Catena In Epistulam II Ad Timotheum (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.

52

Τι δήποτε καὶ δευτέραν ἐπιστέλλει τῷ Τιμοθέῳ Ἐπιστολὴν; εἰπεν, “ἐλπίζω ἐλθεῖν πρός σε τάχιον·” οὐκ ἐγένετο τοῦτο· παραμυθεῖται αὐτὸν διὰ τῶν γραμμάτων ἀντὶ τῆς παρουσίας ἴσως τεθλιμμένον, καὶ διὰ τοῦτο καὶ διὰ τὸ ἀρχῆς ἤδη ἧφθαι· κἂν γὰρ μεγάλοι τινὲς ἄνδρες ὦσιν, ὅταν ἀναδέξωνται τοὺς οἴακας τῆς ἐκκλησίας, ξενοπαθοῦσι, καὶ μάλιστα, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος ἦν. οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· “σπούδασον γὰρ ἐλθεῖν πρός με ταχέως· δοκεῖ δέ μοι πρὸς τῷ τέλει εἶναι αὕτη ἡ Ἐπιστολὴ ἐκ τῶν λεγομένων ἐνταῦθα· ποιεῖται δὲ τὴν παράκλησιν καὶ ἀπὸ τῶν οἰκείων πειρασμῶν, εὐθέως δὲ ἀνέστησεν αὐτοῦ τὴν ψυχὴν, ἀπὸ τοῦ προοιμίου, “κατ’ ἐπαγγελίαν,” εἰπὼν, “ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ.” μή μοι τοὺς ἐνταῦθα κινδύνους εἴπῃ, φησὶν, οὗτοι τίκτουσιν ἡμῖν τὴν αἰώνιον ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· εἰ δὲ ἐπαγγελίᾳ ἐστὶ, μὴ ζήτει αὐτὴν ἐνταῦθα· ἐλπὶς γὰρ βλεπομένη οὐκ ἔστιν ἐλπίς.

(Θεόδωροσ.) Ἄλλος φησίν· ὅτι μὴ ἀκολούθως τῇ προτέρᾳ ταύτην γεγράφηκε, μηδὲ ἐπὶ τινὰ διάγοντι τόπον, δῆλον, ἀλλὰ μετὰ πολὺν χρόνον ἄγαν· ἐκείνην μὲν γὰρ ἀπέστειλεν αὐτῷ ἐν Ἐφέσῳ διάγοντι, ἐν ταύτῃ δὲ πρὸς τῷ τέλει φησὶ, “τυχικὸν ἀπέστειλα “εἰς Ἔφεσον εἶπε δὲ ἃν ὅτι πρός σε, εἴπερ ἔπι τῆς Ἐφέσου διάγοντι καὶ ταύτην ἔγραφε τὴν Ἐπιστολήν· κἀκείνην μὲν οὕτω γράφων δῆλός ἐστιν ὅταν μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἐλευσόμενος, ταύτην δὲ, ὡς μετ’ οὐ πολὺ διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν τὴν ἐκ τοῦδε τοῦ βίου μετάστασιν δέξασθαι προσδοκῶν. κελεύει δὲ αὐτὸν καὶ θᾶττον πρὸς αὐτὸν ἀφικέσθαι· γράφει δὲ αὐτὴν ἀπὸ

53
Ρώμης, ἡνίκα τῆς εὐσεβείας ἕνεκεν τὴν κεφαλὴν ἀποτέμνεται, διεγείρων αὐτὸν εἰς τὸ μετὰ σπουδῆς τὰ ὑπὲρ τῆς ἑτέρων ὠφελείας ἐπιτελεῖν σὺν ἡδονῇ, καὶ τὸ πάσχειν ὑπὲρ τούτων αἱρούμενον· μέμνηται δὲ καὶ τῶν πρὸς τὸ χεῖρον βλεπόντων, οὐ μικρῶς αὐτῶν καθαπτόμενος· πρὸς δέ γε τῷ τέλει τῆς Ἐπιστολῆς τὰ καθ’ ἑαυτὸν δηλοῖ, ἡνίκα ἐγένετό καὶ ἔσται.

Σευηριανοῦ. Ἐν τῇ πρώτῃ Ἐπιστολῇ κατ’ ἐπιταγὴν μέλλων διατάττειν· ἐν δὲ τῇ δευτέρᾳ Ἐπιστολῇ, κατ’ ἐπαγγελίαν· ἡ γὰρ ἀποστολὴ διατάττει μὲν, ἐπ’ ἐλπίδι δὲ τοῦ τυχεῖν αἰωνίου ζωῆς τοὺς ὑπακούοντας.

54

α΄. Ἔπαινος τῆς Τιμοθέου πίστεως, καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τῇ χάριτι, ἐν ἤτ’ καὶ αὐτός φησι διακαρτερεῖ πάσχων.

β΄. Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων.

γ΄. Περὶ τῆς ἀφρόντιδος ἐν τῶ νῦν βίῳ πολιτείας, ἐπὶ ταῖς ἀπόνοις τροφαῖς.

δ΄. Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς, ἐπ’ ἐλπίδι ζωῆς.

ε΄. Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ, καὶ κατὰ τῶν ἐναντίων.

ς΄. Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγ- μονῇ Θεοῦ.

ζ΄. Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ.

η΄. Περὶ τῶν καινοτομησάντων, οἷς ἀντιτάττει τὸν Τιμόθεον.

θ΄. Περὶ τῆς ἑαυτῷ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.

55

ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ.

Χρυσοστόμου. Καλῶς “ἀγαπητῷ·” ἔστι γὰρ εἶναι τέκνα μὴ ἀγαπώμενα· πολλὴν δὲ αὐτῷ μαρτυρεῖ τὴν ἀρετήν· ὅταν γὰρ μὴ ἐκ φύσεως ῄ ἡ ἀγάπη, ἀρετῆς ἐστιν οἱ γὰρ κατὰ πίστιν ὅταν ὠσιν ἀγαπητοὶ, δι’ οὐδὲν ἕτερον εἰσιν, ἀλλὰ δι’ ἀρετήν· χάρις, “ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου “ἡμῶν.” ἅπερ καὶ πρότερον, ταῦτα αὐτῷ καὶ νῦν ἐπεύχεται.

Ἔπαινος τῆς Τιμοθέου πίστεως καὶ προτροπὴ ὑπομονῆς, κατὰ τὸ πρέπον τι χάριτι, ἐν ᾗ καὶ αὐτός φησὶ διακαρτερεῖν πάσχων.

Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου, νυκτὸς καὶ ἡμέρας, ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ.

Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ, ὅτι μέμνημαί σου· πῶς δὲ ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει λατρεύει τῷ Θεῷ; ὅτι τὸ συνειδὸς αὐτοῦ οὐκ ἦν βλαβέν· ἄλλως τε ἐνταῦθα περὶ βίου φησὶ, καὶ πανταχοῦ τὴν συνείδησιν τὸν βίον, φησίν· ἣ ὅτι οὐδὲν ὧν προεθυμούμην καλῶν, δι’ ἀνθρωπίνη, αἰτίαν προὔδωκα, οὐδὲ τότε ὅτε

56
ἐδίωκον· διὸ φησίν· “ ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν “ ἀπιστίᾳ.”

(Σευηριανόσ.) Ἄλλος δέ φησίν· οὐ τὸ ἄμεμπτον λέγει τοῦ βίου, ἀλλὰ τὸ τῆς εἰς Θεὸν πίστεως.

Ἐπιποθῶν ἰδεῖν σε.

Χρυσοστόμου. Ὄρα ζέοντα πόθον καὶ ταπεινοφροσύνην, πῶς ἀπολογεῖται τῷ μαθητῇ, εἶτα δείκνυσιν, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ· ἐπιφέρει γὰρ " μεμνημένος σου τῶν δακρύων.” εἰκὸς γὰρ ἦν αὐτὸν ἀποσχιζόμενον κλαίειν καὶ ὀδύρεσθαι· " ἵνα χαρᾶς,” φησὶ, “ πληρωθῶ, ἐπιποθῶ σε ἰδεῖν.” οὐκ ἂν οὖν ἐμαυτὸν τοσαύτης ἀπε- στέρησα ἡδονῆς, εἰ καὶ σφόδρα ἀναίσθητος ἤμην καὶ ὠμὸς, ἱκανὰ ἦν τὰ δάκρυα ἐκεῖνα εἰς μνήμην ἐλθόντα κάμψαι· νυνὶ δὲ, οὐχ εἰς τῶν τοιούτων εἰμὶ, ἀλλὰ τῶν καθαρῶς λατρευόντων τῷ Θεῷ· καὶ ἑτέραν δὲ τίθησιν αἰτίαν ἅμα καὶ παρακλητικήν· " ὑπόμνησιν “ λαμβάνων,” φησὶ, " τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως.” εἶτα καὶ ἄλλο ἐγκώμιον, ὅτι οὐκ ἐξ ἐθνῶν, οὐδὲ ἐξ ἀπίστων, ἀλλ’ ἄνω- ἄνωθεν ἦν ἀπ’ οἰκίας τῷ Χριστῷ δουλευούσης, “ ἥτις ἐνῴκησεν,” φησὶν, “ ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρὶ σου Εὐνείκῃ.” ἦν γὰρ, φησὶν, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς· πῶς Ἰουδαίας ; πῶς πιστῆς ; ἐξ Ἰουδαίων πιστῆς, οὐκ ἐξ ἐθνικῶν· διὰ δὲ τὸν πατέρα αὐτοῦ φησὶν, ὅτι ’ Ἕλλην ὑπῆρχε, καὶ διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις, ἔλαβε καὶ περιέτεμεν αὐτόν. ὁρᾷς πῶς ἤρχετο ὁ νόμος καταλύεσθαι τῶν ἐπιμιξιῶν τούτων γινομένων ” ὅρα πόσα ἔθηκεν· ἐγὼ λατρεύω τῷ Θεῷ, φησὶ, συνείδησιν ἔχων ἀληθινὴν, σὺ δὲ δάκρυα· οὐ διὰ τὰ δάκρυα μόνον, ἀλλὰ διὰ τὴν πίστιν, ὅτι ἀληθείας εἶ ἐραστὴς, ὅτι οὐδὲν δολερὸν παρά σοι· ὅταν οὖν καὶ σαυτὸν ἄξιον τοῦ φιλεῖσθαι παρέχῃς, μηδὲ ἐγὼ τῶν ἀστόργων ὦ, ἀλλὰ τῶν ἀληθεύειν σπουδαζόντων, τί τὸ κωλῦον ἦν ἐμὲ ἐλθεῖν ;

Πέπεισμαι δὲ, ὅτι καὶ ἐν σοί.

Ἄνωθεν ἔχεις τοῦτο τὸ καλόν· ἐκ προγόνων διεδέξω τὴν πίστιν, τὸ ἀνυπόκριτον· εἰ τοίνυν δι’ οὐδὲν ἀνθρώπινον ἦλθες ἐπὶ τοῦτο, οὐδέν σε παρασαλεῦσαι δυνήσεται.

Δἰ ἢν αἰτίαν ἀναμιμνήσκω σε, ἀναζωπυρεῖν τὸ χά-

57
ρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χείρων μου.

Ὁρᾷς πῶς δείκνυσιν αὐτὸν ἐν ἀθυμίᾳ ὄντα πολλὴ; μὴ τοίνυν νομίσῃς, φησὶν, ὅτι κατεφρόνησά σου, ἀλλ’ εἰδὼς ὅτι οὐ κατέγνων οὐδ’ ἐπελήσθην, εἰ καὶ μηδὲν ἕτερον, τὴν μάμμην καὶ τὴν ἐννόει ’δει σοι προθυμίας πρὸς τὸ ἀναζωπυρῆσαι τὸ χάρισμα τοῦ Θεοῦ· καθάπερ τὸ πῦρ δεῖται ξύλων, οὕτω ἡ χάρις τῆς προθυμίας τῆς ἡμετέρας, ἵνα ἀεὶ ἀναζέῃ· ἣν ἔλαβες εἰς προστασίαν τῆς ἐκκλησίας, εἰς σημεῖα, εἰς τὴν λατρείαν πᾶσαν· ἐν ἡμῖν γάρ ἐστι καὶ σβέσαι καὶ ἀνάψαι τοῦτο· ὑπὸ μὲν γὰρ ἀκηδίας καὶ ῥᾳθυμίας σβέννυται, ὑπὸ δὲ νήψεως καὶ προσοχῆς διεγείρεται.

Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.

Τουτέστιν, οὐ διὰ τοῦτο τὸ πνεῦμα ἐλάβομεν, ἱν ὑποστελλώμεθα, ἀλλ’ ἵνα δυνώμεθα, ἵνα παρρησιαζώμεθα· πολλοῖς γὰρ δίδωσι πνεῦμα δειλίας, οἷον ἐπὶ τῶν πολέμων, ἐν ταῖς βασιλείαις γέγονε a. “καὶ ἐποίησεν, φησὶ, πνεῦμα δειλίας ἐπ”’ τουτέστι, φόβον αὐτοῖς ἐνέβαλεν. ἀλλὰ σοὶ ἔδωκε τὸ ἐναντίον, αγαπῃ τῇ εἰς αὐτὸν· ἄρα καὶ τοῦτο ἄπο χάριτος ἐστιν· οὐχ ἀπλῶς ἀπὸ χάριτος, ἀλλ’ ὅταν καὶ ἡμεῖς πρότεροι ἐπιδειξώμεθα τὰ παρ’ ἑαυτῶν· τὸ γὰρ ποιοῦν ἡμᾶς κράζειν ἀββὰ, ὁ Πατήρ· καὶ τὴν ἀγάπην ἐντίθησι τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον φησὶν, ἵνα ἀλλήλους ἀγαπῶμεν. ἀπὸ γὰρ τῆς δυνάμεως καὶ τοῦ μὴ δειλιᾷν καὶ ἡ ἀγάπη γίνεται· οὐδὲν γὰρ οὕτως ἀγάπην διαλύειν εἴωθεν, ὡς δειλία καὶ προδοσίας φήμη· “σωφρονισμοῦ” δὲ, φησὶν, ἤτοι τὴν ὑγείαν τῆς διανοίας καὶ τῆς ψυχῆς, ἣ ὥστε σωφρονίζεσθαι ἡμᾶς, καὶ τὰ περιττὰ περικόπτειν.

Θεόδωροσ. Οὐ τοίνυν οὐδὲ δειλιᾷν προσήκει τὰ παρὰ τῶν ἔξωθεν ἐπαγόμενα κακά· διὰ τί; ὅτι ἡ ἐνοῦσα ἡμῖν τοῦ Πνεύματος χάρις ἱκανὴ καὶ ἐνισχύειν ἡμᾶς, καὶ πρὸς τὴν ἀγάπην ἐπισφίγγειν τοῦ Θεοῦ, καὶ σωφρονεστέρους ἐν τοῖς λογισμοῖς μένειν τοῖς οἰκείοις ποιεῖν.

Μῆ οὖν ἐπαατχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, [*](a In marg. Σημειῶσον ὅτι δίδωσιν ὁ Θεὸς πνεῦμα δειλίας, φόβον ἐμβάλλων οἷς βούλεται.)

58
μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ’ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν.

Χρυσοστόμου. Οὐδὲν χεῖρον ἣ ὅταν τις ἀνθρωπίνοις λογισμοῖς τὰ θεῖα κρίνῃ καὶ μετρῇ πράγματα· οὕτως γὰρ ἀποπεσεῖται τῆς πέτρας ἐκείνης ἐκ πολλοῦ τοῦ μέτρου. ὅρα οὖν Μαρκίωνα καὶ Μάνητα καὶ Οὐαλεντῖνον, καὶ πάντας τοὺς τὰς λοιπὰς αἱρέσεις καὶ τὰ ὀλέθρια δόγματα ἐπεισάγοντας τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὅπως ἀνθρωπίνοις λογισμοῖς τὰ τοῦ Θεοῦ μετρήσαντες ᾐσχύνθησαν ἐπὶ τῇ οἰκονομίᾳ· καίτοι οὐκ αἰσχύνης, ἀλλὰ πολλοῦ καυχήκαυχήματος ἄξια ἃν εἴη, τὸν σταυρὸν λέγω τοῦ Χριστοῦ. οὐδὲν γὰρ οὕτω τῆς φιλανθρωπίας αὐτοῦ τεκμήριον μέγα, ὡς ὁ σταυρός· διὸ καὶ Παῦλός φησιν, “ ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ “ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν 1ησοῦ Χριστοῦ·” διὰ τοῦτο ἄνωθεν τῷ μαθητῇ παρῄνει λέγων, καὶ δι’ ἐκείνου ἡμῖν πᾶσιν· μὴ οὖν ἐπαισχυνθῇς, ὅτι τὸν ἐσταυρωμένον κηρύττεις· τοῦτο γάρ ἐστι τὸ μαρτύριον· ταῦτα μὲν γὰρ καθ’ ἑαυτὰ θάνατος καὶ δεσμωτήρια καὶ δεσμὰ, αἰσχύνης ἄξια, ἀλλ’ ἐάν τις τὴν αἰτίαν προσθῇ, καὶ τὸ μυστήριον εἰδῇ, καλῶς πολλοῦ καυχήματος ἑκάτερα ὄντα εὑρή- εὑρήσει. ὁ θάνατος γὰρ ἐκεῖνος τὴν οἰκουμένην ἀπολλυμένην ἔσωσεν, τῇ γῇ συνῆψε τὸν οὐρανὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε, τοὺς ἀνθρώπους Αηέλους ἐποίησε καὶ Θεοῦ υἱούς· ὁ θάνατος ἐκεῖνος τὴν ἡμετέραν φύσιν ἀνήγαγεν εἰς τὸν θρόνον τὸν βασιλικόν. κἂν αὐτὸς οὖν ταῦτα πάθῃς, μὴ αἰσχυνθῇς· διὰ τοῦτο φησι, “ συγκακοπάθγσον,” τουτέστι, μὴ ἐπαισχυνθῇς τῇ πέτρᾳ, ὡς οὐκ ὄντος κινδύνου, εἰ ἐγὼ ὁ νεκροὺς ἀνιστῶν, ὁ μυρία ἐργαζόμενος σημεῖα, ὁ τὴν οἰκουμένην ἐπιδραμὼν, δέδεμαι νῦν τοῦ σταυρωθέντος ἕνεκεν· εἰ ὁ διδάσκαλος ἡμῶν καὶ δεσπότης σταυρὸν ὑπέμεινε, πολλῷ μᾶλλον ἡμεῖς τὰ δεσμά. μηδὲν οὖν ἀνθρώπινον πάθης, ἀλλὰ τοῖς αὐτοῖς κοινώνησον.

Κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέ-

59
σαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ τὴν ἰδίαν πρόθεσιν, καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων.

Μῆ γὰρ δυνάμει τῇ σῇ φησὶ, τῇ τοῦ Θεοῦ δυνάμει ταῦτα φέρε· σὸν τὸ ἑλέσθαι καὶ προθυμηθῆναι· εἶτα καὶ τῆς δυνάμεως αὐτοῦ δείκνυσι τὰ τεκμήρια· πῶς ἐσώθης, φησὶ, πῶς ἐκλήθης, κλήσει ἁγία, τουτέστιν, ἁγίους εἰργάσατο, ἁμαρτωλοὺς ὄντας καὶ ἐχθρούς· καὶ ταῦτα οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον· εἰ τοίνυν καὶ δυνατός ἐστι καλέσαι καὶ ἀγαθὸς, τῷ κατὰ χάριν καὶ οὐ κατ’ ὀφειλὴν τοῦτο ποιῆσαι, οὐ δεῖ δεδοικέναι· “οὐ κατὰ τὰ ἔργα ἡμῶν, “φησὶν, ἀλλὰ κατ’ δίαν πρόθεσιν·” οὐδενὸς ἀναγκάζοντος, οὐδενὸς συμβουλεύοντος, ἀλλ’ ἐξ ἰδίας προθέσεως· οἴκοθεν, ἐκ τῆς ἀγαθότητος αὐτοῦ ὁρμώμενος ἔσωσεν· “κατ’ ἰδίαν,” φησὶ, “πρόθεσιν κα χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων “αἰωνίων,” τουτέστιν ἀνάρχως ταῦτα τετύπωτο ἐν τῷ Χριστῷ γενέσθαι· πῶς οὖν οὐκ ἀΐδιος ὁ Υἱός; καὶ γὰρ καὶ αὐτὸς ταῦτα ἐβούλετο ἐξ ἀρχῆς.

Φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου.

Εἶδες δωρεὰν, οὐχὶ δι’ ἔργων γινομένην ἀλλὰ διὰ τοῦ εὐαγγελίου; ἐλπίδος γὰρ ταῦτά ἐστιν· ἐν μὲν γὰρ τῷ αὐτοῦ σώματι, ἀμφότερα ταῦτα γεγένηται, ἐν δὲ τῷ ἡμετέρῳ ἔσται πῶς;

Διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.

Τί δήποτε τοῦτο συνεχῶς λέγει; πεῖσαι βουλόμενος ὅτι χρὴ καὶ ἔθνεσι πλησιάζειν· μὴ καταπέσῃς, φησίν· ἐν τοῖς ἐμοῖς παθήμασι καταβέβληται τοῦ θανάτου τὰ νεῦρα· οὐχὶ ὡς κακοῦργος ταῦτα ὑπομένω, ἀλλὰ διὰ τὴν διδασκαλίαν τῶν ἐθνῶν, ἅμα καὶ ἀξιόπιστον ποιεῖ τὸν λόγον.

Δι’ ἢν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ’ οὐκ ἐπαισχύνομαι. οἶδα γὰρ ᾧ πεπίοτενκα, καὶ πέπεισμαι, ὅτι δυνα-

60
τός ἐστι τὴν παραθήκην μοῦ φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.

Αἰσχύνης γὰρ, εἰπέ μοι, τὰ δεσμά; αἰσχύνης τὰ πάθη; μὴ οὑν ἐπαισχυνθῇς· ταῦτα γὰρ πάσχω, φησὶν, εἰς δεσμωτήριον ἐμβέβλημαι, ἐλαύνομαι· ὅρα πῶς διὰ τῶν ἔργων ἐπιδείκνυται τὴν διδασκαλίαν. τί δὲ ἢν ἡ παραθήκη; ἡ πίστις, τὸ κήρυγμα· τοῦτο αὐτός, φησιν, ὁ παρακαταθέμενος ἀκέραιον φυλάξει· πάντα πάσχω, ὥστε μὴ τὸν θησαυρὸν συληθῆναι· οὐκ ἐπαισχύνομαι τούτοις, ἕως ἃν αὕτη ἀκέραιος σώζηται. ἣ τοὺς πιστοὺς λέγει τὴν παρακαταθήκην, ἣ ἣν ὁ Θεὸς αὐτῷ παρέθετο.

(Σευηριανόσ.) Ἄλλος δέ φησιν εἰς τὸ “συγκακοπάθησον “εὐαγγελίῳ.” καὶ πῶς οἷόν τε πειράζεσθαι τὸ Εὐαγγέλιον, ὡς ἐπειράζοντο οἱ κηρύττοντες, ἀλλ’ ἐπειδὴ ὁ κατὰ τῶν εὐαγγελιζομένων πειρασμὸς ἐγκοπὴν ἐποίει τῷ Εὐαγγελίῳ, διὰ τοῦτο ταῦτά φησὶ, “φωτίσαντος δὲ ζωήν·” τὸ ὂν φωτίζεται· ἐπειδὴ τοίνυν ἐδόθη μὲν πρὸ τῆς παρακοῆς τοῦ Ἀδὰμ ἡ ζωὴ, θανάτῳ δὲ ἐζοφώθη, πάλιν τῇ ἀναστάσει τοῦ Σωτῆρος ἡ ζωὴ φωτίζεται.

(Θεόσωροσ.) Ἄλλος δὲ πάλιν φησὶ, παρακαταθήκην νῦν τὸν ἀρραβῶνα τοῦ Πνεύματος, ὃν ὥσπερ τινὰ παρακαταθήκην μοι δεδωκὼς, ἐπ’ ἐλπίδι τῶν μελλόντων διαφυλάξαι τοῦτο ἀκί ῥαῖον· ἐπὶ τῷ τὴν ὁλοτελῆ με τότε τοῦ Πνεύματος. κομίσασθαι χάριν, ἧς ἐπ’ ἐλπίδι νυνὶ κεκόμισμαι ταύτην.

Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ.

Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ’ ἤδη καὶ διὰ ῥημάτων· καὶ τοῦτο καὶ ἐν ἄλλοις ἐδήλωσε λέγων· “εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ὡς δι’ ἡμῶν·” πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα· μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκε, ἅπερ οὖν ἀναμιμνήσκων αὐτοὺς ἔλεγεν· “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων, ὧν παρ’ ἐμοῦ ἤκουσας.” καθάπερ ἐπὶ τῶν ζωγράφων ἀνετυπωσάμην σοι, φησὶν, εἰκόνας ἀρετῆς, καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ κανόνα κω ἀρχέτυπον καὶ ὅρους καταβαλὼν εἰς τὴν σὴν ψυχήν· ταῦτα οὖν ἔχε, κἂν περὶ τῆς πίστεως,

61
κἂν περὶ ἀγάπη,, κα περὶ σωφρονισμοῦ δέῃ τι βουλεύσασθαι· ἐκεῖθεν λάμβανε τὰ παραδείγματα. ἣ ἐπειδὴ μὴ τὸ τέλειον τῆς γνώσεως δέδοται, ἀλλ’ ὅσον ἐχωροῦμεν ἐν ὑποτυπώσεως λόγῳ· οὐ γάρ ἐστιν ὅρος ἡ ὑποτύπωσις, ἀΛλὰ διαζωγράφησίς τις τῆς τῶν πραγμάτων φύσεως· διὰ τοῦτό φησιν, “ὑποτύπωσιν ἔχε ὑγιαι- “νόντων λόγων·” ὑγιαίνοντας δὲ λόγους καλεῖ, ἀντιδιαστέλλων τοῖς νοσώδεσι λόγοις τοῖς τῶν φιλοσόφων. “τὴν καλὴν παραθή- “κἠν φύλαξον· πῶς;” διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. οὐ γάρ ἐστιν ἀνθρωπίνης ψυχῆς ἣ δυνάμεως τοσαῦτα εμπιστευθέντα πρὸς τὴν φυλακὴν ἀρκέσαι, διὰ τὸ πλῆθος τῶν ἐπιβουλευόντων καἰ ἐφεδρευόντων δαιμόνων· ἐὰν οὖν τὸ Πνεῦμα ἔχωμεν παρ’ ἡμῖν μένον, ἐὰν μὴ τὴν χάριν ἀπολέσωμεν, παρέσται. εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς οὐχὶ καταβαλεῖν τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἱν εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθεῖν, πρὸς τὸν διδάσκαλον ἀφορῶν καὶ μεμνημένος πάν τωι τῶν συμβάντων αὐτῶ.

Περὶ τῆς ἁρμοζούσης μεταδόσεως τῶν θείων δογμάτων.

Οἶδας τοῦτο, ὅτ’ ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ασία.

Εἰκὸς ἦν ἐν Ῥώμῃ εἶναι πολλοὺς τότε ἀπὸ τῶν τῆς Ἀσίας μερῶν· ἀλλ’ οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισεν, πάντες ἀπηλλοτριώθησαν. καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ ψυχήν· εἶπεν τὸ γενόμενον· οὐ κατηράσατο αὐτοῖς, ἀλλὰ τὸν μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται αὐτῷ μυρία ἀγαθά· ἐκεῖνον δὲ οὐ κατηράσατο, ἀλλὰ τι φησιν;

Ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης, δώῃ ἔλεος, ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμᾐ, σπουδαιότερον ἐπεζήτησέν με καὶ εὗρέν με.

τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ πταιθῆναι τὸν

62
τὸν Τιμόθεον· καίτοι τὸ πρᾶγμα κινδύνων ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος. οὐ μόνον οὐκ ἔφυγέ μου τὴν συντυχίαν, ἀλλὰ καὶ ἐπεζήτησέ με καὶ εὗρέ με· “δώῃ αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίῳ, ἐν “ἐκείνη τῇ ἡμέρᾳ. καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ “γινώσκεις·” τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ μήτε ἀπειλῇ μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις, καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν· ἑαυτοῖς γὰρ μᾶλλον ἣ ἐκείνοις χαρίζεσθαι· “δώῃ αὐτῷ,” φησὶ, “Κύριος εὑρεῖν “ἔλεος παρὰ Κυρίῳ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,” τῇ φοβερᾷ καὶ χαλεπῇ, ἔνθα πολλοῦ ἐλέου χρεία ἡμῖν. ἆρα δὲ δύο Κύριοι; οὐδαμῶς, ἀλλ’ ἡμῖν εἷς Κύριος Ἰησοῦς Χριστὸς, εἷς Θεός. ἐνταῦθα οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ γραφῇ τοῦτο λεγούσῃ, ὅταν πέρι τινος διαλέγηται· εἶπεν, φησὶν, Ἀβραὰμ, ὅτι οὐ μὴ εἰσέλθῃ Ἀβραὰμ, ἣ ἄλλο τι τοιοῦτο· καὶ οὐκ εἶπεν, ὅτι δώῃ αὐτῷ ὁ Κύριος ἕτερόν τι, ἀλλ’ ἔλεος.

Σὺ δὲ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῆ χάριτι τῆ ἐν Χριστῷ Ἰησοῦ.

τουτέστι, στῆθι γενναίως, οἶδας τὴν παράταξιν· ἔχε τὴν χάριν τοῦ Θεοῦ συμμαχοῦσαν καὶ συναγωνιζιͅμένην σοι· εἰ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής.

Καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις.

Πιστοῖς, οὐ ζητητικοῖς, οὐ συλλογιστικοῖς, τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα.

Χρυσοστόμου. “Ἃ ἤκουσας·” “ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ “ἀκοὴ διὰ ῥήματος Θεοῦ·” τι ἐστι “διὰ πολλῶν μαρτύρων; ὡς ἃν εἰ ἔλεγεν· οὐ λάθρα ἤκουσας, οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν παρόντων μέτα παρρησίας, ταύτα παράθου οὐκ εἶπεν, εἶπε, ἄλλα “παράθου,” καθάπερ ἐπὶ θησαυροῦ βασιλικοῦ τὸ παρατιθέμενον ἐν ἀσφαλείᾳ παρακατατίθεται.

Οἵ τινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.

63

Δύο γὰρ χρὴ τὸν διδάσκαλον ἔχειν, καὶ πιστὸν ετͅνα·ι καὶ διδα- κτικόν· οὐ πιστοῖς οὖν μόνον λέγει, παράθου, ἀλλὰ καὶ διδακτικοῖς· τί γὰρ ὄφελος ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ καὶ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν· ἣ ὅταν αὐτὸς μὲν μὴ προδῷ τὴν πίστι ἑτέρους δὲ κατασκευάζει τοιούτους.

Περὶ τῆς ἀφρόντιδος ἐν τῷ νῦν βιῷ πολιτείας, ἐπὶ ταῖς όπόνοις τροφαῖς.

Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ.

βαβαὶ πόσον τὸ ἀξίωμα, στρατιώτην ετͅναι Χριστοῦ ; ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γὰρ στρατιώτου.

Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέση. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.

ταῦτα εἴρηται μὲν πρὸς Τιμόθεον· λέγεται δὲ καὶ πρὸς πάντα διδάσκαλον καὶ μαθητὴν δι’ ἐκείνου.

Χρυσοστόμου. Τί δέ ἐστιν, “ ἐὰν μὴ νομίμως;” οὐκ ἐὰν εἰς τὸν ἀγῶνα κάθηται, φησὶν, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται, οὐδὲ ἐὰν σηιπλακῆ, ἀλλ’ ἐὰν μὴ πάντα τὸν τῆς ἀθλήσεως νόμον φυλάττῃ· καὶ τὸν ἐπὶ σιτίων, καὶ τὸν ἐπὶ σωφροσύνης καὶ σεμνότητος, καὶ τὸ, ἐν παλαίστρᾳ, καὶ πάντα ἁπλῶς διεξέλθῃ τὰ τοῖς ἀθλγ ταῖς πρέποντα, οὐδέποτε στεφανοῦται· καὶ ὅρα τοῦ Παύλου τὴν σοφίαν· ἀθλήσεως καὶ στρατιωτῶν ἐμνημόνευσε, τὸ μευ ὥστε ἑτοίμους εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα τό δε καρτερικῶς, ἵνα φέρῃ πάντα καὶ γενναίως, ἵνα διὰ παντὸς ἐν ἀσκήσει ᾖ.

τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν με. ταλαμβάνειν.

Σευηριανοῦ. Ἐπειδὴ προλαβὼν εἶπεν, “οὐδεὶς στρατενόμενος “ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις·” ἐζητεῖτο δὲ πῶς μὴ

64
ἐμπλεκόμενος τύχῃ τῆς χρείας, ἐδείχθη ὅπως ἀπὸ τοῦ Εὐαγγελίου δεῖ ζῇν.

Χρυσοστόμου. Τὸ μὲν τοῦ στρατιώτου καὶ τοῦ ἀθλητοῦ καὶ τοῖς ἀρχομένοις κατάλληλον, τὸ δὲ τοῦ γεωργοῦ τῷ διδασκάλῳ· ὁ γεωργὸς οὐχ ἑαυτοῦ ἐπιμελεῖται, ἀλλὰ τῶν καρπῶν καὶ τῆς γῆς, τουτέστιν, οὐ μικρὰν ἀμοιβὴν τῶν πόνων καρποῦται καὶ ὁ γεωργός. ἐνταῦθα καὶ τοῦ Θεοῦ τὸ ἀνενδεὲς δείκνυσι, καὶ τὴν ἀντίδοσιν τῆς διδασκαλίας· εἶτα ἐπειδὴ τὰ παραδείγματα ἔθηκε, καὶ πάντα αἰνιγματωδῶς, “οὐδεὶς,” φησὶ, “στεφανοῦται, “ἐὰν μὴ νομίμως ἀθλήσῃ,” καὶ εἰπὼν, “τὸν κοπιῶντα γεωργὸν “δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,” ἐπήγαγε.

Νόει ἃ λέγω· δώῃ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν. τίνος ἕνεκεν ταῦτα εἴρηται; ἐν παροιμίᾳ καὶ ἐν παραβολῇ· εἶτα πάλιν τὸ φιλόστοργον αὐτοῦ δεικνὺς, οὐ παύεται ἐπευχόμενος αὐτῷ, ἅτε ὡς ὑπὲρ γνησίου τέκνου δεδοικὼς, καί φησι,

Μνημόνευε Ἰησοῦν Χριστὸν ἐπηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυὶδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος.

Ἐνταῦθα τούτου μέμνηται, καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος· ἅμα δὲ καὶ ἀνακτώμενος αὐτὸν, καὶ δεικνὺς ὅτι τῶν παθημάτων τὸ κέρδος, ὅτι καὶ αὐτὸς ὁ διδάσκαλος ἡμῶν ὁ Κύριος, διὰ πάθους τὸν θάνατον κατηγωνίσατο· τοῦτον μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν· “ἐκ σπέρματος Δαυίδ·” ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό τινες τὴν οἰκονομίαν ἀνατρέπειν, ἐπαισχυνόμενοι τῷ μεγέθει τῆς τοῦ Θεοῦ φιλανθρωπίας· τοιαῦτα γὰρ ἦν, ἃ εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, ὡς τοὺς ἀνθρώπους αἰσχύνεσθαι περιάπτειν αὐτὰ τῶ Θεῶ, καὶ ἀπιστεῖν ὅτι τοσοῦτον κατέβη· “κατὰ “τὸ εὐαγγέλιόν μου,” φησί· πανταχοῦ τοῦτο τίθησι τῶν ἐπιστολῶν· ἐπεὶ δὲ αὐτῷ πείθεσθαι ἐχρῆν, ἐπειδὴ καὶ ἕτεροι ἦσαν εὐαγγελιζόμενοι ἕτερα.

Ἐν ᾧ κακοπαθῶ ὡς κακοῦργος μέχρι δεσμῶν.

