργήν· ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην Θεοῦ οὐ κατεργάζεται. διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσειαν κακίας.

Τουτέστιν τὴν ἁμαρτίαν τὴν ῥυπαίνουσαν τὸν ἄνθρωπον, τὴν ὥσπερ περιττὴν οὖσαν ἐν ἡμῖν τὸ κακοὺς εἶναι· ἁλλ’ ἔξωθεν προσγίνεται ἐξ ἀμελείας τὲ καὶ τῶν εἰς τοῦτο ἡμᾶς ἐρεθιζόντων δαιμόνων, τὸ ἐνδόσιμον ἡμῶν ἐκ τῆς ἀπροαιρέτου συγκαταβάσεως ἔχον.

Ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον, τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.

Ετοιμος εἰς τὸ μαθεῖν τὸ ἀγαθόν.

8

Ἀντὶ τοῦ τὸν ἀληθῆ· τὸν τῆς ὁμολογίας δηλονότι, τὸν ἀφθάρτους ἡμᾶς γενέσθαι παρασκευάζοντα. ἐπεὶ καὶ ὁ Θεὸς ἐξ ἀρχῆς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ.

Γίνεσθε δὲ ποιηταὶ λόγου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς.

Ἀντὶ τοῦ λογιζόμενοι καθ’ ἑαυτούς.

Καταφρονοῦντες τῆς ἑαυτῶν σωτηρίας.

Ὅτι εἴτις ἀκροατὴς λόγου ἐστὶ καὶ οὐ ποιητής.

Εἴτις, φησι, γένηται λόγου μόνον ἀκροατὴς, καὶ μὴ βεβαιώσει τοῖς ἔργοις τὴν ἀκοὴν, εὐθέως καὶ τὸν λόγον ἀπόλλυσι, διαχυθεὶς γὰρ οἴχεται.

Οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ· κατενόησε γὰρ ἑαυτὸν καὶ ἀπελήλυθε, καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν. ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας, καὶ παραμείνας, οὗτος οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος, ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει ἔσται.

Ὥσπερ ἐκεῖνος τὸ σῶμα ὁρᾷ, οὕτω καὶ οὗτος διὰ τοῦ νόμου ὁποῖός τις γέγονε. διὸ οὐδὲ πρόσωπον εἶπε μόνον, ἀλλὰ “ πρόσωπον “ γενέσεως.” μανθάνομεν γὰρ οἵους ἡμᾶς ἐποίησεν ὁ Θεὸς, ἀναγεννήσας διὰ λουτροῦ παλινγενεσίας· εἶτα μὴ ἐμμένοντες τῇ τοιαύτῃ θέᾳ διὰ τῶν πράξεων, καὶ τοῦ χαρίσματος λανθανόμεθα. ὁ γὰρ πράξεσιν ἑαυτὸν πονηραῖς ἐκδοὺς, οὐδὲ ὅτι εὐεργετεῖται παρὰ τοῦ Θεοῦ μνημονεύει. εἰ γὰρ ἐμνημόνευεν ὅτι ἄνωθεν ἐγεννήθη, καὶ ἐδικαιώθη, καὶ ἡγιάσθη, καὶ ἐν υἱοῖς κατελογίσθη Θεοῦ, οὐκ ἃν ἔργοις ἑαυτὸν παρεδίδου τοῖς ἀθετοῦσι τὴν χάριν.

Οὐ γὰρ ἐκεῖνοι μακάριοι οἱ ἀκροαταὶ, ἀλλ’ οἱ συνάπτοντες τῇ ἀκροάσει τὴν πρᾶξιν. ἐπεὶ καὶ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς ἐγένοντο ἀκροαταὶ, ἀλλ’ ἐπεὶ οὐ ποιηταὶ, οὐκέτι μακάριοι ἦσαν, ἀλλὰ παραδέδονται τῷ ὀλοθρευτῇ.

Γνοὺς γὰρ ἑαυτὸν εἰκόνα Θεοῦ ὄντα, οὐ καθ’ ὁμοίωσιν Θεοῦ ἐπολιτεύσατο.

9

Εἴτις δοκεῖ θρῆσκός εἶναι ἐν ὑμῖν, μὴ χαλιναγωγῶν γλῶσσαν, ἀλλ’ ἀπατῶν καρδίαν αὐτοῦ, τούτου μάταιος ἡ θρησκεία.

“ Εἴ τις δοκεῖ,’’ φησιν, ἀλλ’ οὐχὶ ταῖς ἀληθείαις εἶναι· ἧ γὰρ ἃν πάντως οὐδὲ αὐτῷ τὴν γλῶσσαν ἀχαλίνωτον ἐξεπαίδευσεν· οὐδ’ ἃν αὐτοῦ διὰ κενοθρησκείας τὴν καρδίαν ἐχλεύαζε· διὸ φησὶν, “ ὁ δοκῶν ἑστάναι,’’ καὶ τὰ ἑξῆς. οὐ γὰρ δὴ τὸν ὄντως ἑστῶτα τὴν ἔμπτωσιν καθορᾶν ἐμαρτύρατο· οὗτος γὰρ κανὼν καὶ ὑπογραμμὸς θρησκείας ὀρθῆς.

Τῆς θρησκείας ἡμῶν εἶναι τῆς ἐν Χριστῷ.

Μὴ σπεύδων μαθεῖν ἀλλὰ διδάσκειν.

Θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστὶν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

Τοῦ Χρυσοστόμου. τοῦτο ἐστιν, ᾧ ἐξισοῦσθαι δυνάμεθα τῷ Θεῷ, τῷ ἐλεεῖν καὶ οἰκτείρειν. ὅταν οὖν τοῦτο μὴ ἔχωμεν, τοῦ παντὸς ἀπεστερήμεθα. οὐκ εἶπεν, ἐὰν νηστεύσητε ὅμοιοι ἐστὲ τῷ Πατρὶ ὑμῶν· οὐδὲν γὰρ τούτων παρὰ Θεὸν, οὐδὲ ἐργάζεταί τι τούτων ὁ Θεὸς, ἀλλὰ τί; “ γίνεσθε οἰκτίρμοωες ὡς ὁ Πατὴρ ὑμῶν “ ὁ ἐν τοῖς οὐρανοῖς·” τοῦτο Θεοῦ ἔργον· ἐὰν οὖν τοῦτο μὴ ἔχῃς, τι ἔχεις; “ ἔλεον θέλω,’’ φησὶ, “ καὶ οὐ θυσίαν.’’

Περὶ τῆς πρὸς ἕκαστον ἀγάπης ἀπροσωπολήπτου κατὰ νόμον. Ἀδελφοί μου, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.

Τοῦ αὐτοῦ. τινὸς ἕνεκεν σὺ μέγα φρονεῖς φησιν; ἣ διατί πάλιν ἕτερος ἑαυτὸν ἐξευτελίζει; οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν καὶ ἀλλήλων μέλη, τί τῇ ἀπονοίᾳ αὐχίζειςh σαυτόν; τί αἰσχύνῃ τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνός σου μέλος, οὕτω κἀκείνου σύ. καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία.

[*](h ἀπονοιαυχίζεις Cod.)
10

Ἐὰν γὰρ εἰσέλθῃ εἰς τὴν συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτω- χὸς ἐν ῥυπαρᾷ ἐσθῆτι καὶ ἐπιβλέψητε ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν, καὶ εἴπητε αὐτῷ· σὺ Κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε, σὺ στῆθι ἐκεῖ· ἣ κάθου ὧδε ὑπὸ τὸ ὑποπόδιόν μου· οὐ διεκρίθητε ἐν ἑαυ- τοῖς, καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν ;

Τοῦ Χρυσοστόμου. To αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· παρ- εγένετο ὁ πένης· γενοῦ κατ’ αὐτὸν τῷ φρονήματι· μὴ μείζονα καταβάλῃς ὄγκον διὰ τὸν πλοῦτον· οὐκ ἔστι πένης καὶ πλούσιος ἐν Χριστῷ. μὴ τοίνυν ἐπαισχύνῃς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλὰ ἀπόδεξαι δία τὴν ἔνδον πίστιν.

Ἀκούσατε ἀδελφοί μου ἀγαπητοὶ, οὐχ ὁ Θεὸς ἐξε- λέξατο τοὺς πτωχοὺς τοῦ κοσμοῦ, πλουσίους ἐν πίστει, καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν ; ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν.

Τοῦ Αὐτοῦ. Ἡμεῖς δὲ ὡς τὰ μέγιστα ἠδικημένοι οὕτω τοὺς προσαιτοῦντας ὑβρίζομεν, ἀποστρεφόμεθα· οὐ δίδους τι καὶ λυ- πεῖς ; νουθετεῖτε, εἶπεν ὁ Παῦλος, ὡς ἀδελφοὺς, οὐχ ὑβρίζετε ὡς ἐχθρούς· ὁ τὸν ἀδελφὸν αὐτοῦ νουθετῶν, οὐ δημοσίᾳ τοῦτο ποιεῖ· οὐκ ἐκπομπεύει τὴν ὕβριν, ἀλλ’ ἰδίᾳ καὶ μετὰ πολλῆς προσοχῆς, καὶ ἀλγῶν καὶ δακνόμενος δακρύων καὶ ὀδυρόμενος. ἀπὸ ἀδελφικῆς τοίνυν παρέχομεν τῆς διανοίας, ἀπὸ ἀδελφικῆς νουθετοῦμεν τῆς προαιρέσεως, μὴ ὡς ἀλγοῦντες ἐπὶ τῷ διδόναι, ἀλλ’ ὡς ἀλγοῦν- τες ἐπὶ τὸ ἐκεῖνον παραβαίνειν τὴν ἐντολὴν ἐπὶ τὸ κέρδος. εἰ γὰρ μετὰ τὸ δοῦναι ὑβρίζεις, λυμαίνῃ τῇ τῆς δόσεως ἡδονῇ· ὅταν δὲ μήτε δῷς καὶ ὑβρίσῃς, πόσον οὐκ εἰργάσω κακὸν τὸν ἄθλιον ἐκεῖ- νον καὶ ταλαίπωρον ; προσῆλθεν ὡς ἐλεησόμενος παρὰ σοῦ, λαβὼν δὲ καιρίαν τὴν πληγὴν ἀπῆλθε, καὶ μᾶλλον ἐδάκρυσεν. ὅταν γὰρ ἀναγκάζηται διὰ τὴν ἔνδειαν προσαιτεῖν, διὰ δὲ τὸ προσαιτεῖν ὑβρίζεται, ὅρα πόση τῷ ὑβρίζοντι ἡ τιμωρία. παροξύνει τὸν ποιήσαντα αὐτόν· εἴπερ γάρ μοι αὐτὸς αὐτὸν ἀφῆκε πένεσθαι διά σε, ἵνα σὺ ἔχῃς θεραπεύειν αὐτὸν, καὶ σὺ τὸν διὰ σὲ πενό-

11
μένον ὑβρίζεις, πόσης ἀγνωμοσύνης ταῦτα; πόσης ἀχαριστίας τοῦτο τὸ ἔργον;

Οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; οὐκ αὐτοὶ βλασφημοῦσι τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ’ ὑμᾶς;

Τοῦ Χρῦσοστόμου. Φέρετε γενναίως τὰς πλεονεξίας. ἑαυτοὺς ἀναίρουσιν ἐκεῖνοι οὐχ ἱμὰς. ὑμὰς μὲν ἀποστεροῦσι χρημάτων, ἑαυτοὺς δὲ γυμνοῦσι τῆς εὐνοίας τοῦ Θεοῦ καὶ τῆς βοηθείας· ὁ δὲ ἐκείνης στερηθεὶς, κἂν ἅπαντα περιβάληται τῆς οἰκουμένης τὸν πλοῦτον, πάντων ἐστὶ πενέστερος.

Ἀπολιναρίου. τοῦτο μὲν οἱ τῶν Ἰουδαίων ἄρχοντες, ἐκ τῶν καρποφοριῶν πλουτοῦντες· τοῦτο δὲ καὶ οἱ τὰ Ῥωμαίων διοικοῦντες πράγματα, εἰδωλολατροῦντες τότε.

Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν, κατὰ τὴν γραφὴν, ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καλῶς ποιεῖτε· εἰ δὲ προσωποληπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.

