Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.
ΤΩΝ τῷ Παύλῳ συνόντων δόκιμος οὗτος ἦν. οὐκ ἂν οὑν αὐτῷ τὴν νῆσον ὁλόκληρον ἐπέτρεψεν, οὐκ ἃν τὰ ἐλλειφθέντα ἀναπληρῶσαι προσέταξεν. ἵνα γὰρ, φησὶ, τὰ ἐπιλείποντα ἐπιδιορθωθῇ, καὶ τοσούτων ἐπισκόπων κρίσιν ἐπέτρεψεν, εἰ μὴ σφόδρα ἐθάρρει τἀνδρί. φασὶ δὲ αὐτὸν καὶ νέον εἶναι, διὰ τὸ τέκνον αὐτῷ γράφειν, πλὴν ἀλλ’ οὔπω τοῦτο δῆλον ἀπὸ τούτου. οἶμαι δὲ αὐτοῦ, καὶ ἐν ταῖς Πράξεσιν εἶναι μνείαν· τάχα καὶ Κορίνθιος ἦν, εἰ μή τις ἕτερος ἦν ὁμώνυμος αὐτῷ. δοκοῦσι δέ μοι χρόνοι εἶναι μέσοι τινές· καὶ ἐν ἀδίᾳ Παῦλος ὣν γράφει ταῦτα· οὐδὲν γὰρ περὶ πειρασμῶν, φησὶ, συνεχῶς δὲ περιστρέφει τοῦ Θεοῦ τὴν χάριν ἱκανὴν οὖσαν παράκλησιν τοῖς πεπιστευκόσι πρὸς ἀρέτην τὸ γὰρ μαθεῖν τίνων μὲν ἤσαν ἄξιοι, πρὸς τι δὲ μετέστησαν, καὶ χάριτι, καὶ τίνω, ἠξίωνται, οὐ μικρὰ προτροπή. ἀποτείνεται δὲ καὶ πρὸς τοὺς Ἰουδαίους· εἰ δὲ ὁλόκληρον τὸ ἔθνος ὑβρίζει, μὴ θαυμάσῃς· καὶ ἐπὶ Γαλατῶν γὰρ αὐτὸ ποιεῖ· οὐχ ὑβριστικοῦ δὲ τοῦτο ἤθους, ἀλλ’ ἐρωτικοῦ. εἰ μὲν γὰρ τῶν αὐτοῦ ἕνεκεν ταῦτα ἐποίει, εἰκότως τίς αὐτῶ ἐμέμψατο, εἰ δὲ πεπυρωμένος καὶ ζέων ὑπὲρ τοῦ κηρύγματος, οὐχ ὑβριστικῶς αὐτὸ ἐποίει· καὶ ὁ Χριστὸς δὲ μυρία ἐλοιδορεῖτο τοῖς γραμματεῦσι καὶ Φαρισαίοις, ἀλλ’ οὐκ αὐτοῦ ἕνεκεν, ἀλλ’ ὅτι τοὺς ἄλλους ἅπαντας ἀπολύων. βραχεῖαν δὲ ποιεῖ τὴν Ἐπιστολὴν, εἰκότως· καὶ τοῦτο δὲ τῆς ἀρετῆς τοῦ Τίτου τεκμήριον ἦν, τὸ μὴ δεῖσθαι λόγων πολλῶν, ἀλλ’ ὥσπερ τινὸς ὑπομνήσεως. αὕτη δέ μοι δοκεῖ τῆς πρὸς Τιμόθεον νεαρωτέρα Ἐπιστολὴ, ἐκείνην μὲν γὰρ πρὸς τῷ τέλει ὣν ἔγραφεν· ἐνταῦθα δὲ ἄφετος ὣν καὶ λελυμένος· τὸ γὰρ “κέκρικα παραχει- “μάσαι ἐν Ν̓ικοπόλει,” τεκμήριον ἦν τοῦ μηδέπω ἐν δεσμοῖς εἶναι· ἐκεῖ δὲ συνεχῶς δέσμιον ἑαυτὸν καλεῖ.
α΄. Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν, καὶ ἔλεγχον ἀπειθῶν.
β΄. Κατὰ τῶν σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευματικῆς ἀρετῆς.
γ΄. Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν ἑκάστοις.
δ΄. Περὶ δούλων, ὡς ἂν καὶ αὐτοὶ τῆς Χριστοῦ χάριτος ἀξίως λεῦοιεν.
ε΄. Περὶ ἀρχόντων ὑπακοῆς, πρεπούσης τῇ ἐπιεικείᾳ τοῦ Χριστοῦ.
ς΄. Παραινέσεις περὶ τοῦ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς.
ΠΑΥΛΟΣ δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ.