πάλιν παρ’ ἑαυτοῦ τὴν παραμυθίαν εἰσάγει, καὶ τὴν προτροπήν· ἀλλὰ τι τούτου τὸ χρήσιμον καὶ τὸ θαυμαστόν;

Ἀλλ’ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται.

65

Εἰ μὲν γὰρ κοσμικοὶ ἦμεν στρατιῶται, φησὶν, ἴσχυσεν ἃν ταῦτα τὰ δεσμὰ, τὰ χεῖρας κατέχοντα· νῦν δὲ τοιούτους ἡμᾶς ἐποίησεν ὁ Θεὸς ὡς μηδὲν καταγωνίζεσθαι ἡμῶν· δεσμοῦνται γὰρ αἱ χεῖρες, ἀλλ’ οὐχ ἡ γλῶττα· ἡμῶν γὰρ δεδεμένων, ὁ εὐαγγελικὸς λόγος λέλυται καὶ τρέχει· τοῦτο εἰς προτροπὴν τῶν λελυμένων· εἰ ἡμεῖς δεδεμένοι κηρύττομεν, πολλῷ μᾶλλον ὑμᾶς τοὺς λελυμένους τοῦτο ποιεῖν χοή.

Καὶ ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτοὺς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ, μετὰ δόξης αἰωνίου.

Ἐξὸν, φησὶν, ἀκινδύνως ζῆν, καὶ μηδὲν τούτων πάσχειν, εἴγε τὰ ἐμαυτοῦ ἐσκόπουν, ἀλλὰ ταῦτα πάσχω ὑπὲρ ἀλλοτρίων ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. εἰ γὰρ ὁ Θεὸς αὐτοὺς ἐμ λέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν, ὡς ἀν’ εἰ καὶ ἡμεῖς, φησι καὶ γὰρ κα ἧμας ὁ Θεὸς ἐξελέξατο. ὥσπερ δὲ ὁ Θεὸς δι’ ἡμᾶς ἔπαθεν, οὕτω καἰ ἡμεῖς δι’ ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, καὶ οὐ χάρις. ποίας δέ; ἵνα τύχωσι σωτηρίας, οὐ ταύτης, ἀλλὰ τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως σωτηρίας, μετὰ δόξης αἰωνίου.

Περὶ τῆς εἰς Χριστὸν πίστεως καὶ ὑπομονῆς ἐπ’ ἐλπίδι ζωῆς.

Πιστὸς ὁ λόγος.

Ὅτι ὁ ζωῆς τυχὼν οὐρανίου, καὶ αἰωνίου τεύξεται, πόθεν πιστός; “εἰ γὰρ συναπεθάνομεν,” φησὶ, “καὶ συζήσομεν·” εἰπὲ “γάρ μοι, ἐν τοῖς σκυθρωποῖς κοινωνοῦμεν αὐτῷ καὶ ἐν τοῖς κόποις ἔχουσι, καὶ ἐν τοῖς χρηστοῖς οὐκέτι; ἀλλὰ τοῦτο οὐκ ἃν οὐδὲ ἄνθρωπος ποιήσειεν τὸν ἑλόμενον αὐτῷ συναποθανεῖν, εἴ ποτε ἐν ἀνέσει γένοιτο, οὐχ αἱρούμενος αὐτῷ γενέσθαι κοινωνόν· ποῦ δὲ συναπεθάνομεν; διὰ τοῦ λουτροῦ καὶ διὰ τῶν παθημάτων. φησὶ γὰρ “τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες,” καὶ “συνετάφημεν αὐτῷ διὰ τοῦ βαπτίσματος·” ἐνταῦθα δὲ τὸν τῶν πειρασμῶν λέγει μᾶλλον.

66

Εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.

Τουτέστιν, εἰ ἀπιστοῦμεν ὅτι ἀνέστη, οὐδὲν ἀπὸ τούτου βλάπτεται ἐκεῖνος· ἀληθές ἐστι, βέβαιός ἐστιν· εἰ τοίνυν οὐδὲν παρ’ ἡμῶν βλάπτεται τῶν ἀρνουμένων, δι’ οὐδὲν ἕτερον ἀπαιτεῖ τὴν ὁμολογίαν ἡμῶν, ἀλλ’ ἣ διὰ τὸ χρήσιμον· ἵνα δὲ μή τις νομίσῃ τὸν Τιμόθεον τούτων δεῖσθαι, ἐπήγαγε,

ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου, μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων.

Φοβερὸν τὸ ἐπὶ μάρτυρος τοῦ Θεοῦ λέγειν, τότε παραδοῦναι αὐτὸν.

Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.

Τί δήποτε πολλὴν περὶ τῆς αἰσχύνης ποιεῖται τὴν σπουδήν; ἐπειδὴ πολλοὺς ἦν εἰκὸς ἐπαισχύνεσθαι τὸν Παῦλον αὐτὸν, ἅτε σκηνοποιὸν ὄντα, καὶ τὸ κήρυγμα ὡς τῶν διδασκάλων ἀπολλυμένων, ὡς τοῦ Χριστοῦ σταυρωθέντος, μὴ ἐπαισχυνθῇς, φησὶ, μηδὲν ὅλως αἰσχύνου τῶν εἰς εὐσέβειαν ἡκόντων, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας· πολλοὶ γὰρ αὐτὸν παρασπῶσι πάντοθεν καὶ παρέλκουσι· τέμνε οὖν τὰ νόθα μετὰ πολλῆς τῆς σφοδρότητος τῇ μαχαίρᾳ τοῦ Πνεύματος.

τὰς δὲ βεβήλους κενοφωνίας περιίστασο. Ὅταν γάρ τι κενὸν ἐπεισενεχθῇ, ἀεὶ καινοτομίας τίκτει καὶ οὐδαμοῦ ἵσταται.

Ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν, ὡς γάγγραινα νομὴν ἕξει.

Οὐκέτι ἰατρείᾳ κατασχεθῆναι δυνάμενοι· ἑκόντες γὰρ ἀπεπλανήθησαν· μάλιστα γὰρ οὗτοι εἰσιν ἀδιόρθωτοι.

Ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος· οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν.

67

Καλῶς εἶπεν, “ἐπὶ πλέον γὰρ προκόψουσι·” δοκεῖ γὰρ τοῦτο μόνον εἶναι τὸ δεινόν· ὅρα δὲ πόσα ἐξ αὐτοῦ τίκτεται δεινά· εἰ γὰρ ἤδη ἡ ἀνάστασις, οὐ τοῦτο μόνον ζημιούμεθα, ὅτι τῆς μεγάλης δόξης ἀπεστερήμεθα, ἀλλὰ καὶ τὰ τῆς κρίσεως ἀνῄρηται. εἰ γὰρ ἤδη ἡ ἀνάστασις, καὶ ἡ ἀνταπόδόσις, οὐκοῦν ἀπέλαυσαν μὲν οἱ ἀγαθοὶ τῶν θλίψεων καὶ τῶν ὀδυνῶν, κολάζονται δὲ οἱ πονηροί. καλῶς γε ἐν τρυφῇ ὄντες πολλῇ, καὶ ἀνατρέπουσι τὴν τινῶν πίστιν, οὐ πάντων, ἀλλά τινῶν· εἰ γὰρ ἀνάστασις οὐκ ἔστι, καὶ τὰ τῆς πίστεως ἀνατέτραπται· καὶ εἰ ἀνάστασις οὐκ ἔστι, κενὸν τὸ κήρυγμα ἡμῶν, οὐδὲ Χριστὸς ἀνέστη· εἰ δὲ μὴ ἀνέστη, οὐ δὲ ἐγεννήθη, οὐ δὲ εἰς οὐρανοὺς ἀνῆλθεν.

Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα Κυρίου.

Δείκνυσιν ὅτι καὶ πρὸ τοῦ ἀνατραπῆναι οὐκ ἦσαν βέβαιοι· οὐ γὰρ ἃν ἐτράπησαν ἀπὸ πρώτης προσβολῆς ὥσπερ οὑν οὐδὲ Ἀδὰμ πρὸ τῆς ἐντολῆς βέβαιος ἦν· οἱ γὰρ πεπηγότες οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατώντων, ἀλλὰ καὶ θαυμάζονται· ὡς στερεὸς, φησὶ, καὶ θεμέλιος, οὕτως ἔχεσθαι εῖ τῆς πίστεως ἔχειν τὴν σφραγῖδα ταύτην· τί ἐστιν “ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ; ἀπὸ τοῦ Δευτερονομίου αὐτὸ ἔλαβεν, τοῦτό ἐστιν αἱ στερεαὶ ψυχαὶ ἑστήκασι πεπηγυῖαι καὶ ἀκίνητοι· πόθεν δὲ δῆλοί εἰσιν; ἀπὸ τοῦ τὰ γράμματα ταῦτα ἔχειν ἐπὶ τῶν πραγμάτων, ἀπὸ τοῦ γνωρίζεσθαι ὑπὸ τοῦ Θεοῦ καὶ μὴ συμπαραπόλλυσθαι, καὶ ἀπὸ τοῦ ἀφεστάναι ἀπὸ ἀδικίας, ταύτην ἔχειν δεῖ τὴν σφραγῖδα ἐμ. πεπηγμένην ἐπὶ τῶν πραγμάτων.

Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἐστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν.

Χρυσοστόμου. Μῆ σὲ ταραττέτω, φησὶν, ὅτι εἰσὶν πονηροί· καὶ γὰρ ἐν μεγάλῃ οἰκίᾳ ἐστὶ σκεύη τοιαῦτα, ἀλλ’ οὐ τῆς αὐτῆς, φησὶν, ἀπολαύει τιμῆς· ἀλλὰ τὰ μέν ἐστιν εἰς τιμὴν, τὰ δὲ εἰς ἀτιμίαν. ναί· ἀλλ’ ἐνταῦθα μὲν χρῆσιν τινὰ πληροῖ,

68
ἐπὶ δὲ τοῦ κόσμον τί; οὐχὶ κέχρηται αὐτοῖς τούτοις πρὸς ἕτερα ὁ Θεός· οἷον ὁ κενόδοξος, πολλὰ οἰκοδομεῖ· ὁ πλεονέκτης, ὁ ἔμπορος, ὁ κάπηλος, ὁ ἄρχων· ἔστι γὰρ ἐν τῷ κόσμῳ αὐτοῖς ἁρμόζοντα, τὸ δὲ χρυσοῦν σκεῦος οὐδὲν τοιοῦτον, ἀλλὰ περὶ τὴν τράπεζαν στρέφεται τὴν βασιλικήν· οὐ τοῦτο οὖν φησὶν, ὅτι ἀναγκαῖον πρᾶγμα ἡ πονηρία; πῶς γάρ; ἀλλ᾿ ὅτι καὶ αὐτοὶ ἔχουσιν ἔργον· εἰ γὰρ πάντες ἦσαν καρτερικοὶ, οὐκ ἔδει οἰκοδομημάτων· εἰ πάντες τρυφῆς ἦσαν ἀπηλλαγμένοι, οὐκ ἔδει ἐδεσμάτων, ἢ λαμπρᾶς οἰκοδομῆς, εἰ τῆς χρείας ἐπεμελοῦντο πάντες.

Ἔὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον.

Χρυσοστόμου. Ὁρᾷς ὅτι οὐ φύσεως, οὐδὲ ὑλικῆς ἀνάγκης ἐστὶ τὸ εἶναι χρυσοῦν ἢ ὀστράκινον,ἀλλὰ τῆς ἡμετέρας προαιρέσεως; σκεῦος ὀστράκινον ἦν Παῦλος, ἀλλ᾿ ἐγένετο χρυσοῦν· σκεῦος χρυσοῦν ἦν Ἰούδας, ἀλλ᾿ ἐγένετο ὀστράκινον. πῶς οὖν ἀλλαχοῦ φησιν, “ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν;” ἐκεῖ τὴν φύσιν αὐτήν φησίν· ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· σκεῦος ὀστράκινον ἡμῶν τὸ σῶμα· ὥσπερ γὰρ τὸ ὀστράκινον οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς ὠπτημένος, οὕτω καὶ τὸ σῶμα τὸ ἡμέτερον, οὐδὲν ἄλλο ἐστὶν ἢ πηλὸς τῇ θερμότητι τῆς ψυχῆς στερεούμενος. ἐκεῖ οὖν περὶ φύσεως διαλέγεται, ἐνταῦθα δὲ περὶ προαιρέσεως· “ ἐὰν οὖν “ τις ἐκκαθάρῃ ἑαυτὸν,” τουτέστι τελείως καὶ παντελῶς, ἔστι σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ. ἄρα ἐκεῖνα ἄχρηστα, εἰ καί τινα χρείαν ἐπιτελεῖ, ἀλλ᾿ οὐκ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. δεῖ τοίνυν πρὸς πάντα παρεσκευάσθαι, κἂν πρὸς θάνατον, κἂν πρὸς μαρτύριον, κἂν πρὸς παρθενίαν.