Ὥσπερ σὺ βούλει χρῆσθαι τὸν πλησίον δικαίως καὶ φιλανθρώπως, οὕτως καὶ αὐτὸς πρᾶττε πρὸς τὸν ὁμογενῆ σου, καὶ τοῦ αὐτοῦ ὄντα Θεοῦ. φυσικὸς ὁ λογισμὸς, εἰς ὃν καὶ πάντα ὁ Σωτῆρ’ ἀνεκεφαλαιώσατο λέγων, “ ὡς θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρω- “ ποι, καὶ ὑμεῖς ποιεῖτε αὐτούς· οὕτως γάρ ἐστιν ὁ νόμος καὶ οἱ “ προφῆται.

Ὅστις γὰρ ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος.

Τῷ μὴ τελείαν ἔχειν ἀγάπην· τοῦτο γὰρ τὸ κεφάλαιον τῶν καλῶν· εἰ δὲ τῆς κεφαλῆς ἀπορεῖ, περιττὸν ἅπαν τὸ λοιπὸν σῶμα· ὅτι περὶ τούτου λέγει, δῆλον ἐκ τῆς προειργασμένης κατασκευῆς. πᾶσα γὰρ αὐτῷ ἡ κατασκευὴ περὶ τελείας ἀγάπης ἦν· τὸ δὲ οὐ μοιχεύσεις, ἀλλὰ φονεύσεις, ὑποδείγματος χάριν κεῖται, ὥστε μὴ χωλεύειν κατὰ τὸ λοιπὸν τὴν τελειότητα.

Ὁ γὰρ εἰπὼν μὴ μοιχεύσῃς, εἶπε καὶ, μὴ φονεύσῃς· εἰ δὲ οὐ μοιχεύεις, φονεύεις δὲ, γέγονας παραβάτης νόμου.

12

Εἰ καὶ μὴ πάνυ ἁρμοδίως κεῖται ἡ προκειμένη παραγραφὴ, ἀλλ’ οὖν διὰ τὸ αὐτῆς ὠφέλιμον, ἀναγκαῖον ᾠήθην ταύτην ἐνθεῖναι. ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς ὁ Χριστὸς τὰ προκείμενα ῥητὰ ὑπὸ Μωϋσέως εἰρημένα εἰς τελειότητα φέρων φησὶν, “ ἠκούσατε “ ὅτι ἐρρήθη τοῖς ἀρχαίοις οὐ φονεύσεις· ὃς δ’ ἂν φονεύσῃ ἔνοχος “ ἔσται τῇ κρίσει· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ὀργιζόμενος “ τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ, ἔνοχος ἔσται τῇ κρίσει. ἠκούσατε ὅτι “ ἐρρήθη, οὐ μοιχεύσεις, ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων “ γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ “ καρδίᾳ αὐτοῦ.’’ ταῦτα ἑρμηνεύων Σευῆρος ὁ Ἀντιοχείας Ἐπίσκοπος, ἐν τῷ μς΄ λόγῳ οὕτω φησίν. “ τῆς γὰρ διὰ Μώσεως “ γραφείσης νομοθεσίας “ οὐ φονεύσεις λεγούσης, Χριστὸς ὁ τοῦ “ νόμου νοῦς καὶ τοῦ ἐν αὐτῷ πνεύματος χορηγὸς τὸ “ οὐκ ὀργι- “ σθήσῃ τῷ ἀδελφῷ σου εἰκῆ” διετάξατο, ταύτῃ μᾶλλον πληρῶν “ τοῦ νόμου τὸ βούλημα· τὴν γὰρ ὀργὴν ἑξῆς ὁ φόνος φύεται “ ἀνελὼν, καὶ τὸ ἐκείνῳ σπουδαζόμενον ἔπραξε· καὶ περιττὸν τὸ οὐ “ φονεύσεις ἀπέδειξεν· ἀμαυρώσας αὐτὸ διὰ τῆς μείζονος ἐπιτάσεως· “ σχολῇ γὰρ ἂν ἔλθοι πρὸς φόνον, ὁ μηδὲ ὀργισθῆναι συγχωρηθείς. “ οὕτω καὶ τὸ πρὸς ἐπιθυμίαν ἀκόλαστον ἄγον βλέμμα καταδικά- “ σὰς, τὸ “ οὐ μοιχεύσεις καὶ πεπλήρωκε, καὶ ἠφάνισε· πνευμα- “ τικὸν γὰρ ὄντα τὸν νόμον ὁ Κύριος πεπλήρωκε μὲν καινότητι “ πνεύματος, λέλυκε δὲ τῇ τοῦ γράμματος παλαιότητι· τὸ δὲ “ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ὑπάρχειν ἀφανισμοῦ’’ καὶ “ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ· καλῶς δὲ καὶ σφόδρα εἶπε· “ ἐγγὺς ἀφανισμοῦ γεγενῆσθαι, καὶ οὐ τελείως ἠφανίσθαι· τῷ “ γὰρ πληροῦσθαι τὸν νοῦν, δοκεῖ μὲν εἶναι νόμος· ἠφανίσθαι δὲ, “ τῷ περιττὴν φανῆναι ἢ δειχθῆναι τὴν τοῦ γράμματος ἐντολήν· “ καθάπερ ἄν τις καὶ τὸν ἐκ σκιαγραφίας ἐπὶ σανίδος ἐνσημαν- “ θέντα κύκλον ἠφανίσθαι εἴποι, διὰ τῆς τῶν χρωμάτων ἐπιβολῆς. “ ἠφάνισται μὲν γὰρ τῷ μὴ διὰ τοῦ προτέρου σκιώδους σχή- “ μάτος δείκνυσθαι· μένει δὲ ὅμως τῷ λαμπροτέρῳ διὰ τῆς ἐπι- “ καλυψάσης εὐχροίας ἐκφαίνεσθαι.’’

Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε, ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.

13

Τοῦ Χρυσοστόμου. βελτίον’ γὰρ τοῖς ῥήμασιν ὑμᾶς φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε.

Ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος·

Ἔστι μὲν περὶ κρίσεως ὀρθῆς ἡ παραίνεσις, “ νόμον δὲ ἐλευ- “ θερίας’’ λέγει τὸν νόμον τῆς δικαιοσύνης· τὸν οὕτω κρίνοντα ὡς εὑρίσκει· τοῦτο δέ φησιν ἐπειδὴ τινὲς ἁμαρτάνουσι, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἀποχρώμενοι, καὶ λέγοντες, ὅτι φιλάνθρωπος ὣν συγχωρεῖ· διὸ καὶ ἐπιφέρει, “ ἀνέλεος ἡ κρίσις τῷ μὴ ποιήσαντι “ ἔλεος.

Κατακαυχᾶται ἔλεον κρίσεως.

Ἡσυκίου. Ὥσπερ τὸ ἔλαιον ἐξολισθαίνειν τοὺς ἀθλητὰς τὰς χεῖρας τῶν ἀντιδίκων ποιεῖ, οὕτως ἡ ἐλεημοσύνη τοὺς ταύτην ἀσκουμένους ἐκκλίνειν καὶ ἀποφεύγειν παρασκευάζει τοὺς δαίμονας.

Τοῦ Χρυσοστ;2ομου. Ἡ ἐλεημοσύνη τέχνη τις ἀρίστη ἐστὶ καὶ προστάτις τῶν ἐργαζομένων αὐτήν· φίλη γὰρ τοῦ Θεοῦ ἐστὶ, καὶ ἀεὶ πλησίον ἕστηκεν αὐτοῦ, ὑπὲρ ὧν ἃν βούληται εὐκόλως αἰτοῦσα χάριν, μόνον ἃν μὴ ἀδικῆται παρ’ ἡμῶν· ἀδικεῖται δὲ, ὅταν ἐξ ἁρπαγῆς αὐτῶν ἐργαζώμεθα, ὡς ἐὰν ᾐ καθαρὰ, πολλὴν τοῖς ἀναπέμπουσιν αὐτὴν δίδωσι τὴν παρρησίαν· καὶ ὑπὲρ προσκεκρουκότων δεῖται. τοσαύτη αὐτῆς ἡ ἰσχὺς, καὶ ὑπὲρ ἡμαρτηκότων· αὕτη διαρρήγνυσι τὰ δεσμὰ, λύει τὸ σκότος, σβέννυσι τὸ πῦρ, θανατοῖ τὸν σκώληκα, ἀπελαύνει τὸν τῶν ὀδόντων βρυγμόν· ταύτῃ μετὰ πολλῆς ἀδείας ἀνοίγονται τῶν οὐρανῶν αἱ πύλαι. Καὶ μετ’ ὀλίγα—βασίλισσα γὰρ ὄντως ἐστὶν ὁμοίως ἀνθρώπους ποιοῦσα Θεῷ· “ ἔσεσθε γάρ,’’ φησιν, “ οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν “ τοῖς οὐρανοῖς.’ ὑπόπτερός ἐστι καὶ κούφη, πτέρυγας ἔχουσα χρυσᾶς· πτῆσιν ἔχουσα πάνυ τέρπουσαν τοὺς ἀγγέλους· ἐκεῖ “ πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ μετάφρενα ἀύτης ἐν “ χλωρότητι χρυσίου·’’ καθάπερ περιστερά τις χρυσῆ καὶ ζῶσα πέτεται· ὄμμα προσηνὲς ἔχουσα, ὀφθαλμὸν ἥμερον· οὐδὲν ὀφθαλμοῦ ἐκείνου βέλτιον. καλός ἐστιν ὁ ταὼς, ἀλλὰ πρὸς ἐκείνην κολοιός· οὕτως ἡ ὄρνις αὕτη καλή τις ἐστὶ καὶ θαυμαστή· ἄνω διὰ παντὸς ὁρᾷ· πολλὴ τοῦ Θεοῦ τῇ δόξῃ περιστοιχίζεται· παρθένος ἐστὶ,

14
πτέρυγας ἔχουσα χρυσᾶς, περιεσταλμένη, λευκὸν ἔχουσα πρόσωπον, ἥμερον· ὑπόπτερός ἐστι καὶ κούφη, παρὰ ’τον θρόνον ἑστῶσα τὸν βασιλικόν. ὅταν κρινώμεθα, ἄφνω ἐφίσταται καὶ φαίνεται, καὶ ἐξαιρεῖται τῆς κολάσεως ἡμᾶς, ταῖς αὐτῆς πτέρυξι περιβάλλουσα, ταύτην θέλει ὁ Θεὸς ἢ θυσίας.

i Ὅτι οὐκ ἐκ πίστεως μόνον, ἁλλὰ καὶ ἐξ ἔργων, καὶ οὐκ ἐκ θατέρου ἰδικῶς, ἁλλ’ ἐξ ἀμφοῖν ἅμα δικαιοῦται ἄνθρωπος.

Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχη ; μὴ δύναται ἡ πίστις αὐτόν; ἐὰν ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσι, καὶ λειπόμενοι ὦσι τῆς ἐφημέρου τροφῆς, εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν, ὑπάγετε ἐν εἰρήνη, θερμαίνεσθε καὶ χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐὰν μὴ ἔργῳ δείξῃ τις ὅτι τῷ Θεῷ, περιττὴ καὶ ἡ προσηγορία· οὐ γὰρ ὁ ἁπλῶς λέγων εἶναι τοῦ Κυρίου, οὗτός ἐστι πιστὸς, ἀλλ’ ὁ οὕτως ἂγ ἀπὼν τὸν Κύριον, ὡς διὰ τὴν εἰς αὐτὸν πίστιν καὶ θανάτου κατατολμᾶν. καὶ ὅτι οὗτος τῶν προκειμένων ὁ σκοπὸς, τὰ ὑποδείγματα δηλοῦσιν· Ἀβραὰμ γάρ, φησιν, ἔργῳ ἔδειξεν ὅτι ἐπίστευσε, τῷ Θεῷ ἀνενεγκὼν εἰς ὁλοκάρπωσιν τὸν υἱὸν αὐτοῦ· ὁμοίως δὲ καὶ Ῥαὰβ πιστεύσασα, κατεφρόνησε θανάτου. ταῦτα δὲ λέγει βεβαιῶν τοὺς πιστοὺς καὶ διδάσκων ἀληθῶς εἶναι πιστοὺς, καὶ μὴ ῥήματι μόνον καὶ γλώττῃ τὸν Κύριον ἀγαπᾷν, ἀλλ’ ἔργῳ καὶ ἀληθείᾳ· διὸ πλείοσιν ὑποδείγμασι κέχρηται εἰς τοῦτο συντείνουσι· τῷ τε τῆς ἐλεημοσύνης, καὶ τῷ τοῦ σώματος· ἀπάγων δὲ αὐτοὺς καὶ τοῦ πολλοῦ τύφου τοῦ ἐπὶ τῷ ὀνόματι, καὶ δεῖξαι βουλόμενος ὅτι ἔργῳ μὴ βεβαιοῦντες τὴν πίστιν, μάτην ὀνόματι μόνον κομπάζουσι. τὸ τῶν δαιμονίων ὑπόδειγμα τίθησι λέγων, μὴ πλέον ἔχειν αὐτοὺς τῶν δαιμονίων οὕτως διακειμένους· καὶ γὰρ ἐκεῖνοι ἐπί- [*](i Abest et Cap. not. et tit. a Cod. N.C. supplevi e Cod. Barocc. 3. et Œcumen.)