Ὁρᾷς πῶς ἀδιαφόρως ταῦτα τίθησι; ποτὲ μὲν ἑαυτὸν τοῦ Θεοῦ δοῦλον λέγων, τοῦ δὲ Χριστοῦ Ἀπόστολον, ποτὲ δὲ τοῦ Χριστοῦ δοῦλον; “Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ·” οὕτως οὐδεμίαν οἶδε διαφορὰν Πατρὸς καὶ Υἱοῦ. “κατὰ πίστιν ἐκλεκτῶν “Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν, ἐπ’ ἐλπίδι “ζωῆς αἰωνίου.” τι ἐστι “κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ;” ὅτι ἐπίστευσας, ἣ ὅτι ἐπιστεύθης· οἶμαι αὐτὸν λέγειν ὅτι ἐπιστεύθην τοὺς ἐκλεκτοὺς τοῦ Θεοῦ, τουτέστιν, οὐκ ἀπὸ κατορθωμάτων, οὐδὲ ἀπὸ πόνων καὶ ἱδρώτων τὸ ἀξίωμα ἔλαβον, ἀλλὰ τὸ πᾶν τῆς τοῦ πιστεύσαντος εὐεργεσίας ἐγένετο. εἶτα ἵνα μὴ ἄλογος ἡ χάρις γένηται, ἐπήγαγε, “καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν,” ἀπὸ ταύτης ἐπιστεύθην, μᾶλλον δὲ καὶ τοῦτο ἐπιστεύθην ἐκ τῆς αὐτοῦ χάριτος· καὶ γὰρ καὶ τούτου αὐτὸς αἴτιος, καὶ διὰ τοῦτο καὶ αὐτός φησιν ὁ Χριστὸς, “οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’ ἐγὼ “ἐξελεξάμην ὑμᾶς·” τὸ δὲ κατὰ πίστιν εἰπεῖν τὸ πᾶν ἐκείνοις ληίζεται, ὅτι δι’ ἐκείνους εἰμὶ Ἀπόστολος, οὐχ ὡς ἄξιος, ἀλλὰ διὰ τοὺς ἐκλεκτούς· “καὶ ἐπίγνωσιν,” φησὶν, “ἀληθείας τῆς “κατ’ εὐσέβειαν·” ἔστι γὰρ ἀλήθεια πραγμάτων, ἀλλ’ οὐ κατ’ εὐσέβειαν· οἷον τὸ εἰδέναι τέχνας, ἀληθής ἐστιν ἐπίγνωσις, ἀλλ’ οὐ κατ’ εὐσέβειαν ἡ ἀλήθεια· ἣ τὸ κατὰ πίστιν, ὅτι ἐπίστευσαν καθάπερ οἱ λοιποὶ ἐκλεκτοὶ, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν. ἀπὸ πίστεως ἅ ἡ ἐπίγνωσις, οὐκ ἁπὸ λογισμῶν· “ἐπ’ ἐλπίδι ζωῆς
Θεοδώρου. Τὰ μὲν τῆς προγραφῆς, ἐν τούτοις, “Παῦλος “δοῦλος Θεοῦ, Ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, Τίτῳ γνησίῳ “τέκνῳ,” καὶ τὰ ἑξῆς. παρέθηκε δὲ τὰ ἀπὸ τοῦ “κατὰ πίστιν “ἐκλεκτῶν Θεοῦ,” ἄχρι τοῦ “Τίτῳ γνησίῳ τέκνῳ.
Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν.
Χρυσοστόμου. Ἐπειδὴ εἶπε τέκνον, ἐπήγαγεν ἀπὸ τοῦ ὥστε ἀναστῆσαι αὐτοῦ τὴν διάνοιαν καὶ μαθεῖν, τίνος ἐστὶ τέκνον.
Περὶ διδασκάλων ἐπιτηδείων εἰς διακονίαν καὶ ἔλεγχον ἀπειθῶν.
τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ.
Ὡς ἃν εἴποι τις, πλέονος καταρτισμοῦ· πρὸς γὰρ τὸ κοινὸν κέρδος ὁρῶ μόνον, καὶ εἴτε δι’ ἐμοῦ εἴτε δι’ ἑτέρου, οὐδέν μοι διαφέρει.
Θεοδώρου. Ὁ γὰρ τῆς εὐσεβείας λόγος παραδέδοτο πᾶσι πη αὐτοῦ· ἐλείπετο δὲ οἰκονομῆσαι τὰ κατὰ τοὺς πεπιστευκότας, καὶ εἰς ἁρμονίαν αὐτοὺς καταστῆσαι ταῖς ἐκκλησιαστικαῖς διατυπωσεσι.
Καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους.
τοὺς ἐπισκόπους ἐνταῦθά φησι, καθὼς πολλαχοῦ εἴρηται.
Ὡς ἐγώ σοι διεταξάμην.
“Κατὰ πόλιν,” φησὶν, οὐ γὰρ ἐβούλετο πᾶσαν τὴν νῆσον
Εἴ τις ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνὴρ, τέκνα ἔχων πιστὰ, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἣ ἀνυπότακτα.