Περὶ θείας διδασκαλίας καὶ βίου καθαροῦ καὶ εἰρηνικοῦ καὶ κατὰ τῶν ἐναντίων.

Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε.

Ἀντὶ τοῦ πᾶσαν ἐπιθυμίαν ἄτοπον νεωτερικήν· ταῦτα φεῦγε· “δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικα- “λουμένων τὸν Κύριον, ἐκ καθαρᾶς καρδίας.” δικαιοσύνην τὴν

69
καθόλου ἀρετὴν λέγει, τὴν ἐν τῷ βίῳ εὐσέβειαν, “μετὰ τῶν ἐπι- “καλουμένων τὸν Κύριον,” τουτέστι,, ἐκείνοις θάρρει μόνοις, τοῖς ἀνυποκρίτως καὶ ἀδόλως προσιοῦσι· μετὰ δὲ τῶν ἄλλων οὐ χρὴ πρᾷον εἶναι, ἀλλὰ μόνον εἰρηνεύειν τὸ ἐξ αὐτοῦ.

τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ.

Ὁρᾷς πῶς πανταχοῦ αὐτὸν ἀπάγει τῶν ζητήσεων; οὐ διὰ τὸ μὴ ἔχειν ἱκανῶς ἀνατρέπειν αὐτὰς, εἶχε γὰρ, ἀλλ’ οἰδεν ἄχρηστον ὃν τὸ καθιέναι ὅλως εἰς τούτους τοὺς ἀγῶνας, καὶ ὅτι οὐδὲν ἔσται ὅλως ἣ μάχη καὶ ἀπέχθεια. ταύτας οὖν τὰς ζητήσεις παραιτοῦ· ὥστε εἰσὶν ἕτεραι ζητήσεις, αἱ περὶ γραφῶν, αἱ περὶ τῶν ἄλλων.

Οὐ δεῖ οὖν μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας.

Πῶς οὖν λέγει, “ἔλεγχε αὐτὸν μετὰ πάσης ἐπιταγῆς, καὶ ἐνταῦθα πάλιν, “μηδείς σου τῆς νεότητος καταφρονείτω·” καὶ πάλιν, “ἔλεγχε αὐτοὺς ἀποτόμως;” ὅτι καὶ τοῦτο πρᾳότης ἐστίν· ὁ γὰρ σφοδρὸς ἔλεγχος ὅταν μετὰ ἐπιεικείας γένηται, ὁ μάλιστα δυνάμενος δακεῖν, οὗτός ἐστι διδακτικὸς πρὸς πάντας βουλομένους διδαχθῆναι· “αἱρετικὸν,” γάρ φησιν, “ἄνθρωπον, μετὰ μίαν καὶ “δευτέραν νουθεσίαν παραιτοῦ·” “ἀνεξίκακον,” μάλιστα γὰρ τοῦτο ἔχειν χρὴ, ἐπεὶ πάντα μάτην γίνεται· συμβαίνει γὰρ τῆς συνεχοῦς διδασκαλίας κατελθόντα τὸν καρπὸν ἐκκόψαι τὸ ἐνοχλοῦν τῆς ψυχῆς πάθος· ὁ γὰρ μυριάκις ἀκούσας πείσεται τι.

Ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους.

Μάλιστα γὰρ τὸν διδάσκοντα τοῦτο χρὴ ποιεῖν· οὐ γὰρ ἔνι ψυχὴν δεομένην μαθεῖ, μετὰ θρασύτητος καὶ μάχης δυνηθῆναί τι τῶν χρησίμων συνιδεῖν· δεῖ γὰρ τὸν μέλλοντά τι τῶν χρησίμων μανθάνειν, πρὸ τῶν ἄλλων ἁπάντων, ἡδέως ἔχειν πρὸς τὸν διδάσκοντα· ἡδέως δὲ οὐκ ἄν τις ἔχοι πρὸς τὸν θρασυνόμενον καὶ ὑβρίζοντα· “πῶς οὖν αἱρετικόν,” φησιν, “ἄνθρωπον μετὰ μίαν “καὶ δευτέραν νουθεσίαν;” παρὰ τοῦ τὸν ἀδιόρθωτον λέγει, ὃν οἶδας ἀνίατα νοσοῦντα.

Μήποτε δῷ αὐτοῖς ὁ Κύριος μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς παγίδος τοῦ διαβόλου.

Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἴσως ἔσται διόρθωσις· τὸ δὲ ἴσως

70
ἐπὶ τῶν ἀδήλων ἐστίν· ὥστε ἐκείνων ἀφίστασθαι μόνον χρὴ, περὶ ὧν δυνάμεθα σαφῶς ἀποφήνασθαι, ὅτι οὐδ’ ἃν ὁτιοῦν γένηται, μεταστησονται.

Ἐζωγρημένους ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θελημὰ.

Καλῶς εἶπεν ἐζωγρημένοι· τέως γὰρ ἐν πλάνῃ νήχονται· ὁρᾷς πῶς διδάσκει μετριοφρονεῖν; οὐκ εἶπε, μήποτε δυνηθῇς, ἀλλὰ μήποτε δῷ αὐτοῖς ὁ Κύριος ἀνανῆψαι· μήποτε τοίνυν διακεώμεθα ὡς αὐτοὶ τινὰ πείσοντες κἂν πείσωμεν· “καὶ ζωγρηθέντες,” φησὶν, “ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα·” τοῦτο δὲ οὐ περὶ δογμάτων ἄν τις εἴποι, ἀλλὰ καὶ περὶ βίου· τὸ δὲ “μήποτε” πολλῆς μακροθυμίας ἐστὶ, καὶ τὸ μὴ ποιεῖν τὸ θέλημα τοῦ Θεοῦ, παγὶς διαβολική.

Πρόρρησις περὶ κακίας ἀνθρώπων πλεοναζούσης, ἀπατηλῆς ἐλεγχομένης.

τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί.

Οὐχὶ τὰς ἡμέρας λέγει, οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας καὶ γὰρ ἥμιν οὐτῶ λέγειν ἔθος ἐστιν· καιροὺς πονηροὺς καὶ μὴ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων, ἀπὸ τῶν ἀνθρώπων.

Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι.

Ὁ φίλαυτος οὗτός ἐστιν, ὁ μάλιστα ἑαυτὸν φιλῶν, ὁ δὲ φιλάδελφος οὗτος μάλιστά ἐστιν ὁ ἑαυτὸν ἀγαπῶν· ἀπὸ τούτου ἡ φιλαργυρία. τὴν γὰρ ἀγάπην πλατεῖαν οὖσαν καὶ πανταχοῦ ἐκκεχυμένην συστέλλει καὶ εἰς βραχὺ συνάγει τὸ τῆς φιλαυτίας ὀλέθριον καὶ πικρόν. “φιλάργυροι·” ἀπὸ τούτου ἀλαζονεία τίκτεται, ἀπὸ τῆς ἀλαζονείας ὑπερηφανία, ἀπὸ τῆς ὑπερηφανίας βλασφημία, ἀπὸ τῆς βλασφημίας ἀπόνοια καὶ ἀπείθεια. ὁ γὰρ κατὰ ἀνθρώπων ἐπαιρόμενος εὐκόλως καὶ κατὰ τοῦ Θεοῦ· οὕτω καὶ τὰ ἁμαρτήματα τίκτεται, πολλάκις κάτωθεν ἄνω ἄνεισιν. ὁ πρὸς τοὺς ἀνθρώπους εὐλαβὴς, πολλῷ μᾶλλον πρὸς τὸν Θεόν· ὁ πρὸς ὁμοδούλους ἐπιεικὴς, πολλῷ μᾶλλον πρὸς τὸν δεσπότην· ὁ δὲ

71
ὁμοδούλων καταφρονῶν, ὁδῷ προβαίνων, καὶ αὐτοῦ καταφρονήσει τοῦ Θεοῦ.

ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι.

Θεόδωροσ. Φίλαυτοί εἰσιν οἱ πάντα πρὸς τὴν ἑαυτῶν ὠφέλειαν ποιοῦντες. “ἀλαζόνες,” καυχώμενοι ἔχειν ἃ μὴ “ὑπερήφανοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς οὖσιν. “βλάσφη- “μοι,” κατηγορίαις χαίροντες. “ἀνόσιοι,” ἐπιμέλειαν τοῦ δικαίου μὴ ποιούμενοι. “ἄστοργοι,” περὶ οὐδένα σχέσιν ἔχοντες. “ἄσπον- “δοι,” οὐ βέβαιοι περὶ τὰς φιλίας, οὐδὲ ἀληθεῖς περὶ ἃ συντίθενται, “διάβολοι·” ταῦτά τε ἐκεῖ, ἐκεῖνα ἐνταῦθα λέγοντες, ἐπὶ τῷ κατεργάζεσθαι μάχην. “ἀκρατεῖ̈” ἥττους τῶν παθῶν. “ἀνή- “μεροι,” οὐδεμιᾶς χρηστότητος ἐπιμελούμενοι. “τετυφωμένοι,” μεγάλα φρονοῦντες ἐπὶ τοῖς μὴ προσοῦσι· διαφέρει δὲ τοῦ άλαζόνος τῷ τὸν μὲν τετυφωμένον ἀπὸ τῆς γνώμης λέγειν, ἀλαζόνα δὲ ’τον ἔπι ῥήματι καυχώμενον.

Χρυσοστόμου. Ὁ ἀχάριστος δὲ ἀνόσιος εἰκότως· ὁ γὰρ τὸν εὐεργέτην ἀχάριστος, τις ἂν γένοιτό ποτε περὶ τοὺς ἄλλους; ὁ ἀχάριστος, ἄσπονδος, ὁ ἀχάριστος, ἄστοργος· “διάβολοι,” φησὶ, τουτέστι κατήγοροι· οἱ γὰρ μηδὲν ἑαυτοῖς συνειδότες ἀγαθὸν, ὥσπερ τινὰ παραμυθίαν ἔχοντες τὸ τῶν ἄλλων τὰς ὑπολήψεις βλασφημεῖν, μυρία πλημμελοῦσι καὶ ἁμαρτάνουσιν· “ἀκρατεῖς,’ πάντων τῶν παθῶν· “ἀνήμεροι·” ἐντεῦθεν ἡ ὠμότης, ἐντεῦθεν ἡ ἀπήνεια, ὅταν τις φιλάργυρος ᾖ, ὅταν φίλαυτος, ὅταν ἀχάριστος, ὅταν λάγνος. “ἀφιλάγαθοι, προδόται φιλίας, προπετεῖς, οὐδὲν βε- “βηκὸς ἔχοντες, τετυφωμένοι, ἀπονοίας πεπληρωμένοι.”

Φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.