15
στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι’ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ· ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε, δεῖξόν μοι τὸ πρᾶγμα, ἀφ’ οὗ σοι τὴν προσηγορίαν ταύτην λογίσομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ.

Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχη ἔργα, νεκρά ἐστι καθ’ ἑαυτήν. ἀλλ’ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κᾀγὼ ἔργα ἔχω, δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κᾀγὼ δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σὺ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.

Τοῦ Χρτσοστόμου. Κἂν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, “ καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσι σε “ τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτηρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρωτάτης.

Τοῦ Αὐυοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναι ποτε· ἀλλ’ οὐκ ἀρκεῖ καθ’ ἑαυτὴν τοῦτο ἐργάσασθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων· “ σπου“ δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην·“ σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ’ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως κὰτ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευσαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθομ́εθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν—

16
“ Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.’’ εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ ἀλλὰ τοῖς ἐζωγραφημένοις ᾖ προσεοικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων.

Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησιν, ὅτι νεκρὰ καθέσιηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βέβαιοι ταύτην τοῖς τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὐτῶ πρὸς τύπον ἡμέτερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει τὴν δύναμιν. ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, ἐς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλον, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως.

Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ χωρὶς τῶν ἔργων νεκρά ἐστι; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;

Ἀντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρὶς ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν Ἀβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς Ἀβραὰμ καὶ τῆς ἀπράκτου καὶ τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ’ ἕτοιμον ἐκ τῶν θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧτ’ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μέτα τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆσαν Πνεῦμα· πέρι τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως· τῆς μὲν δι’ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προσερχόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε

17
παραχρῆμα μετασταίη τοῦ βίου· τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.’’ καὶ γὰρ καὶ ὁ Παῦλος συνᾴδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις “ δι’ ἀγάπης ἐνεργουμένη. ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι.

Κυρίλλου ἘΚ τῆσ πρὸσ Ῥωμαίουσ Ἐπιστολῆσ. Ἐπειδὴ ὁ μακάριος Ἰάκωβος τὸν Ἀβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενεγκόντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ “ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ “ νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μάρτυρα ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβὶδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς.

βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.

Κυρίλλου. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης.

Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον·

18

Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην.

Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;

Σευηπιανοῦ Ἐπισκόπου Γαβάλων. Ἄκουε τῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἢν ἐν πορνείᾳ μαργαρίτης· ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατακέκλειστο.

“ Τοὺς ἀγγέλους,’’ κατασκόπους.

Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. τὴν ψυχὴν λέγει. Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες ὅτι μεῖζον κρίμα ληψόμεθα.

Τοῦ Χρυσοστόμου. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλιναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λόγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἔων.

Πόλλα γὰρ πταίομεν ἅπαντες.

Σευήρου. Εἰ γὰρ “ πολλὰ πταίομεν ἅπαντες,” ὥς που ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσθαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν, καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας.

19

Οτι ἡ προπετὴς καὶ ἄτακτος γλῶττα θανατοῖ τὸν κεκτημένον· ἧς κρατεῖν ἀνάγκη εἰς εὐφημίαν καὶ δόξαν Θεοῦ.

Εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.

Κυρίλλου. βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργὴς, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαι ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγον, εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά. χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρημένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ’ς κομιδῆ τὸ κεχρῆσθαί τισιν ἣ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, αἳ οὐκ ἀνῆκον, καθά φησιν, ὁ πάνσοφος Παῦλος· φίλον δὲ αὐτοῖς καὶ διὰ σπουδῆς γεγόνασι τούτου εὐηγορεῖν· διαμέμνηται γὰρ κατὰ τὸ εἰκὸς τῆς ἁγίας λεγούσης γραφῆς· “ ὁ “ λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού- “ ουσι.’’ Καὶ πάλιν—ἀποδέχεται μὲν ἡ θεόπνευστος γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. ἔφη μὲν γὰρ “ εἴτις ἐν λόγῳ οὐ πταίει, “ τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.” ψάλλει δέ που καὶ Δαβὶδ, “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματι “ μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Καὶ πάλιν— “ Εἶτα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ “ μου.’’ ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν.

Ἴδου τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα μετάγομεν αὐτῶν. ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἃν ἡ ὁρμὴ τοῦ εὐθόνοντος βούληται.

Ἔτι καὶ ταῦτα περὶ τοῦ μὴ δεῖν ὡς ἔτυχε τὴν γλῶσσαν κινεῖν. λέγει οὖν ὅτι εἰ χαλινῷ θράσος ἵππου ἀνακόπτομεν, καὶ πηδαλίῳ μικρῷ ὁρμὴν πλοίου μεταφέρομεν, πολλῷ μᾶλλον τὴν γλῶτταν D 2

20
εἰς τὸ εὖ ἔχον τῷ ὀρθῷ λόγῳ μετάγειν ὀφείλομεν. τὸ γὰρ “ οὕτω “ καὶ ἡ γλῶττα” τοῦτο σημαίνει, ὅτι οὕτως ὀφείλει καὶ ἡ γλῶττα μετάγεσθαι ἐπὶ τὸν ὀρθὸν λόγον, ἀλλ’ οὐ τοῦτο ποιεῖν ὃ ποιεῖ μικρά τις οὖσα μεγαλαυχεῖ· διὸ καὶ μεγάλην ἡμῖν ἀνακαινιεῖ πυρὰν, τὴν ἀδικίαν κοσμοῦσα διὰ τοῦ συνηγορεῖν αὐτῇ, “ καὶ ὅλον “ ἡμῶν σπιλοῦσα τὸ σῶμα, καὶ ἀνάπτουσα ἡμῖν τὸν τροχὸν τῆς “ γεέννης·” τουτέστι καὶ ἐκκαίουσα καὶ κατατρέχειν ἡμῶν ποιοῦσα τὸ πῦρ· ἀλλὰ καὶ αὐτή, φησι, φλογίζεται ὑπὸ τῆς γεέννης. πῶς γὰρ οὐ φλογίζεται δεσμουμένων τῶν ἀσεβῶν χεῖρας καὶ πόδας, καὶ βαλλομένων εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. διὰ τοῦτο καὶ ὁ Ψαλμῳδὸς ἐβόα· “ θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου·” ἵνα μὴ πάθῃ ὅπερ ἡ γλῶττα τοῦ πλουσίου φλεγομένη οὐδεμιᾶς ἔτυχε παραμυθίας.

Οὕτω καὶ ἡ γλῶσσα μικρὸν μέλος ἐστὶ καὶ μεγαλαυχεῖ· ἰδοὺ ὀλίγον πῦρ ἡλίκην ὕλην ἀνάπτει· καὶ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας.

Τοῦ Χρυσοστόμου. Οὐκοῦν πλέον τῆς γλώσσης φύλαττε τὴν κόρην· ἵππος ἐστι βασιλικὸς ἡ γλῶσσα· ἂν μὲν οὖν ἐπιθῇς αὐτῇ χαλινὸν καὶ διδάξῃς βαδίζειν εὔρυθμα, ἐπαναπαύεται αὐτῇ καὶ ἐπικαθιεῖται ὁ βασιλεύς· ἂν δὲ ἀχαλίνωτον ἀφῇς φέρεσθαι καὶ σκιρτᾶν, τοῦ διαβόλου καὶ τῶν δαιμόνων ὄχημα γίνεται.

Ἰησοῦ υἱοῦ Σιράχ. Πολλοὶ ἔπεσον ἐν στόματι μαχαίρας· καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλώσσης. μακάριος ὁ σκεπασθεὶς ἀπ’ αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, καὶ τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· ὁ γὰρ ζυγὸς αὐτῆς, ζυγὸς σιδηροῦς, καὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ—καὶ τὰ ἑξῆς.

Οὕτως ἡ γλῶσσα καθίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, ἡ σπιλοῦσα ὅλον τὸ σῶμα, καὶ φλογίζουσα τὸν τροχὸν τῆς γενέσεως, καὶ φλογιζομένη ὑπὸ τῆς γεέννης.

Τοῦτέστι τὸν τροχὸν τῆς ζωῆς ἡμῶν· οὐ γὰρ εἶπεν ὅτι ὁ τροχὸς σπίλοῖ τὴν γλῶσσαν, ἀλλ’ ἡ γλῶσσα τὸν τροχὸν, τὸν τροχοειδῆ δηλονότι χρόνον. τὴν γὰρ προαίρεσιν αἰτιᾶται, καὶ τὴν προπέτειαν ἀναστέλλει· ὑφ’ ἧς ὁ βίος ἡμῶν ἐκτραχύνεται, καὶ μυρίαις ἀνωἀνωμαλίαις ὑποπίπτει· διὸ καὶ ἐπήγαγε· “ καὶ φλογιζομένη ὑπὸ

21
“ τῆς γεέννης·” οὐκ ἃν τοῦτο προσθεῖσα· εἴγε ἄκουσα ἡ γλῶσσα ἐκινεῖτο. ὅτι δὲ τροχὸν τὸν χρόνον ἐκάλεσε διὰ τὸ τροχοειδὲς καὶ κυκλικὸν σχῆμα, εἰς ἑαυτὸν γὰρ ἑλίττεται, ἐγγυᾶται ὁ μελῳδὸς, στέφανον αὐτὸν καλέσας καὶ εἰπὼν πρὸς τὸν Θεὸν, “ εὐλόγησον “ τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου.’’ κἀνταῦθα γὰρ ἀπὸ τοῦ κυκλικοῦ σχήματος στέφανος εἰκότως ὁ χρόνος ὠνόμασται.

Διττή, μοι δοκεῖ, τὴν μὲν πιθανεστέραν, τὴν δὲ δεινοτέραν καὶ πικροτέραν, ἑρμηνείαν ἔχειν τὸ παρά σου ζητηθέν· “ ἡ γλῶσσα “ πῦρ, ὁ κόσμος τῆς ἀδικίας.’’ μάλιστα μὲν ἐπειδὴ εὔστροφος οὖσα καὶ ῥᾴστη εὐχερῶς πολλὰ δρᾷ, λαλοῦσα κακά· καὶ γὰρ καὶ κατηγορεῖ, καὶ ἐπιορκεῖ, καὶ ψεύδεται, καὶ ψευδομαρτυρεῖ, καὶ πολλοὺς ἀδίκως εἰς πῦρ βάλλει, καὶ εἰς ξίφος καὶ εἰς πέλαγος ὠθεῖ. κόσμον δὲ οἶδε καλεῖν ἡ γραφὴ τὸ πλῆθος· “ ὁ κόσμος γάρ,’’ φησι, “ αὐτὸν οὐκ ἔγνω,” τουτέστι τὸ πλῆθος. ἡ γλῶσσα οὖν, φησι, πῦρ ἐστι, πλῆθος ἀδίκως κατακαίουσα, ἣ πλήθους πυρὸς ἀδίκου δοχεῖον. ἐπειδὴ δὲ πολλοὶ τῇ κακίᾳ συμπράττοντες, καὶ τὴν ἀδικίαν σεμνύνοντες, δεινότατοι ὄντες ῥητορεύειν ἐπὶ πράξεσι πονηραῖς καὶ παρανόμοις, λόγων εὐπρέπειαν ἐχόντων οὐκ ἀπψπυροπῦντες λανθάνουσι κα· ἑαυτῶν τὴν ψῆφον τιθέμενοι, καὶ δεῖγμα τῆς ἑαυτῶν προαιρέσεως, τῆς ἐπὶ τὰ φαῦλα ῥεπούσης, διὰ τῶν λόγων τούτων ἐκφέρουσιν· ἴσως στηλιτεύων αὐτοὺς τοῦτο ἔφη, “ ἡ γλῶσσα πῦρ, ὁ κόσμος τῆς ἀδικίας· ” ὡσανεὶ ἔλεγεν, ὁ τῆς εὐγλωττίας πυρσὸς, ὅταν τοὺς μεγάλα πταίοντας κοσμεῖ, ἐγκαλλώπισμα δοκεῖ τῆς ἀδικίας. χρὴ τοιγαροῦν τῇ δεινότητι κεχρῆσθαι, οὐ πρὸς τὸ τὴν ἀδικίαν κοσμεῖν, ἀλλὰ πρὸς τὸ τὴν ἀρετὴν σεμνύνειν, τὴν καὶ χωρὶς λόγων ὑπέρλαμπρον.

Τοῦ ἁγίου Βασιλείου. Εἰ ἀγαπᾷς τὴν ζωὴν, ποίησον ἐντολὴν τῆς ζωῆς· “ ὁ γὰρ ἀγαπῶν με, φησι, “ τὰς ἐντολάς μου “ τηρήσει· πρώτη δὲ ἐντολὴ, “ παῦσον τὴν γλῶσσαν σου ἀπὸ “ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· σχεδὸν γὰρ προχειροτάτη· καὶ πολύτροπος ἡ ἁμαρτία ἡ διὰ γλώσσης ἐστιν ἐνεργουμένη, ἐν ὀργαῖς, ἐν ἐπιθυμίαις, ἐν ὑποκρίσεσιν, ἐν δίκαις, ἐν ἀπάταις· καὶ τι δεῖ παντὶ τῷ λόγῳ ἐπεξιέναι τῶν διὰ γλώττης ἁμαρτανομένων; ἐξ αὐτῆς γὰρ αἰσχρολογίαι, εὐτραπελίαι, μωρολογίαι, τὰ οὐκ ἀνήκοντα καταλαλιαὶ, λόγος ἀργὸς, ἐπιορκίαι,

22
ψευδομαρτυρίαι, ταῦτα πάντα τὰ κακὰ καὶ ἔτι πλείω τούτων, τῆς γλώσσης ἐστι δημιουργήματα. ἐπεὶ οὖν ”ἐκ τῶν λόγων σου ”δικαιώθησῃ,“ παῦσον τὴν γλῶσσαν σου ἀπὸ κακοῦ, καὶ χείλη σου μὴ λαλῆσαι δόλον·” ἀντὶ τοῦ, ὅλον τὸ ὄργανον τὸ πρὸς τὴν διακονίαν τοῦ λόγου σοι δεδομένον, σχολάζειν ἀπὸ τῆς πονηρᾶς ἐργασίας ποίησον.

Πᾶσα γὰρ φύσις θηρίων τε καὶ πετεινῶν, ἑρπετῶν τε καὶ ἐναλίων, δαμάζεται καὶ δεδάμασται τῆ φύσει τῇ ἀνθρωπίνη.

Ἐπὶ μὲν τῆς γλώσσης καταδρομή· μεταφέρει δὲ τὸν λόγον πρὸς ἄλλο, δεικνὺς αὐτῆς τὸ κακόν. λέγει οὖν ὡς ἄτοπον, πάντων μὲν ἡμᾶς κρατεῖν χερσαίων τε καὶ ἀερίων καὶ ἐναλίων, τῆς δὲ οἰκείας γλώττης μὴ κρατεῖν.

Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι· ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου.

“Τὴν δὲ γλῶσσαν οὐδεὶς δύναται ἀνθρώπων δαμάσαι,’’ οὐ γὰρ ὡς ἀποφαινόμενος μὴ δυνατὸν εἶναι, ἀλλ’ ὡς ἐρωτῶν ὁ Χριστοῦ μαθητὴς ἔφησε τοῦτο· ὥστε ὡς δυνατὸν ἀναγνωστέον, καὶ μὴ ὡς ἀδύνατον νοητέον. καί μοι μικρὸν ἄνωθεν τῶν γεγραμμένων λαβόμενος, γνῶθι σαφῶς τὸ λεγόμενον· “ πᾶσα γάρ, φησι, καὶ τὰ ἑξῆς· πῶς οὖν τούτων πάντων δαμαζομένων ἀδάμαστος ἡ γλῶσσα; “ πᾶσα φῦσις’’ εἶπε· τὸ δὲ “ πᾶσα ” καὶ αὐτῆς τῆς γλώττης ἐστὶ περιληπτικόν· εἰ δὲ ἀνοίκειαk τῆς ἑαυτοῦ φύσεως ὁ ἄνθρωπος δαμάζει θηρία, πόσῳ μᾶλλον τὸ τῆς ἑαυτοῦ φύσεως μέλος εὐχερῶς δαμάσαιεν τὴν γλῶσσαν; ἀλλ’ ὡς τῶν πρὸ τούτου καὶ μετὰ τούτῶν γεγραμμένων ἀκούσωμεν· “ τὴν γλῶσσαν, ” φησὶν, ” οὐδεὶς “ δύναται ἀνθρώπων δαμάσαι, καὶ τὰ ἑξῆς· εἶτα ἐμφαῖνον ὡς ῥᾴδιον εἴη πρὸς τὸ δοκοῦν τῆς φωνῆς ἄξαι τὸ πλῆκτρον, ἐπάγει λέγων· “ οὐ χρὴ, ἀδελφοὶ, ταῦτα οὕτως γίνεσθαι. τι λέγεις; τί παραινεῖς τὰ ἀδύνατα; εἰ γὰρ οὐδεὶς δύναται δαμάσαι, διατί μὴ δεῖν ταῦτα γενέσθαι; ἀνέφικτα γάρ τις προσταχθεὶς, ἀπειθήσας ἀναίτιος· ἀλλ’ ἐπειδὴ φησὶ “ δύναται,’’ τούτου χάριν εἶπον, οὐ χρὴ ταῦτα οὕτως γενέσθαι· εἰ γὰρ ἀνίκητον γλῶσσα, πῶς ὑπὸ [*](κ ἀνοίκια Cod.)

23
Παύλου νενίκηται; πῶς τὰ βλάσφημα χείλη γέγονε θεολογικά; πῶς ἣν ἠκόνησε κατὰ Χριστοῦ λοιδορίαις, ταύτην ἐπλήρωσε ταῖς ὑπὲρ Χριστοῦ ῥητορίαις;

Τοῦ Χρυσοστόμορ. Μαχαιρᾶ ἐστιν ἡ γλῶσσα ἠκονημένη. ἀλλὰ μὴ ἑτέροις ἐπάγωμεν τραύματα· ἀλλὰ τὰς ἡμετέρας σηπεδόνας ἀποτέμωμεν.

Ἡσυκίου. Καθάπερ γὰρ ἡ ῥομφαία ἑτοιμοτέρα πρὸς τομὴν ἃν ἀκονηθῇ, καὶ ὀξυτέρα πρὸς ἀναίρεσιν γίνεται, οὕτως ἡ γλῶσσα δυσχερὴς καὶ καθ’ ἑαυτὴν εἰς τὸ ἡρεμεῖν τυγχάνουσα καὶ δυσκά- θεκτος, τότε χαλεπωτέρα γίνεται, ὅταν παρὰ τῶν πονηρῶν συκοφαντεῖν καὶ λοιδορεῖν καὶ διαβάλλειν ἐθίζηται.

Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ Πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ’ ὁμοίωσιν Θεοῦ γεγονότας· ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα.

Πόρρω ταῦτα τῶν Χριστοῦ μαθητῶν τῶν ἐπιεικῶν καὶ προσηνῶν· τοῦ στόματος τοῦ καταξιουμένου τοιαύτης μυσταγωγίας, μηδὲν πικρὸν ἐκβαλλέτω, μηδὲν ἀηδὲς ἡ τῷ θείῳ προσομιλοῦσα στόματι γλῶσσα· καθαρὰν αὐτὴν φυλάττωμεν· μὴ ἀρὰς δι’ αὐτῆς προσφέρωμεν. εἰ γὰρ λοίδοροι οὐ κληρονομήσουσι βασιλείαν, πολλῷ μᾶλλον οἱ κατευχόμενοι. ἀνάγκη γὰρ ὑβρίζειν τὸν εὐχόμενον. ὕβρις δὲ καὶ εὐχὴ ἀλλήλων ἀπεσχοίνισται· ἀρὰ καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· κατηγορία καὶ εὐχὴ πολὺ τὸ μέσον ἔχει· προσέρχῃ τὸν Θεὸν, ἵλεων ποιῆσαι, καὶ ἑτέροις κατεύχῃ; ἐὰν μὴ ἀφῇς, οὐκ ἀφηθήσεταί σοι.

Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι· μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ πικρὸν καὶ γλυκύ; μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαιὰς ποιῆσαι, ἣ ἄμπε- λος σύκα; οὕτως οὐδεμία πηγὴ ἁλυκὸν καὶ ποιῆσαι ὕδωρ.

Φίλαρχοι ὄντες καὶ τῇ σοφίᾳ τοῦ κόσμου αὐχοῦντες, καὶ κατ’ ἔριν καὶ ζῆλον τῶν ὀρθῶν διδασκάλων ἐκήρυττον, ὀχλαγωγοῦντες ἁπλῶς, καὶ φθόνον πρὸς τούτους ἔχοντες, καὶ παραμίγννντες τοῖς θείοις ἀνθρώπινα· ἵνα τῇ καινότητι τῶν λεγομένων ἐπισπῶνται τοὺς

24
ἀκούοντας. ὅθεν καὶ αἱρέσεις ἐξῆλθον. ταύτας οὖν τὰς διδασκαλίας ἀπαγορεύει· ἅτε καὶ ἐκ σοφίας οὐ θείας ἀλλὰ δαιμονιώδου,ς γινομένας· ταῦτα δὲ εἶπε προσεπαινέσας τὸ ἀγαθὸν διδάσκον, ἐκ πραότητος λόγων αὐτοῦ τὴν σοφίαν, καὶ ἔργων χρηστῶν.

* Περὶ ἀναστροφῆς ἀγαθῆς καὶ ἀμάχου πρὸς ἀλλήλους ἐκ φιλοδοξίας ἐπὶ σοφίᾳ1 ἀνθρωπίνη.

Σοφὸς καὶ ἐπιστήμων ἐν ὑμῖν δειξάτω ἐκ τῆς καλῆς ἀναστροφῆς τὰ ἔργα αὐτοῦ, ἐν πρᾳΰτητι σοφίας. εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριθείαν ἐν τῆ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσθε καὶ ψεύδεσθε κατὰ τῆς ἀληθείας. ἔστιν αὕτη ἡ σοφία ἄνωθεν κατερχομένη, ἀλλ’ ἐπίγειος, ψυχικὴ, δαιμονιώδης· ὅπου γὰρ ζῆλος καὶ ἐριθεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν φαῦλον πρᾶγμα.

Τοῦ Χρυσοστόμου. Ἐκκαθαίρομεν τὸν ῥύπον ἀπὸ τῶν ψυχῆς ὤτων. καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὠτα τῆς σαρκὸς, οὕτω καὶ τὰ βιωτικὰ διηγήματα καὶ παχέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον ἐμφράττει τῆς διανοίας τὴν ἀκοὴν, μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ καὶ ἀκάθαρτον ποιεῖ.

Ἡ δὲ ἄνωθεν σοφία πρῶτον μὲν ἁγνή ἐστιν, εἰρηνικὴ, ἐπιεικὴς, εὐπειθὴς, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαθῶν ἀδιάκριτος καὶ ἀνυπόκριτος. καρπὸς δὲ τῆς δικαιοσύνης ἐν εἰρήνη σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Μῆ διακρίνουσα παρατηρήσεις βρωμάτων καὶ διαφόρων βαπτισμάτων. ἀκριβῶς δὲ περὶ τούτων ἐν τῇ πρὸς Κολοσσαεῖςm διαλέγεται ὁ Παῦλος.

Ὅτι ἐκ ῥαθυμίας καὶ φιληδονίας ἔρις καὶ ἀκαταστασία καὶ ἡ πρὸς Θεὸν ἐχθρὰ γίνεται.

Πόθεν πόλεμοι, καὶ πόθεν μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς [*](l τῆς ἐπὶ σόφ’. Cod. Barocc. et Œcumen. m Κολοσσέων Cod.)

25
μέλεσιν ὑμῶν; ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν. μάχεσθε καὶ πολεμεῖτε, καὶ οὐκ ἔχετε δὲ διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς.

Δείκνυσιν οὐκ ἃν ὑποπλάττοντα λόγον διδασκαλικόν. ὅλοι σαρκικοί εἰσι, καὶ τὰ χαλεπώτατα πράττουσι· τοῦτο καὶ ὁ Παῦλος ώνείδιζεν “ ὅπου γὰρ ἐν ὑμῖν, λέγων, “ζηλος καὶ ἔρις, σαρκικοι ἐστε;

Διονυσίου. Ὁ μὲν γὰρ ἀγρὸν ἀρκοῦντα κεκτημένος, ἐπειδὴ μείζονα θεωρεῖ τὸν τοῦ γείτονος, αὐξῆσαι τὸν ἑαυτοῦ φιλονεικεῖ, ὡσαύτως λαὶ ποιῆσαι τὸν ὑψηλότερον.

Αἰτεῖτε, καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.

Τοιοῦτος ἦν ὁ Φαρισαῖος, ὁ καὶ ἐν τῷ κατὰ Λοῦκαν Εὐαγγελίῳ κατηγορούμενος. ὃς ἑστὼς ἐν μέσῳ τῷ ἱερῷ μεγαλοφώνως ᾔτει τὲ καὶ προσηύχετο. καὶ ὡς ἄξιος ὣν, ᾔτει τυχεῖν, καὶ τὰς οἰκείας πράξεις ἀπηριθμεῖτο, καὶ ἔλεγε “ νηστεύω δὶς τοῦ σαββάτου, “ ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.’’ προσεφιλοτιμεῖτο δὲ βοῶν, καὶ τὸ μὴ εἶναι ἅρπαξ, ἣ ἄδικος ἣ μοιχὸς, ἣ πλεονεξίᾳ κρατούμενος· καὶ ὅσω πολλὰ κατέλεγε, τοσούτω πλέον ἀπεβύει τὴν θείαν ἀκοήν· καὶ ὁ τῶν ῥημάτων ὄγκος κενὸς περὶ τὰ χείλη κατέρρει, καὶ εἰς ἀφρὸν διελύετο, καθάπερ παφλάζοντα κύματα.

Ἀληθοῦς οὔσης τῆς τοῦ Σωτῆρος θέσεως τῆς λεγούσης “ αἰτεῖτε “ καὶ δοθήσεται ὑμῖν,’’ ἣν καὶ πιστοῦται διὰ τοῦ φάναι “ πᾶς ὁ “ αἰτῶν λαμβάνει·” ζητήσειεν ἄν τις πῶς τινες εὐχόμενοι οὐκ ἀκούονται· πρὸς ὃ λεκτέον, ὁ ὁδῷ τῇ ἀκολούθῳ ἐπὶ τὸ αἰτεῖν ἐρχόμενος, οὐδὲν παραλείψας τῶν συντελούντων πρὸς τὸ τυχεῖν τῶν σπουδαζομένων, πάντως λήψεται ὃ παρεκάλεσε δοθῆναι αὐτῷ. εἰ δέ τις ἔξω χωρήσας τοῦ σκοποῦ τῆς παραδοθείσης, δόξει αἰτεῖν, οὐκ αἰτῶν ὃν δεῖ τρόπον, οὐδὲ ὅλως αἰτεῖ· διὸ μὴ λαμβάνοντος αὐτοῦ, οὐ ψευδοποιεῖται τὸ, “ πᾶς ὁ αἰτῶν λαμβάνει.’ καὶ γὰρ διδασκάλου λέγοντος, πᾶς ὁ προσιῶν μοι μαθημάτων ἕνεκα ἕξει αὐτῶν τὴν ἐπιστήμην τῷ προσιέναι τῷ διδασκάλῳ γραμματικῶς ἐκλαμβάνομεν·κ τουτέστι μετὰ τοῦ συντόνως προσέχειν τοῖς παρὰ τοῦ διδασκάλου, μετὰ τοῦ ἀσκεῖν καὶ μελετᾷν αὐτά. ὁ δὲ [*](k Corr. rec. m. ἐκλαμβανόμενον.)

26
μὴ οὕτω, λεκτέον αὐτῷ, οὐ προσῆλθες αὐτῷ ὡς προετρέψω, φανε- ρώτερον ποιῶν ὁ γράφων τὴν Ἐπιστολήν.

Τινὲς δοκοῦντες αἰτεῖν οὐ λαμβάνουσιν· τοὺς άντιρρήτους καὶ κακῶς αἰτουμένους ἡδονῶν ματαίων ἕνεκα προείληφεν. Ἀλλ’ ἐρεῖ τις, καὶ μὴν ὑπὲρ γνώσεως θείας καὶ ἀναλήψεως ἀρετῶν αἰτοῦ· μένοι τινες οὐ λαμβάνουσι· λεκτέον δὲ καὶ αὐτοῖς ὅτιk καθ’ αὐτὰ τὰ ἀγαθὰ λαβεῖν ἠξίωσαν, ἀλλ’ ἕνεκα τοῦ ἐπαινεῖσθαι δι’ αὐτά. ἔστι δὲ φιληδόνων καὶ τὸ χαίρειν ἐπαίνοις· ὅθεν καὶ τούτοις οὐ δίδοται· ἐπεὶ εἰς ἡδονὰς καταδαπανῆσαι θέλουσι τὰ περὶ ὧν ἀξιοῦσιν.

Ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε μοιχοὶ καὶ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἐχθρὰ τοῦ Θεοῦ ἐστίν; ὃς ἃν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.

Κόσμον ἐνταῦθα λέγει πᾶσαν τὴν ὑλικὴν ζωὴν, τὴν μητέρα τῆς φθορᾶς, ἧς ὁ μετασχεῖν ἐθέλων ἐχθρὸς γίνεται τοῦ θεοῦ.

Ὠριγένουε. Ἐπεὶ ἡ κακία προξενεῖ τὴν πρὸς τὸν κόσμον φιλίαν, ἀρετὴ δὲ τὴν πρὸς τὸν Θεὸν, ἀρετῇ καὶ κακίᾳ οὐ δύναται συνυπάρχειν.

Παροιμίαι 1. Ὁ διὰ τοῦ ἁμαρτάνειν φιλῶν τὸν κόσμον, ἐχθρὸς ἀποδείκνυται τοῦ Θεοῦ. ὡσαύτως καὶ ὁ τὴν πρὸς Θεὸν φιλίαν δι’ εὐσεβείας βεβαιῶν, εὐθέως ἐχθρὸς εὑρίσκεται τοῦ κόσμου· ὅθεν ἀδύνατόν ἐστιν ὥσπερ δουλεύειν Θεῷ καὶ Μαμωνᾷ, οὕτω φιλιάζειν Θεῷ καὶ κόσμῳ. ἀμέλει γοῦν ἐλθὼν ὁ Κύριος φίλους Θεοῦ τοὺς πειθομένους αὐτῷ ποιῆσαι, μάχαιραν καὶ διαμερισμὸν ἔβαλεν ἐπὶ τῆς γῆς· ὁ γὰρ λόγος τῆς διδασκαλίας αὐτοῦ διαιρεῖ καὶ μερίζει τῶν γηίνων καὶ ὑλικῶν· διὰ τούτου παρασκευάζων ἔχθραν ἔχειν πρὸς τὸν κόσμον καὶ ἕνωσιν πρὸς τὸν Θεὸν, ἥτις ἐστὶν ἡ πρὸς αὐτὸν φιλία. διὸ καὶ εἰρήνην δίδωσιν, οὐ καθὼς ὁ κόσμος ὀρέγει· ἐκεῖνος γὰρ δι’ ἧς δίδωσιν εἰρήνης πρὸς τὰ ὑλικὰ ἐμπαθεῖς ποιεῖ· ὁ δὲ Κύριος εἰρήνην παρέχων, φίλους Θεοῦ παρασκευάζει. κόσμον οὖν ἐν τούτοις ἀκούειν δεῖ, τὴν πρὸς τὰ τῇδε συμπάθειαν· εἰ μὲν γὰρ ἀδιάφορόν ἐστι τὸ θλίβεσθαι, πῖπτον εἰς δικαίους καὶ ἀδίκους, οὐκ ἃν φανείη εὔλογος ἡ καύχησις.

[*](κ Leg. ὅτι οἱ. 1 Cod. παροι. μ)
27

Εἰ καὶ μὴ πάνυ ἁρμοδία πρὸς τὸ ῥητὸν ἡ χρῆσις, ἀλλ’ οὖν ἀναγκαῖον ἡγησάμην ταύτην ἐνθεῖναι, διὰ τὸ ἐκ τῆς ἑρμηνείας ἐπωφελὲς καὶ ζητούμενον· φησὶ γὰρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν Εὐαγγελίοις “ εἰ ἡ χείρ σου ἣ ὁ πούς σου σκανδαλίζει “ σε, ἔκκοψον αὐτὰ, καὶ βάλε ἀπό σου. καλὸν γάρ σοι ἐστὶν “ εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν καὶ κυλλὸν, ἣ δύο πόδας ἔχοντα “ καὶ δύο χεῖρας βληθῆναι εἰς τὸ πῦρ. καὶ εἰ ὁ δέξιος σου “ ὀφθαλμὸς σκανδαλίζει σε’’ καὶ τὰ ἑξῆς. περὶ τούτων ὁ Χρυσόστομός φησι, “ οὐ περὶ μελῶν λέγων, ἄπαγε, ἀλλὰ περὶ φίλων, “ περὶ προσηκόντων, οὓς ἐν τάξει μελῶν ἔχομεν ἀναγκαίων· τοῦτο “ καὶ ἀνωτέρω εἴρηκε, καὶ νῦν λέγει, οὐδὲν γὰρ βλαβερὸν ὡς “ συνουσία πονηρά. ὅσα ἀνάγκη μὴ δύναται, φιλία πολλάκις “ δύναται καὶ εἰς βλάβην καὶ εἰς ὠφέλειαν. διὸ μετὰ πολλῆς “ σφοδρότητος τοὺς βλάπτοντας ἡμᾶς ἐκκόπτειν κελεύει.

Ἄξιον ζητῆσαι πῶς οὐκ ἀδιάφοροι εἰσιν αἱ θλίψεις ἐφ’ αἷς φησι καυχᾶσθαι ὁ Ἀπόστολος. καὶ αὐτόθεν μὲν οὑν πρὸ τοῦ ἡμᾶς περιεργάζεσθαι τὰ περὶ θλίψεως, ἐμφαίνεται, ὅτι σπουδαῖόν ἐστιν ἡ θλίψις ὑπομονὴν μίαν τῶν ἀρετῶν κατεργαζομένη· τὸ γὰρ κατεργαζόμενον ἀρετὴν, οὔτε φαῦλον οὔτε μέσον εἶναι δύναται· μήτηρ οὖν τῆς ἀρετῆς τῆς ὑπομονῆς ἐστιν ἡ θλίψις· ὡς καὶ ὑπομονὴ παρὰ τῷ Παύλῳ ὀνομαζομένης δοκιμῆς—πολλοὺς τῶν ἀλλοτρίων τῆς πίστεως, ὅταν ἐν περιστάσεσι γένωνται, τὴν στενὴν καὶ τεθυμμενὴν ὁδὸν ὁδεύειν καὶ ἀπάγουσαν εἰς τὴν ζωὴν, οὐκ ὀλίγους δὲ τῶν μακαρίως βιούντων καὶ κατὰ τὸν βίον εὐτυχέστερον ἐχόντων ὁδεύειν διὰ τῆς πλατείας πύλης ἐπὶ τὴν εὐρύχωρον καὶ ἀπάγουσαν εἰς τὴν ἀπώλειαν. μήποτε οὖν ἐκλεκτέον τῇ διαθέσει, καὶ οὐχὶ τοῖς περιεστηκόσι κρίνεσθαι τὴν στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν εἰς τὴν ζωὴν, ἣ τὴν εὐρύχωρον ἀπάγουσαν εἰς ἀπώλειαν. ὁ μὲν γὰρ τῆς πίστεως ἀλλότριος, κἂν τὰ περιεστηκότα αὐτὸν ᾖ επιπονα, οἶον πενία κα νόσος η τι τῶν παραπλησίων, ὃ βούλεται πράττων καὶ λέγων, καὶ μὴ ἀναστέλλων τὰς ὁρμὰς, μηδὲ ἐπέχων τῷ τοῦ Θεοῦ λόγῳ· καὶ τότε τὴν εὐρύχωρον ὁδεύειν καὶ ἀπάγουσαν εἰς ἀπώλειαν. ὁ δὲ δίκαιος οὐχ ἧττον ἐν τοῖς νομιζομένοις ἀγαθοῖς ἑαυτὸν συνέχει καὶ θλίψει· με φαγὼν καὶ ἐμπλησθεὶς ἐπιλαθόμενος Κυρίου τοῦ Θεοῦ,

28
καὶ τῆς πη αὐτῷ ἐν τοῖς μὴ βλεπομένοις ἐλπίδος αὐτοῦ ποῦ καταμείνῃ ὑπὸ τῶν τοὺς πολλοὺς καθελκόντων ἀπὸ τῆς ἀρετῆς κατασπώμενος. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῖ καὶ ὁ Ἀπόστολος ἐν τῷ λέγειν “ ἐν παντὶ θλιβόμενοι, ἀλλ’ οὐ στενοχωρούμενω·’’ καὶ πάλιν. “ οἶδα καὶ ταπεινοῦσθαι καὶ περισσεύειν,’’ καὶ τὰ ἑξῆς. διὰ γὰρ ἀμφοτέρων τῶν ῥητῶν τὰ δόξαντα ἂν τοῖς πολλοῖς ἐναντία εἶναι μανθάνομεν. εἰ γὰρ ἀληθὲς τὸ, “ ἐν παντὶ θλιβόμενοι’’ πῶς ἀθηθὲς, οὐ μόνον τὸ “ οἶδα ταπεινοῦσθαι, ἀλλὰ καὶ περισσεύειν.” καὶ πάλιν πῶς ἐν παντὶ θλιβόμενοι ἀληθές. ἀλλὰ καθ’ ἡμᾶς ἐν παντὶ τῷ ἔξωθεν συμβαίνοντι θλιβόμενος ὁ Παῦλος ἦν, τοῦ λόγου αὐτὸν θλίβοντος. ἵνα μὴ οὖν ἀνεθῇ τῷ περισσεύειν, μηδὲ βλαβῇ ἐκ τοῦ χορτάζεσθαι· διὸ καὶ ἐκαυχᾶτο ἐν ταῖς θλίψεσιν ἔργον αὐτοῦ τυγχανούσαις· αὕτη δὲ ἡ ἀπὸ λόγου θλίψις ὑπομονὴν κατεργάζεται, ἧς πλουτοῦντες, πολλῶν ἐνδιδόντων πρὸς τὸν πλοῦτον καὶ οὐχ ὑπομενόντων αὐτὸν, ἀλλ’ ἐξισταμένων αὐτῶν, καὶ ὑγιαίνοντες1, χαλεποῦ ὄντοςm ἀναμαρτήτως ὑγείαν φέρειν. διόπερ ὁ πυκτεύων, ὡς οὐκ ἀέρα δέρων, ὑπωπιάζει ἑαυτοῦ τὸ σῶμα καὶ δουλαγωγεῖ· οὐδὲν δὲ ἧττον καὶ δοξαζόμενοι ὑπὸ τῶν ἀνθρώπων, εἰ καὶ μὴ καθ’ ἡμετέραν πραγματείαν τοιοῦτόν τι ἡμῖν συμβαίνοι, δεόμεθα τῆς ἀπὸ λόγου ἐπιστροφῆς καθαιρούσης τὴν ἡδονὴν καὶ κωλυούσης τὸ ἄλογον ἐπὶ τῇ δόξῃ ἔπαρμα· ἣ λεγέτω ἡμῖν ὁ μὴ βουλόμενος ταῦτα παραδέξασθαι, εἰ μὴ δοκιμώτατός ἐστιν, οὐκ ἔλαττον τοῦ πενιὰν γενναίως ὑπομένοντος, ὁ τὸν πλοῦτον οἰκονομῶν κατὰ τὸν λόγον· καὶ οὐχ ἧττον τοῦ ἐγκαρτεροῦντος πόνοις τοῖς ἐν νόσοις ὁ διὰ τὴν ὑγείαν τῆς ψυχῆς μηδὲν παραδεχόμενος πάθος, κατὰ τὸν καιρὸν τοῦ ὑγιαίνειν τὸ σῶμα, ὅτε φιλεῖ ἐπιτίθεσθαι εὐεκτοῦν τοῦ ἐπιθυμεῖν κατὰ τοῦ πνεύματος. εἰ δὲ ἡ ὑπομονὴ δοκιμὴν κατεργάζεται, δόκιμος δὲ καὶ ὁ ἐν τοῖς νομιζομένοις εἰναι κρείττοσι διαφυλάττων ἑαυτὸν ἀβλαβῆ, δηλονότι δόκιμος ἃν γένοιτο τῆς καὶ ἐν αὐτῷ ὑπομονῆς, τὴν δοκιμὴν κατεργαζόμενος· ἥντινα ὑπομονὴν ἀποδιδομένη θλίψις κατειργάσατο. καὶ ὁ Θεός γε βοηθὸς ἐν ταῖς θλίψεσι ταῖς εὑρούσαις τοὺς δικαίους σφόδρα· καὶ ἕκαστ’ ὃς δὲ ἀναλεξάμενος τὸ ὄνομα τῆς θλίψεως, καὶ τοὺς ἐπὶ ταύτῃ ἐλέγξει παρασχηματισμοὺς ἐκ [*](l Male corr. rec. m. ὑγιαινόντων. m Cod. ὄντως.)
29
πολλῆς παρατηρήσεως ἀποφανεῖ, πότερόν ποτε ἀεὶ θλίψις δικαίοις μόνοις γίνεται· ἣ ὡς ὁμώνυμος ἡ λέξις φθάνει ποτὲ καὶ ἐπὶ τοὺς ἐναντίους. πλὴν συνάγεται ἐκ τούτων, ὅτι εἴ τις μὴ καταισχυνθήσεται τῷ τὴν ἐλπίδα ἀνειληφέναι ἀψευδῶς, τὴν ἐλπίδα τῆς λεγομένης δοκιμῆς ταύτην αὐτῷ περιπεποιηκυίας ἐλπίζει· καὶ εἴτις ἐστὶ δόκιμος, τῷ ἀνειληφέναι ἀρετὴν τὴν καλουμένην ὑπομονὴν τοιοῦτός ἐστι. καὶ οὐκ ἄλλως δὲ ἐγένετό τινι ἡ ὑπομονὴ ἣ ἐκ τοῦ τὴν θλῖψιν κατεργάζεσθαι αὐτήν. ἥτις θλίψις καὶ καύχησίς ἐστι τῶν ἀγίων.

Ἤ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν;

“ Ἤ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει’’ καὶ τὰ ἑξῆς. ὑπερηφανίας πάθος τὸ περιφρονεῖν τῶν ἐντολῶν τοῦ Θεοῦ, καὶ προσκεῖσθαι ταῖς ἡδοναῖς τοῦ βίου τούτου· ὅθεν πρὸς ταῖς ἰδίαις παραινέσεσι καὶ παλαιῶν λογίων ἐπιμνησθεὶς ὁ Ἀπόστολός φησὶν, “ ἣ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει πρὸς φθόνον, ἀντὶ τοῦ, ἣ νομίζετε ὅτι ματαίως ἡ γραφὴ φθονοῦσα ὑμῖν λέγει ἃ μέλλει λέγειν; εἶτα μεταξυλογίᾳ χρησάμενος φησὶν, “ ἐπιποθεῖ τὸ “ Πνεῦμα ὃ κατῴκησεν ἐν ἡμῖν· μείζονα δὲ δίδωσι χάριν.” οὐ βασκαίνει, φησὶν, ἡ γραφή· τὸ γὰρ Πνεῦμα τὸ λαλῆσαν αὐτὴν “ ὃ καὶ κατῴκησεν ἐν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ἐπιποθεῖ τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν, καὶ μείζονα τῶν κατὰ Θεὸν ἡμῶν πραγμάτων δίδωσι τὰ χαρίσματα. διὸ βουλόμενος ἡμᾶς τῆς τοῦ κόσμου φιλίας συστεῖλαι, φησὶν, “ ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Ἀντὶ τοῦ, ἐπιθυμητικῶς μὲν ἔχει ἡ ἐν ἡμῖν ψυχὴ τῆς πρὸς Θεὸν οἰκειότητος· τὴν τοῦ κόσμου φιλίαν ἀποστρεφομένη· αὐτὸς δὲ ὁ Θεὸς μείζονα τῆς ἐπιθυμίας δίδωσι χάριν.

Σευηριαοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐπιποθεῖ μὲν καὶ ἐφίεται τὸ Πνεῦμα τὸ ἐν ἡμῖν τῆς πρὸς Θεὸν οἰκειότητος, τὴν τοῦ κόσμου φιλίαν ἀποστρεφόμενον, αὐτὸς δὲ μείζονα δίδωσι χάριν.

Μείζονα δὲ δίδωσι χάριν· διὸ λέγει, Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. ὑποτάγητε οὖν τῷ Θεῷ, ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ’ ὑμῶν.

30

Εἰ φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον, καὶ κατῴκησεν εἰς τὸν ἔσω ἡμῖν ἄνθρωπον ὁ Χριστὸς κατὰ τὰς γραφάς· διὰ τοῦτο n κατῴκησεν, ἵνα τὸν ἐκ τοῦ φθόνου προσγενόμενον θάνατον καταργήσῃ· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ μείζονα ἡμῖν δώσῃ χάριν. “ ἐγὼ’’ γὰρ “ἦλθον” φησὶν “ ἵνα ζωὴν “ ἔχωσι, καὶ περισσὸν ἔχωσιν·’’ ὅτι δὲ ἐπιπόθησας ἡμᾶς ὁ Θεὸς “ κατῴκησεν ἐν ἡμῖν,’’ Ἡσαΐας ἐδήλωσεν εἰπὼν, “οὐ πρέσβυς0 οὐκ “ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς, διὰ τὸ ἀγαπᾷν “ ἡμᾶς, καὶ κήδεσθαι ἡμῶν·’’ πῶς δὲ καὶ σώσας μείζονα δέδωκε γάριν, ἢ καθελὼν τὸν ἐπιβουλεύσαντα Σατανᾶν; διὰ τοῦτο ἐπήγαγεν. “ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται· πὼς γὰρ οὐχ ὑπερήφανος ὁ βοῶν, “ τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ “ ὡς νοσίαν;”

Τῷ γὰρ διαβόλῳ πολεμεῖν ἐπιποθεῖ τὸ Πνεῦμα τὸ Ἅγιον.

Τῷ ξένῳ γεγονότι τῆς κοσμικῆς ζωῆς.

Διδύμου. Ὑπερηφανία ἡ εἰς τέλος ἐπηρμένη κακία· κατὰ διάμετρον δὲ ἀντικειμένη τῇ ὑπερηφανίᾳ ἡ ἀτυφία, μέγα ἀγαθόν ἐστι· καὶ ἐπειδὴ ἀμφότερα προαιρετικῶς καὶ ἑκουσίως, τὸ ἀγαθὸν φημὶ καὶ κακὸν, ἐνεργεῖται, πᾶς ὁ κατὰ ἀλαζονείαν ὑψῶν ἑαυτὸν πρὸς τοῦ ἀντιταττομένου τοῖς ὑπερηφάνοις Θεοῦ ταπεινοῦται ἐν καιρῷ, ὑψουμένου ἐπαινετῶς του ταπεινώσαντος ἑαυτὸν κάτα ατυφίαν τῶν ἐπ’ αὐτῇ ἄθλων ξεναγωγούντων εἰς ὕψος.

Περὶ μετανοίας πρὸς P σωτηρίαν, καὶ περὶ τοῦ μὴ κρίνειν τὸν πλησίον.

Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν· καθαρίσατε χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.

Τοῦ Χρυσοστόμου. Ὁ γὰρ μετὰ τὸ ἁμαρτάνειν μετανοίᾳ χρώμενος, οὐ πένθους ἀλλὰ μακαρισμῶν ἐστὶν ἄξιος, ἐπὶ τὸν τῶν δικαίων χορὸν· λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαι- [*](n Cod. τούτῳ. o Sic Cod. sed rec. m. COrr. πρέσβις. P εἰς σωτ. Œcumen. et Bar.)

31
ωθῇς· εἰ δὲ μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστὶν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ’ ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεως ἐστιν ἄξιον; εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης;

Ταπεινώθητε ἐνώπιον τοῦ Κυρίου, καὶ ὑψώσει ὑμᾶς.

Ἡσυχίου. Μακάριον ἐνώπιον Θεοῦ ταπεινοῦσθαι· φησὶ γὰρ Ἰάκωβος· “ ταπεινώθητε ἐνώπιον Κυρίου, καὶ ὑψώσει ὑμᾶς.’’ ὅταν τοίνυν οὕτω ταπεινωθῶμεν· κἂν ὑπὸ δαιμόνων ἐπ’ ἐπιβουλευθῶμεν, κἂν ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρούμενον· μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάκωμεν ἐν ταῖς θλίψεσι· φησὶ γὰρ ὁ Δαβὶδ, “ ἰδὲ “ τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ “ ἐπελαθόμην.”

Μῆ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ, καὶ κρίνων τὸν ἀδελφὸν αὐτοῦ, καταλαλεῖ νόμου, καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς τοῦ νόμου, ἀλλὰ κριτής· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τις εἰ, ὃς κρίνεις ’τον ἕτερον;

Κυρίλλου. Πᾶν’ χαλεπὸν ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γέννησιν. καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι, καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσι, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσι τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀρρωστημάτων, φιλοψοφίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα καὶ καταλαλιᾶς ὑπόθεσιν· καταψηφίζονται γὰρ αὐτῶν· οὐκ εἰδότες, ὅτι τὰ ἶσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος “ ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, “ σεαυτὸν κατακρίνεις. τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.”

32

ὅτι οὐκ ἐν ἀνθρώπῳ ἁλλ’ ἐωq Θεῷ τὰ διαβήματα ἀνδρὸς κατευθύνεται.

Ἄγε νῦν οἱ λέγοντες, Σήμερον καὶ αὔριον ποπευσώμεθα εἰς τήνδε τὴν πόλιν, καὶ ποιήσωμεν ἐκεῖ ἐνιαυτὸν, καὶ ἐμπορευσώμεθα, καὶ κερδήσωμεν.

Περὶ φρονήματος μετεώρου τὸ λεγόμενον, οὗ τὸ τέλος ἀφανισμος.

Κυρίλλου. Οἱ μὲν γὰρ πρὸς ἐμπορίας καὶ τὰς ἐντεῦθεν φιλοκερδείας ἀκορέστως κεχηνότες ὁδοιποριῶν ἀνέχονται μακρῶν, ναυτιλίας καὶ τῶν ἐν αὐτῇ κυμάτων· οἱ δὲ τὴν πεπορισμένην αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ’ ἑτέρων πλεονεξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων παχύνουσι βαλάντια, καὶ τόκοις ἐπὶ τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέουσι κεφαλαῖς.

Οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον· ποία γὰρ ἡ ζωὴ ὑμῶν ; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη. ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν, καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο· νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.

Τοῦ Χρυσοστόμου ἐκ τοῦ κατὰ Λουκᾶν οὐ τοῦ θέλοντοσ οὐδὲ τοῦ τρέχοντοσ. Οὐ τὴν ἐξουσίαν ἀναιρεῖ, ἀλλὰ δείκνυσιν, ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστὶν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος· δεῖ μὲν καὶ θέλειν καὶ τρέχειν, θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φησὶ γὰρ ἐν ταῖς Παροιμίαις· “ μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τι τέξεται ἡ ἐπιοῦσα·” οὐ γὰρ ἐφ’ ἡμῖν ἐστι τὸ ἐλθεῖν εἰς τὴν αὔριον, καθάπερ οὐδὲ τῷ μισθωτῷ r πρὸς ἡμέραν μισθωθέντι μίαν, ἐξουσία τίς ἐστι ἀφ’ ἑαυτοῦ καὶ τῇ ἑξῆς ἐργάσασθαι, πλὴν εἰ μὴ ὁ μισθωσάμενος ἐπιτρέψειεν.

[*](q τῷ Θεῷ Cod. Barocc. r μισθίω τῶ Cod.)
33

* Περὶ πλεονεξίας πλουσίων καὶ τῆς ἐν κόσμῳ τρυφῆς αὐτῶν, καὶ περὶ δικαιοκρισίας τοῦ Θεοῦ s.

Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται.

Τοῦ Χρυσοστόμου. Ἁψώμεθα τῆς ὁδοῦ τῆς στενῆς· μέχρι πότε τρυφή; μέχρι πότε ἄνεσις; οὐκ ἐνεπλήσθημεν ῥαθυμοῦντες ; γελῶντες ; ἀναβαλλόμενοι ; οὐ τὰ αὐτὰ πάλιν ἔσται τράπεζα καὶ κόρος καὶ πολυτέλεια καὶ χρήματα καὶ κτῆσις καὶ οἰκοδομαὶ; καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις σοροὶ καὶ σκώληκες.

Ἡσυχίου. Προλέγει τὴν τιμωρίαν, διὰ φιλανθρωπίαν· ἵνα μετανοήσαντες ἔξω γένοιντο τῶν ἀπειλουμένων.

Κυρίλλου. Τουτέστιν ἡ ὀργὴ μονονουχὶ κατασφάξασα, καὶ ὄνον τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα· οἶς ἃν εἰκότως λέγοιτο πρὸς ἡμῶν· “ ἄγε νῦν οἱ πλούσιοι κλαύ- “ σατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχο- “ μέναις·” προσεποίσομεν δὲ τούτοις τὸ “ ἐτρυφήσατε, ἐσπατα- “ λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ “ σφαγῆς·’’ τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς· ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι.

Καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ· ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.

Ἀντὶ τοῦ καταμαρτυρήσει ὑμῶν, διὰ τοῦ ἰοῦ ἐλέγχων τὸ ἀμετάδοτον, ὁμοίως δὲ λαὶ τὰ ἱμάτια διὰ τῆς σήψεως.

[*](s τ. Θεοῦ αὐτῶν Cod. N.C. τοῦ om. Bar.)
34

Ἐτρυφήσατε ἐπὶ τῆς γῆς, καὶ ἐσπαταλήσατε· ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς· κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· καὶ οὐκ ἀντιτάσσεται ὑμῖν.

Τοῦ Χρυσοστόμου. Τί οὗν; κεκώλυται ἡ τρυφή ; καὶ σφόδρα· διατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ’ ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν φησι, καὶ οὐδὲν ἀπόβλητόν μετὰ εὐχαριστίας λαμβανόμενον.

Περὶ μακροθυμίας κοὶ ὑπομονῆς παθημάτων, κοὶ περὶ ἁληθείας. Μακροθυμήσατε οὖν ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ, ἕως λάβῃ ὑετὸν πρώιμον καὶ ὄψιμον.

Κυρίλλου. Εἰ γὰρ καὶ ὑπερτίθεταί, φησιν, ὁ Θεὸς τῶν ἁμαρτανόντων τὴν τιμωρίαν, περιμένων ἀυτῶν τὴν μετάνοιαν, οὐχ ὡς μεταβεβλημένος ταῦτα ποιεῖ, ἣ καὶ φιλῶν τοὺς ἁμαρτάνοντας· ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων.

Εἰπὼν τῶν ἀδίκων τὴν τιμωρίαν, τοῖς ἀδικηθεῖσιν εἰκότως μακροθυμεῖν παραινεῖ τὴν παρουσίαν ἐκδεχομένοις τοῦ Κυρίου· ἅμα δὲ καὶ ὅρκων ἀπαγορεύει ἅπτεσθαι, καὶ προσευχῇ καὶ ψαλμῳδίᾳ σχολάζειν, καὶ πίστιν ἔχειν περὶ τοὺς ἱερεῖς τοῦ Θεοῦ καὶ πρὸς ἀλλήλους ἀγαπῆν, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλοὺς ἐπιστρεφόντων ὁ μισθός.

Μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.

Τοῦ Χρυσοστόμου. Μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν

35
πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι· διὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ.

Τοῦ Αὐτοῦ. Εἰ οὖν καὶ ἐνταῦθα δοκοῦσιν ἐγκαταλελεῖφθαι, ἀλλ’ ὅμως ἐκεῖ πολλῆς ἀπολαύσουσι τῆς δόξης ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα.

Μὴ στενάζετε κατ’ ἀλλήλων, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς 1 προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε.

Τοῦ Χρυσοστόμου Ῥητὰ Προκείμενα “ Εὐχαριστοῦντεσ “ Ἐν Τῶι Θεῶι.” Εἰ γὰρ εὐχαριστοῦμεν μετὰ μεγάλα τὰ γινόμενα. ἔστι γὰρ εὐχαριστεῖν διὰ φόβον μόνον· ἔστιν εὐχαριστεῖν καὶ ἐν λύπῃ ὄντα· οἷον ὁ Ἰὼβ ηὐχαρίστησεν ὀδυνώμενος, καὶ ἔλεγεν “ ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο.” μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γινόμενα, οὐδὲ ἀθυμία περιέβαλε. μὴ δὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου ὅταν δὲ τοιαῦτα ἠ’, οὐ διὰ τὸν φόβον οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ δι’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν· πόσος ὁ ἔπαινος ; εἰπέ μοι γὰρ, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τὰς τοσαύτας καμήλους, καὶ τὰ ποίμνια, καὶ τὰ βουκόλια; ἣ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, “ ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο; ” καὶ γὰρ καὶ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ· οὐχ ἵνα τὰ χρήματα ἡμῶν ἀφέληται, οἶδε γὰρ ὅτι οὐδέν ἐστιν, ἀλλ’ ἵνα διὰ τούτων ἀναγκάσῃ εἰπεῖν τι βλάσφημον.

Καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστι καὶ οἰκτίρμων.

36

Ἐκ γὰρ τῆς ἐκβάσεως τῶν πραγμάτων ἐδείχθη καὶ ἡ τοῦ διαβόλου συκοφαντία καὶ ἡ τοῦ Θεοῦ ἀψευδὴς μαρτυρία.

Πρὸ πάντων δὲ, ἀδελφοί μου, μὴ ὀμνύετε, μήτε τὸν οὐρανὸν, μήτε τὴν γῆν, μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ, ναὶ, καὶ τὸ οὒ, οὔ· ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε.

Τοῦ Χρυσοστόμου. Τί οὖν ἐὰν ἀπαιτῇ τις ὅρκον, καὶ ἀνάγκην ἐπάγῃ· ὁ τοῦ Θεοῦ φόβος τῆς ἀνάγκης ἔστω δυνατώτερος· ἐπεὶ εἰ μέλλει τὰς τοιαύτας προβάλλεσθαι προφάσεις, οὐδὲν φυλάξεις τῶν ἐπιταχθέντων· καίτοιγε ἐπὶ τῶν νόμων τῶν ἀνθρωπίνων οὐδαμοῦ τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ’ ἑκὼν καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα· ἄλλως δὲ οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ· ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἷον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ’ οὐδενὸς ὑποστήσεται τοιαύτην ἀνάγκην· αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ σεμνὸς. τι ἐστι τὸ πέριττον του ’ναι, καὶ του οὐ ; ο ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν· ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττὸν, ἀλλ’ ἐναντίον τὸ δὲ περιττὸν καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν.

Διὰ τοῦτο δὲ τὸ παλαιὸν ὁ ὅρκος νενομοθέτηται, ἵνα μὴ κατ’ εἰδώλων ὀμνύωσιν· ὀμεῖσθε γάρ, φησι, τὸν Θεὸν τὸν ἀληθινόν.

Κυρίλλου. Ἔστω ἡ τοῦ βίου ἡμῶν μαρτυρία βεβαιοτέρα ὅρκου· εἰ δέ τις ἀναιδὴς μὴ δυσωπούμενος ὑμῶν τῷ βίῳ τολμᾷ ὑμῖν ἐπαγαγεῖν ὅρκον· ἔστω ὑμῖν τὸ ναὶ, ναὶ, καὶ τὸ οὓ, οὓ, ἀντὶ του ὅρκου.

Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ κτίσιν ἀξίωμα, θεοποιοῦντες αὐτά. οἱ γὰρ ὀμνύντες, φησὶ, κατὰ τοῦ μείζονος ὀμνύουσιν, ὡς ὁ Ἀπόστολος φησί.

Παραινέσεις ἰδικαὶ ἑκάστῳ προσήκουσαι μετὰ πίστεως.

Κακοπαθεῖ τὶς ἐν ὑμῖν; προσευχέσθω.

Ἐν θλίψει τὶς διάγει; παρακαλεῖτο τὸν Θεόν.

37

Εὐθυμεῖ τίς ; ψαλλέτω.

Ἐν χαρᾷ διάγει τίς; ἀνυμνείτω αὐτόν.

Ἀσθενεῖ τὶς ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν, ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκὼς, ἀφεθήσεται αὐτῷ. ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη.

Ἐρώτηειε Μαξίμου. Πολύ Ἰσχύει Δέησισ Δικαίου ἐνεργουμένη. Τί Ἐστιν Ἐνεργουμένη: ; Κατὰ δύο τρόπους ἐνργουμένην οἶδα τοῦ δικαίου τὴν δέησιν· καθ’ ἕνα μὲν, ὁπόταν μετὰ τῶν καθ’ ἐντολὴν ἔργων τῷ Θεῷ τὴν ταύτης ποιῆσαι προσαγωγὴν τῆς δεήσεως ὁ εὐχόμενος· καὶ μὴ μόνον ἐν ψιλῷ λόγῳ, διακένῳ φωνῆς ἤχῳ τῆς γλώττης ἐκπίπτουσαν, ἀργὴν κεῖσθαι τὴν δέησιν καὶ ἀνυπόστατον, ἀλλ’ ἐνεργὸν καὶ ζῶσαν τοῖς τρόποις τῶν ἐντολῶν ψυχουμένην· εὐχῆς γὰρ καὶ δεήσεως ὑπόστασις ἡ διὰ τῶν ἀρετῶν ὑπάρχει προδήλως ἐκπλήρωσις, καθ’ ἣν ἰσχυρὰν καὶ πάντα δυναμένην ὁ δίκαιος ἔχει τὴν δέησιν ἐνεργουμένην ταῖς ἐντολαῖς· καθ’ ἕτερον δὲ τρόπον, ὁπόταν ὁ τῆς εὐχῆς τοῦ δικαίου δεόμενος, τὰ ἔργα τῆς εὐχῆς διαπράττηται, τόν τε πρότερον διορθούμενος βίον, καὶ τὴν δέησιν ἰσχυρὰν ποιούμενος τοῦ δικαίου διὰ τῆς οἰκείας καλῆς ἀναστροφῆς δυναμουμένην· οὐ γὰρ ὄφελος τῆς τοῦ δικαίου δεήσεως τοῦ ταύτης χρήζοντος πλέον τῶν ἀρετῶν ἡδομένου τοῖς πλημμελήμασιν· ἱν· ἐπεὶ καὶ ὁ μέγας ποτὲ Σαμουὴλ ἐπένθει πλημμελοῦντα τὸν Σαούλ· ἀλλ’ οὐκ ἴσχυσε τὸν Θεὸν ἱλεώσασθαι μὴ λαβὼν συλλήπτορα τοῦ πένθους τὴν καθήκουσαν τοῦ πλημμελήματος διόρθωσιν· διὸ τοῦ ἀνονήτου πένθους ὁ Θεὸς καταπαύων τὸν ἑαυτοῦ θεράποντα, φησὶ πρὸς αὐτόν· “ ἕως πότε σὺ πενθεῖς ἐπὶ “Σαοὺλ, καὶ ἐγὼ ἐξουδένωκα αὐτὸν τοῦ μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; ” Καὶ πάλιν Ἱερεμίας ὁ συμπαθέστατος, ὑπὲρ τοῦ λαοῦ τῶν Ἰουδαίων περὶ τὴν πλάνην μανέντος τῶν δαιμονίων, οὐκ εἰσακούεται προσευχόμενος· οὐκ ἔχων εἰς προσευχῆς δύναμιν τὴν ἀπὸ τῆς

38
πλάνης τῶν ἀθέων Ἰουδαίων ἐπιστροφήν· ὅθεν τοῦ διακενῆς προσεύχεσθαι καὶ τοῦτον ἀπάγων ὁ Θεὸς φησὶ, “ καὶ σὺ μὴ προσεύχου “ περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξίου ἐλεηθῆναι αὐτούς· καὶ μὴ “ εὔχου, καὶ μὴ προσέλθῃς περὶ αὐτῶν· ὅτι οὐκ εἰσακούσομαι “ σου.’’ πολλῆς γὰρ ὄντως ἐστὶν ἀβελτερίας, ἵνα μὴ λέγω παραφροσύνης, δι’ εὐχῆς δικαίων ἐπιζητεῖν σωτηρίαν τὸν κατὰ διάθεσιν τοῖς ὀλεθρίοις ἡδυνόμενον, κἀκείνων αἰτεῖσθαι συγχώρησιν, οἶς ἐγκαυχᾶται κατ’ ἐνέργειαν προθέσει σπιλούμενος· δέον μὴ ἀργὴν ἐᾶν γίνεσθαι καὶ ἀκίνητον τοῦ δικαίου τὴν δέησιν τὸν ταύτης δεόμενον, εἴπερ ἀληθῶς τοῖς πονηροῖς ἀπεχθάνεται· ἀλλ’ ἐνεργὸν ποιεῖν καὶ ἰσχυρὰν, ταῖς οἰκείαις ἀρεταῖς πτερουμένην, καὶ φθάνουσαν τὸν συγχώρησιν διδόναι τῶν πλημμεληθέντων δυνάμενον. εἴτε οὖν ἐκ τοῦ ποιουμένου τὴν δέησιν δικαίου· εἴτε ἐκ τοῦ γίνεσθαι ταύτην αἰτουμένου τὸν δίκαιον ἐνεργουμένη, πολὺ ἰσχύει τοῦ δικαίου ἡ δέησις. ὑπὸ μὲν γὰρ τοῦ δικαίου ἐνεργουμένη, δίδωσιν αὐτῷ παρρησίαν πρὸς τὸν δοῦναι δυνάμενον τὰ τῶν δικαίων αἰτήματα· ὑπὸ δὲ τοῦ ταύτης αἰτουμένου τὸν δίκαιον, τῆς προτέρας αὐτὸν μοχθηρίας ἀφίστησι, μεταβάλλουσα πρὸς ἀρετὴν αὐτῶ τὴν διάθεσιν. Ἠλίας ἄνθ’ ῥῶπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε, καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν ἀύτης.

Τοῦ Χρυσοστόμου. Ἴνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι u ἐπὶ τὸν δημιουργὸν φθάσωσιν· ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς σωτηρίας γένηται. οὐδὲν γάρ, φησι, δύναται παιδεῦσαι, εἰ μὴ λιμὸς, ἵνα κἂν οὕτω παιδευόμενοι, ἐπὶ τὸν πάντων κτίστην χωρήσωσι. Καὶ μετ’ ὀλίγα—Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθὺς ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκοῦς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινώσας· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο· ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου καθάπερ πυρετὸς λάβρος εἰς τὰς [*](t ἀβελτηρίας Cod. u τικόμενοι Cod.)

39
λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, καὶ πάντα ἠρημοῦτο, καὶ ἠφανίζετο.

Θεοδωρήτου. τολμηρόν ἐστι τὸ κατὰ τῶν πνευματικῶν ἀνδρῶν ληίζεσθαί τι τὸ παράπαν μὴ καλῶς εἰρημένον· οὐκ ἀπονοίας τοίνυν οὐδὲ ἐπιδείξεως τὸ εἰρημένον· προφήτης γὰρ ἦν, καὶ προφητῶν ὁ κορυφαῖος, καὶ τῷ θείῳ πυρπολούμενος ζήλῳ· ταῦτα τοῦ θείου πνεύματος ἐνεργοῦντος εἴρηκεν ὁ προφήτης· ὅθεν καὶ τὸ πέρας εἴληφεν.

Ὅτι διακονητέον τῆ τοῦ πλησίον σωτηρίᾳ.

Ἀδελφοί μου, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτὸν, γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιων.

Τοῦ Χρυσοστόμου. Καὶ πῶς χρὴ ἐπιστρέφειν ; καθάπερ ἐπὶ τῶν γεωργῶν τὰ σπέρματα, καταβάλλεται μὲν ἅπαξ, οὐ μένει δὲ διαπαντὸς, ἀλλὰ πολλῆς δεῖται τῆς κατασκευῆς· κἂν μὴ τὴν γῆν ἀναμοχλεύσαντες περιστείλωσι τὰ καταβαλλόμενα, τοῖς ὄρνισιν ἔσπειραν καὶ τοῖς σπερμολόγοις ὀρνέοις πᾶσιν· οὕτω καὶ ἡμεῖς, ἃν μὴ τῇ συνεχεῖ μηνήμῃ τὰ καταβληθέντα περιστείλωμεν· καὶ γὰρ ὁ διάβολος ἐξαρπάζει, καὶ ἡ ἡμετέρα ῥαθυμία ἀπόλλυσι· καὶ ὁ ἥλιος ξηραίνει, καὶ ὑετὸς ἐπικλύζει, καὶ ἄκανθαι πνίγουσι. ὥστε οὐκ ἀρκεῖ μόνον ἅπαξ καταβάλλοντα ἀπηλλάχθαι, ἀλλὰ πολλῆς δεῖται προσεδρείας, ἀποσοβοῦν τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰς ἀκάνθας ἐκκόπτοντα, τὰ πετρώδη γῆς πληροῦντα πολλῆς. πᾶσαν λύμην κωλύοντα καὶ ἀποτειχίζοντα καὶ ἀναιροῦντα· ἀλλ’ ἐπὶ μὲν τῆς γῆς τὸ πᾶν τοῦ γεωργοῦ γίνεται· ἄψυχος γὰρ ἐκείνη ὑπόκειται, πρὸς τὸ παθεῖν ἕτοιμος οὖσα μόνον· ἐπὶ δὲ ταύτης τῆς γῆς τῆς πνευματικῆς οὐδαμῶς· οὐ τῶν διδασκάλων ἐστὶ τὸ πᾶν, ἀλλ᾿ εἰ μὴ τὸ πλέον, τὸ γοῦν ἥμισυ τῶν μαθητῶν. ἡμῶν μὲν οὖν ἐστὶ καταβάλλειν τὸν σπόρον, ὑμῶν δὲ ποιεῖν τὰ λεγόμενα.

40

Τοιοῦτον τὸ ἐν τῷ Ἱερεμίᾳ εἰρημένον, φησι, “ καὶ ἐὰν ἐξαγάγῃς “ τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσται· ἐάν, φησι, εἷς τῶν ἀπολλυμένων διὰ τὴν κακίαν εὐτελῶν σωθῇ διὰ τῶν σῶν λόγων· ἔντιμος ἔσῃ διὰ τοῦτο παρ’ ἐμοί· στόμα γίνεται Θεοῦ πᾶς ὁ τοὺς αὐτοῦ λόγους ἀπαγγέλλων· “ οὐ γὰρ ὑμεῖς ἐστέ,’’ φησι, “ οἱ “ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ λαλοῦν ἐν ὑμῖν.’’

Ὅτι διακονητέον τῇ τοῦ πλησίον σωτηρίᾳ.