τίνος ἕνεκεν καὶ τῶν τοιούτων εἰς μέσον παράγει; ἐπιστομίζει τοὺς αἱρετικοὺς, τοὺς τὸν γάμον διαβάλλοντας, δεικνὺς ὅτι τὸ πρᾶγμα οὐκ ἔστιν ἐναγὲς, ἀλλ’ οὕτω τίμιον, ὡς μετ’ αὐτοῦ δύνασθαι καὶ ἐπὶ τὸν ἅγιον ἀναβαίνειν θρόνον· ἐν ταὐτῷ δὲ καὶ τοὺς ἀσελγεῖς κολάζων, καὶ οὐκ ἀφιεὶς μετὰ δευτέρου γάμου τὴν ἀρχὴν ἐγχειρίζεσθαι ταύτην· ὁ γὰρ πρὸς τὴν ἀπελθοῦσαν μηδεμίαν φυλάξας εὔνοιαν, πῶς ἃν οὗτος γένοιτο προστάτης καλός; καὶ ὁ τῶν αὐτοῦ παίδων διδάσκαλος γενέσθαι μὴ δυνηθεὶς, πῶς ἃν ἑτέρων γένοιτο; εἰ οὓς ἐξ ἀρχῆς εἶχε μεθ’ ἑαυτοῦ καὶ ἔτρεφεν, ὧν καὶ παρὰ τῶν νόμων καὶ παρὰ τῆς φύσεως εἶχε τὴν ἐξουσίαν, τούτους ῥυθμίσαι οὐκ ἴσχυσε, πῶς ἃν τοὺς ἔξωθεν ὠφελῆσαι δυνήσεται; καὶ οὐδὲ εἶπε μὴ ἀσώτως ἁπλῶς, ἀλλὰ μηδὲ διαβολὴν ἔχειν τοιαύτην, μηδὲ πονηρᾶς εἶναι δόξης.
Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην.
Πῶς γὰρ ἑτέρους παιδεύει κρατεῖν τῶν παθῶν, ἑαυτὸν μὴ παιδεύσας; “πάροινον” δὲ τὸν ὑβριστὴν ἐνταῦθά φησι· νουθετοῦντα γὰρ ἢ ἐπιπλήττοντα πάντα χρὴ ποιεῖν, μὴ ὑβρίζοντα· ὁ γὰρ ὑβρισθεὶς θρασύτερος γίνεται μᾶλλον, καὶ καταφρονεῖ τοῦ ὑβρίζοντος· “μὴ πλήκτην·” ἰατρός ἐστιν ὁ διδάσκαλος τῶν ψυχῶν, ὁ δὲ ἰατρὸς οὐ πλήττει, καὶ τὰ πεπληγότα διορθοῦται καὶ θεραπενει.
Μῆ αἰσχροκερδῆ, ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου.
τουτέστι, πολλὴν ὑπεροψίαν χρημάτων ἐπιδεικνύμενον, τὰ αὐτοῦ πάντα τοῖς δεομένοις προιέμενον. “ἐγκρατἢ” δὲ οὐ τὸν νηστευτὴν εἶπεν ἐνταῦθα, ἀλλὰ τὸν πάθους κρατοῦντα, τὸν καὶ γλώσσης καὶ χειρὸς, καὶ ὀφθαλμῶν ἀκολάστων· τοῦτο γάρ ἐστιν ἐγκράτεια, τὸ
Ἵνα δυνατὸς ἦ καὶ παρακαλεῖν καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
Οὐ χρεία, φησὶ, κόμπου καὶ ῥημάτων, ἀλλὰ φρενῶν καὶ γραφῶν ἐμπειρίας, καὶ νοημάτων δυνάμεως, " ἵνα δυνατὸς ᾖ καὶ παρα “καλεῖν,” φησὶν, “ ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ,” τουτέστι, πρὸς φυλακὴν τῶν οἰκείων, πρὸς ἀνατροπὴν τῶν ἐχθρῶν. ὁ γὰρ οὐκ εἰδὼς τοῖς ἐχθροῖς μάχεσθαι καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καὶ περὶ τῆς ὀρθῆς διδάσκειν διδασκαλίας, πόρρω ἔστω θρόνου διδασκαλικοῦ.
Κατὰ τὰς σαρκικὰς καθάρσεις πρεσβευόντων, καὶ ὑπὲρ πνευματικῆς ἀρετῆς.
Εἰσὶ γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς, οὓς δεῖ ἐπιστομίζειν.
Ὁρᾷς πῶς δείκνυσι πόθεν εἰσὶ τοιοῦτοι ; οὐ βούλονται ἄρχεσθαι, ἀλλὰ ἄρχειν· τοῦτο γὰρ ᾐνίξατο· ὅταν οὖν πεῖσαι μὴ δυνηθῇς, μηδὲ διάταττε τούτοις, ἀλλ’ ἐπιστόμιζε εἰς τὴν τῶν ἄλλων ὠφέλειαν· “ οἴτινες,” φησὶν, “ ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. εἰ γὰρ τὴν μὲν διδασκαλίαν ἀνεδέξατο, οὐχ ἱκανὸς δέ ἐστιν ἐκείνοις μάχεσθαι οὐδὲ ἐπιστομίσαι οὕτως ἀναισχυντοῦντας, τῆς τῶν ἀπολλυμένων βλάβης καθέκαστον αἴτιος γενήσεται.
Εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
Πολλα ἐνταῦθά ἐστι τὰ ζητούμενα. πρῶτον μὲν, τίς ὁ εἰρηκώς· δεύτερον δὲ, τι δήποτε Παῦλος αὐτοῖς ἐχρήσατο· τρίτον, ὅτι οὐδὲ ὀρθῶς ἔχουσαν μαρτυρίαν παρήγαγε. φέρε γοῦν καὶ ἑτέραν ζήτησιν προσθέντας, οὕτως κυρίαν τὴν λύσιν ἐπαγάγωμεν. καὶ γὰρ ὅτε
ὅρα τὸν κίνδυνον· εἰ ἀληθὴς ὁ προφήτης αὐτῶν εἰπὼν περὶ τοῦ Δῖός, “ σὺ δ' οὐ θάνες,” εὑρίσκεται κατὰ τὸν Ἀπόστολον ἀθάνατος ὁ Ζεύς. τί οὖν ἐστι, καὶ πῶς ἐστι τοῦτο ἐπιλύσασθαι ; ὁ Ἀπόστολος οὐ τοῦτο εἶπεν, ἀλλ’ ἀπλάστως ἔλαβε τὴν μαρτυρίαν καὶ ἀφελῶς πρὸς τὸ ἦθος αὐτῶν τὸ ἐψευσμένον· διὰ τι γὰρ μὴ ἐπήγαγε, “ καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο ; Οὐ τοῦτο οὖν εἶπεν ὁ Παῦλος, ἀλλ’ ὅτι ὁ δεῖνα καλῶς εἶπεν, ὅτι ψεῦσται εἰσι. πόθεν οὖν διισχυριζόμεθα ὅτι οὐκ ἔστι Θεὸς ὁ Ζεύς ; ἐκ μυρίων ἑτέρων· οὐ γὰρ δεῖ ἀπὸ τῆς τῶν Κρητῶν μαρτυρίας τοῦτο παράγειν· τι δή ποτε δὲ ἀπὸ τῶν Ἑλληνικῶν παράγει τὰς μαρτυρίας; ὅτι τούτοις μάλιστα ἐντρέπομεν αὐτούς· ὅταν οἴκοθεν ἐνέγκωμεν τὰς κατηγορίας, ὅτι τοὺς παρ’ αὐτοῖς θαυμαστοὺς τούτους ἐπιστήσωμεν αὐτοῖς αἰτιωμένους. διὰ τοῦτο καὶ ἑτέρωθι κέχρηται ἀγνώστῳ Θεῷ. οἱ γὰρ Ἀθηναῖοι ἐπειδὴ οὐκ ἐξ ἀρχῆς τοὺς θεοὺς παρέλαβον, ἀλλὰ κατὰ χρόνους, στοχαζόμενοι ἀπὸ τούτων, ὅτι εἰκὸς καὶ ἄλλον εἶναι Θεὸν, ὑπ’ αὐτῶν δὲ ἠγνοῆσθαι, ἵνα καὶ περὶ ἐκείνων ὦσι εὐκαθοσίωτοι, τοιοῦτον ἔστησαν τὸν βωμὸν, ἐπιγράψαντες ἀγνώστῳ Θεῷ. εἶπεν οὖν ὁ Ἀπόστολος, ὅτι ὃν προλαβόντες ὑμεῖς ἐπέγνωτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν· πάλιν “ τοῦ γὰρ καὶ γένος ἐσμὲν,” εἴρηται περὶ τοῦ Διός. φησὶ γὰρ, “ πλήρεις μὲν Δῖός ἀγυιαὶ, πλήρεις δὲ θάλασσαι·” εἶτα μετὰ μικρὸν, “ τοῦ γὰρ γένος ἐσμέν.” Ἄρατος αὐτὰ εἶπεν. πῶς οὖν ὁ Παῦλος τὰ περὶ τοῦ Δῖός εἰρημένα ἕλκει εἰς τὸν Θεὸν τὸν τῶν ὅλων ; οὐ τὰ περὶ τοῦ Δῖός εἰρημένα εἵλκυσεν εἰς τὸν Θεὸν, ἀλλὰ τὰ προσήκοντα τῷ Θεῷ, καὶ οὐ γνησίως οὐδὲ κυρίως ἐπιτεθέντα τῶ Διῒ, ταῦτα ἀποδίδωσι, τῶ Θεῶ· ἐπεὶ καὶ τὸ Θεὸς [*](a Callimach. Hymn. Jov. 20.)
- καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
- Κρῆτες ἐτεκτήναντο, σὺ δ’ οὐ θάνες. ἐσσὶ γὰρ αἰεί.
(Σεγηριανόε.) Ἄλλος δέ φησιν· ἐπειδὴ ὁ ποιητὴς ὁ εἰρηκὼς τὸ
ἐπιλαμβανόμενος αὐτῶν εἶπεν, ὡς κακῶς δεικνύντων τάφον Δῖός τὸν οὐκ ὄντα. ἐχρήσατο δὲ τῷ αὐτῷ στίχῳ Παῦλος, ἵνα μὴ νομισθῇ τῷ ποιητῇ συντρέχειν, καὶ τῷ λεγομένῳ Διὶ μαρτυρεῖν ἀθανασίαν, ἐπήγαγεν, ἡ μαρτυρία αὕτη ἀληθής ἐστιν· ἐκεῖνος ἐψεύσατο τῷ Διῒ συνηγορῶν, ἐγὼ δὲ ἀληθεύω λέγων, ὅτι οἱ Κρῆτες ἀεὶ ψεῦσταί εἰσι, καὶ γαστέρες ἀργαί· αὕτη ἡ μαρτυρία ἀληθὴς, οὐκ ἐκείνη.
- Κρῆτες ἀεὶ φεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
Θεόσωροσ. Καὶ Θεόδωρος δὲ ὁμοίως φησὶν, οἱ κατὰ τῶν
Μῆ προσέχοντες Ἰουσαϊκοῖς μύθοις.
Χργσοστόμογ. Διπλῆ μῦθος τὰ Ἰουδαικά· καὶ ὅταν παραποιησις ᾖ, καὶ οτοαν πάρα καῖρον ᾖ τὸ πρᾶγμα. ὅταν γὰρ μὴ ’δει αὐτὸ γενέσθαι, καὶ γενόμενον βλάπτῃ, μῦθός ἐστιν. ὥσπερ ἄχρηστόν ἐστιν, ὥσπερ ἐκείνοις οὐ δεῖ πείθεσθαι, οὕτως οὐδὲ τούτοις· εἰ γὰρ πιστεύεις τῇ πίστει, τι ἕτερα ἐπεισάγεις ὡς οὐκ ἀρκούσης τῆς πίστεως δικαιῶσαι ;
Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς.
Ὁρᾷς ὅτι πρός τι ἐστι τὸ εἰρημένον ; “ τοῖς δὲ μεμιασμένοις,” φησὶ, “ καὶ ἀπίστοις οὐδὲν καθαρόν.” οὐκ ἄρα παρὰ τὴν οἰκείαν φύσιν καθαρὰ ἣ ἀκάθαρτα, ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν μεταλαμβανόντων. λαμβανόντων.
Ἀλλὰ μεμίανται αὐτῶν ὁ νοῦς καὶ ἡ συνείδησις. Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Οὐκοῦν καὶ ὗς καθαρόν· τί οὖν ὡς ἀκάθαρτον ἀπηγόρευται ; οὐ
Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι· σὺ δὲ λάλει, ἃ πρέπει τῆ ὑγιαινούσῃ διδσκαλία.
(Θεόδωροε.) Ἄλλος φησίν· ἐπειδὴ περὶ τὰ βρώματα ἀκριβολογεῖσθαι ἐδόκουν, ὡς ἃν κατὰ νόμον τῶν μὲν δέον μεταλαμβάνειν, τῶν δὲ ἀπέχεσθαι· τῶν γεγονότων φησὶν, ἀκάθαρτον οὐδὲν, εἰ δή τις αὐτῶν καθαρᾷ μεταλαμβάνοι τῇ γνώμη· ἐπειδὰν δέ τις δι’ ἀπιστίαν ἔχοι τὴν συνείδησιν μεμολυσμένην, καθαρὸν οὐδὲν τῷ τοιούτῳ· βλάπτεται γὰρ ὑφ’ ἁπάντων ὁμοίως· ὁ γὰρ Θεὸς πάντα καθαρὰ ἐποίησεν· εἰ δὲ ἀκάθαρτά ἐστιν, ἡ κατηγορία τοῦ δημιουργήσαντος ἅπτεται· καὶ τοῦτό ἐστι — “ Θεὸν ὁμολογοῦσιν εἰδέναι, “ τοῖς δὲ ἔργοις ἀρνοῦνται.” ἀλλὰ μηδὲν τούτων ἕνεκεν σιγήσῃς, κἂν μὴ δέχωνται, φησὶ, σὺ τὰ σαυτοῦ πρᾶττε. ἄρα οὐ τὸ παρατηρεῖσθαι καθαρότητος, ἀλλὰ καθαρότητος τὸ πάντων κατατολμᾷν· αἱ γὰρ παρατηρήσεις ἐκεῖναι σύμβολα ἦσαν καθαρσίων καὶ τύποι, νῦν δὲ ταῦτα οὐκ ἀπαιτούμεθα· μετέστη γὰρ εἰς τὴν ψυχὴν τὸ πᾶν. οὐ δεῖ τοίνυν προσεδρεύειν ταῖς σκιαῖς, ἀλλὰ τῆς ἀληθείας ἔχεσθαι.
Παραινέσεις ἃς δεῖ παραινεῖν καθ’ ἡλικίαν Πρεσβύτας νηφαλίους εἶναι, σεμνοὺς, σώφρονας, ὐγιαίνοντας τῆ πίστει, τῇ ἀγάπη, τῆ ὑπομονὴ.
Πόλλα γάρ ἐστι τὰ ποιοῦντα μὴ νήφειν, τοὺς ἐν ἡλικίᾳ τοιαύτῃ· πρῶτον μὲν αὐτὸ τὸ πανταχόθεν ἀμβλύνεσθαι καὶ δυσκόλως κινεῖσθαι· διὰ τοῦτό φησι “ νηφαλίους, σεμνοὺς καὶ σώφρονας. ” σώφρονας ἐνταῦθα τοὺς φρονίμους φησὶ, σωφροσύνη γάρ ἐστιν ἡ τῶν φρενῶν σωτηρία· καλῶς δὲ ἐπήγαγε καὶ “ τῇ ὑπομονῇ·” τοῦτο γὰρ μάλιστα τοῖς γέρουσιν ἁρμόζει.
Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖ.
Τουτέστιν, ὡς ἀπ’ αὐτοῦ τοῦ σχήματος καὶ τῆς καταστολῆς δείκνυσθαι τὴν κοσμιότητα.
Άλλοσ δέ φησιν· ἔδειξεν ὅτι εἰς κλῆρον τὰς γυναῖκας καλεῖ, οὐ γὰρ ἃν ἱεροπρεπεῖς εἶπεν. ἀλλὰ τούτοις ἕτερος ἀνθιστάμενός φησιν,
(Θεόδωροσ.) Οὐχ ὥς τινες ἐνόμισαν, ὅτι χειροτονία τις τότε ἐν γυναιξὶ πρεσβυτέρων· διδάσκει γὰρ ὁμοίως καὶ τῶν γυναικῶν τὰς τὴν ἡλικίαν παλαιοτέρας, τό τε σχῆμα ἔχειν ἱεροπρεπὲς, ἵνα εἴπῃ θαυμαστὸν καὶ αἰδέσιμον.
Μῆ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας.
Μάλιστα γὰρ τοῦτο τῶν γυναικῶν τὸ ἐλάττωμα, καὶ τοῦ γήρως, πανταχόθεν τὴν μέθην ἐκκόπτων, καὶ τοῦ νοσήματος τούτου ἐκτὸς αὐτὰς εἶναι βουλόμενος. “ καλοδιδασκάλους.” καὶ μὴν κωλύεις γυναῖκας διδάσκειν οὐδὲ αὐθεντεῖν ἀνδρός. μακρὸν ἀποτείνειν λόγον ἐπ’ ἐκκλησίας, οὐ συγχωρεῖ, οὐδὲ προκαθῆσθαι.
Ἀλλ’ ἵνα σωφρονίζωσι τὰς νέας φιλάνδρους εἶναι.
Τὸ κεφάλαιον τοῦτο τῶν κατὰ τὴν οἰκίαν ἀγαθῶν· “ φιλοτέ “κνους.” ἡ γὰρ τὴν ῥίζαν ἀγαπῶσα, πολλῷ μᾶλλον τοὺς καρπούς· “σώφρονας, ἁγνὰς, οἰκουροὺς, ἀγαθάς·” πάντα ἀπ’ ἐκείνου τίκτεται, καὶ γὰρ ἀγαθαὶ, καὶ οἰκουροὶ, ἀπὸ τῆς ἀγάπης καὶ τῆς περὶ τὸν ἄνδρα φιλίας, γίνονται.
Ὑποτασσόμενας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ τοῦ Θεοῦ βλασφημῆται.
Ἀπὸ τοῦ φιλεῖν τὸν ἄνδρα καὶ σωφροσύνη πολλὴ τίκτεται, καὶ πᾶσα ἀναιρεῖται φιλονεικία· κάη Ἕλλην ᾖ, ταχέως ἃν δὲ Χριστιανὸς, ταχέως βελτιωθήσεται· καὶ τούτων καλῶς διοικουμένων, καὶ τὰ πνευματικὰ χώραν ἕξει, ἑτέρῳ δὲ κἀκεῖνα λυμανεῖται.
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν.
τῆς μὲν εἰς τὰς γυναῖκας διδασκαλίας, καὶ ταῖς γυναιξὶ τὸ πλέον ἀπένειμε τὰς γεγηρακυίας, ταῖς νεωτέραις επιστησας· τῶν δὲ ἀνδρῶν τὸ πᾶν αὐτῶν δίδωσι καὶ ἀπονέμει· οὐδὲν δὲ οὕτω δύσκολον καὶ χαλεπὸν τῇ ἡλικίᾳ ταύτῃ γένοιτ’ ἃν, ὡς τὸ περιγενέσθαι τῶν ἡδονῶν τῶν ἀτόπων· διὸ πάντα ἀφεὶς, περὶ τὸ καίριον αὐτὸ τὴν παραίνεσιν ἵστησιν· εἶτα οὐδὲ τῶν ἄλλων ῥᾳθυμεῖ, ἀλλὰ τί φησι ;
Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων.
Πρὸ, τούτοις φησὶν, ἔστω πᾶσι κοινὸν διδάσκαλον καὶ ὐπόδειγμα ἀρετῆς, ἡ τοῦ σοῦ βίου λαμπρότης. ὅταν γὰρ καὶ βίος λάμπῃ καὶ λόγος ᾖ συμβαίνων, ἐπιεικὴς, ἥμερος, προσηνὴς, μηδεμίαν τοῖς ἐναντίοις παρέχων λαβὴν, πολὺν καὶ ἄφετον τὸ κέρδος. “ ἀδιαφορίαν, σεμνότητα·” τὸ τῆς ἀδιαφορίας ἐπὶ τοῦ νοῦ ἔλαβε, τὸ δὲ τῆς σεμνότητος, ἐπὶ τοῦ ἔργου, ἴνα μὴ μόνον ἔργου ἀπέσχῃ φθαρτοῦ, ἀλλὰ καὶ νοήματός.
Περὶ δούλων ὡς ὄν καὶ αὐτοὶ τῆς Χριστοῦ χάριτος ἀξίως δουλεύοιεν.
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν·
Εἰκότως ἄρα ἔλεγεν ἑτέρωθι. “ ὡς τῷ Θεῷ δουλεύοντες καὶ οὐκ
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν εὐσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων
Τὴν αἰτίαν ἐπήγαγε δικαίαν, δἰ ἣν ὀφείλουσι τοιοῦτοι εἶναι· πῶς γὰρ οὐκ ἂν εἰκότως εἶεν τοιοῦτοι οἱ μυρίων ἁμαρτημάτων λύσιν εὑρόντες; ἴστε γὰρ ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο οὐχ ὡς ἔτυχεν ἐντρέπει καὶ συστέλλει τὴν ψυχὴν, τὸ μυρίων ἁμαρτημάτων οὖσαν ὑπεύθυνον, μὴ δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγαθῶν· καὶ τοῦτο δὲ χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. δύο δὲ δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γάρ εἰσι δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. “ Ἵνα ἀρνησάμενοι, τὴν “ ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” μεθ᾿ ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης, καὶ τὴν κακίαν αὐτὴν, “ καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” φησὶ, καὶ γὰρ καὶ ταῦτα εἴδωλα· κοσμικαὶ δὲ ἐπιθυμίαι, πάντα ὅσα ἂν μὴ διαβαίνῃ μεθ᾿ ἡμῶν πρὸς τὸν οὐρανὸν, ἀλλὰ τῷ παρόντι κόσμῳ συγκαταλύεται. “ σωφρόνως “ καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.” σωφροσυνή οὐ τοῦτο μόνον ἐστὶ τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι. τίς δὲ ἡ ἐλπίς, καὶ τί τὸ ἔπαθλον τῶν πόνων; προσδεχόμενοι,” φησὶ, “ τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι- “ φάνειαν·” ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον. “ τοῦ μεγάλου “ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ποῦ εἰσιν οἱ τοῦ Πατρὸς τὸς Υἱὸν ἐλάττονα λέγοντες; τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγαν φησὶ, ἀλλ᾿ ἀπολύτως μέγαν, μεθ᾿ ὃν οὐκ ἂν εἴη μέγας, ἀλλ᾿ ἀσυγκρίτως μέγας.
Ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον.
Ἐξηλλαγμένον, οὐδὲν ἔχοντα κοινὸν πρὸς τοὺς λοιπούς· “ ζηλω- “τὴν καλῶ, ἔργων,” τουτέστι μετὰ προθυμίας πολλῆς ἐπ’ αὐτὴν ἰόντας τὴν ἀρετήν· τὸ μὲν αὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι τῆς ἐκείνους φιλανθρωπίας ἦν, τὰ δὲ μετὰ ταῦτα καὶ ἡμῶν καὶ ἐκείνου.
Περὶ ἀρχόντων ὑποκοῆς πρεπούσης τῆ ἐπιεικείᾳ τοῦ Χριστοῦ.
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἕλεγχε, μετὰ πάσης ἐπιταγῆς.
Ἐπειδὴ τὸ ἦθος τούτων σκληρότερον ἦν, διὰ τοῦτο καὶ ἀποτόμως. ἔστι γάρ τινα τῶν ἁμαρτημάτων, ἃ καὶ ἐπιτάγμασιν ἀπείργειν χρὴ, οἷον τὸ χρημάτων καταφρονεῖν, παραινοῦντας δεῖ πείθειν, καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν καὶ πόρνον καὶ πλεονέκτην μετ’ ἐπιταγῆς ἀπάγειν, καὶ τὸν ἄλλα τοιαῦτα πράττοντα.
Μηδείς σου περιφρονείτω, ἀλλ’ ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, μηδὲν Βλασφημεῖν, ἀλλ’ ἀμάχους εἶναι.
Τί οὖν μηδὲ τοὺς κακῶς πράττοντας, μηδ’ ἐκείνους λοιδορεῖσθαι; “ ἀλλὰ πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα “ βλασφημεῖν,” κἂν ὅστις ᾖ, ἀλλὰ καθαρὸν ἡμῖν εἶναι τὸ στόμα λοιδορίας.
Ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρα 3 ότητα πρὸς πάντας ἀνθρώπους. ἦμεν γὰρ ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.
Ὥστε πρὸς πάντας τοιούτου; εἶναι δεῖ, ἡμέρως ἔχειν. ὁ γὰρ
Ἦμεν γάρ ποτε καὶ ἡμεῖς πλανώμενοι· ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ, πῶς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου.
βαβαὶ, πῶς ἦμεν ἐν τῇ κακίᾳ βεβαπτισμένοι, ὡς μὴ δύνασθαι καθαρθῆναι, ἀλλ’ ἀναγεννήσεως δεηθῆναι· τοῦτο γάρ ἐστι “παλιγ- “γενεσίας·” οὐκ ἐπεσκεύασεν, ἀλλ’ ἄνωθεν κατεσκεύασεν, ἄνωθεν ἐποίησε κοινούς· πῶς ; διὰ τοῦ Πνεύματος· καὶ πάλιν δείκνυσιν εἰπὼν, “ οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χρι- “στοῦ τοῦ Σωτῆρος ἠμῶν·” πολλοῦ ἔδει ἡμῖν Πνεύματος· “ ἵνα “ δικαιωθέντες,” φησὶ, “ τῇ ἐκείνου χάριτι, ” πάλιν χάριτι, οὐκ ὀφειλῇ, “ κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.” ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶν, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων· εἰ γὰρ οὕτως ἀπεγνωσμένως ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. τί ἐστι κατ’ ἐλπίδα; τουτέστι καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν, ἣ ὅτι ἤδη κληρονόμοι ἐστέ· “ πιστὸς ὁ λόγος.” ἐπειδὴ περὶ μελλόντων διελέχθη, ἐπήγαγε τὸ ἀξιόπιστον· ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων· ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας, καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν μεταδώσει ἐπιμείνασι τῇ χάριτι· βεβαιῶν τὰ περὶ τοῦ Θεοῦ εἰς ἡμᾶς ἐσόμενα ἀγαθὰ, δι’ ὧν ἔφθασεν ἀπαριθμήσασθαι, καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ κηδεμονίαν δηλῶν, ἐπήγαγε,
Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε βεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προίστασθαι οἱ πεπιστευκότες Θεῶ.
Ἐπὶ τὴν ἐλεημοσύνην αὐτοὺς προτρέπεται, οὐ παρέργως ἀλλ’ “ ἵνα, ” φησὶ, “ φροντίζωσι καλῶν ἔργων προΐστασθαι,” ἀδικουμένοις βοηθεῖν, μὴ χρήμασι μόνοις, ἀλλὰ καὶ προστα-
ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιίστασο, εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
Τί ποτε βούλονται αἱ γενεαλογίαι ; καὶ γὰρ ἐν τῇ πρὸς Τιμόθεον τοῦτο τίθησι λέγων, “ μύθους καὶ γενεαλογίας ἀπεράντους·” “ ἔρεις ” δὲ, φησὶ, τὰς πρὸς τοὺς αἱρετικοὺς, ὅταν μηδὲν ᾖ κέρδος· τὸ ἦ τέλος αὐτῆς οὐδέν· ὅταν γὰρ ᾖ τις διεστραμμένος, καὶ μὴν ἃν ὁτιοῦν γένηται προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων ; δέον πονεῖν εἰς τοὺς σοὺς, περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς.
Παραινέσεις περὶ ἐκκλίνειν τοὺς αἱρετικοὺς ζητητάς.
Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ αμαρτανει, ων αυτοκατακριτος.
Πῶς οὖν ἐτέρωθι, φησὶ, “μή ποτε δῶ αὐτοῖς ὁ Θεὸς μετά- “νοιαν,” ἐνταῦθα δὲ ἐκτρέπεσθαι εἰσηγεῖται ; ἐκεῖ μὲν περὶ τῶν ἐλπίδα ἐχόντων διορθώσεως φησὶ, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις ἔκει ; αὐτοκατάκριτος δέ ἐστιν, ὅτι οὐκ ἔχει εἰπεῖν, ὅτι οὐδείς με ἐνουθέτησεν. ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς μείνῃ, αὐτοκατάκριτος γίνεται.
ὤαν πέμψω Ἀρτεμᾶν πρός σε ἣ τυχικὸν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν.
Τί λέγεις ; ἐπιστήσας αὐτὸν τῇ Κρήτῃ, πάλιν καλεῖς πρὸς σαυτόν; οὐκ ἀπάγων αὐτὸν τῆς σχολῆς ἐκείνης, ἀλλὰ πλέον ῥυθμίζω ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ, ἄκουσον· “ ἐκεὶ,” φησὶ, “ κέκρικα παραχει- “μάσαι,” ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί.
Ζηνᾶν τὸν νομικὸν, καὶ Ἀπολλῶ σπουδαίως προπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
Οὐτοι οὐδέπω τῶν ἐγχειρισθέντων ἦσαν, ἀλλὰ τῶν συνόντων αὐτῷ· δυνατὸς δὲ ἦν ὁ Ἀπολλῶς ἐν ταῖς γραφαῖς, καὶ ἀνὴρ λόγιος· εἰ τοίνυν νομικὸς ἦν ὁ Χηνὰς, οὐκ ἔδει παρ’ ἑτέρῳ αὐτὸν τρέφεσθαι· νομικὸν δὲ ἐνταῦθα φησὶ, τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον. “ ἵνα “ μηδὲν αὐτοῖς λείπῃ, ” τουτέστιν, ἐν πάση ἀφθονίᾳ αὐτοὺς κατάστησον.
Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
Ἤτοι τοὺς αὐτὸν φιλοῦντας ἣ τοὺς πιστοὺς ἄνδρας. “ ἡ χάρις “ μετὰ πάντων ὑμῶν, ἀμήν.” πῶς οὖν αὐτῷ κελεύεις τοὺς ἀντιλέγοντας γοντας ἐπιστομίζειν, εἰ περιιστάναι τούτους δεῖ; ὅταν ἐπὶ λύμῃ πάντα ποιῶσι, φησὶν, αὐτὸν δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, δεῖ ἑστάναι καὶ μάχεσθαι, ἐπεὶ περιίστατο· εἰ δὲ ὁρᾷς ἑτέρους διαφερομένους, μὴ σίγα, ἀλλ’ ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυσθαι κηδόμενος. τι ἐστιν ” ἵνα φροντίζωσι καλῶν ἔργων προΐστα “ σθαι;” ἀντὶ τοῦ ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτούς· ἀλλ’ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας.
τῶν εἰς τὴν πρὸς Τίτον ἐπιστολὴν Παύλου τοῦ Ἀποστόλου ἐξηγντικῶν ἐκλογῶν.