Καὶ ἐν τῇ πρὸς Ῥωμαίους γράφων, οὕτω πω, φησὶν, “ἔχοντες “μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.” ἐκεῖ μὲν ἐπαινῶν αὐτὸ τίθησιν· ἐνταῦθα δὲ παρὰ πάντα τὰ ἐλαττώματα χαλεπώτερον αὐτὸ δείκνυσι τὸ ἁμάρτημα· τί δή ποτε; ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον αὐτὸ ἔλαβεν. ὥσπερ γὰρ τὴν εἰκόνα, πολλάκις μὲν εἰς ὁμοίωσιν λαμβάνει, πολλάκις δὲ εἰς τὸ ἄψυχον καὶ οὐδαμινὸν, οἷον καθάπερ καὶ αὐτὸς φησὶ, γράφων, “ἀνὴρ μὲν

72
“γὰρ οὐκ ὀφείλει κατακάμπτεσθαι τὴν κεφαλὴν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων·” καὶ πάλιν ὁ προφήτης “πλὴν ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος·” καὶ τὸν λέοντα, ποτὲ μὲν εἰς τὸ βασιλικὸν λαμβάνει· “ἐκοιμήθη,” φησὶν, “ὡς λέων, καὶ ὡς σκύμνος “λέοντος, τίς ἐγερεῖ αὐτόν;” ποτὲ δὲ εἰς τὸ ἁρπακτικὸν, “ὡς “λέων ἁρπάζων καὶ ὠρυόμενος·” οὕτω καὶ ἡμεῖς τὸ αὐτὸ ποιοῦμεν· ἐπειδὴ γὰρ τὰ πράγματα σύνθετά ἐστι καὶ ποικίλα, εἰκότως εἰς πολλὰς εἰκόνας καὶ παραδείγματα εἴληπται· οὕτως καὶ ἐν τῆ μορφῇ· ἐκεῖ μὲν ὅτι τύπος τις καὶ εἰκὼν καὶ διδασκαλία ἐστὶ, καὶ ἀρχέτυπον τῆς εὐσεβείας· ἐνταῦθα δὲ ὅτι ἄψυχον καὶ νεκρὸν, καὶ σχῆμα μόνον καὶ τύπον καὶ ὑπόκρισιν δηλοῖ· οὐδὲν γὰρ κέρδος πίστεως, ὅταν μηδὲν πράττῃ τῶν τὴν εὐσέβειαν χαρακτηριζόντων· “τούτους οὖν,” φησὶν, “ἀποτρέπου,” ἀλλ’ ἐν ὑστέροις οἱ τοιοῦτοι ἔσονται. πῶς, φησὶ, “τούτους ἀποτρέπου;” εἰκὸς μὲν καὶ τότε τοιούτους εἶναί τινας, τὸ δὲ ἀληθέστερον δι’ ἐκείνου πᾶσιν παραινεῖ.

Ἐκ τούτων γὰρ εἰσὶν οἱ ἐνδύνοτες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα.

Ὁρᾷς αὐτοὺς τῇ τοῦ ἀρχαίου ἀπάτῃ κεχρημένους τῷ ὅπλῳ, ᾧ καὶ ὁ διάβολος κατὰ τοῦ Ἀδὰμ ἐχρήσατο· εἶδες τὸ ἀναίσχυντον πῶς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἐνδύνοντες, τὸ ἄτιμον, τὴν ἀπάτην, τὴν κολακείαν; “καὶ αἰχμαλωτίζοντες γυναικάρια·” γυναικῶν γὰρ τὸ ἀπατᾶσθαι, μᾶλλον δὲ οὐ γυναικῶν, ἀλλὰ γυναικαρίων. “σεσωρευμένα.” ὁρᾷς πόθεν κἀκείναις γίνεται τὸ πείθεσθαι ἀπὸ τῶν ἁμαρτημάτων, καὶ σφόδρα κυρίως εἶπεν “σεσωρευμένα·” τὸ πλῆθος γὰρ τῶν ἁμαρτημάτων συνίστησι, καὶ τὸ ἄτακτον, καὶ τὸ συγκεχυμένον, “ἀγόμενα ἐπιθυμίαις ποικίλαις,” οὐ τῆς φύσεως κατηγόρησεν· οὐ γὰρ ἁπλῶς εἶπεν γυναῖκας, ἀλλὰ τοιάσδε γυναῖκας· διὰ δὲ τοῦ “ποικίλαις” πολλὰ ᾐνίξατο, τὴν τρυφὴν, τὴν ἀσχημοσύνην τὴν λαγνείαν, τὴν φιλοχρηματίαν, τὴν αὐθάδειαν, τὴν τιμήν· ἴσως καὶ ἑτέρας αἰσχρὰς ἐπιθυμίας αἰνίττεται· “πάν- “τοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν

73
“δυνάμενα.” ἐπειδὴ γὰρ ἑαυτὰς κατέχωσαν ταῖς ἐπιθυμίαις ἐκείναις καὶ τοῖς ἁμαρτήμασιν, ἐπορώθη αὐτῶν ἡ διάνοια.

Ὃν τρόπον δὲ Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτω καὶ οὗτοι ἀντιστήσονται τῆ ἀληθείᾳ.

Οὗτοί εἰσιν οἱ μάγοι οἱ ἐπὶ τοῦ Μώσεως. πόθεν δὲ αὐτῶν τὰ ὀνόματα; οὐδαμοῦ γὰρ ἐμφέρεται ἀλλαχοῦ. ἣ ἀγράφως παραδέδοτο, ἣ ἀπὸ τοῦ Πνεύματος εἰκὸς ἦν εἰδέναι τὸν Παῦλον.

Οὕτως καὶ οὗτοι ἀντιστήσονται τῇ ἀληθείᾳ· ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν· ἀδόκιμοι περὶ τὴν πίστιν. ἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πλέον· ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

Πῶς οὖν λέγει ἀλλαχοῦ; “καὶ προκόψουσιν ἐπὶ πλέον ἀσεβίας·” ἐνταῦθα δὲ “οὐ προκόψουσιν. ἐκεῖ τοῦτό φησιν, ὅτι ἀρχόμενοι καινοτομεῖν καἰ πλανᾷν οὐ στήσονται τῆς πλάνης, ἀλλ’ ἀεὶ ἐξευρήσουσιν ἀπάτας καινὰς καὶ δόγματα διεφθαρμένα· ἐνταῦθα δὲ τοῦτό φησιν, ὅτι οὐκ ἀπατήσουσι, κἂν παρὰ τὴν ἀρχὴν δόξωσί τινὰς παρακρούεσθαι, ἀλλ’ εὐφώρατοι ταχέως ἔσονται· διὰ τοῦτο ἐπιφέρει, “ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν·” πόθεν τοῦτο; ὥσπερ “καὶ ἡ ἐκείνων ἐγένετο·” πανταχόθεν γὰρ κἂν πρὸς καιρὸν ἀνθήσῃ τὰ τῆς πλάνης, εἰς τέλος οὐ διαμένει.

Ἄλλοσ δέ φησιν, ἀνωτέρω ἐπὶ τῶν ἀπατωμένων λέγει, ὡς οὐδέποτε ἐπιλειψόντων αὐτοῖς τῶν πειθομένων οἷς λέγουσιν· ἐνταῦθα δὲ παρὰ τοῖς τῆς ἀληθείας δοκιμασταῖς οὐ προκόπτειν αὐτοὺς φησίν· οἱ γὰρ ἐν ἀρχῇ πολλάκις οὔπω τὰ κατ’ αὐτοὺς εἰδότες, τῷ σχήματι δελεάζονται· τῷ χρόνῳ μέντοι τὴν ἐνοῦσαν αὐτοῖς τῶν δογμάτων διαφορὰν ἐπιγινώσκουσιν.

Προτροπὴ τῆς ἑαυτοῦ μιμήσεως ἐξ ἐναντίου τοῖς φαύλοις, ἐν ὑπομονῇ Θεοῦ.

Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ.

Χρυσοστόμου. Ὥστε ἰὸς ἕσο· ἐνταῦθα τὸν χρόνον πολὺν γεγενῆσθαι, ἀπὸ τοῦ εἰπεῖν, “παρηκολούθηκας τῇ

74
“διδασκαλίᾳ·” τοῦτο περὶ λόγου· “ τῇ ἀγωγῇ,” τοῦτο περὶ βίου· “ τῇ προθέσει,” τοῦτο περὶ προθυμίας καὶ τοῦ παραστήματος τῆς ψυχῆς· “ τῇ μακροθυμίᾳ·” πῶς οὐδέν με τούτων ἐτάρασσε; “ τῇ “ἀγάπῃ·” ὄπερ οὐκ εἶχον οὗτοι· “ τῇ ὑπομονῇ,” ὅπερ οὐδὲ τοῦτο· “ τῇ μακροθυμίᾳ,” φησὶ πρὸς τοὺς αἱρετικούς· “ τῇ ὑπο- “ μονῇ, πρὸς τοὺς διωγμούς· τοῖς λογισμοῖς a, “ τοῖς παθήμασιν·” δύο γὰρ ταῦτα ταράττει τὸν διδάσκαλον, τὸ αἱρετικοὺς εἶναι παλλοὺς, καὶ τὸ διώκεσθαι.

Οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις.

Τούτων ἴσως ὡς νεαρῶν μέμνηται καὶ γνωρίμων αὐτῷ· ταῦτα δὲ οὐ πρὸς ἐπίδειξιν λέγει, ἀλλὰ πρὸς παραμυθίαν τοῦ μαθητοῦ. Ἀντίοχειαν δὲ τὴν Πισιδίας ἐνταῦθά φησιν. ἐν Ἰκονίῳ τινές φασι διὰ Θέκλαν· ἐν Λύστροις, ὅθεν ἦν ὁ Τιμόθεος· τινὲς δὲ πάλιν φασὶ διὰ τὴν ἔχουσαν τὸ πνεῦμα τοῦ Πύθωνος.

Οἵους διωγμοὺς ὑπέμεινα.

Ἀμφότερα παρακλήσεως, ὅτι καὶ ἐγὼ προθυμίαν παρειχόμην γενναίαν, καὶ οὐκ ἐγκατελείφθην.

Ἐκ πάντων γὰρ μὲ ἐρρύσατο ὁ Κύριος· καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ διωχθήσονται.

Τί δὲ ὅλως, φησὶ, λέγω περὶ ἐμαντοῦ; ἕκαστος τῶν θελόντων εὐσεβῶς ζῇν διωχθήσεται. τὰς θλίψεις ἐνταῦθά φησι καὶ τὰς ὀδύνας· καὶ γὰρ οὐκ ἔνι ἄνδρα τὴν τῆς ἀρετῆς ὁδὸν ὁδεύοντα μὴ εἶναι ἐν λύπῃ, ἢ χωρὶς εἶναι θλίψεως καὶ πειρασμῶν.

Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.

Μηδέν σε θορυβείτω, φησὶν, εἰ ἐκεῖνοι μὲν ἐν εὐθηνίᾳ, σὺ δὲ ἐν πειοασμοῖς· τοιαύτη γὰρ ἡ τοῦ πράγματος φύσις ἐστίν· ἐκ τῶν ἐμῶν δύνασαι μαθεῖν, ὅτι οὐκ ἔνι ἄνδρα πολεμοῦντα τοῖς πονηροῖς μὴ εἶναι ἐν θλίψει.

Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα [*](a Leg. διωγμοῖς.)

75
οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

Καθάπερ ὁ προφήτης Δαβὶδ παρῄνεσε μὴ παρὰ ζήλου ἐν πονη- ρευομένοις, τοῦτο καὶ αὐτὸς παραινεῖ λέγων· “σὺ δὲ μένε ἐν οἷς “ἔμαθες καὶ ἐπιστώθης·” τουτέστιν, ἐπίστευσας ὅτι αὕτη ἐστὶν ἡ ζωὴ, κἂν ἐναντία τοίνυν ὁρᾷς ἐνταῦθα ὣν ἐπίστευσας, μὴ θορυβοῦ, ἐπεὶ καὶ Ἀβραὰμ ἤκουσεν, “ἐν Ἰσαὰκ κληθήσεταί σοι “σπέρμα,” καὶ τὸν Ἰσαὰκ σφάξαι ἐκελεύετο, καὶ οὐδὲν ἐθορυβεῖτο· διὰ τοῦτο δίκαιοι ἐνταῦθα θλίβονται, ὅτι πάροικοι εἰσιν, ὅτι ξένοι· καὶ δοκιμῆς ἕνεκεν ταῦτα ὑπομένουσιν· οἱ δὲ ἁμαρτωλοὶ, ἐὰν καὶ ποτέ ἐστι b τοιοῦτον ὑπομένωσι, δίκην τίνουσι τῶν ἁμαρτημάτων· εἰ γὰρ μηδεὶς πονηρὸς ἐκολάζετο, οὐδεὶς ἃν ἐνόμισεν ἐφεστάναι τὸν Θεὸν τοῖς ἀνθρωπίνοις πράγμασι· καὶ εἰ πάντες ἐκολάζοντο, οὐδεὶς ἃν προσεδόκησεν εἶναι ἀνάστασιν, ὡς πάντων ἐνταῦθα ἀπολαμβανόντων· διὰ τοῦτο κολάζει καὶ οὐ κολάζει. “εἰδὼς,” φησὶν, ὅτι “ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας,” τουτέστιν, ἐκ πρώτης ἡλικίας, ἐν ταῖς θείαις ἀνετράφης γραφαῖς, ὥστε καὶ διὰ τοῦτο στερρὰν εἶναι σοι προσήκει τὴν πίστιν· κατὰ βάθους γὰρ ἡ ῥίζα κεῖται, ἣ χρόνῳ τραφεῖσα πολλῷ, καὶ οὐδὲν αὐτὴν παραβλάψαι δύναται· “τὰ δυνάμενά σε,” φησὶ, “σο- “φίσαι.” τουτέστι,, οὐκ ἀφίησιν ἀνόητόν τι παθεῖν, καὶ οἷον οἱ πολλοὶ τὰς γραφὰς μὴ εἰδότες· ὁ γὰρ τὰς γραφὰς εἰδὼς ὡς εἰδέναι χρὴ, οὐδενὶ τῶν γινομένων σκανδαλίζεται, πάντα φέρει γενναίως· τὰ μὲν τῇ πίστει ἐπιτρέπων καὶ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ οἰκονομίας, τῶν δὲ καὶ λόγους εἰδὼς, καὶ παραδείγματα εὑρίσκων ἐν ταῖς γραφαῖς.

Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος.

Πόλλην παράκλησιν ποιησάμενος καὶ παραμυθίαν ἀπὸ πάντων, ἐπάγει καὶ τὴν ἀπὸ τῶν γραφῶν τελειοτέραν οὖσαν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν· τί γὰρ οἴει παθεῖν τὸν Τιμόθεον, οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τῶν χρόνων τῶν ἐγγὺς τοῦ θανάτου· διὰ τοῦτο ὅτε πολλὴν ἐποιήσατο παρά- [*](b Leg. τι.)

76
κλῆσιν, τότε περὶ τῆς τελευτῆς ἑαυτοῦ διαλέγεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ καὶ λέξεσι κέχρηται ἱκαναῖς αὐτὸν παραμυθήσασθαι, καὶ χαρᾶς ἐμπλῆσαι, ὡς θυσίαν νομισθῆναι εἶναι τὸ πρᾶγμα, ἣ τελευτὴν καὶ μετάστασιν πρὸς τὰ κρείττω, ὅπερ οὑν καὶ ἢν· “ἐγὼ “γὰρ ἤδη σπένδομαι,” φησὶ, διὰ τοῦτο ἔγραφε λέγων,

Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμὸν, πρὸς ἐπανόρθωσιν, πρὸς παι- δείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἀρτίως ἦ ὁ τοῦ Θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

Εἴ τι μαθεῖν, εἴ τι ἀγνοῆσαι χρὴ, ἐκεῖθεν εἰσόμεθα· εἰ ἐλέγξαι ψευδῆ, καὶ τοῦτο ἐκεῖθεν· εἰ ἐπανορθωθῆναι καὶ σωφρονισθῆναι πρὸς παράκλησιν, πρὸς παραμυθίαν, εἴ τι λείπει καὶ χρὴ προστιθέναι. “ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος·” ἀντ’ ἐμοῦ τοίνυν, φησὶν, ἔχεις τὰς γραφὰς, εἴ τι βούλει μαθεῖν, ἐκεῖθεν δυνήσῃ.

Διαμαρτύρομαι οὖν ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίναι ζῶντας καὶ νεκρούς.

Ἤ τοι ἁμαρτωλοὺς λέγει καὶ δικαίους, ἤτοι καὶ τοὺς ἀπελθόντας καὶ τοὺς νῦν ὄντας, ἢ ὅτι πολλοὶ καταληφθήσονται ζῶντες. ἐφόβησεν αὐτὸν καὶ ἐν τῇ προτέρᾳ, ἐνταῦθα δὲ τὸ φοβερώτερον τέθεικε· “τοῦ μέλλοντος κρίναι καὶ ζῶντας καὶ νεκροὺς,” τουτέστι, τοῦ μέλλοντος τὰς εὐθύνας ἀπαιτεῖν “κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ “καὶ τὴν βασιλείαν,” ἵνα εἴπῃ τὴν μετὰ δόξης, τὴν μετὰ βασιλείας. ἣ ὅτι διαμαρτύρομαί σοι τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν, μάρτυρα καλῶς ἐκεῖνον, ὅτι καὶ τοῦτο ἀνέμνησα.

Κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάση μακροθυμίᾳ καὶ διδαχῇ.

τουτέστι μὴ καιρὸν ἔχε ὡρισμένον, ἀεὶ σοι καιρὸς ἔστω, μὴ ἐν εἰρήνῃ, μηδὲ ἐν ἀδείᾳ ὢν, μηδὲ ἐν ἐκκλησίᾳ μόνον καθήμενος, ἐν δὲ τοῖς κινδύνοις ὑποσταλεὶς, κἂν ἐν δεσμωτηρίῳ ᾖς, κἂν ἅλυσιν περικείμενος, κἂν μέλλῃς ἐξιέναι ἐπὶ θάνατον, καὶ παρ’ αὐτὸν τὸν καιρὸν ἔλεγξον, μὴ ὑποσταλῇς ἐπιτιμῆσαι· τότε γὰρ καὶ ἡ ἐπιτίμησις ἔχει καιρὸν, ὅταν ὁ ἔλεγχος προχωρήσῃ, ὅταν ἀποδειχθῇ

77
τὸ ἔργον· παρακάλεσον, φησίν· ἄν τε γὰρ χωρὶς ἐλέγχων ἐπιτιμήσῃς, δόξεις εἶναι θρασὺς, καὶ οὐδεὶς ἀνέχεται· μετὰ δὲ τὸ ἀποδειχθῆναι, τότε καὶ καταδέχεται τὴν ἐπιτίμησιν· ἄν τε ἐπιτιμήσῃς καὶ μὴ παράκλησιν προσαγάγῃς, πάλιν τὸ πᾶν ἀνατέτραπται· ἀφόρητον γὰρ ἔλεγχος καθ’ ἑαυτὸν, ὅταν μὴ παράκλησιν ἀναμεμιγμένην ἔχῃ· πάλιν ὁ ἐλέγχων μακροθυμίας δεῖται, ὥστε μὴ ἁπλῶς πιστεύειν· καὶ ἡ ἐπιτίμησις καὶ ἡ παράκλησις καὶ ἡ διδαχὴ, μὴ ὡς ὀργιζόμενος, μὴ ὡς μαινόμενος, μὴ ὡς ἐπεμβαίνων, μὴ ὡς ἐχθρὸν εὑρηκὼς, ἀλλ’ ὡς φιλῶν καὶ συναλγῶν, ὡς μᾶλλον ἐκείνου πενθῶν.

Περὶ τῶν καινοτομησάντων ἀντιτάττει τὸν Τιμόθεον.

Ἔσται γὰρ καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται.

Πρὶν ἣ ἐκτραχηλισθῆναι προκατάλαβε πάντας αὐτοὺς, ὡς ἔχεις εἴκοντα, μαθητευομένους πάντα πρᾶττε.

Ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσιν ἑαυτοῖς c διδασκάλους.

Οὐδὲν ἐμφαντικώτερον τῆς λέξεως ταύτης· τὸ γὰρ ἀδιάκριτον πλῆθος τῶν διδασκάλων διὰ τοῦ “σωρεύουσιν” ἐδήλωσε, καὶ διὰ τοῦ παρὰ τῶν μαθητῶν χειροτονεῖσθαι· “κνηθόμενοι τὴν ἀκοὴν, τῆς ἡδονῆς, φησι, χάριν λέγοντες.

Καὶ ἀπὸ μὲν τῆς ἀληθείας, τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.

Θεόδωροσ. Μύθους εἶπε τὰ ἐναντία τῆς εὐσεβείας ῥήματα· ταῦτα δέ φησιν ὥστε διεγεῖραι αὐτὸν, καὶ ἵνα ὅταν ἐκβῇ, τῷ παρόντι καιρῷ κεχρῆσθαι εἰς δέον· ὅθεν ἐπάγει,

Σὺ δὲ νῆφε ἐν πᾶσι, κακοπάθησον.

τουτέστι, κάμε, προκατάλαβε, πρὶν ἣ τὴν λύμην ἐκείνην ἐπελθεῖν τῇ ποίμνῃ.

[*](c αὐτοὺς Cod.)
78

Περὶ τῆς ἑαυτοῦ μελλούσης ἀναλύσεως ἐπὶ δόξη αἰωνίᾳ.

Ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

Ἄρα τοῦτο ἔργον εὐαγγελιστοῦ, τὸ κακοπαθεῖν καὶ παρ’ ἑαυτοῦ καὶ παρὰ τῶν ἔξωθεν· τὸ δὲ “πληροφόρησον” ἀντὶ τοῦ πλήρωσον· ἰδοὺ καὶ ἄλλη ἀνάγκη τοῦ κακοπαθεῖν.

Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκεν.

Οὐκ εἶπε τῆς ἐμῆς θυσίας· τῆς μὲν γὰρ τῆς θυσίας οὐ τὸ πᾶν ἀναφέρεται τῷ Θεῷ, τῆς δὲ σπονδῆς τὸ ὅλον.

τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα.

τίνος ἕνεκεν οὕτω μεγαληγορεῖ ταῦτα λέγων ὁ Παῦλος; ἐμοὶ δοκεῖ τὴν ἀθυμίαν βούλεται παραμυθήσασθαι τοῦ μαθητοῦ, θαρρεῖν κελεύων, ὡς ἐπὶ στέφανον ἀπιόντος αὐτοῦ, ὡς πάντα τετελεκότος· ὡς ἃν εἰ πατὴρ παιδίον αὐτῷ παρακαθήμενον καὶ τὴν ὀρφανίαν οὐ φέρον παραμυθεῖται λέγων, τέκνον, μὴ κλαῖε· ἐζήσαμεν καλῶς εἰς γῆρας ἐλθόντες, καταλιμπανόμενοι· ἄληπτος ἡμῶν ὁ βίος γέγονε, μετὰ δόξης ἀπερχόμεθα· ἔχεις καὶ σὺ θαυμάζεσθαι ἀπὸ τῶν ἡμῖν πεπραγμένων. πολλὰς ἡμῖν ὁ βασιλεὺς οἶδε τὰς χάριτας, τρόπαια ἐστήσαμεν, τοὺς πολέμους ἐνικήσαμεν· οὐ μεγαληγορῶν, ἀλλὰ τοῖς ἐγκωμίοις παιδεύων τὸν παῖδα, κούφως φέρειν τὰ συμβάντα, καὶ χρηστὰς ἔχειν τὰς ἐλπίδας.

Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος.

Δικαιοσύνην ἐνταῦθα τὴν καθόλου φησὶν ἀρετήν.

Ὂν ἀποδώσει μοι ὁ δίκαιος κριτὴς, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

Ἐν πᾶσιν, πολλῷ μᾶλλον Τιμοθέῳ· πῶς δὲ ἄν τις ἀγαπήσειεν τὴν ἐπιφάνειαν τοῦ Χριστοῦ; εἰ χαίροι ἐπὶ τῇ παρουσίᾳ αὐτοῦ,

79
εἰ ἄξια πράττοι τῆς χαρᾶς. ἐπιφάνεια δὲ λέγεται διὰ τὸ ἐπάνω φαίνεσθαι, καὶ ἄνωθεν ἀνατέλλειν.

Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν πρός με ταχέως. Ἄξιον ἐπιζητῆσαι, πῶς καλεῖ τὸν Τιμόθεον πρὸς ἑαυτὸν, εἴγε ἐκκλησίαν ἐμπεπιστευμένος ἦν καὶ ἔθνος ὁλόκληρον; ἀνάγκῃ κατείληπτο πολλῇ, δεσμωτήριον ᾤκει καὶ συνεκέκλητο ὑπὸ Νέρωνος, ἰδεῖν ποθῶν πρὸ τῆς τελευτῆς, καὶ ἴσως πολλὰ παραθέσθαι· καὶ οὐ λέγει ἵνα σε ἴδω πρὶν ἀπελθεῖν ἐκ τοῦ βίου, ὃ μάλιστα λυπεῖ, ἀλλ’ ἐπειδὴ μόνος εἰμὶ, καὶ οὐδένα ἔχω τὸν συναντιλαμβανόμενόν μοι τοῦ εὐαγγελίου.

Δὴμᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην.

τουτέστι, τῆς ἀνέσεως ἐρασθεὶς τοῦ ἀκινδύνου καὶ τοῦ ἀσφαλοῦς, εἵλετο μᾶλλον οἴκοι τρυφᾷν, ἣ μετ’ ἐμοῦ ταλαιπωρεῖσθαι. τοῦτον διέβαλεν, οὐ τοῦτο αὐτὸ προῃρημένος, ἀλλ’ ἡμᾶς στηρίξαι ὥστε μὴ μαλακίζεσθαι ἐν τοῖς κινδύνοις· τοῦτο γάρ ἐστι τὸν παρόντα ἀγαπήσαι αἰῶνα.

Κρίσκης εἰς Γαλατίαν, Τῖτος εἰς Δαλματίαν.

Θεόδωροσ. τὰς νῦν καλουμένας Γαλλίας· οὕτως γὰρ πάντες ἐκάλουν οἱ παλαιοί. τούτους δὲ οὐκέτι διαβάλλει· καὶ γὰρ ὁ Τῖτος τῶν σφόδρα θαυμαστῶν ἦν.

Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ.

Οὗτος γὰρ σφόδρα ἀδιασπάστως εἶχεν αὐτοῦ, ὁ καὶ τὸ Εὐαγγέλιον γράψας καὶ τὰς Πραξεῖς τὰς Καθολικὰς, φιλόπονος ὣν καὶ φιλομαθὴς καὶ καρτερικός.

Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστι γάρ μοι εὔχρηστος εἰς διακονίαν.

Οὐκ εἰς τὴν ἀνάπαυσιν τὴν ἑαυτοῦ, ἀλλ’ εἰς τὴν διακονίαν τοῦ Εὐαγγελίου· ὥστε μηδὲ μίαν γενέσθαι ταραχὴν κατὰ τὴν αὐτοῦ τελευτὴν τοῖς πιστοῖς· τῶν αὐτοῦ μαθητῶν πολλῶν παρόντων καὶ παραμυθουμένων τοὺς ἀφορήτως φέροντας αὐτοῦ τὴν τελευτήν· καὶ γὰρ ἄνδρας ἀξιολόγους εἰκὸς εἶναι τοὺς πεπιστευκότας ἐπὶ τῆς Ῥώμης.

τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τι παρὰ Κάρπῳ,

80
ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.

Ἱμάτια ἐνταῦθα λέγει, τινὲς δέ φασι τὸ γλωσσόκομον ἔνθα τὰ βιβλία ἔκειτο· τι δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν πρὸς τὸν Θέον; καὶ μάλιστα, ὥστε αὐτὰ τοῖς πιστοῖς παραθέσθαι, καὶ ἀντὶ τῆς αὐτοῦ διδασκαλίας ἔχειν αὐτά· τὸν δὲ φελόνην ἐζήτει, ὥστε μὴ δεηθῆναι παρ’ ἑτέρων λαβεῖν· ὁρᾷς γὰρ αὐτὸν πολλὴν ὑπὲρ τούτου ποιούμενον τὴν σπουδήν.

Ἀλέξανδρός ὁ χαλκεὺς πολλά μοι κακὰ ἐπεδείξατο· ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ.

πάλιν ἐνταῦθα μέμνηται πειρασμοῦ, οὐχ ἁπλῶς ἐκεῖνον βουλόμενος διαβαλεῖν, ἀλλὰ τὸν μαθητὴν ἀλείψαι πρὸς τοὺς ἀγῶνας, ὥστε πάντα φέρειν γενναίως· κἂν εὐτελεῖς ὦσιν οἱ τὰς πείρας προσάγοντες· “ἔθλιψέ με, φησὶ, διαφόρως,” ἀλλ’ οὐκ ἀτιμωρητὶ ταῦτα αὐτῷ προχωρήσει, οὐχ οὕτως τῶν ἁγίων ταῖς τιμωρίαις ἐπιτρεχόντων, ἀλλ’ ὡς τοῦ κηρύγματος δεομένου καὶ τῶν ἀσθενεστέρων τῆς ἐντεῦθεν παραμυθίας, ὃ καὶ προφητεία ἐστὶν, εἰ ἄρα ἀποδώσει αὐτῷ κατὰ τὰ ἔργα αὐτοῦ, “ὃν καὶ σὺ φυλάττου, λίαν “γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις.” τουτέστι, πολεμεῖ καὶ ἀνθίσταται· καὶ οὐκ εἶπε, τιμώρησαι, κόλασον, ἀπέλασον, καίτοι γε ἐνῆν ταῦτα διὰ τῆς χάριτος ἐργάσασθαι, ἀλλ’ οὐδὲν τούτων εἶπε, οὐδὲ ὁπλίζει αὐτὸν κατ’ αὐτοῦ, ἀλλὰ παραχωρεῖν κελεύει, τῷ ἐῷ παραχωροῦντα τὴν τιμωρίαν.

Ἐν τῆ πρώτη μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον, μὴ αὐτοῖς λογισθείῃ· ὁ δὲ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με, ἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούση πάντα τὰ ἔθνη, καὶ ἐρρύσατό με ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον. ἀμήν.

Χρυσοστόμου. Ποῖαν λέγει πρώτην ἀπολογίαν; παρέστη τῷ Νέρωνι καὶ διέφυγεν· ἐπειδὴ δὲ τὸν οἰνοχόον αὐτοῦ κατήχησε, τότε αὐτὸν ἀπέτεμεν· οὐδὲ γὰρ οὕτω πρὸς τὰ εἴδωλα ζῆλον εἶχεν

81
ὁ Νέρων, οὕτως ἦν ἐξίτηλος ἐν πᾶσι· τὸ δὲ “ πάντες με q̓κα- “ τωπον,n οἱ Ἰουδαῖοι, φησὶν, οἱ ἀδελφοί· “ μὴ αὐτοὺς λογι- “ σθείη.” ὁρᾷς αὐτὸν μὴ μόνον οὐ βουλόμενον τιμωρεῖσθαι, ἀλλὰ καὶ συγχώρησιν εὐχόμενον ; καίτοι δεινὰ ἐπεπόνθει· οὐ γὰρ ἴσον ἀπὸ ἀλλοτρίων προδίδοσθαι, ὅσον τὸ ἀπὸ τῶν οἰκείων· “ ὁ δὲ Κύ- " ριός μοι παρέστη,” φησί· τὸν γὰρ ὑπὸ ἀνθρώπων ἐγκαταλιμ- πανόμενον ὁ Κύριος οὐκ ἀφίησιν· “ ἐνεδυνάμωσέ με,” φησὶ, τουτέστι, παρρησίαν ἐχαρίσατο, καὶ οὐκ ἀφῆκε καταπεσεῖν. ὁρᾷς προτροπὴν πρὸς τὸν μαθητήν ; “ ἵνα δέ μου τὸ κήρνγμα πληρο- “ φορηθῇ.” ὅρα ταπεινοφροσύνην, οὐ γὰρ ὡς ἄξιος, φησὶν, ἐπικου- ρίας ἐν, ἀλλὰ διὰ τὸ κήρυγμα, ἵνα πληρωθῇ καὶ εἰς πέρας ἔλθῃ, καὶ ἀκούση, φησὶ, πάντα τὰ ἔθνη· ἵνα πᾶσι, φησὶ, κατάδηλος γένηται καὶ τοῦ κηρύγματος ἡ δύναμις, καὶ τῆς περὶ ἐμὲ προνοίας ἡ κηδεμονία· καὶ “ ἐρρύσθην ἐκ στόματος λέοντος.” λέοντα τὸν Νέρωνα λέγει, διὰ τὸ ὠμὸν καὶ θηριῶδες. “ καὶ ῥύσε- “ ταί με ὁ Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν “ βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.” εἰ ῥύσεται, πῶς, φησὶν, “ ἐγὼ ἤδη σπένδομαι , ἀλλ’ ὅρα, τότε μὲν ἐκ τοῦ Νέρωνος ἐρρύσατο, νῦν δὲ οὐκέτι ἐκ τοῦ Νέρωνος· τὸ ἱκανὸν γὰρ τῷ εὐαηελίῳ ἐγεγόνει, ἀλλ’ ἀπὸ παντὸς ἁμαρτήματος, τουτέστιν, οὐκ ἀφήσει καταγνωσθέντα ἔν τινι ἀπελθεῖν, “ καὶ σώσει εἰς τὴν βασιλείαν α αὐτοῦ·” ἐξαρπάσει με, φησὶν, ἔνθεν καὶ φυλάξει· τοῦτο γὰρ τὸ “ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ·” ἄρα αὕτη ἐστὶν ἡ σωτηρία. " ᾧ “ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν·” ὅρα δοξολογίαν Υἱοῦ ὥσπερ ἤδη Πατρὸς, καὶ ἄλλοτε Πνεύματος.

Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιὀνησιφόρου οἶκον.

Οὗτοι εἰσιν, ὧν συνεχῶς μέμνηται, τῶν σκηνοποιῶν, παρ᾿ οἷς καὶ κατήχθη· τῆς δὲ γυναικὸς ὡς πιστοτέρας, πρώτης μέμνηται. ὁ γὰρ oνησιφόρος ἐν Ρώμη ἦν, τοὺς οὖν ἐν τῷ οἴκω αὐτοῦ ἀσπάζεται, ταύτῃ διεγείρων πρὸς τὸν ὅμοιον τῷ Ὀντͅσιφόρῳ ζῆλόν.

Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.

Ἐπειδὴ τούτων οὐκ ἐμνήσθη,νῦν μέμνηται, ἵνα δείξη ὅτι πάν-

82
τόθεν μεμόνωται καὶ χρήζει τοῦ Τιμοθέου. “τρόφιμον δὲ ἀπέλιπον “ἐν Μιλήτῳ ἀσθενοῦντα·” διὰ τι γὰρ μὴ ἰάσω αὐτὸν, ἀλλ’ ἀπέλιπες; οὐ πάντα ἴσχυον οἱ Ἀπόστολοι, ἣ οὐ πάντα ᾠκονόμουν χάριτι, ἵνα μή τις λογίσηται εἰς αὐτοὺς, ὑπὲρ ὃ βλέπει. ἡ δὲ Μίλητος ἐγγὺς τῆς Ἐφέσου τυγχάνει. ἄρα οὖν ἀποπλέων ἐπὶ τὴν Ἰουδαίαν ἀπέλιπεν αὐτὸν, ἣ μετὰ τὸ γενέσθαι ἐν Ῥώμη· πάλιν γὰρ εἰς τὴν Σπανίαν ἀπῆλθεν· εἰ δὲ καὶ ἐκεῖθεν εἰς ταῦτα τὰ μέρη οὐκ ἴσμεν. “σπούδασον πρὸ χειμῶνος ἐλθεῖν,” ἕως οὗ, φησὶ, ζῶ· ἵνα μὴ τῷ χειμῶνι ἐπισχεθεὶς οὐκ ἴδῃς με.

Ἀσπάζεταί σε Εὔβουλος, καὶ Σπουδῆς, καὶ Λῆνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες. ὁ Κύριος Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου· ἡ χάρις μεθ’ ὑμῶν. τοῦτον τὸν ληνὸν ἱστοροῦσι τινες δεύτερον μετὰ Πέτρον ἐπίσκοπον τῆς Ῥωμαίων ἐκκλησίας γεγενῆσθαι. τίνος δὲ ἕνεκεν τοσούτων ὄντων πιστῶν, τούτων μέμνηται; δηλονότι ὡς ἐκβεβηκότων ἤδη τὴν γνώμην τῶν κοσμικῶν πραγμάτων, καὶ μᾶλλον λαμπόντων.

τριὰς, μονὰς, ἐλέησον.

τέλος τῶν εἰς τὴν πρὸς Τιμόθεον β΄ Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν.