Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 7. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1843.

1

ΤΩΝ τοῦ Ἀποστόλου μαθητῶν ὁ Τιμόθεος ἦν· καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν, ὃς ἅμα τε μαθητὴς ἐγένετο καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς περιτομῆς κηρύσσοντος, καὶ μαθὼν ὅτι καὶ Πέτρῳ ἀντέστη τούτου ἕνεκεν, ἑλέσθαι μὴ μόνον τὸ ἐναντίον κηρύξαι, ἀλλὰ καὶ τὸ παθεῖν· περιέτεμε γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ τοιαύτη, καὶ οὕτως αὐτῶ πᾶσαν εὐθέως τὴν οἰκονομίαν ἐνεπίστευσεν.

Ἥρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα ὅστις ἐστίν· ἐν πολλοῖς γὰρ αὐτῷ ἐμαρτύρησε· καὶ τὰ νῦν λεγόμενα θαυμαστὰ δείκνυσιν αὐτοῦ τὴν παρρησίαν· εἰ δέ τις ἐξετάζει, τι δήποτε Τίτῳ καὶ Τιμοθέῳ γράφει μόνοις, καίτοι γε καὶ Σίλας τῶν εὐδοκίμων ἦν, καὶ Λουκᾶς καὶ Κλήμης, ὅτι τούτοις ἤδη ἐκκλησίας ἢν ἐγκεχειρηκώς· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ ὑπερβολὴ τῆς ἀρετῆς, ὡς μηδὲ τὴν νεότητα ἐμποδίσαι.

2

α΄. Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγ- κης.

β΄. Περὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιστὴν ἐκ διώκτου, κατὰ χάριν Θεοῦ.

γ΄. Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.

δ΄. Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς.

ε΄. Περὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναῖκας εἶναι, διὰ τὴν φύσιν κὼ τὸ πάθος τὸ ἐξ ἀγάπης.

ς΄. Περὶ ἀρετῆς ἐπισκόπων.

ζ΄. Περὶ θείας σαρκώσεως.

η΄. Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι.

θ΄. Περὶ ἐπιμελείας αὐτοῦ, καὶ τῆς ἐκκλησίας.

ι΄. Περὶ τοῦ ἁρμοζόντως ἑκάστῳ προσφέρεσθαι.

ια΄. Περὶ χηρῶν ἡλικίας, καὶ τρόπου, καὶ διοικήσεως.

ιβ΄. Περὶ πρεσβυτέρων τιμῆς.

ιγ΄. Περὶ χειροτονίας ἀσφαλοῦς.

ἱν. ὅτι οὐδὲν ἔργον λανθάνει.

ιε΄. Περὶ δούλων ὑπακοῆς.

ἲς. Κατὰ φιλοκερδῶν, καὶ ψευδοδιδασκάλων.

ἵζ’. Παραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἄχρι τίλους.

ιη΄. Πλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν.

3

Περὶ τῆς εἰς ἀγάπην Θεοῦ ὁδηγίας, τὴν ἀπροσδεῆ νομικῆς ἀνάγκης.

ΠΑΥΛΟΣ Ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.

Μέγα τὸ τοῦ Ἀποστόλου ἀξίωμα ἦν, καὶ πανταχοῦ ὁρῶμεν τὸν Παῦλον προτιθέντα τὰς αἰτίας τοῦ ἀξιώματος· οὐχ ὡς ἁρπάζοντα τὴν τιμὴν, ἀλλ’ ὡς ἐγχειρισθέντα καὶ ἀνάγκην ἔχοντα. ὥσπερ γὰρ ὁ ἐπιπηδῶν τῇ μὴ διδομένῃ παρὰ τοῦ Θεοῦ τιμῇ μέμψεως ἄξιος, οὕτως ὁ διακρουόμενος καὶ ἀποπηδῶν ἑτέρων ἐστὶν ἐγκλημάτων ὑπεύθυνος, παρακοῆς καὶ ἀπειθείας· τοῦτο γοῦν καὶ νῦν ἐν ἀρχῇ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, ὁ Παῦλός φησι, “ Παῦλος “ Ἀπόστολος Ἰησοῦ Χριστοῦ κατ’ ἐπιταγὴν Θεοῦ.” οὐκ εἶπεν ἐνταῦθα, Παῦλος κλητὸς, ἀλλὰ “ κατ’ ἐπιταγὴν Θεοῦ.” ἵνα γὰρ μή τι ἀνθρώπινον πάθῃ ὁ Τιμόθεος, νομίζων ἐξίσης αὐτῷ διαλέγεσθαι καὶ τοῖς μαθηταῖς, διὰ τοῦτο οὕτως ἤρξατο. καὶ ποῦ ἐπέταξεν αὐτῷ ὁ Θεός; εὑρίσκεται τὸ Πνεῦμα λέγον ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων· “ ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν βαρνάβαν.” πανταχοῦ τοίνυν γράφων προτίθησι τὸ ὄνομα τοῦ Ἀποστόλου, παιδεύων τὸν ἀκούοντα, μὴ νομίζειν ἀνθρώπινα εἶναι τὰ λεγόμενα. “ κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν.” καὶ μὴν οὐδαμοῦ φαίνεται ὁ Πατὴρ ἐπιτάξας, ἀλλὰ πανταχοῦ ὁ Χριστὸς αὐτῷ ἰδίᾳ λέγεται,

4
ἀλλ’ ἅπερ ἃν ὁ Υἱὸς ἐπιτάξῃ, ταῦτα τοῦ Πατρὸς ἐπίταγμα λέγει εἶναι, ὥσπερ καὶ τὰ τοῦ Πνεύματος τοῦ Υἱοῦ. ὅρα δὲ καὶ πῶς κοινὴν αὐτὴν ἐποίησεν· ἐπήγαγε γὰρ, “ καὶ Χριστοῦ Ἰησοῦ “ τῆς ἐλπίδος ἡμῶν·” ὅρα πῶς κυρίως τὰ ἐπώνυμα τέθεικε· καὶ μὴν ὁ ψαλμῳδὸς περὶ τοῦ Πατρὸς τοῦτό φησι λέγων, “ ἡ ἐλπὶς “ πάντων τῶν περάτων τῆς γῆς·” καὶ πάλιν ὁ μακάριος Παῦλος γράφων ἑτέρωθι φησιν, “ εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, “ ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι καὶ ἀληθινῷ.”

Τὸν διδάσκαλον ἀναγκαῖον κινδύνους ὑπομένειν, καὶ πολλῷ τῶν μαθητῶν πλείονας· διὰ τοῦτο εὐθέως ἐκ προοιμίων αὐτοῦ τὴν ψυχὴν ἀνιστὰς, σωτῆρα ἔχομεν, φησὶ, τὸν Θεὸν, καὶ ἐλπίδα τὸν Χριστόν· πολλὰ πάσχομεν, ἀλλ’ ἔχομεν ἐλπίδας μεγάλας, ἔχομεν τὸν σώζοντα, οὐκ ἄνθρωπον, ἀλλὰ Θεόν. ἄλλοθι φησὶν, οὐ τέθεικεν ἐν ταῖς ἄλλαις Ἐπιστολαῖς τὸ “ κατ’ ἐπιταγήν·” διὰ τί νῦν τέθεικεν; ἐπειδὴ ἔμελλε νομοθετεῖν τινα καὶ ἐκκλησιαστικοὺς κανόνας ἐκτίθεσθαι, προλαβὼν πείθει, ὅτι κατ’ ἐπιταγὴν Θεοῦ μέλλει λέγειν. “ Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει.” ὅρα τὸ ἐγκώμιον ὅσον, εἴγε οὐ μόνον υἱὸν αὐτοῦ φησιν αὐτὸν, ἀλλὰ καὶ γνήσιον τέκνον· τὴν ἀκριβῆ ὑπὲρ τοὺς ἄλλους πρὸς αὐτὸν ὁμοιότητα δεῖξαι βουλόμενος, καὶ ὅτι οὐδὲν ἐνήλλακτο κατὰ τὴν πίστιν, τὸ ἐμφερὲς ἔχων εἰ δὲ τοσαύτην ἐπεδείξατο πίστιν, ὡς Παύλου γενέσθαι τέκνον, καὶ οὐχ ἁπλῶς τέκνον, ἀλλὰ καὶ γνήσιον, θαρρήσει περὶ τῶν μελλόντων· πίστις γὰρ τοῦτό ἐστι, τὸ κἂν ἐναντία ταῖς ἐπαγγελίαις ᾖ τὰ γινόμενα, μὴ καταπίπτειν μηδὲ θορυ- βεῖσθαι.

Χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.

Καὶ τοῦτο ἀπὸ πολλῆς φιλοστοργίας· πλείονα γὰρ ἐπεύχεται τῷ παιδὶ, δεδοικὼς ὑπὲρ αὐτοῦ καὶ τρέμων· πλείονος γὰρ μάλιστα οἱ διδάσκαλοι δέονται τοῦ ἐλέου, “ ἀπὸ Θεοῦ πατρὸς ἡμῶν·” πάλιν ἐνταῦθα παραμυθία· εἰ γὰρ πατὴρ ὁ Θεὸς, ὡς τέκνων φεί- δεται.

Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσω, πορευόμενος εἰς Μακεδονίαν.

5

Ἄκουε τὸ προσηνές· πῶς οὐ διδασκάλου φωνῇ χρῆται, ἀλλ’ ἱκέτου σχεδόν. οὐ γὰρ εἶπεν ἐπέταξα, οὐδὲ ἐκέλευσα, οὐ μὴν πρὸς πάντας τοὺς μαθητὰς οὕτω διακεῖσθαι χρὴ, ἀλλὰ πρὸς τοὺς ἡμέροὺς καὶ ἐναρέστους· πρὸς δὲ τοὺς μὴ γνησίους, ἑτέρως, καθὼς καὶ αὐτός φησιν, “ ἔλεγχε αὐτοὺς μετὰ πάσης ἐπιταγῆς,” ὃ καὶ ἐνταῦθα, “ ἵνα παραγγείλῃς,” οὐχ ἵνα παρακαλέσῃς.

Ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν.

Οὐ τίθησι δὲ αὐτοὺς ὀνομαστὶ, ἵνα μὴ ἀναισχυντοτέρους ἐργάσηται τῇ τοῦ ἐλέγχου περιφανείᾳ. “ ἵνα παραγγείλῃς τισὶ, μὴ “ ἑτεροδιδασκαλεῖν·” τινὲς ἦσαν ἐς Ἰουδαίων ψευδαπόστολοι, βουλόμενοι πάλιν ἐπὶ τὸν νόμον ἕλκειν τοὺς πιστοὺς, ὃ πανταχοῦ τῶν ἐπιστολῶν αἰτιᾶται· ἐποίουν δὲ τοῦτο, οὐχ οὕτως ὑπὸ συνειδότος ἑλκόμενοι, ὡς ὑπὸ κενοδοξίας καὶ τοῦ θέλειν ἔχειν μαθητάς· καὶ τῷ μακαρίῳ Παύλῳ φιλονεικοῦντες, τουτέστιν ἡ ἑτεροδιδασκαλία.

Μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράν- τοῖς.

Μύθους—οὐ τὸν νόμον φησὶν, ἄπαγε, ἀλλὰ τὰς παραποιήσεις καὶ τὰ παραχαράγματα καὶ τὰ παράσημα δόγματα· εἰκὸς γὰρ τοὺς ἐξ Ἰουδαίων ἐν τοῖς ἀνονήτοις τὸν πάντα χρόνον ἀναλίσκειν, πάππους καὶ ἐπιπάππους ἀριθμοῦντας, ἵνα δῆθεν ἐμπειρίας πολλῆς καὶ ἱστορίας πείραν ἔχωσι. τί δέ ἐστι “ἀπεράντοις;” ἤτοι πέρας οὐδὲν ἔχουσι χρήσιμον ἣ δυσκατάληπτον ὑμῖν. οἶμαι δὲ καὶ Ἕλληνας αἰνίττεσθαι αὐτὸν εἰπόντα “ μύθοις καὶ γενεαλογίαις, ὡς τοὺς Θέους αὐτῶν καταλεγόντων.

(ΘΕΌΔΩΡΌΣ.) Ἄλλος δέ φησιν· οὐ διὰ τὸ παραγγέλλειν μόνον τισὶ μὴ ἑτεροδιδασκαλεῖν κατέλιπεν αὐτὸν ἐν Ἐφέσω, ἀλλὰ καὶ πάσης ἐπιμελεῖσθαι τῆς ἐκκλησιαστικῆς καταστάσεως, περὶ ἧς αὐτῷ καὶ γεγράφηκε. δῆλον δὲ ὅτι τὸ “ ἵνα παραγγείλῃς τισὶ” περὶ τῶν οἰκείων λέγει· οὐ γὰρ δὴ τοῖς ἀλλοτρίοις παραγγέλλειν ἠδύνατο· τοὐναντίον γὰρ καὶ πολλὰ κακὰ ὑπέμενον παρ’ ἐκείνων· λέγει δὲ περὶ τῶν ἐκ περιτομῆς, οἳ πολὺν ὑπὲρ τοῦ νόμου δῆθεν ποιούμενοι λόγον, τοὺς ἀπὸ ἐθνῶν ἐπεχείρουν διδάσκειν ἐναντία τοῦ Χριστιανικοῦ δόγματος. λέγει τοίνυν, πᾶσι μὲν παράγγελε, προηγουμένως δὲ τοῖς ἀπὸ ἐθνῶν μὴ προσέχειν τοῖς μύθοις τοῖς ὑπ’

6
ἐκείνων λεγομένοις καὶ ταῖς γενεαλογίαις· πολλὴν γὰρ ἐποιοῦντο τὴν σπουδὴν τοῦ δεικνύναι τὸν Χριστὸν οὐκ ἀκολούθως ταῖς ἐπαγ- γελίαις ἐξ Ἀβραὰμ καὶ Δαυὶδ γεγονότα· καὶ διὰ τοῦτο ἐπεχεί- ρουν καὶ τὰ γένη τὰ παλαιὰ διηγεῖσθαι δῆθεν, ἀφ’ ωτν δὴ πολλοὺς τῶν ἀπὸ ἐθνῶν πεπιστευκότων παρετάραττον, οὐδὲν τῶν ἀκριβῶς ἐπισταμένων. καλῶς δὲ αὐτὰς καὶ ἀπεράντους ἐκάλεσεν, ὡς τῶν ἐπὶ τὰ τοιαῦτα ἐκφερομένων, δυναμένων τῇδε κἀκεῖσε περιάγεσθαι τῷ λόγῳ, ὅπερ ἐν ταῖς γενεαλογίαις γίνεσθαι ἀνάγκη· νῦν μὲν τούτου λεγόντων τὸ γένος, ατυθις δὲ τὸ ἑτέρου, καὶ πάλιν ἀπὸ τούτου μεθισταμένων εἰς ἕτερον. μύθους δὲ αὐτοὺς ὠνόμασεν ὡς μὴ ἔχοντας ἀναγκαίαν διήγησιν.

Αἵτινες ζητήσεις παρέχουσι μᾶλλον ἢ οἰκονομίαν τοῦ Θεοῦ τὴν ἐν πίστει.

Καλῶς εἶπεν "οἰκονομίαν Θεοῦ,” μεγάλα γὰρ ἠθέλησεν ἡμῖν δοῦναι ὁ Θεὸς, ἀλλ’ οὐ δέχεται ὁ λογισμὸς τὸ μέγεθος αὐτοῦ τῶν οἰκονομιῶν· διὰ πίστεως οὖν τοῦτο γενέσθαι δεῖ· ἡ γὰρ περὶ ταῦτα σχολὴ καὶ ζήτησις οὐκ ἐᾷ γνῶναι τοῦ Θεοῦ τὴν οἰκονομίαν, καθ’ ἣν τὴν ἡμετέραν διὰ Χριστοῦ εἰργάσατο σωτηρίαν, ᾗ μᾶλλον προσέχειν ἔδει μετὰ πίστεως, ἀπὸ τῶν πραγμάτων ἔχοντας τῆς ἀληθείας τὴν ἀπόδειξιν.

To δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθα- ῥᾶς καρδίας.

ΙΩΛ́ΝΝΩΥ. Εἰπὼν " ἵνα παραγγείλῃς τισὶ μὴ ἑτεροδιδασκαλεῖν,” καὶ τὸν τρόπον ὑφηγεῖται, καθ’ ὃν τοῦτο γενέσθαι δυνατόν· τίς δὴ οὑν οὗτός ἐστιν ; ἡ ἀγάπη. ὥσπερ οὑν ὅταν λέγῃ τέλος νόμου Χριστὸς, τὸ συμπλήρωμά φησι, καὶ τοῦτο ἐκείνῳ ἐνέχεται· οὕτω ἡ παραγγελία αὕτη ἐνέχεται τῇ ἀγάπῃ. τέλος ἰατρείας ὑγίεια, ὥστε ὑγιείας οὔσης, οὐ πολλῆς δεῖ κατασκευῆς· καὶ ἀγαπῆς οὔσης, οὐ πολλῆς δεῖ παραγγελίας· τὸ δὲ *’ ἐκ καθαρᾶς καρδίας” ἤτοι περὶ πολιτείας ὀρθῆς φησιν, ἣ περὶ γνησίας ἀγάπης.

Ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολο- γίαν.

Καλῶς εἶπεν " ἀστοχήσαντες,” τέχνης γὰρ δεῖ ὥστε εὐθείᾳ βάλλειν καὶ μὴ ἔξω τοῦ σκοποῦ, ὥστε ὑπὸ τοῦ Πνεύματος εὐθύ-

7
νεσθαι· πολλὰ γὰρ τὰ τῆς εὐθείας παρεκτρέποντα, καὶ δεῖ πρὸς ἓν ὅραν·

Θέλοντες εἶναι νομοδιδάσκαλοι.

“ Ὁρᾷς καὶ ἄλλην αἰτίαν τῆς φιλαρχίας ; διὰ τοῦτο καὶ ὁ “ Χριστὸς ἔλεγεν,” ὑμεῖς δὲ μηδένα καλέσητε ῥαββί.”

Μῆ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περί τινων δια- βεβαιοῦνται.

Ἐνταῦθα διαβάλλει αὐτοὺς ὡς οὐκ εἰδότας τὸν τοῦ νόμου σκοπὸν, οὐδὲ τὸν καιρὸν μέχρι τίνος κύριον εἶναι δεῖ· πῶς οὖν εἰ ἐξ ἀνοίας τὸ ἁμάρτημα, λέγεις, ὅτι διὰ τὸ θέλειν εἶναι νομουδιδασκάλους, ἀλλὰ καὶ τὸ μὴ διακατέχειν τὴν ἀγάπην, ὅτι καὶ ἡ ἄγνοια ἐκ τούτων ἐτέχθη· ὅταν γὰρ ψυχὴ πράγμασιν ἑαυτὴν δῷ σαρκι- κοῖς, πηροῦται αὐτῆς τὸ διορατικόν; οὐκ ἴσασι, φησὶ, “ περὶ τίνων “διαβεβαιοῦνται·” εἰκὸς γὰρ ἦν αὐτοὺς πολλὰ περὶ καθαρσίων καὶ τῶν ἄλλων σωματικῶν λέγειν· εἶτα ἀφεὶς διελέγξαι ἐκεῖνα ὡς οὐδὲν ὄντα ἣ σκιὰς τῶν πνευματικῶν καὶ ὑπογραμμοὺς, ὃ μᾶλλον προσηνέστερον ἦν, τοῦτο ἐργάζεται· ποῖον δὴ τοῦτο ; ἐπαινεῖ τὸν νόμον, νόμον ἐνταῦθα τὴν δεκάλογον καλῶν, ἀπὸ γὰρ τούτου κἀκεῖνα ἐξέβαλλεν· εἰ γὰρ ταῦτα αὐτὰ κολάζει τοὺς παραβαίνοντας καὶ ἄχρηστα ἡμῖν γίνεται, πολλῷ μᾶλλον ἐκεῖνα.

οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐάν τις αὐτῷ νομίμως χρῆται, εἰδὼς τοῦτο ὅτι δικαίῳ νόμος οὐ κεῖται.

Τί οὖν ἐὰν μὴ νομίμως χρῆται, οὐ καλός; ναὶ, φησὶ, καὶ οὕτω καλός· ἀλλ’ ὃ λέγει, τοῦτό ἐστιν· ἐπαινεῖ αὐτὸν δι’ ἔργων· εἰσὶ γὰρ οἱ μὴ χρώμενοι, ἀλλὰ μόνον τῇ διὰ ῥημάτων διδασκαλίᾳ, τοῦτό ἐστιν ἀνόμως χρῆσθαι. χρῆται μὲν γὰρ, ἀλλ’ οὐκ εἰς οἰκείαν ὠφέλειαν. ἔστι δὲ καὶ ἄλλο, ἐὰν νομίμως χρήσῃ, παραπέμπει σε πρὸς τὸν Χριστόν· ὅταν γὰρ αὐτοῦ σκοπὸς ᾖ δικαιῶσαι τὸν ἄνθρωπον, μὴ δύνηται δὲ, παραπέμπει πρὸς τὸν δυνάμενον. καὶ νόμῳ δὲ χρῆται πάλιν νομίμως, ὁ μὴ διὰ τὴν ἐκ τῶν γραμμάτων ἀνάγκην σωφρονῶν, ὥστε μὴ διὰ τὸν ἐκείνου φόβον αὐτὸν κατορθοῦν, ἀλλὰ διὰ τὴν ἀρετήν. ὁ γὰρ μὴ ἀπὸ τοῦ φόβου αὐτὸν πληρῶν, ἀλλ’ ἀπὸ τῆς κατὰ τὴν ἀρετὴν πλείονος ἐπιθυμίας, οὗτος μᾶλλον αὐτὸν κατορθοῖ· οὐ γὰρ ὁμοίως ὁ κόλασιν δεδοικὼς καὶ ὁ

8
τιμῆς ἐφιέμενος τὸν νόμον πληροῖ, οὐχ ὁμοίως ὁ ὑπὸ τὸν νόμον ὣν καὶ ὑπὲρ τὸν νόμον· τὸ γὰρ ὑπὲρ νόμον ζῆσαι τοῦτό ἐστι, τὸ νομίμως χρήσασθαι· νόμῳ γὰρ ἐκεῖνος χρῆται καλῶς καὶ φυλάττει, ὁ μείζονα τοῦ νόμου κατορθῶν· ὁ γὰρ νόμος ὡς τὰ πολλὰ κακῶν ἀπαγόρευσίς ἐστι, δίκαιον δὲ οὐ ποιεῖ τοῦτο, ἀλλ’ καὶ ἀγαθῶν ἐργασία.

Εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται.

Ὅτι κολάσεως ἐστιν ἐκτὸς, καὶ ὅτι οὐ περιμένει τὰ πρακτέα παρ’ ἐκείνου μαθεῖν, ἔνδοθεν ἔχων τὴν τοῦ Πνεύματος ὑπαγορεύουσαν χάριν· νόμος γὰρ ἐδόθη, ἵνα τῷ νόμῳ κολάζωνται καὶ τῇ ἀπειλῇ· οὐ δεῖ τοίνυν χαλινοῦ τῷ εὐηνίῳ ἵππῳ, οὐδὲ παιδαγωγίας ἐπὶ τὸν οὐ δεόμενον παιδαγωγοῦ.

(Σευηριανόσ.) Ἄλλος φησὶ, καὶ μὴν ἔχει ὁ νόμος τὰ πρακτέα, καὶ ἡ χάρις τὰ ἀπαγορευτέα, ἀλλ’ ἀπὸ τοῦ πλεονάζοντος ὠνόμασεν ἕκαστον, καὶ μάλιστα ὅτι ἐν τῇ χάριτι εἰσὶ τοῦ Σωτῆρος αἱ ἐντολαὶ, οὐ νόμοι, ἀλλὰ τῇ προαιρέσει καταλιμπάνουσαι, ἅπερ ἐὰν μὴ γένηται, οὐ πάντως κατακέκριται ὁ μὴ πεποιηκὼς, ὡσανεὶ τὸ τῆς παρθενίας κτῆμα, καὶ ἔτι a τοιοῦτο ἕτερον.

Ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, καὶ ἀσεβέσι καὶ ἁμαρ- τωλοῖς.

Καὶ οὐ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ κατ’ εἶδος διεξῆλθε τὰ ἁμαρτήματα, ὥστε πεῖσαι ἐπαισχυνθῆναι τὴν τοῦ νόμου ἐπιστασίαν. τι οὖν ; Ἰουδαῖοι εἰσιν οἱ ἀνδραποδισταὶ καὶ οἱ πατρολῶαι καὶ οἱ μητρολῶαι; τοῦτο αἰνίττεται· εἰπὲ γὰρ μοὶ, οὐχὶ συνεχῶς εἰδώλοις προσεκύνουν ; οὐ τὸν Μωσέα ἐλίθαζον; οὐ φόνων αἱ χεῖρες ἀυτῶν ἔγεμον συγγενικῶν;

Καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται.

Καλῶς εἶπεν, ἐκεῖνα πάντα πάθη ψυχῆς ἦν διεφθαρμένης.

Κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.

Ὥστε καὶ νῦν ἐπὶ βεβαιώσει τοῦ εὐαγγελίου δεῖ νόμου, τοῖς μέντοι πειθομένοις οὐ δεῖ· εὐαγγέλιον δὲ δόξης αὐτὸ καλεῖ δι’ οὐδὲν ἕτερον ἀλλ’ ἣ πρὸς τοὺς αἰσχυνομένους ἐπὶ τοῖς διωγμοῖς, [*](a Leg. vid. εἴτι.)

9
καὶ ἐπὶ τῷ vaSei τοῦ Χριστοῦ· εἰ γὰρ καὶ τὰ παρόντα αἰσχύνης γέμει καὶ ὀνείδων, ἀλλὰ τὰ μέλλοντα οὐ τοιαῦτα· τὸ δὲ εὐαγγέλιον μελλόντων ἐστὶν, οὐ παρόντων, ἤτοι τῆς δόξης τὴν λατρείαν, φησὶ, τοῦ Θεοῦ, καὶ ὅτι εἰ τὰ παρόντα πάντα ἐμπέπλησται τῆς δοὺς αὐτοῦ, πολλῷ μᾶλλον τὰ μέλλοντα· ὅταν τεθῶσι, φησὶν, ὑπὸ τοὺς πόδαςαὐ τοῦ πάντες οἱ ἐχθροὶ αὐτοῦ, ὅταν ἀντικείμενον ᾖ μηδέν.

Θεόδωροσ. Εἰκότως δὲ μακάριον αὐτὸν ἐνταῦθα καλεῖ, ὡς ἃν αὐτοῦ μὲν τὸ μακάριον ἔχοντος ἐν τῇ φύσει διὰ τῆς ἀτρεπτό- - τητος, ἡμῖν δὲ χάριτι τοῦτο περιποιοῦντος.

Περὶ τῆς ἑαυτοῦ ἐκλογῆς εἰς εὐαγγελιο,ἠν, ἐκ διώκτου κατὰ χάριν Θεοῦ.

Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ.

Ἰωάννου. Τὴν ταπεινοφροσύνην πολὺ μὲν ἔχουσαν κέρδος ὁρῶμεν, οὐδαμοῦ δὲ ταχέως εὑρισκομένην. ὁ δὲ μακάριος Παῦλος οὕτως αὐτὴν μετεδίωκεν, ὡς καὶ ἐπινοεῖν πολλὰς πολλαχοῦ προ- φάσεις, πρὸς τὸ ταπεινοῦν αὐτοῦ τὴν διάνοιαν. ἐπειδὴ γὰρ μά- υστα ἐκείνους εἰκὸς ἦν κάμνειν βουλομένους ταπεινοφρονεῖν τοὺς μεγάλα συνειδότας ἑαυτοῖς κατορθώματα, πολλὴν εἰκὸς αὐτὸν βίαν πάσχειν ὑπὸ τοῦ συνειδότος τοῦ ἀγαθοῦ, καθάπερ ὕπο τινος ῥεύ- μάτος ὀγκούμενον. ὅρα τοίνυν καὶ ἐνταῦθα τί ποιεῖ· ε7πεν, ὅτι ἐπιστεύθην ἐγὼ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ Θεοῦ. ἐπεὶ οὖν ἐ̓ηρθη καὶ μέγα ἐφθέγξατο, ἅμα καὶ ἑαυτὸν καταστέλλει, καὶ τοὺς ἄλλους πείθει τὸ αὐτὸ δὴ τοῦτο ποιεῖν. ὅρα τοίνυν ποία κέχρηται ἐπιδιορθώσει ἐπάγων,

Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς δια- κονίαν.

Ὁρᾷς πῶς πανταχοῦ τὸ ἑαυτοῦ κατόρθωμα κρύπτει καὶ τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ ἐπὶ τοσοῦτον ἐφ’ ὅσον τὸ αὐτεξούσιον μὴ λυμήνασθαι ; ετͅπε γὰρ ἃν ἴσως ὁ ἄπιστος, εἰ τὸ πᾶν τοῦ Θεοῦ ἐστι, καὶ οὐδὲν παρ’ ἡμῶν εἰσφέρεται, ἀλλ’ ὡς ξύλα καὶ λίθους

10
μετακινε ῖ πρὸς ἀρετὴν ἀπὸ κακίας, τί δήποτε Παῦλον μὲν τοιοῦ- ’τον εἰργάσατο, τὸν δὲ 1ούδαν οὐκέτι ; ταύτην οὖν ἀναιρῶν τὴν ἀντίθεσιν, μετὰ συνέσεως τῷ λόγῳ κέχρηται, " ἐπιστεύθην,” εἰ- πὼν, " ἐγώ· καὶ πάλιν, " ὅτι πιστόν με ἡγήσατο·” πάντως γὰρ ἐπιστεύθη, ἐπειδὴ ἤμελλεν ἀφ’ ἑαυτοῦ χρησιμεύειν. τί δέ ἐστι " πιστόν με ἡγήσατο ;" ὅτι οὐδὲν τῶν δεσποτικῶν προεδίδου, πάντα δὲ αὐτοῦ ἔλεγεν εἶναι καὶ τὰ ἴδια· οὐ γὰρ ἐσφετερίζετο τὴν τοῦ Θεοῦ δόξαν.

Θεμ́ενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστία.

Ὄρα πῶς καὶ τὸ αὐτοῦ τίθησι καὶ τὸ τοῦ Θεοῦ· τὸ πλέον νέμων τῇ παρὰ τοῦ Θεοῦ προνοίᾳ, τὸ δὲ αὐτοῦ συστέλλων, πλὴν ὅσον μὴ λυμήνασθαι, ὡς ἔφθην εἰπὼν, τὸ αὐτεξούσ ἴον· " χάριν ** ἔχω τῷ ἐνδυναμώσαντί /ne." τί ἐστι " τῷ ἐνδυναμώσαντι με ;" φορτίον ὑπῆλθε μέγα, καὶ πολλῆς ἐδεῖτο τῆς ἄνωθεν ῥοπῆς. οὐ γὰρ ἦν ἀνθρωπίνης ἰσχύος, τοσούτοις κινδύνοις ἐπιπηδᾷν, ἀλλ’ οὐδὲ τῆς τοῦ Θεοῦ ῥοπῆς μόνον, ἀλλὰ καὶ τῆς αὐτοῦ προαιρέσεως· χάριν οὖν ἔχω, φησὶν, ὅτι κατηξίωσέ με τῆς διακονίας ταύτης· τοῦτο γὰρ τοῦ πιστόν με νομίσαι σημεῖον· εἶτα σκόπει πῶς ἐπαί- ῥεῖ τὸν ἔλεον τοῦ Θεοῦ, τὸν πρότερον αὐτοῦ βίον ἐξηγούμενος. ὁρᾷς πῶς οὐκέτι φίλαυτος ’, πῶς συνεσταλμένην ἔχει τὴν διάνοιαν ;" ** ἀλλ’ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ·” πῶς οὖν ἀκρι- βὴς ὣν περὶ τὸν νόμον οὐδὲν ἔγνω, ἀλλ’ οἱ μὲν ἐν λίμναις καὶ ποταμοῖς διατρίβοντες καὶ τελωνίῳ, καὶ προσέδραμον καὶ ἐδέξαντο, σὺ δὲ διώκεις ὁ νομομαθής ; διὰ τοῦτο κατεγίγνωσκεν ἑαυτοῦ λέγων, ** οὔκ εἰμι ἱκανὸς καλεῖσθαι Ἀπόστολος·” διὰ τοῦτο τὴν ἄγνοιαν ὁμολογεῖ· δείκνυσι δὲ ἑαυτὸν καὶ τιμωρίας ἄξιον· ὁ γὰρ ἔλεος ἐπὶ τούτοις γίνεται.

Ἀλλ’ ἡ χάρις τοῦ Θεοῦ ὑπερεπλεόνασε μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.

Τί ἐστι τοῦτο ; ἵνα μὴ ἀκούσας " ἠλεήθην” τοσοῦτον μόνον νομίσῃς, “ βλάσφημος,” φησὶν, “ ἤμην, καὶ ὑβριστὴς καὶ διώ- “ κτης· οὐκοῦν καὶ κολάσεως ἄξιος· ἀλλ’ οὐκ ἐτιμωρήθην· ἠλεή-

11
θην γάρ· οὐ μόνον γὰρ τιμωρίας ἡμᾶς ἀπήλλαξο ὁ Θεὸς, ἀλλὰ καὶ δικαίους ἐποίησε καὶ υἱοὺς, καὶ ἀδελφοὺς, καὶ φίλους, κα κληρονόμους καὶ συγκληρονόμους. διὰ τοῦτο, φησὶ, ὑπερεπλεόνασεν ἡ χάρις, ὑπερέβη καὶ τὸν ἔλεον τὰ μέτρα· ταῦτα γὰρ οὐκ ἐλεοῦντός ἐστιν, ἀλλὰ φιλοῦντος καὶ ποθοῦντος. εἰπὼν τοίνυν πολλὰ καὶ μεγάλα περὶ τῆς ἀγαθότητος τοῦ Θεοῦ, πάλιν ἐκεῖνο ἀσφαλίζεται τὸ τῶν ἀπίστων, τὸ μὴ λέγειν ὅτι ἡ προαίρεσις ἀνῄρηται, ἐπήγαγε γοὖν, “ μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ “ Ἰησοῦ.” τοσοῦτον μόνον φησὶν, ἡμεῖς εἰσηνέγκαμεν, ἐπιστεύσαμεν ὅτι δύναται ἡμᾶς σῶσαι· ἀγαπήσωμεν τοίνυν αὐτὸν διὰ τοῦ Χριστοῦ· τί ἐστὶ “ διὰ τοῦ Χριστοῦ ” ὅτι αὐτὸς ἡμῖν πρόξενος τούτου γέγονεν, οὐχ ὁ νόμος. ἰδοὺ πάλιν τὸ “ ἐν διὰ ἐστίν· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ ἀγάπης· ἐπεὶ πολλοὶ κα νῦν εἰσὶν, ὅτι μέν ἐστιν ὁ Χριστὸς Θεὸς, πιστεύοντες, οὐκ ἀγαπῶντες δὲ αὐτὸν, οὐδὲ τῶν ἀγαπώντων πράσσοντες.

Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ.

Οὐκ αἰσχύνεται καλῶν ἑαυτὸν ἁμαρτωλὸν, ἀλλὰ καὶ μᾶλλον ἐναβρύνεται, ὅτι τοσαύτης ἠξιώθη φιλανθρωπίας, ὅτι οὕτω μάλιστα δύναται δεῖξαι τὸ μέγα τῆς κηδεμονίας τοῦ Θεοῦ. καὶ πῶς ἀλλαχοῦ λέγων περὶ ἑαυτοῦ “ κατὰ δικαιοσύνην,” φησὶ, “ τὴν ἐν “ νόμῳ γενόμενος ἄμεμπτος,” ἐνταῦθα δὲ ἁμαρτωλὸν, καὶ πρῶτον τῶν ἁμαρτωλῶν; ὅτι πρὸς τὴν δικαιοσύνην, ἣν ὁ Θεὸς εἰργάσατο, καὶ τὴν ὄντως ζητουμένην, ἁμαρτωλοὶ καὶ οἱ ἐν τῷ νόμῳ· “ πάντες “ γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. οὐ γὰρ ἁπλῶς εἶπε δικαιοσύνην, ἀλλὰ τὴν ἐν νόμῳ. ὥσπερ γὰρ ὁ ἀργύριον πολὺ κεκτημένος, καθ’ ἑαυτὸν μὲν πλούσιος φαίνεται, κατὰ δὲ τὴν σύγκρισιν τῶν βασιλικῶν θησαυρῶν σφόδρα πένης, καὶ πρῶτος πόης, οὕτω δὴ καὶ ἐνταῦθα πρὸς τοὺς ἀγγέλους κρινόμενοι ἁμαρτωλοὶ φαίνονται καὶ οἱ δίκαιοι· πιστὸς οὖν ὁ λόγος· ἄπιστον γὰρ εἶναι ἐδόκει, εἰ δὴ ἄνθρωπος, ἅπαντα τὸν ἔμπροσθεν βίον καταδαπανηθεὶς καὶ ἀναλώσας εἰκῆ καὶ μάτην ἐν πονηραῖς πράξεσιν,

12
ἔμελλε σώζεσθαι ὕστερον ἀπὸ πίστεως μόνης· τοσοῦτον οὑν, φη- σὶν, οὐ χρὴ ἀπιστεῖν ὅτι ἠλέησεν.

Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδεί- ξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον.

Ὅρα πῶς πάλιν ταπεινοῖ καὶ καταγγέλλει ἑαυτὸν, ἑτέραν εὐτελεστέραν λέγων αἰτίαν· μέγα μὲν γὰρ καὶ μεθ’ ὑπερβολῆς, ὥστε εἰπεῖν πρῶτός εἰμὶ ἐγὼ τῶν ἁμαρτωλῶν, καὶ βλάσφημος καὶ διώκτης, καὶ ὅσα εἴρηκεν, οὐδὲν δὲ ὡς τοῦτο ταπεινὸν ἐσφετερίζετο, καὶ δῆλον ἐπὶ ὑποδείγματος ἔσται. ἔστω γὰρ πόλις πολυάνθρωπος πάντας τοὺς πολίτας ἔχουσα κακοὺς, τοὺς μὲν πλέον, τοὺς δὲ ἔλαττον· εἷς δέ τις ἐν τοῖς πολλοῖς ἐκείνοις πάντων μᾶλλον ἔστω κολάσεως ἄξιος καὶ τιμωρίας, καὶ πᾶν ἐπελθὼν εἶδος κακίας· κἂν τοίνυν λέγῃ τις, ὅτι πᾶσιν ἀφεῖναι βούλεται ὁ βασιλεὺς, οὐχ οὕτω τῷ λόγῳ πιστεύουσιν, ὡς ἐὰν ἴδωσι τὸν πάντων ἁμαρτωλότερον αὐτῶν τούτου τυχόντα, οὐκ ἔστι γὰρ λοιπὸν ἀμφισβήτησις. τοῦτο καὶ ὁ Παῦλος φησὶν, ὅτι βουλόμενος ὁ Θεὸς πληροφορῆσαι τοὺς ἀνθρώπους, ὅτι πάντα αὐτοῖς ἀφίησι, τὸν πάντων ἁμαρτωλότερον εἵλετο· μηδεὶς τοίνυν ἀμφιβαλέτω, φησὶν, ὁπότε ἐγὼ ἐσώθην· καὶ ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου· οὐκ εἶπεν ἵνα ἐνδείξηται ἐν ἐμοὶ τὴν μακροθυμίαν, ἀλλὰ “ τὴν πᾶσαν μα- “ κροθυμίαν,” ὡς ἂν εἰ ἔλεγε, μᾶλλον ἐμοῦ ἐπ’ ἄλλῳ οὐκ εἶχεν μακροθυμῆσαι, οὐδὲ εὑρεῖν οὕτως ἁμαρτωλὸν, παντὸς δεόμενον αὐτοῦ τοῦ ἐλέους, πάσης τῆς μακροθυμίας, οὐ μέρους. “ πρὸς ὑπο- “ τύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον,” τουτέστι, πρὸς παράκλησιν, πρὸς προτροπὴν, ἐπειδὴ μέγα τι περὶ τοῦ Υἱοῦ ἐφθέγξατο, ἵνα μή τις νομίσῃ ἀπεστερῆσθαι τὸν Πατέρα, ἀναφέρει καὶ αὐτῷ δόξαν, ἐπάγων,

Τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Ὑπὲρ δὴ τούτων φησὶν, οὐ τὸν Υἱὸν μόνον, ἀλλὰ καὶ τὸν

13
Πατέρα δοξάζομεν· ἐρώμεθα οὖν τοὺς αἱρετικούς· ἰδοὺ, μόνῳ Θεῷ εἴρηκεν· ἤ οὑν οὐ Θεὸς ὁ Τὶός; καὶ μόνῳ ἀφθάρτῳ, ἄρ οὐν οὐκ ἄφθαρτος ὁ Υἱὸς; καὶ οὗ δίδωσιν ἡμῖν μετὰ ταῦτα, αὐτὸς οὐκ ἔχει; ναὶ, φησὶ, καὶ Θεὸς καὶ ἄφθαρτος, ἀλλ’ οὐ τοιοῦτος οἷος ὁ Πατήρ. οὐκοῦν καὶ ἀφθαρσίας ἐλάττονος ; τι δαί ἐστὶν ἐλάττων καὶ ἥττων ἀφθαρσία ; ἡ γὰρ ἀφθαρσία οὐδὲν ἄλλο ἐστιν ἣ τὸ μὴ διαφθείρεσθαι· δόξα μὲν γὰρ μείζων καὶ ἥττων ἐστίν· ἀφθαρσία δὲ μείζων καὶ ἐλάττων οὐκέτι· ἣ γὰρ φθείρεσθαι τι δεῖ ἢ οὐδόλως. τί οὖν, φησὶν, ἡμεῖς καὶ ὁ Θεὸς ὡσαύτως ; οὐδαμῶς· μὴ γένοιτο· διὰ τί; ὅτι αὐτὸς μὲν φύσει τοῦτο ἔχει, ἡμεῖς δὲ ἐπεισάκτως. ἄρ οὖν καὶ ἐπὶ τοῦ Υἱοῦ ὄντως; οὐδαμῶς, ἀλλὰ καὶ αὐτὸς φύσει· τίνος οὖν ἕνεκεν ἡ διαφορά; ὅτι αὐτὸς μὲν, φησὶ, παρ’ οὐδενὸς ἐγένετο τοιοῦτος, ὁ δὲ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ ἡμεῖς τοῦτο ὁμολογοῦμεν· οὐδὲ γὰρ ἡμεῖς ἀρνούμεθα ὅτι ἐκ Πατρὸς ὁ Υἱὸς ἄφθαρτός ἐστιν.

Ἄλλοσ δέ φησιν· ὑπὲρ ἁπάντων ἐκεῖνον ὑμνεῖσθαι δίκαιον παρ ἡμῶν, τὸν τοσούτων ἡμῖν αἴτιον γεγονότα ἀγαθῶν· καὶ βασιλέα μὲν τῶν αἰώνων ἐκάλεσε τὸν Θεὸν, διὰ τὸ τῶν μελλόντων ἀτελεύτητον· ἄφθαρτον δὲ διὰ τὴν προσδοκωμένην περιέσεσθαι ἡμῖν ἀφθαρσίαν· ἀόρατον δὲ διὰ τὸ μὴ φαίνεσθαι τὰ προσδοκώμενα, ὥστε ἀπὸ τῶν τῷ Θεῷ προσόντων τὰ ἡμῖν περιεσόμενα πη αὐτοῦ πιστευθῆναι.

Παραγγελία περὶ πιστῆς καὶ εὐσυνειδήτου διακονίας, ἧς ἄνευ κίνδυνος.

ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἣν τινὲς ἀπωσάμενοι, περὶ τὴν πιστιν ἐναυάγησαν.

Τὸ τῆς διδασκαλίας καὶ τῆς ἱερωσύνης ἀξίωμα, μέγα τέ ἐστι καὶ θαυμαστὸν, καὶ ὄντως τῆς τοῦ Θεοῦ δεόμενον ψήφου, ὥστε

14
τὸν ἄξιον εἰς μέσον παραγαγεῖν· οὕτω τὸ παλαιὸν ἐγίνετο· οὕτω καὶ νῦν γίνεται, ὅταν χωρὶς πάθους ἀνθρωπίνου τὰς αἱρέσεις ποιώ. μέθᾳ, ὅταν πρὸς μηδὲν ὁρῶντες βιωτικόν· εἰ γὰρ καὶ μὴ τοσούτου Πνεύματος μετέχομεν, ἀρκεῖ προαίρεσις ἀγαθὴ τοῦ Θεοῦ τὴν χειροτονίαν ἐπισπάσασθαι· “ προφητείας” δὲ πολλὰς, φησὶν, ἐκείνην τε ἴσως, μεθ’ ἧς αὐτὸν ἔλαβεν, ὅτε περιέτεμε, καὶ ὅτε ἐχειροτόνει, καθὼς καὶ αὐτός φησι, “ μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος.” διανιστὰς τοίνυν αὐτὸν καὶ νήφειν παρασκευάζων, ἀναμιμνήσκει τοῦ ἑλομένου καὶ χειροτονήσαντος, ὡς ἃν εἰ ἔλεγεν, ὁ Θεός σε ἐξελέξατο, αὐτός σοι ἐνεπίστευσεν, οὐκ ἀνθρωπίνῃ γέγονας κρίσει, ὑβρίσῃς, μηδὲ καταισχύνῃς τοῦ Θεοῦ τὴν ψῆφον· εἶτα, ἐπειδὴ παραγγελίαν ἔφησε, καὶ φορτικώτερον ἢν, τι φησι; “ ταύτην “ τὴν παραγγελίαν παρατίθεμαι σοι, τέκνον Τιμόθεε,” ὡς τέκνῳ καὶ γνησίῳ παραγγέλλει, οὐ μετὰ ἐξουσίας· τὸ δὲ παραθέσθαι τῆς φυλακῆς τὸ ἀκριβὲς δηλοῖ καὶ τὸ οὐχ ἡμέτερον· οὐ γὰρ ἡμεῖς αὐτὸ ἐκτησάμεθα, ἀλλὰ Θεὸς ἡμῖν ἐχαρίσατο· “ πίστιν,” φησὶ, “ καὶ ἀγαθὴν συνείδησιν·” εἰ μὴ αὐτὸς ἦλθεν, οὔτε ἡ πίστις αὕτη ηὑρίσκετο, οὔτε ὁ βίος ὁ καθαρός· ὡσανεὶ ἔλεγεν, οὐχὶ ἐγώ εἰμι ὁ παραγγέλλων, ἀλλ’ ὁ ἑλόμενος· τί δὴ παραγγέλλει; ἵνα στρατεύῃ, φησὶν, αὐτὴν τὴν καλὴν στρατείαν· ἔστι γὰρ κακὴ στρατεία, περὶ ἧς φησιν “ ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα τῇ ἁμαρτίᾳ καὶ τῇ ἀκαθαρσίᾳ “ ἐκεῖνοι ὑπὸ τυράννῳ στρατεύονται, σὺ ὑπὸ βασιλεῖ· στρατείαν δὲ τὸ πρᾶγμα καλεῖ, δηλῶν ὅτι πόλεμος ἐγήγερται σφοδρὸς, πᾶσι μὲν, μάλιστα δὲ τῶ διδασκάλῳ. “ ἔχων, φησὶ, πίστιν καὶ ἀγαθὴν συνείδησιν” τὸν γὰρ διδάσκαλον ἑαυτοῦ χρὴ εἶναι διδάσκαλον, ἵνα οὕτω τῶν ἄλλων προειστήκῃ· “ ἣν τινὲς,” φησὶν, “ ἀπωσάμενοι, περὶ τὴν πίστιν “ ἐναυάγησαν·” εἰκότως· ὅταν γὰρ ᾖ βίος ἀπεγνωσμένος, καὶ δόγμα τίκτεται τοιοῦτο, καὶ δείκνυσι τοῦτο ἀπὸ τοῦ ὑποδεί- γματος.

Ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος.

Καὶ ἀπὸ τούτων ἡμᾶς σωφρονίζει, ἀλλ’ οὐδὲ βίον ἃν ἔχῃ τις τῶν ἐκπεσόντων ἀπὸ τῆς πίστεως, κερδαίνει τι ἐκεῖθεν· τῆς γὰρ κεφαλῆς διεφθαρμένης, τί τοῦ λοιποῦ σώματος ὄφελος;

15

Οὓς παρέδωκα τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλα- σφημεῖν.

Πῶς ὁ Σατανᾶς αὐτοὺς παιδεύει μὴ βλασφημεῖν; καὶ εἰ τοὺς ἄλλους παιδεύει μὴ βλασφημεῖν, πολλῷ μᾶλλον ἐχρῆν ἑαυτόν· εἰ δὲ ἑαυτὸν μέχρι τοῦ νῦν οὐ δύναται παιδεῦσαι, οὐδὲ τοὺς ἄλλους. οὐκ εἶπεν, ἵνα παιδεύσῃ αὐτοὺς μὴ βλασφημεῖν, ἀλλ’ “ ἵνα παιδευθῶσιν·” οὐκ ἐκεῖνος τοῦτο ἐργάζεται, ἀλλὰ τοῦτο ἐκβαίνει, ὥσπερ ἀλλαχοῦ ἐπὶ τοῦ πεπορνευκότος φησὶ, “ παρά- “ δότε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ “ πνεῦμα σωθῇ,” οὐχ ἵνα σώσῃ τὸ πνεῦμα· τοῦτο δὲ ἀπρόσωπόν ἐστι· πῶς οὖν τοῦτο γίνεται; ὥσπερ οἱ δήμιοι μυρίων γέμοντες κακῶν τοὺς ἄλλους σωφρονίζουσιν, οὕτω καὶ ἐνταῦθα ἐπὶ τοῦ πονητὸν δαίμονος· καὶ διὰ τι μὴ οὗτος αὐτοὺς ἐκόλασεν ὥσπερ ἐκεῖνον τὸν Βαριησοῦν, ὥσπερ Κηφᾶς Ἀνανίαν, ἀλλὰ τῷ Σατανᾷ παρέδωκε; καίτοι αὐτὸς ἔχων ἰσχὺν, ὡς ὅταν λέγῃ, “ ἐν ῥάβδῳ ἔλθω “ πρὸς ὑμᾶς ” καὶ πάλιν, φησὶν, “ οὐκ εἰς καθαίρεσιν, ἀλλ’ εἰς “ οἰκοδομήν.” τί οὖν τὸν Σατανᾶν καλεῖ πρὸς τὴν τιμωρίαν ; ἵνα μετὰ τῆς σφοδρότητος καὶ τῆς κολάσεως καὶ ἡ ὕβρις ᾖ μείζων, μᾶλλον δὲ τοὺς μὲν ἀπίστους αὐτοὶ ἐπαίδευον, τοὺς δὲ ἐκτραπέντας τῷ Σατανᾷ παρεδίδουν· καὶ γὰρ καὶ ὁ Ἀνανίας ἔτι ἄπιστος ἦν πειράζων· ἵνα μάθωσι τοίνυν οἱ ἄπιστοι ὅτι οὐ δύνανται λαθεῖν, διὰ τοῦτο δι’ ἑαυτῶν αὐτοὺς ἐτιμωροῦντο. ἄλλως τε, οὐδὲ μικρὸν ἦν τὸ δύνασθαι ἐπιτάττειν τῷ διαβόλῳ· τοῦτο γὰρ δεικνύντος ἦν ὅτι δουλεύει καὶ εἴκει καὶ ἄκων τοῖς Ἀποστόλοις ὁ διάβολος. πῶς δὲ παρεδίδοτο τῷ Σατανᾷ ; ἐξεβάλλετο τοῦ κοινοῦ συνεδρίου, καὶ ἀπεσχίζετο τῆς ἀγέλης, ἐγίνετο ἔρημος, προεδίδοτο τῷ λύκῳ, ὥσπερ ἡ νεφέλη τὸ στρατόπεδον τῶν Ἰουδαίων, οὕτω τὴν ἐκκλησίαν τὸ Πνεῦμα ἐγνώριζεν· εἴ τις τοίνυν ἐκτὸς ἐγίνετο, κατεκαίετο, οὕτως καὶ ὁ Κύριος παρέδωκε τὸν Ἰούδαν τῷ Σατανᾷ· εὐθέως γὰρ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς. ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι οὓς μὲν διορθώσασθαι ἐβούλοντο, οὐκ ἐκόλαζον αὐτοὶ, τοὺς δὲ ἀδιορθώτους αὐτοὶ ἐτιμωροῦντο· ἣ εἰ μὴ τοῦτο, ὅτι φοβερώτεροι μᾶλλον ἦσαν ἑτέροις ἐκδιδόντες αὐτούς· οὕτως καὶ ὁ Ἰὼβ παρεδόθη τῷ Σατανᾶ, οὐχ ὑπὲρ ἁμαρτημάτων,

16
ἀλλ’ ὑπὲρ πλείονος εὐδοκιμήσεως. πολλὰ τοιαῦτα γίνεται καὶ νῦν. ἐπειδὴ γὰρ οἱ ἱερεῖς οὐκ ἴσασι τοὺς ἁμαρτωλοὺς καὶ ἀναξίως τῶν μυστηρίων μετέχοντας, ὁ Θεὸς πολλάκις τοῦτο ποιεῖ καὶ παραδί- δωσιν αὐτοὺς τῷ Σατανᾷ. ὅταν γὰρ νόσοι, ὅταν ἐπιβουλαὶ, ὅταν πένθη καὶ συμφοραὶ συμβαίνωσι, διὰ τοῦτο γίνεται· καὶ τοῦτο ὁ Παῦλός φησιν, οὕτω λέγων, “ διὰ τοῦτο ἐν ὑμῖν ἀσθενεῖς καὶ “ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.”

Περὶ εὐχῆς, ὅτι ὑπὲρ πάντων, ὅτι πανταχοῦ ἀκάκως, ἀταράχως, σεμνῶς.

Παρακαλῶ οὖν πρῶτον ἁπάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάση εὐσεβείᾳ καὶ σεμνότητι.

Ὥσπερ κοινός τίς ἐστι πατὴρ τῆς οἰκουμένης ὁ ἱερεὺς, πάντων τοίνυν ἄξιον αὐτὸν κήδεσθαι, καθάπερ καὶ ὁ Θεὸς, ᾧτ’ ἱερᾶται. δύο γὰρ ἐντεῦθεν γίνεται τὰ ἀγαθὰ, τό τε ἔχθος ὃ πρὸς τοὺς ἔξωθεν ἔχομεν, καταλύεται· οὐδεὶς γὰρ πρὸς τοῦτον ἀπεχθῶς ἔχειν δυνήσεται, ὑπὲρ οὗ δεήσεις ποιεῖται, αὐτοί τε ἐκεῖνοι βελτίονες γόνονται, τότε εὐχὰς ὑπὲρ αὐτῶν γίνεσθαι, τῷ τε μὴ ἐκθηριοῦσθαι πρὸς ἡμᾶς. τί δέ ἐστι τὸ “ πρῶτον ἁπάντων; ” τουτέστιν ἐν τῇ λατρείᾳ τῇ καθημερινῇ. ἀλλ’ ἴσως ἐρεῖ τις, ὅτι ὑπὲρ ἁπάντων οὐ πάντων εἶπεν, ἀλλὰ τῶν πιστῶν· τί οὖν ὅταν λέγῃ ὑπὲρ βασιλέων; οὐ γὰρ δὴ τότε θεοσεβεῖς ἦσαν βασιλεῖς, ἀλλὰ μέχρι πολλοῦ διῆλθον, ἀσεβεῖς διαδεχόμενοι· εἶτα ἵνα μὴ κολακεία τὸ πρᾶγμα ᾖ, προλαβὼν εἶπεν, “ ὑπὲρ πάντων,” καὶ τότε “ ὑπὲρ βασι- “λέων·” εἶτα ἐπειδὴ εἰκὸς ἦν τὴν τοῦ Χριστιανοῦ ψυχὴν ναρκᾷν ταῦτα ἀκούουσαν, εἴγε ὑπὲρ τοῦ Ἕλληνος ἐν τῷ τῶν μυστηρίων καιρῷ δεῖ δεήσεις προσφέρειν, τίθησι τὸ κέρδος, ἵνα κἂν οὕτω δόξῃ τὴν παραίνεσιν· “ ἵνα ἤρεμον καὶ ἡσύχιον,” φησὶ, “ βίον “ διάγωμεν,” τουτέστιν ἡ ἐκείνων σωτηρία, ἡμῶν ἀμεριμνία ὑπάρχει· εἰ γὰρ μὴ ἐσώζοντο, μηδὲ εὐδοκίμουν ἐν τοῖς πολέμοις,

17
ἀνάγκη καὶ τὰ ἡμέτερα ἐν ταραχαῖς εἶναι καὶ θορύβοις· δεῖ δὲ, φησὶ, καὶ εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, οἷον, “ ὅτι τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, “ καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους.” ὁ γὰρ ἀναγκαζόμενος εὐχαριστεῖν τῷ Θεῷ ὑπὲρ τῶν εἰς ἄλλους γινομένων ἀγαθῶν, καὶ φιλεῖν αὐτοὺς ἀναγκάζεται· εἰ δὲ ὑπὲρ τῶν τοῦ πέλας εὐχαριστεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν εἰς ἡμᾶς, καὶ ὑπὲρ τῶν δοκούντων εἶναι λυπηρῶν. καὶ γὰρ πρὸς τὸ ἀγαθὸν ὁ Θεὸς ἡμῖν ἅπαντα οἰκονομεῖ. “ ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ “ καὶ σεμνότητι.” ἠρεμίαν λέγει καὶ ἡσυχίαν, καὶ τὴν ἀπὸ τῶν πονηρῶν λογισμῶν· συντελεῖ δὲ πρὸς ταύτην, καὶ ἡ κοινὴ εἰρήνη. εἰ δέ τις ἡσυχίας οὔσης ταράττεται, σφόδρα ἄθλιός ἐστιν· οὗτος γὰρ ὁ πόλεμος τῶν ἄλλων ἐστὶ χαλεπώτερος· καὶ διὰ τοῦτο προσέθηκεν, “ ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.” μὴ τοίνυν φοβηθῇς ὑπὲρ Ἑλλήνων εὐχόμενος· εἰ δὲ ὑπὲρ Ἑλλήνων εὔχεσθαι χρὴ καὶ ὑπὲρ αἱρετικῶν, δηλονότι ὑπὲρ πάντων ἀνθρώπων εὔχεσθαι δεῖ, οὐ διώκειν πολλοὶ γὰρ τῶν ἀνθρώπων διὰ φιλονεικίαν τὴν πρὸς ἀνθρώπους ἀπέστησαν τοῦ Θεοῦ. εἰς ἐπίγνωσιν δὲ, φησὶν, ἀληθείας, τῆς εἰς αὐτὸν πίστεως· ἐπειδὴ προλαβὼν εἶπε, παράγγελε μὴ ἑτεροδιδασκαλεῖν, ἵνα μὴ ὡς ἐχθροῖς αὐτοῖς προσέχῃ, μηδὲ μάχας ἀπὸ τούτου πλέκῃ· τι φησι; “ πάντας ἀνθρώπους θέλει “ σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.” τί δὴ τοῦτο, ἐπήγαγεν, “ εἷς γὰρ Θεὸς καὶ εἷς μεσίτης Θεοῦ καὶ ἀνθρώπων. εἰπεν “ εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἐλθεῖν,” δεικνὺς ὅτι οὐκ ἔστιν ἡ οἰκουμένη ἐν ἀληθείᾳ· καὶ πάλιν “ εἷς Θεὸς,” οὐ πολλοὶ, καθὼς οὗτοι νομίζουσι, δεικνὺς ὅτι θέλει σωθῆναι πάντας. εἶπεν ὅτι καὶ μεσίτην τὸν ΥἹὸν ἔπεμψε· τί οὖν; ὁ Υἱὸς οὐ Θεός; καὶ σφόδρα· πῶς οὖν, φησὶν, εἷς ; πρὸς ἀντιδιαστολὴν τῶν εἰδώλων, οὐ πρὸς τὸν Υἱόν· περὶ γὰρ ἀληθείας καὶ πλάνης ὁ λόγος ἦν αὐτῷ· ὁ δὲ μεσίτης ὀφείλει ἀμφοτέροις κοινωνεῖν ὧ,. ἐστι μεσίτης· εἰ τοίνυν μὴ ἔχεται τῆς τοῦ Πατρὸς φύσεως, οὐκ ἔστι μεσίτης ἀλλ’ ὑπεσχοίνισται· ὥσπερ γὰρ τῆς τῶν ἀνθρώπων ἔχεται φύσεως, ἐπειδὴ πρὸς ἀνθρώπους ἤρχετο, οὕτω καὶ τῆς τοῦ Θεοῦ, ἐπειδὴ παρὰ Θεοῦ ἤρχετο· ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἰναι δεῖ. ὥσπερ οὑν ἄνθρωπος γέγονεν, οὕτω καὶ
18
Θεὸς ἦν. ὥσπερ ἐκεῖ, φησὶν, “ εἷς Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος “ Ἰησοῦς Χριστὸς,” οὕτω καὶ ἐνταῦθα εἷς καὶ εἷς· οὐ τίθησι γὰρ δύο, ἐπειδὴ περὶ πολυθεΐας διελέγετο.

Ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων.

Καὶ ὁ μὲν Χριστὸς ἀπέθανε καὶ ὑπὲρ Ἑλλήνων, σὺ δὲ εὔξασθαι οὐκ ἀνέχῃ; πῶς οὖν, φησὶν, οὐκ ἐπίστευσαν; ὅτι οὐκ ἠθέλησαν· τὸ δὲ ἑαυτοῦ μέρος ἐγένετο, τὸ μαρτύριον δὲ τὸ πάθος, φησίν· ἦλθε γὰρ μαρτυρήσων τῇ ἀληθείᾳ τοῦ Πατρὸς, καὶ ἐσφάγη, ὥστε οὐχ ὁ Πατὴρ αὐτῷ μαρτυρεῖ μόνον, ἀλλὰ καὶ αὐτὸς τῷ Πατρί. μέχρι θανάτου τοίνυν ἐμαρτύρησε· “ καιροῖς ἰδίοις,” τουτέστι τοῖς προσήκουσι.

Εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ Ἀπόστολος· ἀλήθειαν λέγω, οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.

Ἐν πίστει πάλιν, ἀλλὰ μὴ νομίσῃς ἐπειδὴ ἐν πίστει ἤκουσας, ὅτι ἀπάτη τὸ πρᾶγμά ἐστιν. ὁρᾷς τὴν χάριν ἐκτεταμένην; τοῖς γὰρ Ἰουδαίοις αἱ εὐχαὶ οὐχ ὑπὲρ τοιούτων ἐγίνοντο· “ ὁ δοὺς ἑαυτὸν “ ἀντίλυτρον·” πῶς οὖν παρεδόθη ὑπὸ τοῦ Πατρός ; ἄρα τῆς αὐτοῦ ἀγαθότητος γέγονεν· ἀντίλυτρον τί ἐστιν; ἔμελλε τιμωρεῖσθαι αὐτοὺς, ἀπόλλυσθαι ἔμελλον, ἀλλ’ ἀντ’ ἐκείνων τὸν αὐτοῦ ἔδωκεν Υἱὸν ὥστε κηρύττειν τὸν σταυρόν. ἱκανὰ ταῦτα ἐπισπάσασθαι πάντας, καὶ τὴν ἀγάπην ἐνδείξασθαι τοῦ Χριστοῦ.

βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλο- γισμων.

Καὶ πῶς ὁ Κύριός φησι “ σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς “ τὸ ταμιεῖόν σου, καὶ κλείσας τὴν θύραν σου, πρόσευξαι·” ὁ δὲ Παῦλος, “ βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ;” ἀλλ’ οὐκ ἔστιν ἐναντίον ἐκείνοις τοῦτο, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συνᾷδον· πῶς καὶ τίνι τρόπῳ; δεῖ δὲ πρότερον εἰπεῖν, τί ἐστιν, “ εἴσελθε εἰς τὸ ταμιεῖόν σου,” καὶ εἰ ἐν ἐκκλησίᾳ μὴ εὔχεσθαι, καὶ ἐν ἄλλῳ μηδενὶ τῆς οἰκίας μέρει, ἀλλ’ ἐν τῷ ταμιείῳ μόνον. τὸ κενόδοξον δεικνὺς ἐνταῦθα ὁ Χριστὸς, μὴ λάθρα, φησὶν, ἁπλῶς, ἀλλὰ κεκρυμμένως τὰς εὐχὰς ποιοῦ, ὥσπερ καὶ ἐπὶ τῆς

19
ἐλεημοσύνης “ μὴ γνώτω ἡ ἀριστερὰ τι ποιεῖ ἡ δεξιά σου, οὐ περὶ χειρῶν διαλέγεται ἁπλῶς, ἀλλὰ τὴν ὑπερβολὴν τῆς κενοδοξίας παρέστηκε· οὕτω δὴ καὶ ἐνταῦθα τοῦτο αἰνίττεται· οὐ τοίνυν εἰς τὸν τόπον περιώρισε τὴν εὐχήν. ὁ δὲ Παῦλος πρὸς ἀντιδιαστολὴν τῆς Ἰουδαϊκῆς εὐχῆς ταῦτά φησι οὐδὲ γὰρ ἐχρῆν ἀλλαχοῦ προσιέναι τῷ Θεῷ καὶ θύειν τοὺς Ἰουδαίους, ἀλλ’ εἰς ἕνα τόπον. “ χωρὶς ὀργῆς καὶ διαλογισμοῦ.” τίς γὰρ εὐχόμενος ὀργίζεται; τουτέστι, χωρὶς μνησικακίας καθαρὰ ἔστω τοῦ εὐχομένου ἡ διάνοια, πάθους παντὸς ἀπηλλαγμένη καὶ διαλογισμοῦ· οὐ δεῖ γὰρ ὅλως ἀμφιβάλλειν, ὅτι ἀκουσθησόμεθα, καὶ τὸ “ ἀφίετε δὲ, “ καὶ ἀφεθήσεται ὑμῖν,” τοῦτό ἐστι “ χωρὶς ὀργῆς καὶ διαλο- “ γισμοῦ·” “ ὁσίας χεῖρας,’· καθαρὰς πάσης ἁμαρτίας, ἐλεημοσύνας ἐργαζομένας· ἃν γὰρ οὕτως προσίῃς πάντως ἐπιτεύξῃ τῆς αἰτήσεως· “ ὡσαύτως καὶ τὰς γυναῖκας,” μὴ ταῖς ἐπιθυμίαις “ ταῖς ἑαυτῶν ἐξακολουθεῖν·” ὁσίους χεῖρας καὶ τὰς γυναῖκας ἔχειν φησί.

Μετὰ αἰδοῦς καὶ σωφροσύνης, ἐν καταστολῇ κοσμίῳ κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἣ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν δι’ ἔργων ἀληθῶν.

Καταστολή τίς ἐστι; τουτέστι τὴν ἀμπεχόνην πάντοθεν περιεστάλθαι καλῶς, κοσμίως, μὴ περιέργως· ἐκεῖνο γὰρ κόσμιον, τοῦτο δὲ ἄκοσμον.

Περὶ διδασκάλων, ὅτι ἄνδρας χρὴ, καὶ οὐ γυναικὸς εἶναι, διὰ τὴν φύσιν κοὶ τὸ πάθος τὸ ἐξ ἀγάπης.

Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω, ἐν πάση ὑποταγῇ. γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἆδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὖα. καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς

20
τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

Πόλλην ἀπαιτεῖ παρὰ τῶν γυναικῶν τὴν αἰδῶ ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα, οὐ μέχρι σχημάτων καὶ καταστολῆς, ἀλλὰ καὶ σιγῆς· μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνὴ, μὴ μόνον περὶ βιωτικῶν, ἀλλὰ μηδὲ περὶ πνευματικῶν. ἃν γὰρ οὕτως ἑαυτὴν περιστέλλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι· “ γυναικὶ δὲ διδάσκειν οὐκ ἐπι- “ τρέπω,” μηδὲ διδασκέτωσαν, φησὶν, ἀλλὰ τὴν τῶν μαθητευομένων ἐχέτωσαν δόξαν· οὕτω γὰρ διὰ τῆς γῆς καὶ τὴν ὑποταγὴν δείξουσιν. “ Ἀδὰμ γάρ’ φησὶ, “ πρῶτος ἐπλάσθη, εἶτα Εὖα, καὶ “ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέ- “ γονε.” τί οὖν ταύτας πρὸς τὰς νῦν ; ναὶ, φησὶ, πρῶτον ἐχέτω ἀπὸ τῆς πλάσεως τὴν τιμὴν ὁ ἀνήρ· δεύτερον δὲ καὶ ἀπὸ τῶν ἤδη γενομένων, ἐδίδαξε γάρ ποτε ἡ γυνὴ τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον κατέστησε· διὰ τοῦτο αὐτὴν ὑπέταξεν ὁ Θεὸς τότε τῷ ἀνδρὶ, ἐπειδὴ τότε τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο, εἰπὼν, “ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου·” πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο· πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν, εἴ γε μὴ ἠπατήθη, καὶ ἡ μὲν γυνὴ, φησὶν, “ ὁ ὄφις ἠπάτησέ με.” ὁ δὲ Ἀδὰμ, οὐ λέγει ἡ γυνὴ ἠπάτησέ με, ἀλλ’ ὅτι “ αὐτὴ ἔδωκέ μοι καὶ ἔφαγον ” οὐκ ἔστι δὲ ἴσον παρὰ τῆς συγγενοῦς καὶ ὁμοφύλου δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου τοῦ δούλου τοῦ ὑποτεταγμένου. πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικὸς φησὶν αὐτὸν μὴ ἠπατῆσθαι. πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι εἶδε τὸ ξύλον, ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, ὅτι ἔφαγε καὶ ἔδωκε τῷ ἀνδρὶ αὐτῆς, ὥστε οὕτος οὐκ ἐπιθυμίᾳ ἐνδοὺς παρέβη· “ ἡ δὲ γυνὴ ἀπατηθεῖσα, ἐν παραβάσει γέγονεν.” ἐνταῦθα λοιπὸν περὶ τῆς φύσεως διαλέγεται· οὐ γὰρ εἶπεν, ἡ δὲ Εὖα ἀπατηθεῖσα, ἀλλ’ “ ἡ γυνὴ, ὅπερ ἐστιν ὄνομα τοῦ κοινοῦ γένους· καὶ ὥσπερ περὶ τοῦ Ἀδὰμ. φησὶν, “ ἐν ὁμοιώματι τῆς παρα- “ βάσεως Ἀδὰμ,” οὕτω καὶ ἐνταῦθα, τουτέστι, τὸ γυναικεῖον γένος παρέβη, οὐ τὸ ἀνθρώπινον.

(Θεόδωροσ.) Ἄλλος δέ εἰς τὸ, “ γυναικὶ δὲ διδάσκειν ἐν

21
“ ἐκκλησίᾳ οὐκ ἐπιτρέπω·” φησὶ, δηλονότι περὶ τῆς ἐν κοινῶ καταστάσεως λέγει, ὡς ἃν οὐ δέον ἐν ἐκκλησίᾳ αὐτὰς διδάσκειν. περὶ γάρ τοι τῆς κατ’ οἶκον ἀναστροφῆς αὐτῶν ταῦτα νομοθετῆσαι οὐκ ἄν ποτε ἠνείχετο Παῦλος· οὐδ’ ἃν ἐκώλυσε γυναῖκας, ἣ ἀσεβοῦντας τοὺς ἄνδρας παιδεύειν τὴν εὐσέβειαν, ἣ μὴ δεόντως πολιτευομένους ἐπὶ τὰ τῆς ἀρετῆς ἔργα προάγειν· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἐπειδὴ ἐκείνου μὲν τῆς ἀπάτης τὴν αἰτίαν εἶχεν αὕτη, αὐτὴ δὲ ἐπ’ ἐκεῖνον τὴν αἰτίαν στρέφειν οὐκ ἠδύνατο.

Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν τῆ πίστει καὶ τῆ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.

Ιωάννου Χρυσοστόμου. Ὠς ἂν εἰ ἔλεγε, μὴ κατηφιῆτε αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν διαβέβληται, ἔδωκεν ὑμῖν ὁ Θεὸς καὶ ἑτέραν ἀφορμὴν σωτηρίας, τὴν παιδοτροφίαν· ὥστε μὴ μόνον δἰ ἑαυτῶν, ἀλλὰ καὶ δι’ ἑτέρων σώζεσθαι. ὅρα πόσα κατὰ ταὐτὸν ζητήματα τίκτεται· “ ἡ δὲ γυνὴ ἀπατηθεῖσα,” φησὶν, “ ἐν παραβάσει γέγονε.” τίς; ἡ Εὖα· αὕτη οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; οὐ τοῦτο, ἀλλ’ ἡ φύσις, φησὶν, ἢ γυναικεία σωθήσεται. αὕτη ἐν παραβάσει γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὖα· σωθήσεται δὲ τὸ γυναικεῖον γένος διὰ τῆς τεκνογονίας. διὰ τί γὰρ μὴ καὶ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη ταῖς ἄλλαις ἐξέκλεισε· τί οὖν πρὸς τὰς παρθένους ; τί πρὸς τὰς στείρας; τὶ πρὸς τὰς χήρας τὰς πρὶν ἣ τεκεῖν τοὺς ἄνδρας ἀποβαλούσας; τί ποτε οὖν βούλεται εἰπεῖν; ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως, διὰ τῶν εἰς τὴν πρώτην γενομένων γυναῖκα· οὕτως ἄρα ἐπειδὴ καὶ παρέβη καὶ τὸ λοιπὸν γένος ἐν παραβάσει; ἀλλ’ οὐκ ἔχει λόγον· ἐκεῖ μὲν οὖν τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε τὸ πᾶν· τοῦτο δὲ τῆς ἁμαρτίας τῆς γυναικός· καὶ μὴν διὰ τοῦτο πάντες ἀπέθανον, φησὶν, ἐπειδὴ ὁ εἷς ἥμαρτε· τουτέστι, μηδὲν ἀλγείτω ἡ γυνή· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν τὸ τεκεῖν παῖδας, ἀλλὰ τοῦτο τῆς φύσεως, καὶ ἐκεῖνο τῆς φύσεως· οὐ γὰρ τὸ τῆς φύσεως μόνης, ἀλλὰ καὶ τὸ τῆς παιδοτροφίας κεχάρισται· ἐὰν γὰρ ἐπιμείνωσι, φησι, τῇ πίστει καὶ τῇ ἀγάπῃ καί τῷ ἁγιασμῷ μετὰ σωφροσύνης, τουτέστιν, ἐὰν αὐτοὺς ἐναγάγῃ μετὰ τὸ τεκεῖν ἐν τούτοις, οὐ μικρὸν ἔχει τοῦτον μισθὸν, ὅτι ἀθλητὰς ἔθρεψε τῷ Χριστῷ.

22

ΆΛΛΟΣ φησί· σώζεται τὸ γυναικεῖον γένος, καὶ πᾶσα δὲ ἡ τῶν ἀνθρώπων φύσις, διὰ τοῦ ἐξ αὐτῆς κατὰ σάρκα τικτομένου Χριστοῦ, “ ἐὰν ἐπιμείνωσι,” δηλονότι τῇ πίστει καὶ τῇ ἀγάπῃ, καὶ “ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης·” πιστεύσασαι γὰρ εἰς τὸν Χριστὸν καὶ ἔργων προνοησάμεναι ἀγαθῶν, σωθήσονται,

Πιστὸς ὁ λόγος.

Ἰωάννου Χρυσοστόμου. Πρὸς τοῦτο εἴρηται· οὐ πρὸς τὸ “ εἴ τις ἐπισκοπῆς ὀρέγεται” ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, καὶ διὰ τοῦτο λέγει “ πιστὸς ὁ λόγος,” ὅτι δυνήσονται πατέρες ἀπολαύειν τῆς τῶν παίδων ἀρετῆς καὶ μητέρες ὅταν αὐτοὺς ἐκθρέψωσι, καλῶς.

(Σευηριανόσ.) Ἄλλος δέ φησιν· ἀπὸ τοῦ ὀνείδους τῆς βάσεως, “ σωθήσεται διὰ τῆς τεκνογονίας·” τοῦτο γάρ φησιν ὁ Ἀπόστολος, οὐχ ἵνα ὀνειδίσῃ ἀλλ’ ἵνα προτρέψῃ εἰς εὐσέβειαν, καὶ εἰς τὸ τὰ τέκνα ἀναστρέφειν ἐν πίστει.

Περὶ ἀρετῆς ἐπισκόπων.

Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι.

Ὑπενέδωκε τὸ τῆς ὀρέξεως, οὐ τὸ τῆς ἐπιτηδεύσεως, ἵνα καταρτίσῃ ἑαυτόν τις εἰς ἐπιτηδειότητα ἐπισκοπῆς διὰ τῶν καλῶν ἔργων καὶ τῆς πίστεως· μᾶλλον οὖν προτροπή ἐστι καλοῦ βίου ἣ ἔνδοσις ὀρέξεως ἡ δὲ ὄρεξις ὥσπερ εἴσοδος εἰς τὴν ἀγαθοεργίαν ἐστὶ καὶ τὸν κάλλιστον βίον. τοσαῦτα ἐξαριθμεῖται, ὅσα προσήκειν δεῖ τῷ ἐπισκόπῳ, ἃ ἀρκεῖ ἀποτρέψασθαι μᾶλλον, ὥστε δόξας συγκεχωρηκέναι τὴν ἐπιθυμίαν, δι’ ὧν καταλέγει ποταπὸν δεῖ εἶναι τὸν ἐπίσκοπον, πλέον ἀποτρέπει· τὸ ἀνεπίληπτον δὲ, οὐ τῇ ἑτέρων συκοφαντίᾳ, ἀλλὰ τῷ ἐκείνου βίῳ· ἐπειδὴ μηδὲ ἄλλως ὁ Παῦλος τὰς τῶν συκοφαντούντων διαβολὰς ἐξέφυγεν.

(Ἰωάννου Χρυσοστόμου.) Ἄλλος δέ φησιν· οὐκ ἐγκαλῶ εἴ τις ταύτην ἔχοι τὴν ἐπιθυμίαν· προστασίας γὰρ ἔργον ἐστὶν, ὥστε μὴ τῆς ἀρχῆς καὶ τῆς αὐθεντείας ἐφίεσθαι μόνον, ἀλλὰ τῆς προστασίας· ἐπεὶ καὶ Μώσης ἐπεθύμησε τοῦ πράγματος, ἀλλ’ οὐ

23
τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν ὡς ἀκοῦσαι, “ τίς σε κατέ- “ στῆσεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” ἀνεπίληπτον δὲ εἶναι δεῖ, ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ πράγματος ἐπιθυμῶν, οὗ διὰ τῶν ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον.

Μιᾶς γυναικὸς ἄνδρα.

Οὐ νομοθετῶν τοῦτό φησιν· ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων, ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων ἐξῆν καὶ δευτέροις ὁμιλεῖν γάμοις, καὶ δύο ἔχειν κατὰ ταὐτὸν γυναῖκας. τινὲς δὲ, ἵνα ἐκ μιᾶς γυναικὸς ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. “ νηφά- “ λιον,” τουτέστι, διορατικὸν, μυρίους ἔχοντα πάντοθεν ὀφθαλμούς· πολλὰ γὰρ ἐστὶ τὰ συμπίπτοντα καὶ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα.

Σώφρονα, κόσμιον, φιλόξενον.

ταῦτα καὶ τῶν ἀρχομένων ἔχουσιν οἱ πολλοί· ἐπειδὴ δὲ δεῖ αὐτὸν καὶ τὰ τῶν ἀρχόντων ἔχειν, διὰ τοῦτο ἐπήγαγε, “ διδακτι- “ κόν·” μάλιστα γὰρ πάντων τοῦτο προσεῖναι δεῖ τῷ ταύτην τὴν ἀρχὴν ἐγκεχειρισμένῳ· “ μὴ πάροινον,” τουτέστιν, ὑβριστὴν, αὐθάδη. “ μὴ πλήκτην·” αἰνίττεται τοὺς πλήττοντας ἀκαίρως τῶν ἀδελφῶν τὴν συνείδησιν. “ ἀλλ’ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ “ ἰδίου οἴκου καλῶς προιστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ “ πάσης σεμνότητος.” εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς, φησὶ, “ μιᾶς γυναικὸς ἄνδρα·” τινὲς μὲν οὖν φασὶν, ὅτι τὸν ἀπὸ γυναικὸς ᾐνίξατο· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστιν ἔχειν γυναῖκα, ὡς μὴ ἔχοντα εἰναι.

Θεόδωροσ δέ φησι, γελοιότατον παρὰ τοῖς πολλοῖς ἐστιν αὐτὸ φυλαττόμενον δῆθεν εὑρεῖν· εἰ μὲν γάρ τις εἴη σώφρων, ὡς δευτέραν ἀγόμενος γυναῖκα, τοῦτον οὐ προσίενται εἰς κλῆρον· εἰ δὲ βιώσας τις ὡς οὐ προσῆκε, μίαν ἠγάγετο κατὰ νόμον, οὗτος εἰς μέσον παράγεται· καὶ τοι τὸν μὲν δεύτερον γάμον τοῦ μακαρίου Παύλου σαφῶς ἐπιτρέψαντος γίνεσθαι, πάσης δὲ τῆς παρὰ τὸν νόμιμον γάμον κοίτης πορνείας οὔσης. σαφῶς καὶ παρίημι τέως ἐκεῖνο, ὅτι καὶ δύο γυναῖκας εἰληφότα σαφῶς νομίμους λέγω. βαπτίσαντες ἐπὶ τὸν κλῆρον παράγουσιν ἀδεῶς· καί τοι γε ἐπὶ

24
τῶν λοιπῶν αὐτὸ φυλάττεσθαι δοκοῦντες, ὡς ἃν τοῦ βαπτίσματος ποιοῦντος αὐτὸν οὐκέτι εἶναι συνῳκηκότα δυσὶ γυναιξὶ, πολλάκις δὲ τοῦτο καὶ ἐπὶ τῶν καθόλου μοχθηρῶν διαπραττόμενοι, οἴονται κάλλιστα ποιεῖν, εἰ δὴ βαπτίζοντας τὸν ὅπως ποτὲ ἐζηκότα, ἐπὶ τὴν τοῦ κλήρου λειτουργίαν παράγοιεν, μηδὲν ἀρετῆς καὶ τῆς περὶ τὴν εὐσέβειαν ἐπιμελείας γνώρισμα ἐπαγόμενον.

Ἵνα γὰρ σιωπήσω τοῦ βαπτίσματος τὴν αἰτίαν, ἐφ’ ᾗ δίδοται, πρὸς ἣν οὐδὲ ἀφορᾷν ἐθέλουσιν οἱ πολλοί· ἐκεῖνο γοῦν εἰδέναι αὐτοὺς ἐχρῆν, ὅτι ὁ μακάριος Παῦλος περὶ βίου νομοθετεῖ, καθ’ ὃν νομίζει δεῖν ἐζηκέναι τὸν ἐπίσκοπον, οὐ περὶ συγχωρήσεως διαλέγεται τῆς χάριτος προγινομένης τοῖς τὸ βάπτισμα εἰληφόσιν. εἰ γὰρ δὴ τοῦτο γίνεσθαι οὕτως καλὸν, περιττὴ πᾶσα ἡ νομοθεσία τοῦ Παύλου, συγχωρήσαντος καὶ τὸν ὅπως ποτὲ βιώσαντα βαπτίζοντα εὐθὺς εἰς κλῆρον ἄγειν, ὅπερ ἀπηγόρευται μὲν παρὰ τῷ Παύλῳ βουλομένῳ τὸν εἰς ἐπισκοπὴν ἀγόμενον μαρτυρίαν τινὰ τῆς ἑαυτοῦ καλοκαγαθίας ἀπὸ τοῦ παρελθόντος ἐπάγεσθαι βίου, ἤτοι πάντοτε γεγονότα τοιοῦτον, ἣ μεταμελείᾳ γοῦν δεικνύμενον, ὅτι δὴ b ἀπὸ τοῦ χείρονος ἐπὶ τὸν κρείττονα μετελήλυθε βίον, ὃ καὶ ἄμεινον εἰσόμεθα ἀπὸ τῶν ἑξῆς· γίνεται δὲ παρὰ πολλοῖς νυνὶ, ὥς τι καὶ μέγιστον διαπραττομένοις καλόν.

Τὸ οὖν “ μιᾶς γυναικὸς ἄνδρα” τινὲς οὕτω ἐξέλαβον, ὃ καὶ ἔγωγε μᾶλλον ἀληθὲς εἶναι πείθομαι, ἐπειδὴ τότε πολλοὶ μὲν κατὰ ταὐτὸν δύο νομίμους εἶχον γυναῖκας, ὃ καὶ ἀπὸ τοῦ Μωσαϊκοῦ νόμου ποιεῖν αὐτοῖς ἐπετέτραπτο· πολλοὶ δὲ νομίμην ἔχοντες μίαν, ταύτῃ μὲν οὐκ ἠρκοῦντο, ἐκέχρηντο δὲ καὶ ἑτέραις ἤτοι παιδίσκαις ἑαυτῶν, ἣ καὶ εἰς τὰς τυχούσας πολλάκις ἀδεῶς ἁμαρτάνοντες· ὃ καὶ μέχρι τῆς δεῦρο γίνεται παρὰ τῶν οὐκ ἐπιμελομένων σωφροσύνης· τοῦτο εἰρηκέναι τὸν Παῦλον ἔφησαν, ὥστε τὸν τοιοῦτον εἰς τὴν ἐπισκοπὴν παράγεσθαι, ὃς ἀγαγόμενος γυναῖκα σωφρόνως ἐβίω μετὰ ταύτης, προσέχων αὐτῇ καὶ μέχρις αὐτῆς ὁρίζων τῆς φύσεως τὴν ὄρεξιν, ὡς εἰ τις οὕτω ζήσας, ἀποβαλὼν τὴν προτέραν νομίμως ἀγάγοιτο δευτέραν, τὸν αὐτὸν δὴ τρόπον βιοὺς καὶ μετὰ ταύτης, μὴ εἴργεσθαι αὐτὸν κατὰ τὴν τοῦ Παύλου νομοθεσίαν τῆς εἰς τὴν ἐπισκοπὴν παρόδου.

25

τοῦτο εἰρῆσθαι παρὰ τοῦ μακαριωτάτου Παύλου νενοηκότας τινὰς, πάνυ γε ἀποδέχομαι, μάλιστα πάντων οὐ πειθόμενος ὅτι ὁ τὸν δεύτερον γάμον ὁμοίως ἐπιτρέψας τῷ πρώτῳ, εἰ νομίμως γίγνοιτο εἰς ἐπισκοπὴν παριέναι, τὸν τοιοῦτον ἐκώλυσεν ὁ γὰρ εἰπὼν, λέγω δὲ ταῖς ἀγάμοις καὶ ταῖς χήραις, καὶ ὁμοῦ συνάψας αὐτοὺς, καὶ ἕνα νόμον ἐξενεγκὼν, δῆλος ἦν ἕν τι ἀμφοτέρους ἡγούμενος· εἰκότως· τί γὰρ διαλάττει κατά γε τὴν τῆς φύσεως ὄρεξιν, ἣ καθόλου μὴ ἐσχηκέναι, ἣ ἐσχηκέναι μὲν, ἀποβεβληκότα δὲ οὖκ ἔχειν; ἐπεὶ καὶ συντυχίας τὸ τοιοῦτο μᾶλλόν ἐστιν ἣ γνώμης. ὁ μὲν γὰρ ἐσχηκὼς ἐπιπολὺ τὴν ἑαυτοῦ βιώσασαν γυναῖκα, ἀπέλαυσεν αὐτῆς ἐφ’ ὅσον ἐβούλετο· ὁ δὲ μετὰ βραχὺ πολλάκις αὐτὴν ἀποβαλὼν ἐξ ἀνάγκης ἐπὶ τὸν τῆς δευτέρας ἔρχεται γάμον. ἔστι δὲ ταῦτα συντυχίας οὐ γνώμης κατορθώματα· ἅπερ ἐξετάζων ὁ μακάριος δι’ ὅλου φαίνεται Παῦλος τὸν εἰς ἐπισκοπὴν παραγόμενον, μάλιστα ἀπὸ τοιούτων γνωρίζεσθαι δεῖν ἡγούμενος. ἐπεὶ καὶ γέλοιον νομίζειν Παῦλον νόμους τιθέναι, μὴ γνώμην δοκιμάζοντα, ἀλλ’ ἀπὸ τῆς συντυχίας τὴν διάκρισιν ἐργαζόμενον. εἰ γάρ τις ἐκεῖνο λέγοι ὅτι μικρὰ καὶ τῆς συντυχίας φροντίσας πλείονος τῆς ἀκριβείας ἐπιμελόμενος ἐπὶ τοῦ ἐπισκόπου ἐνόμισεν αὐτὸν ὅπως ποτὲ μιᾷ δεῖν κεκοινωνηκότα γυναικὶ, ἀκουέτω, ὅτι κατὰ τοῦτον τὸν λόγον οὐδὲ μετὰ βαπτίσματος τοιοῦτον παραγενέσθαι δίκαιον ἦν· οὐ γὰρ δὴ τὸ βάπτισμα ἣ οὐκ εἶναι αὐτὸν δυσὶν κεκοινωνηκότα ποιεῖ γυναιξὶν, ἣ παρὰ πᾶσιν ὡς μιᾷ κεκοινωνηκότα ὑπολαμβάνεσθαι, πολλῷ δὲ πλέον τὸν μιᾷ μὲν συγγεγονότα κατὰ τὴν νόμιμον συνάφειαν, πολλαῖς δὲ ἑτέραις ἀκολάστως συμπλακέντα· καὶ πρόδηλον ἐπὶ τῷ τοιούτῳ γεγονότα βίῳ εἰς τὴν ἐπισκοπὴν παράγεσθαι οὐχ ὅσιον κατά γε τὸν αὐτὸν λόγον, διὰ τὸ τοῦ βαπτίσματος τετυχηκέναι. εἰ γὰρ δὴ τὸν νομίμως δυσὶ συμπλακέντα σωφρόνως τε αὐταῖς συνεζηκότα προθέσει γνώμης, φάσκοιεν δι’ ἀκρίβειαν ἐπὶ τὴν ἐπισκοπὴν οὐκ εἶναι δεκτὸν, πολλῷ πλέον τὸν καὶ ἀκολάστως βιώσαντα οὐ θεμιτὸν ἐπὶ τοῦτο προάγεσθαι, ἐπειδὴ τοῦ βαπτίσματος αὐτῷ τυχεῖν ἐγένετο. καὶ ταῦτα μὲν εἰρήσθω περὶ τοῦ μιᾶς γυναικὸς ἄνδρα, οὗ δὴ τὴν ἑρμηνείαν σαφέστερον εἰπεῖν ἀναγκαῖον ἡγησάμεθα μικρὰ τῆς

26
κρατούσης παρὰ τοῖς πολλοῖς φροντίσαντες συνηθείας. καὶ ταῦτα μὲν Θεόδωρος ἄντικρυς τοῖς ἐναργέσι μαχόμενος, τῇ τε ἐκκλησιαστικῇ παραδόσει καὶ πάσαις ταῖς συνόδοις· πρὸς ἃ δυνήσεταί τις ἀντειπεῖν, καιροῦ καλοῦντος.

(Ἰωάννου Χρυσοστόμου.) Ὁ δὲ μακάριος Ἰωάννης φησί· διὰ τι γὰρ μὴ εἶπες, δεῖ δὲ τὸν ἐπίσκοπον Ἄγγελον εἶναι, ὦ μακάριε Παῦλε, καὶ μηδενὶ ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι ; ἐκεῖνα τὰ μεγάλα ἃ ὁ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους ἔχειν δεῖ ἐσταυρῶσθαι καὶ ἐν ταῖς χερσὶν ἔχειν τὴν ψυχήν· ὃ καὶ ὁ Χριστὸς εἶπεν, “ ὁ “ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων ὁμοίως ὅπερ ἀλλαχοῦ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις; τί δὲ ἐκείνοις φησι; “ νεκρώσατε τὰ “ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς·” καὶ πάλιν· “ οἱ δὲ τοῦ Χριστοῦ “ τὴν σάρκα ἐσταύρωσαν·” τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν ; ὅτι ὀλίγους ἐνῆν τοιούτους εὑρεθῆναι, ἐπισκόπων δὲ δεῖ πολλῶν, καὶ καθ’ ἑκάστην πόλιν· τίς οὖν ἐνεδρεύεσθαι ἔμελλε τὰ τῶν ἐκκλησιῶν; διὰ τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην τὴν ἄνω τὴν ὑψηλήν.

Τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.

Εδει γὰρ οἴκοθεν παρέχεσθαι τὰ παραδείγματα· τίς γὰρ πιστεύσειεν ὅτι τὸν ἀλλότριον ὑποτάξειεν, ὁ τὸν υἱὸν μὴ ὑποτάξας; τί ἰδίου οἴκου φησὶ, καλῶς προιστάμενον, τοῦτο καὶ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς ἂν γένοιτο ταχέως· ὁ τοίνυν ἑαυτοῦ οἶκον καλῶς οἰκονομήσας, πῶς τὰ τῆς ἐκκλησίας οἰκονομῆσαι δυνήσεται; “ μὴ νεόφυτον.” οὐ τὸν νεώτερον ἐνταῦθα λέγει, ἀλλὰ τὸν νεοκατήχητον· εἰ γὰρ πρὶν ἢ γενέσθαι μαθητὴς, διδάσκαλος γένοιτο, ταχέως καὶ εἰς ἀπόνοιαν αἴρεται· διὰ τοῦτο ἐπήγαγεν, “ ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου,” τουτέστιν, εἰς τὴν καταδίκην τὴν αὐτὴν, ἣν ἐκεῖνος ἀπὸ τῆς ἀπονοίας ὑπέμεινε· δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου· μέλλει γὰρ ὀνειδίζεσθαι παρ’ αὐτῶν· διὰ τοῦτο εἶπε “ μιᾶς γυναι- “ κὸς ἄνδρα·” καίτοι ἀλλαχοῦ λέγων, “ θέλω πάντας ἀνθρώπους “ εἶναι ὡς καὶ ἐμαυτὸν, ἐν ἐγκρατείᾳ·” ἵνα οὖν μὴ εἰς στενὸν

27
περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην ἀρετὴν ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην ἐζήτησεν ἀρετήν· τι οὖν ἃν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν δὲ οὐδὲ τοῦτο μόνον εἴασεν, ἀλλὰ προσέθηκε· “ δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν ἔχειν καλὴν,” τουτέστι, μετὰ τῶν ἄλλων καὶ ταύτην. εἰς παγίδα δὲ πῶς ἐμπίπτει ; τοῖς αὐτοῖς ἁμαρτήμασι πολλάκις περιπίπτων, οἷς κἀκεῖνοι· εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτὸν ἀναιροῦσιν ἐκεῖνοι. εἰ δὲ τὴν παρ’ ἐχθρῶν δεῖ μαρτυρίαν ἔχειν, πολλῷ μᾶλλον καὶ τὴν παρὰ τῶν φίλων. ὅτι γὰρ οὐκ ὄι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος, “ λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν “ ἀνθρώπων, ὅπως ἴ’ δῶσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν “ πατέρα ὑμῶν τὸν ἐν. τοῖς οὐρανοῖς·” ἀλλὰ δογμάτων ἕνεκεν, πολλάκις ἃν αὐτοὺς διαβάλλουσιν Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἃ, ἐπιλάβοιντο.

Διακόνους ὡσαύτως σεμνούς.

Διαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν, τίνων δὲ ἀπέχεσθαι χρὴ, καὶ τὸ τῶν πρεσβυτέρων τάγμα ἀφεὶς, εἰς τοὺς διακόνους μετεπήδησε; τί δήποτε; ὅτι οὐ πολὺ τὸ μέσον· καὶ γὰρ αὐτοὶ διδασκαλίαν εἰσὶ, ἀναδεδεγμένοι, καὶ προστασίαν τῆς ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκοπων εἶπεν, ταῦτα καὶ περὶ πρεσβυτέρων ἁρμόττει· τῇ γὰρ χειροτονίᾳ μόνον αὐτῶν ἀναβεβήκασι, καὶ τούτῳ μόνῳ δοκοῦσι πλεονεκτεῖν τοὺς πρεσβυτέρους· τὸ παλαιὸν δὲ ἀμφοτέραις ταύταις ἐκαλοῦντο ταῖς προσηγορίαις οἱ πρεσβύτεροι, καὶ τοῦτο ἐπεσημηνάμεθα καὶ ἐν τῇ πρὸς Φιλιππησίους, ἔνθα γράφων φησὶ, “ σὺν ἐπισκόποις καὶ διακόνοις·” δῆλον γὰρ ὡς οὐκ ἐνῆν ἐπισκόπους μιᾶς πόλεως πλείους εἶναι· ἄμεινον δὲ ἐν τοῖς πρὸς Τίτον γεγραμμένοις αὐτὸ γνοίη τις ἄν. εἰπὼν γὰρ “ ἵνα καταστήσῃς “ πρεσβυτέρους ὡς ἐγὼ σοὶ διεταξάμην,” καὶ προστεθεικὼς οἵους, ἐπάγει· “ δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκο- “νόμον,” δέο, εἴπερ ἅ τὸν πρεσβύτερον εἰπεῖν, ἀλλὰ σαφῶς τὸν αὐτὸν ἐπίσκοπον καὶ πρεσβύτερον ὀνομάζων.

Τί δὴ τοῦτό ἐστιν ; ἄξιον γὰρ μὴ παραλιπεῖν τὴν αἰτία, τῆς

28
ἐναλλαγῆς τῶν ὀνομάτων· καὶ τίνος ἕνεκεν τὰ ὀνόματα διακέκριται νῦν καὶ οὔτε ὁ ἐπίσκοπος λεχθείη ἃν πρεσβύτερος, οὔτε ὁ πρεσβύτερος δέξεται ἄν ποτε τὴν τοῦ ἐπισκόπου ὀνομασίαν, μέχρις ἃν πρεσβύτερος ᾐ τὸ παλαιὸν ὀλίγων ὄντων τῶν εὐσεβῶν, πρεσβύτεροι ἁπανταχόσε καθίσταντο. τοῦτο μὲν ἀπὸ τῆς τιμῆς ὀνομαζόμενοι, ὡς καὶ παρὰ Ἰουδαίοις πρεσβύτεροι οἱ τοῦ λαοῦ προηγούμενοι ἐλέγοντο, καλούμενοι δὲ καὶ ἐπίσκοποι, ἀφ’ οὗπερ μετῄεσαν καὶ ἔργου, τῷ μάλιστα πᾶσι ἐπισκοπεῖν, καὶ τὴν ἁπάντων οἰκονομίαν ἐγκεχειρίσθαι· καὶ γὰρ ὁλοτελῆ τῆς ἐκκλησιαστι- κῆς διοικήσεως τὴν αὐθεντείαν εἶχον τότε, καὶ πάντα ἀπήρτητο τῆς αὐτῶν γνώμης.

τοῦτο δὲ ἔνεστι καὶ παρὰ τῷ Λουκᾷ μαθεῖν ἀκριβῶς, ὃς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων λέγει μὲν ἀποστείλαντα τὸν Παῦλον εἰς τὴν Ἔφεσον κεκληκέναι τοὺς πρεσβυτέρους· τίθησι δὲ αὐτοῦ τὴν πρὸς τοὺς παραγεγονότας διάλεξιν, ἐν οἷς ὁ Παῦλος οὕτως φησί· “ προσέχετε οὑν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν “ ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν “ ἐκκλησίαν τοῦ Θεοῦ.” προδήλως οὓς αὐτὸς ὠνόμασε πρεσβυτέρους, τούτους ἐπισκόπους εἰπὼν ὑπὸ τοῦ Παύλου κεκλῆσθαι. οἱ δὴ τὴν τοῦ χειροτονεῖν ἐξουσίαν ἔχοντες, οἱ νῦν ὀνομαζόμενοι ἐπίσκοποι, οὐ μιᾶς ἐκκλησίας γινόμενοι, ἀλλ’ ἐπαρχίας ὅλης ἐφεστῶτες, στῶτες, τῷ τῶν Ἀποστόλων ἐκαθοῦντο προσηγορίᾳ, οὕτως ἁπάσῃ τῇ Ἀσίᾳ τὸν Τιμόθεον ἐπέστησεν ὁ μακάριος Παῦλος, καὶ τῇ Κρήτῃ τὸν Τίτον. δῆλον δὲ ὅτι καὶ ἑτέρους ἐπαρχίαις ἑτέραις κατὰ μέρος ἐπέστησεν, ὡς ἕκαστος ὅλης τῆς ἐπαρχίας τὴν φροντίδα ἀναδεχόμενος ἐκπεριῄει τὰς ἐκκλησίας ἁπάσας, τοὺς πρὸς τὴν ἐκκλησιαστικὴν λειτουργίαν λείποντας προχειριζόμενος, τὰ χαλεπώτερα τῶν παρ’ αὐτοῖς διαλύων λόγοις διδασκαλίας, αὐτοὺς ἐπανορθῶν, τὰ βαρύτερα τῶν ἁμαρτημάτων ἐξιώμενος, καὶ ὅλως ἅπαντα ποιῶν ὅσα εἰκὸς ἦν ἄνδρα ποιεῖν ἡγούμενον, ἁπασῶν τῶν πόλεων τότε ἐχουσῶν τοὺς νῦν ὀνομαζομένους ἐπισκόπους, τότε δὲ Άποστόλους, ὅπερ εἰσὶ νῦν τῇ τε πόλει καὶ τῇ χώρᾳ, ἐφ’ ᾑπερ τὴν κατάστασιν δέχονται. καὶ τότε μὲν τοῦτον εἶχον τὸν τρόπον τὰ κατὰ τὴν ἐκκλησίαν.

Ἐπειδὴ δὲ πολλὴ μὲν ἡ τῆς εὐσεβείας ἐπίδοσις ἐγένετο, μέ-

29
γισται δὲ οὐ πόλεις μόνον, ἀλλὰ καὶ χῶραι τῶν πεπιστευκότων ἦσαν τῶν τε μακαρίων ἀπογενομένων Ἀποστόλων, οἱ μετὰ τοῦτο εἰς τὴν καθόλου προβαλλόμενοι ἐπιστασίαν, οὐκέτι τοῖς προτέροις ἐγίνοντο ὅμοιοι, οὐδὲ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν ἴσην ἔχειν ἠδύναντο, τυχὸν δὲ καὶ ἐν ἑτέροις πλείστοις ἐλαττούμενοι ἐκείνων ἐφαίνοντο, βαρὺ νομίσαντες τὴν τῶν Ἀποστόλων ἔχειν προσηγορίαν, διείλοντο τὰς ὀνομασίας· καὶ τὸ μὲν τοῦ πρεσβυτέρου καταλελοίπασι τοῖς πρεσβυτέροις, τὸ δὲ τοῦ ἐπισκόπου τεθείκασιν τῷ τὴν τοῦ χειροτονεῖν ἐξουσία, ἔχοντι, ὡς ἃν τὴν καθόλου ἐπιστασίαν ἐγκεχειρισμένου. ἐγένοντο δὲ καὶ πλείους διὰ μὲν τὴν χρείαν τὸ πρῶτον, ὕστερον δὲ καὶ ὑπὸ φιλοτιμίας τῶν ποιούντων, ἐν ἀρχῇ μὲν, δύο κατ’ ἐπαρχίαν γινομένων ἣ τριῶν τὸ πλεῖστον. τοῦτο δὲ ἐπὶ τῆς δύσεως οὐ πρὸ πολλοῦ μὲν ἐν πλείσταις ἦν, ἐν ἐνίαις δὲ καὶ ἄχρι τῆς δεῦρο πεφυλαγμένον εὕροι τις ἄν. τοῦ δὲ χρόνου προβαίνοντος, οὐ κατὰ πόλιν γινομένου μόνον, ἀλλὰ γὰρ καὶ κατὰ τόπον, ἐν ᾧτ’ μηδὲ χρεία ἦν εἰς ταύτην τινὰ τὴν λειτουργίαν προβάλλεσθαι καταναγκάζουσα.

Ἰωάννου Χρυσοστόμου. Διακόνους ὡσαύτως τὰ αὐτὰ, φησὶν, ἔχοντας, οἷον, τὸ ἀνεπίληπτον, τὸ σώφρονας εἶναι, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους, σεμνοὺς, μὴ διλόγους, τουτέστι μὴ ὑπούλους, μὴ δολεροὺς, μὴ οἴνῳ, φησὶ, πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς· “ ἔχοντας τὸ μυστήριον τῆς “ πίστεως, ἐν καθαρᾷ συνειδήσει.” ἰδοὺ ἐσήμανε τί ἐστι ἀλήπτους εἶναι· ὅρα δὲ, πῶς τὸ μὴ νεόφυτον καὶ ἐνταῦθα τίθησι· τὸ γὰρ εἰπεῖν “ καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον,” ὡς καὶ περὶ τοῦ ἐπισκόπου τούτου εἰρημένου αὐτῷ, οὕτως τὸν σύνδεσμον τὸν “ καὶ” ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. διὰ τοῦτο εἴρηται καὶ ἐκεῖ, τὸ μὴ νεόφυτον. “ γυναῖκας ὡσαύτως διακόνους,” φησὶ, “ σεμνὰς, μὴ διλόγους, νηφαλίας, πιστὰς ἐν πᾶσιν.” τινὲς ἁπλῶς περὶ γυναικῶν εἰρῆσθαι τοῦτό φασιν· οὐκ ἔστιν δέ· τι γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων παρεμβαλεῖν τι περὶ γυναικῶν, ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν, φησὶ, διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες· ταῦτα καὶ περὶ γυναικῶν διακόνων ἁρμόττει εἰρῆσθαι· σφόδρα γὰρ ἀναγκαῖον τοῦτο καὶ χρήσιμον

30
καὶ κόσμιον ἐν τῆ ἐκκλησίᾳ· ὅρα δὲ πῶς τὴν αὐτὴν ἀπαιτεῖ καὶ παρὰ διακόνων ἀρετήν.

τέκνων καλῶς προἱστάμενοι, καὶ τῶν ἰδίων οἴκων. οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῆ ἐν Χριστῷ Ἰησοῦ.

Πανταχοῦ τίθησι τὴν τῶν τέκνων προστασίαν, ἴνα μὴ ἄπο τούτου οἱ λοιποὶ σκανδαλίζωνται· “ οἱ γὰρ καλῶς,” φησὶ, “ δια- “ κονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, ” τουτέστι, προκοπὴν, “ καὶ παρρησίαν πολλὴν τὴν ἐν πίστει, ” οἱ ἐν τοῖς κάτω δείξαντες ἑαυτοὺς διεγηγερμένους, ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται, φησίν.

Θεοδώρου. Ἐκεῖνο δὲ προσθεῖναι ἄξιον ὅτι μὴ δεῖ εἰ μήτε [ὑπὸ] διακόνων ἐμνήσθη, μήτε ἀναγνωστῶν· τῶν γὰρ ἐν τῇ τῆς ἐκκλησίας λειτουργίᾳ βαθμῶν ἔξωθεν μᾶλλον οὗτοι εἰσι, διὰ τὴν χρείαν ἐπινοηθέντες ὕστερον, ἣν διὰ τὸ τῶν πεπιστευκότων πλῆθος λοιπὸν δι’ ἑτέρων πληροῦσθαι ἠναγκάσθη· ὅθεν οὐδὲ νενόμισται αὐτοὺς πρὸ τοῦ θυσιαστηρίου τὴν χειροτονίαν δέχεσθαι, ἐπεὶ μηδὲ αὐτῷ ὑπηρετοῦνται τῷ μυστηρίῳ, ἀλλ’ οἱ μὲν τὴν ἀνάγνωσιν ἐκτελοῦσιν, οἱ δὲ ἔνδον τὰ πρὸς τὴν τῶν διακόνων ὑπηρεσίαν εὐτρεπίζουσιν, ἐπιμελόμενοι καὶ τῶν ἐκκλησιαστικῶν φώτων.

ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος. καὶ ἑδραίωμα τῆς ἀληθείας.

Ἰωάννου Χρυσοστόμου. Ἵνα μὴ τῷ περὶ τούτων αὐτὸν διατάττεσθαι εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησὶν, οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ’ ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί· μὴ θαυμάσῃς δὲ, εἰ Πνεύματι πάντα προορῶν ἠγνόει τοῦτο· ἐπειδὴ γὰρ Πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ ἔπραττεν ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει· “ ἵνα εἰδῇς,” φησὶ, “ πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφε- “ σθαι,” οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαἱκός· τοῦτο γάρ ἐστι τὸ συνέχον

31
τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειά ἐστι τῆς ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα.

(Θεόδωροσ.) Ἄλλος δέ φησιν· ἐκκλησίας, οὐ τοὺς λέγει τοὺς εὐκτηρίους κατὰ τὴν τῶν πολλῶν συνήθειαν, ἀλλὰ τῶν πιστῶν τὸν σύλλογον, ὅθεν καὶ στῦλον αὐτὴν καὶ ἑδραίωμα τῆς ἁληθείας ἐκάλεσεν, ὡς ἃν ἐν αὐτὴ τῆς ἀληθείας τὴν σύστασιν ἐχούσης.

Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη ἐν Πνεύματι.

Τουτέστιν, ἡ οἰκονομία ἡ ὑπὲρ ἡμῶν. μὴ μοὶ εἴπῃς τοὺς κώδωνας, μηδὲ τὰ ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλος ἐστὶ τῆς οἰκουμένης ἡ ἐκκλησία· ἐννόησον τὸ μυστήριον, καὶ φρίξον· ἀναμφίβολον γάρ ἐστιν, ἐπειδὴ περὶ ἱερέων διαταττόμενος οὐδὲν τοιοῦτον εἰπεν, οἷον ἐν τῷ Λευιτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα· ὅτι “ ἐφανερώθη ἐν σαρκὶ,” δημιουργὸς ὤν· ὄντως μέγα τὸ μυστήριον, πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη καὶ ἐπιστεύθη τοῦτο· μὴ γὰρ νομίσῃς ἁπλῶς ῥήματα εἰναι ψιλὰ, ὤφθη φησὶν, ἐν σαρκὶ, ἐδικαιώθη ἐν πνεύματι, ἣ ὅτι δόλον οὐκ ἐποίησεν, ὅπερ ὁ προφήτης λέγει, “ ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ “ στόματι αὐτοῦ,” ἣ τοῦτο λέγει, “ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν “ τέκνων αὐτῆς.” “ ὤφθη Ἀγγέλοις·” ὥστε καὶ Ἄγγελοι μεθ’ ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, τὸ πρότερον οὐχ ὁρῶντες· ὄντως μέγα τὸ τῆς εὐσεβείας μυστήριον.

Ἀλλοσ δέ φησιν· ἡ ἐκκλησία ἡ ἐπὶ τῆς γῆς διὰ τῆς ὁμολογίας ἐδικαιώθη ἐν πνεύματι, ὅμοιόν ἐστι τοῦτο τῷ “ ὅπως ἃν “ δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σε.” τοῦ γὰρ Πνεύματος τὰ σημεῖα ποιοῦντος, ἐδικαιοῦτο κατὰ τὴν ἡμετέραν ὁμολογίαν καὶ τὴν πίστιν τῶν πιστευόντων. ὁ ἐπὶ σωτηρίᾳ ἀνθρώπων ἐληλυθὼς, “ ὤφθη Ἀγγέλοις·” ἔδειξε διὰ τούτου, ὅτι ἀόρατός ἐστιν ἡ θεότης τοῦ μονογενοῦς καὶ Ἀγγέλοις. ὤφθη δὲ αὐτοῖς διὰ τῆς σηκὸς, “ ἀνελήφθη ἐν δόξῃ,” ἐπὶ νεφελῶν, φησί.

Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς

32
ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις.

Ἐπισυνῆψε ταῦτα τοῖς περὶ τοῦ Χριστοῦ λόγοις, οὐχ ἁπλῶς, ἀλλ’ ἐπειδὴ τοὺς αὐτοὺς ἠπίστατο ἔσεσθαι τοὺς περί τε γάμων καὶ βρωμάτων ἐκεῖνα ἀναιροῦντας, καὶ τὸ ἀνειλῆφθαι σάρκα παρὰ τοῦ Θεοῦ Λόγον μέλλοντας ἀναιρεῖν, εἰκότως αὐτὰ ἐκείνοις συνέπλεξε· πάντας γὰρ τούτους ὁμοίως ἀμφότερα εὑρήσειας τηροῦντας. “ ἀποστήσονταί τινες τῆς πίστεως·” περὶ Μανιχαίων καὶ Εγκρατητῶν καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν ἐργαστηρίου τοῦ τοιούτου, ταῦτά φησιν· ὁρᾷς ὅτι πάντων αἴτιον τῶν μετὰ ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι ; τι δὲ ἐστὶ “ ῥητῶς;” φανερῶς, σαφῶς. μὴ θαυμάσῃς, φησὶν, εἰ νῦν ἀπὸ τῆς πίστεως τινὲς ἀποστάντες ἔτι Ἰουδαΐζουσιν· ἔσται καιρὸς, ὅτε χαλεπώτερον αὐτοὶ οἱ τῆς πίστεως μετεσχηκότες τοῦτο ἐργάσωνται, οὐ μέχρι βρωμάτων, ἀλλὰ καὶ γάμων καὶ πάντων τῶν τοιούτων τὴν ὀλεθρίαν συμβουλὴν εἰσάγοντες· πνεύματα δὲ πλάνα ἐκάλεσεν αὐτούς. εἰκότως· ὑπὸ γὰρ ἐκείνων ἐνεργούμενοι ταῦτα ἐφθέγξαντο.

Καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν.

Ἀντὶ τοῦ αὐτὰ ἃ ψεύδονται, οὐ παρ’ ἄγνοιαν, οὐδὲ οὐκ εἰδότες, ἀλλ’ ὑποκρινόμενοι ψεύδονται· εἰδότες μὲν τὸ ἀληθὲς, τὸ δὲ συνειδὸς κεκαυτηριασμένοι, τουτέστι πονηροῦ ὄντες βίου. Κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν, μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν, ὅτι πᾶν κτίσμα καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

Τί δήποτε καὶ τὰς ἄλλας αἱρέσεις οὐκ εἶπεν ; ᾐνίξατο αὐτὰς, εἰπὼν “ πνεύμασι πλάνοις, διδασκαλίαις δαιμονίων· ” οὐ γὰρ ἐβούλετο ἤδη κατασπεῖραι εἰς τὰς τῶν ἀνθρώπων ψυχὰς ταῦτα, ἀλλ’ ὅπερ ἀρχὴν εἰλήφει, τοῦτο ἤδη παρέδειξε, τὸ “ τῶν βρωμάτων, ἃ “ ὁ Θεὸς,” φησὶν, “ ἔκτισεν εἰς μετάληψιν τοῖς πιστοῖς·” πῶς τοῖς ἀπίστοις οὔ; νόμοις γὰρ ἑαυτοὺς τούτων ἀπείργουσι καὶ

33
ἐπεγνωκόσι τὴν ἀλήθειαν. ἄρα τὰ πρότερα τύπος ἦν· οὐδὲν γὰρ φύσει ἀκάθαρτον, ἀλλὰ παρὰ τὴν συνείδησιν τοῦτο τοῦ μεταλαμβάνοντος. τίνος οὖν ἕνεκεν πολλῶν αὐτοὺς βρωμάτων ἀπήγαγε; τὴν πολλὴν ἐκκόπτων τρυφήν· εἰ γὰρ κτίσμα Θεοῦ, καλόν· πάντα γὰρ καλὰ λίαν. καὶ ἤδη προκατασπᾷ τὴν αἵρεσιν, τῶν τὴν ἀγέννητον ὕλην εἰσαγόντων, καὶ ἐκείνης ταῦτα λεγόντων εἶναι· οὐκοῦν τι ἐστι τὸ “ ἁγιάζεται διὰ λόγου καὶ ἐντεύξεως ” δηλονότι ἀκάθαρτον ὃν ἁγιάζεται. οὐ τοῦτο, ἀλλ’ ἐνταῦθα πρὸς ἐκείνους φησὶ τοὺς κοινὰ τινὰ νομίζοντας ἐξ αὐτῶν εἶναι. δύο τοίνυν τίθησι κεφάλαια, ἒν μὲν ὅτι οὐδὲν κτίσμα κοινὸν, δεύτερον δὲ, εἰ καὶ γένοιτο κοινὸν, ἀλλ’ ἔχει τὸ φάρμακον σφράγισον, εὐχαρίστησον, καὶ πᾶσα ἀκαθαρσία ἀπέστη· οὐκοῦν καὶ τὸ εἰδωλόθυτον, φησὶν, οὕτω δυνάμεθα καθαίρειν; ναὶ, ἐὰν μὴ εἰδῇς ὅτι εἰδωλόθυτόν ἐστιν· ἐὰν δὲ εἰδῇς καὶ μεταλάβῃς, ἀκάθαρτος ἔσῃ· οὐχ ὅτι εἰδωλόθυτόν ἐστιν, ἀλλ’ ὅτι προσταχθεὶς μὴ κοινωνεῖν, δαιμονίοις ἐκοινώνησας δι’ ἐκείνων.

Ταῦτα ὑποθέμενοι τοῖς ἀδελφοῖς, καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας, ἧ παρηκολούθηκας.

ταῦτα ποῖα; ἅπερ εἶπον, ὅτι τὸ μυστήριον μέγα ἐστὶν, ὅτι τὸ τούτων ἀπέχεσθαι δαιμονίων ἐστὶν, ὅτι διὰ λόγου καὶ ἐντεύξεως Θεοῦ τὰ βρώματα καθαρίζεται· διέστησε δὲ λόγον διδασκαλίας· διδασκαλία μὲν γάρ ἐστιν, ὅταν τὰ κείμενα λέγῃ ἁπλῶς· λόγος δὲ, ὅταν καὶ τὰς αἰτίας παριστᾷ καὶ τῶν νοημάτων τὴν δύναμιν ἐξαπλοῖ.

Περὶ ἀγῶνος εὐσεβείας ἐπ’ ἐλπίδι.

τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ, γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.

Ὁρᾷς ὡς οὐδαμοῦ τὴν αὐθεντείαν ἐνταῦθα τίθησιν, ἀλλὰ τὴν συγκατάβασιν· “ ὑποτιθέμενος,” φησὶν. οὐκ ἐπιτάττων, οὐ παραγγέλλων, ὡς συμβουλεύων δὲ ταῦτα ὑποτίθεσο, καὶ τοὺς λόγους

34
ἀνακίνει τοὺς περὶ πίστεως , “ ἐντρεφόμενος,” φησὶ, τὸ διηνεκὲς τῆς εἰς τὰ τοιαῦτα προσοχῆς δηλῶν· ὥσπερ γὰρ τὴν τροφὴν ταύτην καθ’ ἑκάστην ἡμέραν ζητοῦμεν, οὕτω καὶ τοὺς περὶ πίστεως λόγους, ἀεὶ τούτοις τρεφώμεθα. “ γραώδεις δὲ μύθους,” τὰς τῶν Ἰουδαίων παρατηρήσεις φησὶν, ἢ διὰ τὰς παραποιήσεις, ἣ διὰ τὸ ἄκαιρον· τὸ γὰρ ἐν καιρῷ χρήσιμον, χωρὶς δὲ τοῦ καιροῦ οὐ μόνον ἄχρηστον, ἀλλὰ καὶ βλαβερόν. Ὁρᾷς; καὶ ἀκάθαρτα ταῦτα εἶπε καὶ γραώδη· τὸ μὲν διὰ τὸ παλαιὸν, τὸ δὲ διὰ τὸ ἐμποδίζειν τῇ πίστει. “ γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν,” τουτέστιν, πρὸς πίστιν καθαρὰν καὶ βίον ὀρθόν· τοῦτο γάρ ἐστιν εὐσέβεια· γυμνασίας ἄρα χρεία ἡμῖν· “ ἡ γὰρ σωματικὴ γυμνα- “ σία,” φησὶ, “ πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος.” τίνος χάριν ἐμνήσθη τῆς σωματικῆς γυμνασίας ; ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ταύτης δηλῶν, ὅτι ἐκείνη μὲν καὶ πόνους ἔχουσα πολλοὺς οὐδὲν ἔχει τὸ κέρδος, οὐδὲ ἄξιον λόγου· αὕτη δὲ διηνεκὲς καὶ ἄφθονον, καὶ ἐν τῷ μέλλοντι ἀποδίδωσιν. “ πιστὸς ὁ λόγος·” τουτέστιν, ἀληθής· ὅτι καὶ ἐνταῦθα καὶ ἐκεῖ. ὅρα πῶς πανταχοῦ τοῦτο ἐπάγει· οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀποφαίνεται· πρὸς γὰρ Τιμόθεον ὁ λόγος ἢν αὐτῷ.

Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι Σωτῆρ’ ἁπάντων, μάλιστα πιστῶν.

τίνος γὰρ, φησὶν, ἕνεκεν κόπτομεν ἑαυτοὺς, εἰ μὴ τὰ μέλλοντα προσεδοκῶμεν, εἰ μὴ ἐπὶ Θεῷ ζῶντι ἠλπίκαμεν; εἰ δὲ τοὺς ἀπίστους σώζει ἐνταῦθα, πολλῷ μᾶλλον τοὺς πιστοὺς ἐκεῖ· πλείονα γὰρ σπουδὴν περὶ τοὺς πιστοὺς ἐνδείκνυται καὶ ἐνταῦθα· εἰ γὰρ μὴ σωτὴρ ἦν, οὐδὲν ἃν ἐκώλυσεν ὑπὸ πάντων πολεμουμένους πάλαι διεφθάρθαι· ἐνταῦθα καὶ παρορμᾷ αὐτὸν πρὸς τοὺς κινδύνους, ὥστε μὴ ἐκλυθῆναι, Θεὸν ἔχοντα τοιοῦτον.

35

Περὶ ἐπιμελείας αὐτοῦ καὶ τῆς ἐκκλησίας. Παράγγελλε ταῦτα καὶ δίδασκε. μηδείς σου τῆς νεότητος καταφρονείτω.

τῶν πραγμάτων τὰ μὲν διδασκαλίας δεῖται, τὰ δὲ ἐπιταγῆς· οἷόν τι λέγω, τὸ μὴ εἶναι πονηρὸν ἐπιτάττειν χρὴ καὶ ἀπαγορεύειν μετὰ πλείονος αὐθεντείας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται· ἃν μέντοι λέγῃ, ὅτι δεῖ τὰ ὑπάρχοντα κοινοῦν, ὅτι δεῖ παρθενεύειν, ἃν περὶ πίστεως διαλέγηται, ἐνταῦθα διδασκαλίας χρεία. διὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος, “ παράγγελλε καὶ δίδασκε,” φησὶν, ὅταν γὰρ εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. “ μηδείς σου τῆς νεότητος “ καταφρονείτω,” φησιν· εὐκαταφρόνητον γάρ πὼς πρᾶγμα ἡ νεότης· δεῖ δὲ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον· ποῦ οὖν τὸ ἐπιεικὲς, φησὶ, ποῦ τὸ πρᾷον, ἐὰν μὴ καταφρονῆται; ἐν μὲν τοῖς πρὸς ἑαυτὸν καταφρονείσθω, ἐν δὲ τοῖς πρὸς ἑτέρους μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης, ἵνα μὴ τὸ κοινὸν λυμαίνηται. ἣ τοῦτό φησιν ἣ ἐκεῖνο, μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἃν ἀντίρροπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν σου καταφρονήσει.

Ἀλλὰ τύπος γένου τῶν πιστῶν, ἐν λόγῳ, ἐν ἄνα· στροφῆ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.

Περὶ πάντας ἑαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων. τουτέστι, τὸ ἀρχέτυπον τοῦ βίου κάλλος, ἕσο ὥσπερ εἰκὼν προκείμενος, ὥσπερ νόμος ἔμψυχος, ὥσπερ κανὼν καὶ ὅρος τῆς εὐζωίας· τὸν γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή· ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας, ἐν ἀναστροφῇ τῇ τῆς ἐκκλησία,; ἐν ἀγάπῃ, ἐν πίστει τῇ ὀρθῇ, ἐν ἕψα, ἐν σωφροσύνῃ.

Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῆ παρακλήσει, τῇ διδασκαλίᾳ.

Ὅρα, πῶς αὐτὸν παραμυθεῖται· εἰκὸς γὰρ αὐτὸν ἀπορφανισθέντα ζητεῖν αὐτόν· “ πρόσεχε τῇ ἀναγνώσει, ” τῇ τῶν θείων

36
γραφῶν δηλονότι. τῇ παρακλήσει τῇ πρὸς ἀλλήλους, τῇ διδα. σκαλία.

Θεόδωροσ. Διδασκαλίαν φησὶ τὴν ἀπόλυτον ἐξήγησιν, παρά κλῆσιν δὲ τὴν ἀπὸ τινῶν συμβεβηκότων νουθεσίαν τε καὶ ὑπόμνησιν, ἣν ἐνίοτε μὲν, καὶ ἐπὶ τοῦ κοινοῦ γίνεσθαι ἀνάγκη, μάλιστα δὲ καὶ ἐν ταῖς πρὸς τὸν καθ’ ἕνα διαλέξεσι.

Μῆ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας.

Τὴν διδασκαλίαν φησὶν ἐνταῦθα.

Μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.

Οὐ περὶ πρεσβυτέρων φησὶν ἐνταῦθα, ἀλλὰ περὶ ἐπισκόπων· οὐ γὰρ δὴ πρεσβύτεροι τὸν ἐπίσκοπον ἐχειροτόνουν.

Θεόδωροσ. Ἢ καὶ τὸν τῶν Ἀποστόλων σύλλογον φησὶν, συνῄεσάν τε αὐτῷ, καὶ συνεφήπτοντο ὡς εἰκὸς ποιουμένῳ τὴν ἐπ’ αὐτῷ χειροτονίαν· πρεσβυτέριον αὐτὸ ὀνομάσας ἀπὸ τοῦ ἐντίμου· τοῦτο δὲ καὶ νῦν ἔθος ἐν ταῖς τῶν ἐπισκόπων γίνεσθαι προβολαῖς, τὸ μὴ ὑφ’ ἑνὸς, ἀλλ’ ὑπὸ πλειόνων τὰς τοιαύτας ἐν τῇ ἐκκλησίᾳ χειροτονίας πληροῦσθαι.

ταῦτα μελέτα, ἐν τούτοις ἴσθι.

Ὅρα πῶς πολλάκις περὶ τῶν αὐτῶν αὐτῷ παρεγγυᾷ, δεῖξαι βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή.

Ἔπεχε σεαυτῷ καὶ τῆ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς.

τουτέστι, πρόσεχε σεαυτῷ καὶ δίδασκε τοὺς λοιπούς.

τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις, καὶ τοὺς ἀκούὄντας σου.

Ὁ γὰρ τοῖς τῆς διδασκαλίας ἐντρεφόμενος λόγοις, πρότερος αὐτὸς καρποῦται τὴν ὠφέλειαν· ἐν τῷ γὰρ παραινεῖν ἑτέροις καὶ ἑαυτὸν κατανύσσει.

Ἵνα σου ἡ προκοπὴ φανερὰ ἦ ἐν πᾶσιν.

Μῆ ἐν τῷ βίῳ μόνον, ἀλλὰ καὶ ἐν τῷ βίῳ τῷ διδασκαλικῷ.

37

Περὶ τοῦ ἁρμοζ́οντως ἑκάστῳ προσφέρεσθαι.

Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς.

Περὶ παντὸς γεγηρακότος φησί· τι οὖν ἃν δέηται διορθώσεως ; ὡσανεὶ πρὸς πατέρα φησὶ προσενεχθείης ἁμαρτάνοντα· οὕτω καὶ πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “ νεωτέρους ὡς ἀδελ- “ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ “ ἁΤείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται καὶ παρὰ νέου. παραμυθεῖται οὑν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ· διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων ; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “ νεωτέρας,” φησὶν, “ ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς διαβάλλειν βουλομένοις.

Περὶ χηρῶν ἡλικίας καὶ τρόπου καὶ διοικήσεως.

Χήρας τίμα, τὰς ὄντως χήρας.

Διὰ τί μηδὲν περὶ παρθενίας διαλέγεται ; ὅτι μοι δοκοῦσι μηδὲ ετͅναι τότε, ἣ καὶ ἐκπεπτωκέναι· ἤδη γάρ τινες, φησὶν, ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ· ἆρα δὲ οὖν ἐστιν μὴ ἔχειν μὲν ἄνδρα, μὴ ε7ναι δὲ χήραν· ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου, οὕτω καὶ ἐπὶ τῆς χήρας πολλῆς δέονται τῆς τιμῆς· εἰκότως· ἐπονείδιστον γὰρ δοκεῖ εἶναι τὸ πρᾶγμα καὶ δυσαγώνιστον παρὰ τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἄξιόν ἐστιν.

Εἰ δέ τις χήρα τέκνα ἣ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν, καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις.

Ὅρα Παύλου τὸ συνετὸν, πῶς πανταχοῦ ἀπὸ ἀνθρωπίνων προ-

38
τρέπει λογισμῶν· οὐ γὰρ ἔθηκεν ἐνταῦθα μέγα τι καὶ ὑψηλὸν, ἀλλ’ ὅπερ ἐστὶν εὐσυνείδητον, “ καὶ ἀμοιβάς,” φησιν, “ ἀποδιδόναι τοῖς “ προγόνοις·” πῶς ; τῆς ἀνατροφῆς, τῆς αὐξήσεως· πολλῆς ἀπέλαυσας τῆς τιμῆς, ἀμείβου, ἀποδίδου τὸ ὄφλημα διὰ τῶν παίδων.

Άλλοσ φησί· τὸ “ μανθανέτωσαν τὰ τέκνα,” λέγει, καὶ τὰ ἔκγονα, οὐχ αἱ χῆραι, σκοπὸς γὰρ αὐτῷ διδάξαι ὅτι ἐκεῖναι μόναι τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι ὀφείλουσιν, αἷς οὐδεὶς κηδεμονίας ἑτέρωθεν ὑπολέλειπται τρόπος. ἐὰν τοίνυν, φησὶν, ᾖ χήρα τέκνα ἔχουσα ἢ ἔκγονα, διδασκέσθωσαν οἱ ἀπ’ ἐκείνης τεχθέντες ἐπιμελεῖσθαι τῆς μητρὸς, ἤτοι τῆς μάμμης· “ μανθανέ- “ τωσαν τοίνυν τὸν ἴδιον οἶκον εὐσεβεῖν” ἀντὶ τοῦ εἰπεῖν.

Τοῦτο γὰρ ἐστὶν ἀποδεκτὸν, ἐνώπιον Θεοῦ· ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν, καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκεν.

Εἴ τις, φησὶ, μὴ κοσμικὸν ἐπανῄρηται βίον, καὶ ἐν χηρείᾳ οὖσα, αὕτη ὄντως χήρα ἐστὶν, ἡ ἐπὶ τὸν Θεὸν ἐλπίζουσα ὡς χρὴ, ἡ δεήσεσι προσανέχουσα καὶ προσκαρτεροῦσα νυκτὸς καὶ ἡμέρας· ἀυτὴ χήρα ἐστιν, οὐχ ὡς καὶ τῆς τέκνα ἐχούσης οὔχι χήρας οὔσης· κἂν γὰρ καὶ ἐκείνην θαυμάζῃ τὴν παιδοτροφοῦσαν ὡς χρὴ, ἀλλ’ εἴ τις τέκνα μὴ ἔχῃ, τουτέστιν ἡ μεμονωμένη οὖσα· εἶτα παραμυθεῖται αὐτὴν ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτο μάλιστά ἐστι χήραν εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὔσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. “ ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.” ἐπειδὴ γὰρ πολλαὶ τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ’ ἵνα μᾶλλον ἑαυτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντείας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις τοῦτο, φησὶν, οἱ γὰρ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι τῆς μελλούσης, περὶ ἧς ἡμᾶς ἠσχολῆσθαι προσήκει τὸν ἅπαντα χρόνον, ἐπεὶ εἰ μὴ τοῦτο προσῄει, τῶν τεθνεώτων οὐδὲν χεῖρον ἔσονται.

Εἰ ’δε τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν ἀπίστου χείρων.

39

Πρόνοιαν πᾶσαν λέγει, τὴν κατὰ ψυχὴν, τὴν κατὰ σῶμα, ἐπεὶ καὶ αὐτὴ πρόνοιά ἐστιν· ὁ δὲ τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων, τουτέστι τῶν πρὸς γένος διαφερόντων μὴ προνοῶν, ἀπίστου, φησὶ, χείρων ἐστίν· ὃ λέγει καὶ Ἡσαΐας “ἀπὸ τῶν οἰκείων τοῦ σπέρ- “ματός σου οὐχ ὑπερόψει.” ὁ γὰρ τούτους περιορῶν, πῶς ἔσται περὶ τοὺς ἄλλους φιλόστοργος; “καὶ ἔστι,” φησὶν, “ἀπίστου “χείρων,” ὅτι ἐκεῖνος εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ· πῶς δὲ τὴν πίστιν ἤρνηται; “Θεὸν,” φησὶν, “ὁμο- “λογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” τι δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; τοὺς οἰκείους τοῦ σπέρματος μὴ περιορᾷν· ἄρα οὐ τοῦτο πίστεως ὁμολογία μόνον τὸ πιστεύειν, ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια.

Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου- μένη.

Εἶπεν ἅπερ μὴ ἔχουσα, ἀνάξιός ἐστι τοῦ καταλόγου τῶν χηρῶν, λέγει ἐνταῦθα, τι δεῖ ἔχειν· τί οὖν ἀπὸ τῶν χρόνων αὐτὴν ἐκκρινοῦμεν; καὶ ποῖον τοῦτο κατόρθωμα; οὐ γὰρ αὐτῆς ἐστι τὸ ξ΄ ἐτῶν γεγονέναι· οὐκ ἀπὸ τῆς ἡλικίας μόνον, φησὶν, ὡσανεὶ καὶ ἐκείνην παρέλθοι τὴν ἡλικίαν, φησὶ, μὴ ἔχουσα τὸ ἔργον, μηδὲ τότε καταλεγέσθω.

(Θεόδωροσ.) Καὶ ἄλλος φησιν· οὐ περὶ τῶν εἰς διακονίαν προαχθῆναι ὀφειλουσῶν διαλέγεται, ἀλλὰ περὶ τῶν εἰς τὸ χηρικὸν ἐγκαταλεγῆναι· οὐδὲ γὰρ ἡλικία τῶν εἰς κλῆρον προαγομένων ὁρίζεσθαι χρὴ, ὥσπερ οὐδὲ ἐπ’ αὐτοῦ Τιμοθέου ὁ Ἀπόστολος τοῦτο παρεφυλάξατο, ἀλλὰ τῇ ἀρετῇ τὴν δοκιμασίαν χαρακτηρίζειν. ἀλλ’ ἐπειδὴ κατελέγοντο χῆραι διὰ τὸ τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι, οὐκ ἀρετῆς ἐπιθυμίᾳ τὴν χηρείαν μετιοῦσαι, ἀλλ’ ὥστε ἀμερίμνως τὰς σωματικὰς ἐκ τῆς ἐκκλησίας πορίζεσθαι χρείας· ἐκ δὲ τούτου πλεῖστα ὡς εἰκὸς ἐπετελεῖτο κακά· διὰ τοῦτο ἡλικίᾳ καὶ ἀρετῇ ὡρίσατο τὴν εἰς τὸν κατάλογον τῶν χηρῶν συντελεῖν ὀφείλουσαν· “γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή·” ἀντὶ τοῦ μὴ δεύτερον ἀγαγομένη, ἀλλ’ ἐκείνῳ μόνῳ προσκαρτερήσασα, καὶ σωφρόνως βιώσασα, εἴτε ἕνα τοῦτον εἶχεν, εἴτε καὶ δεύτερον ἠγάγετο.

40

Εἰ ἐτεκνοτρόφησεν.

Ἡ γὰρ τῶν οἰκείων μὴ ἐπιμελησαμένη τέκνων, δήλη πάντως ἐστὶ πολλὴν ἐπὶ τῆς ψυχῆς τὴν ἀπανθρωπίαν ἔχουσα.

Εἰ ἐξενοδόχησε.

Πιστοὺς δηλονότι καὶ ἐν γάμῳ καταλεγομένη.

Εἰ ἁγίων πόδας ἔνιψεν.

τοῦτο προσέθηκεν ἐπὶ τὸ δεῖξαι ὅτι καὶ μετ’ ἐπιμελείας αὐτοὺς ὑποδέχεσθαι χρή· δῆλον δὲ ὅτι καὶ τὰ κατὰ δύναμιν ἀπαιτῶν ταῦτα πάντα φησίν· οὐ γάρ ἐστι τῆς τοὺς δύο ὀβολοὺς καταβαλούσης ἀπορωτέρα· “εἰ ἁγίων πόδας ἔνιψεν.” τοῦτο οὐκ ἔστι δαπάνης, “εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολ.ούθτͅσεν,” οἶον τὴν σωματικὴν λέγει ἐνταῦθα ὑπηρεσίαν εἰσφέρειν· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. ποίους δὲ ἁγίους φησί; τοὺς ἀγνῶτας· ἔστι γὰρ καὶ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν αὐτοὺς θεραπείας.

Νεωτέρας δὲ χἠ ῥᾶς παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν.

Τί ἐστιν “ὅταν καταστρηνιάσωσιν;” ὅταν ἀκκισθῶσιν, ὅταν θρύπτωνται, καθάπερ ὅταν ἐπὶ ἀνδρὸς τίς ἐπιεικοῦς λέγοι, ὅτι ἀφεῖσα αὐτὸν ἑτέρου γέγονε· δείκνυσι τοίνυν ὅτι καὶ τὴν χηρείαν ἁπλῶς εἵλοντο, οὐ κρίνασαι· ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ.

Ἅλλοσ δέ φησιν· ἐπειδὰν ταῖς χήραις ἐγκαταλεγῶσι ἐκκλησίας καὶ ἀξιωθῶσιν ἐπιμελείας, πρὸς στρήνους ἐντεῦθεν χειραγωγηθεῖσαι, τῷ μηδὲν ἔχειν ὅπερ μεριμνῶσι ταπεινοῦσθαι δύνανται τὴν διάνοιαν, μακρὰν χαίρειν εἰποῦσαι τῇ οἰκείᾳ ἐπαυγενίᾳ μελετῶσι γάμον, καὶ τὰ λεχθέντα ἐφεξῆς διαπράττονται, ἀμερίμνως τὰ τῆς χρείας ποριζόμεναι.

Ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. “Πίστιν,” συνθήκην λέγει· ἀντὶ τοῦ παρέβησαν τὰς συνθήκας· “ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι·” πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· οὐ τούτῳ οὖν, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέρων ἁμαρτημάτων.

Οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι, καὶ περίεργοι,

41
λαλοῦσαι τὰ μὴ δέοντα, βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν.

Τί οὖν; ὅταν καὶ ἡ τοῦ ἀνδρὸς μέριμνα ἀποστῇ, καὶ ἡ τοῦ Θεοῦ μὴ κατέχῃ, εἰκότως ἀργαὶ, λάλοι, περίεργοι γίνονται· ὁ γὰρ τὰ αὑτοῦ μὴ μεριμνῶν, τὰ ἑτέρων μεριμνήσει πάντως. “λα- “λοῦσαι τὰ μὴ δέοντα,” οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον· “βούλομαι οὑν ἐπειδὰν καὶ αὐταὶ βούλονται, “νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τουτέστιν οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον.

Μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας Χάριν [μηδὲ λαβήν τινα,] ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.

Κωλύει τοίνυν τὰς χηρείας τὰς τοιαύτας· οὐ βουλόμενος μὴ εἶναι χήρας νεωτέρα,, ἀλλὰ μὴ βουλόμενος μοιχαλίδας εἶναι, μηδὲ ἀργὰς ἢ περιέργους, ἣ λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν.

Εἰ δέ τις πιστὸς ἢ πιστὴ ἔχει χήρας, ἐπαρχείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκῆ.

Δύο γὰρ ἐγίνοντο τὰ μέγιστα· καὶ ἐκεῖναι ἀφορμὴν ἐλάμβανον τοῦ εὖ ποιεῖν, καὶ αὐταὶ διετρέφοντο καλῶς, καὶ ἡ ἐκκλησία οὐκ ἐβαρεῖτο. καλῶς δὲ προσέθηκεν, “εἴ τις πιστὸς,” τὰς γὰρ τῶν ἀπίστων οὐκ ἔδει παρ’ ἐκείνων τρέφεσθαι, ἵνα μὴ δόξωσι δεῖσθαι αὐτῶν.

Περὶ πρεσβυτέρων τιμῆς.

Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκακίᾳ. λέγει γὰρ ἡ γραφὴ, βοῦν ἀλοῶντα οὐ φιμώσεις· καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.

42

τιμὴν ἐνταῦθα τὴν θεραπείαν λέγει, τὴν τῶν ἀναγκαίων χορηγίαν. ἄρα καὶ ὅταν λέγῃ “χήρας, τίμα τὰς ὄντως χήρας·” ταὐτὸν λέγει περὶ τῆς τῶν ἀναγκαίων τροπῆς· τίθησι τὸ τοῦ νόμου, τίθησι τὸ τοῦ Χριστοῦ, ἀμφότερα συμφωνοῦντα· ἄρα δεῖ μετὰ ἀφθονίας ἐπιρρεῖν τοῖς διδασκάλοις τὴν τῶν ἀναγκαίων χορηγίαν, ἵνα μὴ περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τι δάι ἐστι “διπλῆς τιμῆς;” ἣ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν, ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐστανται τᾶι οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν του ποιμνίου συντείνοντα.

Κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου, ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων.

Κατὰ γὰρ ἑτέρου τινὸς κατηγορίαν δεῖ παραδέχεσθαι ἐκτὸς μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖσθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρεσβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων,

τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσι.

τουτέστι μὴ ταχέως ἔκκοπτε, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκριβείας περιεργάζου ἅπαντα· ὅταν μέντοι μάθῃς σαφῶς, σφοδρῶς ἐπέξιθι, ἵνα καὶ οἱ λοιποὶ σωφρονισθῶσιν· ὥσπερ γὰρ τὸ ἁπλῶς κατακρίνειν βλαβερὸν, οὕτω τὸ μὴ ἐπεξιέναι τοῖς φανεροῖς ἁμαρτήμασι, ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν.

Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ τῶν ἐκλεκτῶν Ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.

Δείξας διὰ τῶν προλαβόντων, ὅσων ἐστὶν ὁ ἐπίσκοπος κύριος· ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε ταῦτα καὶ φρικτῶς παραγγέλλει. ἀλλὰ τὸν μὲν Πατέρα καὶ Υἱὸν καλῶς παραλαμβάνει, τοὺς μέντοι ἐκλεκτοὺς Ἀγγέλους, τίνος ἕνεκεν; ἀπὸ πολλῆς ἐπιεικείας, ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησὶ, “διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν

43
“καὶ τὴν γῆν,” διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ δεσπότου· “μηδὲν ποίων κάτα πρόσκλισιν, τουτεστιν, ἴνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, ἵνα σὲ μηδεὶς προκαταλάβῃ· τίνες δέ εἰσιν οἱ ἐκλεκτοί; ἄρα ὡς ὄντων τινῶν τοιούτων, οὕτω μεγάλη ἐστιν ἡ μαρτυρία, ὡς ἃν εἰ ἔλεγε, μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν αὐτοῦ, καὶ τοὺς δούλους αὐτοῦ ὅτι παραγγελίᾳ σοι παραγγέλλω.

Περὶ χειροτονίας ἀσφαλοῦς.

Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις.

Μὴ ἐκ πρώτης, φησὶ, δοκιμασίας, ἀλλὰ πολλάκις περισκεψάμενος, καὶ ἀκριβῶς ἐξετάσας· τῶν γὰρ ἡμαρτημένων καὶ σὺ δίκην ὑφέξεις, ὁ τὴν ἀρχὴν παρασχών. ὁ γὰρ ἀφεὶς τὰς πρώτας ἀκαίρως, ὑπεύθυνος ἔσῃ καὶ τῶν ἐσομένων, ὡς σὺ αἴτιος ὤν· τῶν δὲ παρελθουσῶν, ὡς οὐκ ἀφεὶς αὐτὰς πενθηθῆναι. ὥσπερ γὰρ τῶν κατορθωμάτων κοινωνεῖς, οὕτω καὶ τῶν ἁμαρτημάτων.

Σεαυτὸν ἁγνὸν τήρει.

Περὶ σωφροσύνης φησὶν ἐνταῦθα,

Μηκέτι ὑδροπότει, ἀλλ’ ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας.

Τί δήποτε οὐκ ἔρρωσεν αὐτοῦ τὸν στόμαχον; οὐ τὰ ἱμάτια αὐτοῦ νεκροὺς ἀνίστη; ἵνα κἂν νῦν ἴδωμεν ἄνδρας μεγάλους καὶ ἐναρέτους ἀσθενοῦντας, μὴ σκανδαλιζώμεθα· καὶ γὰρ ἡ νόσος συμφερόντως ἐγίνετο· ἱκανὰ γὰρ ἦν τὰ σημεῖα εἰς ἀπόνοιαν ἆραι, διὰ τοῦτο νόμῳ ἰατρείας ἀφίησιν αὐτὸν δουλεῦσαι, ἵνα καὶ αὐτὸς μετριάζῃ, καὶ οἱ ἄλλοι μήτε σκανδαλίζωνται καὶ μάθωσιν ὅτι τῆς φύσεως ὄντες τῆς ἡμετέρας, οὕτω κατώρθουν ἅπερ κα. τώρθουν.

44

Ὅτι οὐδὲν ἔργον λανθάνει.

τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι, προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν.

Ἐπειδὴ περὶ χειροτονιῶν ἔλεγε, τινῶν μὲν φησὶν, δῆλοί εἰσιν αἱ ἁμαρτίαι, ὅτι προλαμβάνουσιν· “ὡσαύτως καὶ τὰ καλὰ ἔργα “πρόδηλά εἰσι, καὶ κρυβῆναι οὐ δύνανται·” τι δέ ἐστι “προά- “γουσαι;” οἷον ὅταν τις ἁμαρτάνῃ τὰ ἤδη αὐτὸν κατακρίνοντα.

(Σευηριανοῦ.) Ἄλλος δέ φησιν, ἐπειδὴ εἶπεν ἄνω, “ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτριαις,” νῦν τὴν αἰτίαν λέγει δι’ ἣν εἶπεν ἐκεῖνο· οὐ πάντων φανερά ἐστι τὰ ἁμαρτήματα, πολλοὶ γὰρ καὶ κρύπτοντες ἁμαρτάνουσι· λέγει οὖν, δοκίμαζε τῷ χρόνῳ· τὸ γὰρ σήμερον λαθεῖν δυνηθὲν, αὔριον ἐλέγχεται· καὶ τῶν ἁμαρτημάτων τὰ μὲν φανερά ἐστιν, εἰς κρίσιν προάγοντα τὴν τῶν ἀνθρώπων· πάντες γὰρ ἴσασιν, ὅτι ἁμαρτάνουσι, καὶ κρίνουσιν αὐτοὺς ἀναξίους· τινὰ δὲ μετὰ ταῦτα φαίνεται, καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται· ἐπειδὴ τοίνυν οὕτως ἔχει τὰ κατὰ τοὺς ἀνθρώπους, “χεῖρας ταχέως μηδενὶ “ἐπιτίθει,” μήποτε εὑρεθῇ εἰς τὸ λεληθὸς ἁμαρτάνων, καὶ ἀναξίως προαχθῇ, καὶ κοινωνήσῃς αὐτῷ τοῦ πράγματος.

Ὡσαύτως καὶ τὰ καλὰ ἔργα πρόδηλά ἐστιν.

Ἐπὶ τῶν καλῶν ἔργων τοῦτο μόνον εἶπεν, ὅτι κρυβῆναι οὐ δύναται, οὐκ εἶπεν ὅτι λανθάνει· ἐπὶ δὲ τῶν κακῶν ἔργων, τινὰ μὲν πρόδηλά ἐστι, τινὰ δὲ λανθάνει· διὰ τι; ὅτι τὸ καλὸν ταχέως τις οὐ κρύπτει· ὁ γὰρ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς· ὁ δὲ κακοποιῶν κρύπτει, λανθάνειν βουλόμενος.

Ἅλλοσ δὲ πάλιν φησίν· βούλεται εἰπεῖν ὅτι ὥσπερ τὰ οὐκ εὖ βιούντων ἀνθρώπων πταίσματα πρόδηλά ἐστιν, ἀναγκαίως τὴν ἐπὶ τοῦ μέλλοντος αἰῶνος τιμωρίαν αὐτοῖς ἐπάγοντα, εἰ καὶ ὡς εἰκὸς τινὰ παρ’ αὐτοῖς λανθάνει τοὺς πολλοὺς, οὕτω καὶ ἐπὶ τῶν εὐσεβούντων, τὰ πολλὰ μὲν πρόδηλα τοῖς ἀνθρώποις ἐστὶν, ὅσα δέ ἐστι λανθάνοντα τοὺς πολλοὺς, ταῦτα γὰρ λέγει τὰ ἄλλως

45
ἔχοντα, οὐχ οἷόν τε πάντα δῆλα εἶναι, ὥστε, φησὶ, μὴ τοῦτο δεδιὼς μὴ οὐ χρηστὴν ἐντεῦθεν παρὰ τοῖς ἀνθρώποις ὑπόληψιν κτήσῃ, τῇ ὑδροποσίᾳ σαυτὸν κατανάλισκε, εἰδὼς ὅτι καὶ ἡ παρὰ τοῖς ἀνθρώποις ὑπόληψις, ἐὰν ἡμεῖς κατὰ τὸ προσῆκον βίωμεν, κάταγε τὸ πλεῖστον καλλίστη γίνεται, οὐδὲν ἀπὸ τούτων παραβλαπτομένη, βλαπτομένη, κἂν δοκῆ πολλὰ τῶν καθ’ ἡμᾶς τοὺς πολλοὺς λανθάνειν.

Περὶ δούλων ὑπακοῆς.

Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.

Μὴ γὰρ ἐπειδὴ πιστὸς ᾖ, νομίσῃς ἐλεύθερος εἶναι, τοῦτό ἐστι ἐλευθερίας τὸ μᾶλλον δουλεύειν· ὁ γὰρ πιστὸς ἃν μὲν εἰδῇ διὰ τὴν πίστιν αὐθαδῶς προσφερόμενον, βλασφημήσει πολλὰ, ὡς ἐμποιοῦν τὸ δόγμα. ὅταν δὲ εἰδῇ πειθομένους, μᾶλλον πεισθήσεται, μᾶλλον προσέξει τοῖς λεγομένοις· κἂν πιστοὶ δὲ ὦσιν οἱ δεσπόται, καὶ οὕτως ὑπείκειν χρὴ διὰ τὸ τοῦ Θεοῦ ὄνομα.

Οἱ γὰρ πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι. κόπτονται καὶ ταλαιπωροῦνται ὑπὲρ τῆς ὑμετέρας ἀναπαύσεως.] ταῦτα δίδασκε καὶ παρακάλει.

Οὐκ αὐθεντείας δεῖ τῷ διδασκάλῳ μόνον, ἀλλὰ καὶ προσηνείας πολλῆς· καὶ ταῦτα πάντα διδάσκει ὁ μακάριος Παῦλος· εἰ γὰρ ἰατροὶ τοὺς κάμνοντας παρακαλοῦσιν, οὐχ ἴνα αὐτοὶ τῆς ὑγιείας ἐπιτύχωσιν, ἀλλ’ ἵνα ἐκείνους ἀπαλλάξωσι τῆς ἀσθενείας, καὶ κειμένους ἀναστήσουσι, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τούτῳ πρὸς τοὺς διδασκομένους κεχρῆσθαι τῷ ἔθει παρακαλοῦντας.

46

ΚΕΦ. ις.

Κατὰ φιλοκερδῶν καὶ ψευδοδιδασκάλων.

Εἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχηται ὑγιαίνουσι λόγοις τοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπισταμενος.

Οὐκ ἄρα ἐκ τοῦ εἰδέναι τὸ εἰς ἀπόνοιαν αἴρεσθαι συμβαίνει, ἀλλ’ ἐκ τοῦ μὴ εἰδέναι· ὁ γὰρ εἰδὼς τοὺς κατ’ εὐσέβειαν λόγους, οὗτος μάλιστα καὶ μετριάζειν οἶδεν, ὁ τοὺς ὑγιαίνοντας ἐπιστάμενος λόγους, οὐ νοσεῖ· καὶ ὁ μὴ εἰδὼς ἅπερ εἰδέναι χρὴ, οὐδὲν οἶδεν, “ἀλλὰ νοσῶν,” φησὶ, “περὶ ζητήσεις καὶ λογομαχίας.” ἆρα νοσεῖν ἐστι τὸ ζητεῖν καὶ λογομαχίας ἐγείρειν; εἰκότως· ὅταν γὰρ ὑπὸ τῶν λογισμῶν ἡ ψυχὴ πυρέττῃ, ὅταν χειμάζηται, τότε ζητεῖ· ὅταν δὲ ἐν ὑγείᾳ ᾖ, οὐ ζητεῖ, ἀλλὰ τὴν πίστιν δέχεται ἀπὸ δὲ ζητήσεως καὶ λογομαχίας οὐδέν ἐστιν εὑρεῖν.

Ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημία, ὑπόνοιαι πόνηραί.

Ἀπὸ τῶν ζητήσεων τότε περὶ Θεοῦ ἃ μὴ δεῖ ὑποπτεύομεν, ὅταν εἰς ζήτησιν ἐμπέσωμεν· δι’ ἃ παρατριβαὶ, τουτέστι σχολὴ, διατριβὴ, ἡδὶ ἃ παρατριβαὶ, τοῦτό φησι, καθάπερ τὰ ψωραλέα τῶν προβάτων παρατριβόμενα, νόσου καὶ τὰ ὑγιαίνοντα ἐμπίπλησιν· οὗτοι καὶ οἱ πονηροὶ ἄνδρες.

Καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.

Ὁρᾷς πόσα τίκτειν φησὶ τὰς λογομαχίας, αἰσχροκέρδειαν, ἄγνοιαν, ἀπόνοιαν; τὴν γὰρ ἀπόνοιαν ἡ ἄγνοια τίκτει· καὶ ἀπὸ τούτου, φησὶν, ἀφίστασο· οὐκ εἶπεν, ὁμόσε χώρει· “αἱρετικὸν,” γάρ φησιν “ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραι- “τοῦ,” δείκνυσιν αὐτοὺς οὐκ ἀπὸ ἀγνοίας τοσοῦτον, ὅσον ἀπὸ ῥᾳθυμίας, καὶ αὐτὴν τὴν ἄγνοιαν ἔχοντας· δεῖ τοίνυν τοὺς ἀδιορθώτως ἔχοντας ἐκτρέπεσθαι. ἔστι δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας, οὐχ ὅταν χρήματα ἔχῃ, ἀλλ’ ὅταν μὴ ἔχῃ· ἵνα γὰρ μὴ καταπέσῃ εἰς ἀθυμίαν διὰ τὴν πενίαν, ἀνίστησιν αὐτὸν

47
καὶ ἀνορθοῖ· νομίζουσι, φησὶν, ὅτι πορισμός ἐστιν ἡ εὐσέβεια· ἔστι μὲν γὰρ, οὐχ οὕτως δὲ, ἀλλὰ μειζόνως· εἶτα πρότερον καταβαλὼν ἐκείνην, τότε ταύτην ἐπαίρει. ὅτι γὰρ οὐδέν ἐστιν ὁ πορισμὸς οὗτος, δῆλον ἐκ τοῦ μένειν ἐνταῦθα, μηδὲ συμμεθίστασθαι ἡμῖν, μηδὲ συναποδημεῖν. ποῖον δὲ πειρασμὸν καὶ παγίδα, φησὶν, ὑπομένειν τοὺς βουλομένους πλουτεῖν; τῆς γὰρ πίστεως αὐτοὺς ἀποπλανᾷ, κινδύνοις αὐτοὺς περιβάλλει, καὶ ἀτολμοτέρους ἐργάζεται.

(Θεόδωροσ.) Ἄλλος φησὶν, εἰς τὸ “ἐξ ὧν γίνεται φθόνος “ἔρις,” καὶ τὰ ἑξῆς· φθόνος μὲν ἑκάστου βασκαίνοντος τὸ ὅπως ποτε εὐδοκιμεῖν ἐν τῇ διαλέξει δυνηθέντι· ἔριδες δὲ ἐκφερομένων αὐτῶν εἰς μάχας· καὶ βλασφημίαι δὲ, πολλὰ μὲν καὶ αὐτῶν λεγόντων οἷα μὴ προσῆκε, μάλιστα δὲ τῶν ἐκτὸς βλασφημούντων ἡμᾶς, ὡς περὶ τὸ ζητεῖν τὴν σχολὴν ἔχοντας. ἀνάγκη οὖν καὶ ὑπονοίας πονηρὰς περὶ ἡμῶν ἐγγίνεσθαι τοῖς ἐκτὸς ἀπὸ τούτων, ἄνθρωποι διεφθορότες τὴν διάνοιαν, καὶ οὐδεμίαν τῆς ἀληθείας ἐπιθυμίαν ἔχοντες, πάντα κέρδους ἕνεκεν ἐπιτηδεύοντες.

Οἱ δὲ βουλόμενοι πλουτεῖν.

Οὐχ ἁπλῶς οἱ πλουτοῦντες, ἀλλ’ οἱ βουλόμενοι· ἔστι γάρ τινα καὶ χρήματα ἔχοντα καλῶς οἰκονομεῖν.

Ἐμπίπτουσιν εἰς παγίδα καὶ πειρασμὸν τοῦ διαβόλου, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους.

Καλῶς εἶπε “βυθίζουσιν,” ὡς μηδὲ ἀνενεγκεῖν δύνασθαι.

Εἰς ὄλεθρον καὶ ἀπώλειαν.

Καὶ τὴν ἐνταῦθα, καὶ τὴν μέλλουσαν.

Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ περιέπειραν ἑαυτοὺς ὀδύναις πολλαῖς.

Καὶ ταῦτα ἑτέρως οὐκ ἔστιν μαθεῖν, ἢ τὸν πλουσίοις παροικοῦντα, πόσα ἀποδύρονται, πόσα θρηνοῦσι.

Σὺ δὲ, ὦ ἄνθρωπε τοῦ Θεοῦ.

Μέγα τὸ ἀξίωμα, πάντες γὰρ ἄνθρωποι τοῦ Θεοῦ, ἀλλὰ κυρίως οἱ δίκαιοι, οὐ κατὰ τὸν τῆς δημιουργίας λόγον μόνον, ἀλλὰ κα κάτα ’τον τῆς οἰκειώσεως.

48

ταῦτα φεῦγε, δίωκε δὲ δικαιοσύνην.

Ὥστε μὴ πλεονεκτεῖν. εὐσέβειαν τὴν τῶν δογμάτων πίστιν, ἥπερ ἐστὶν ἐναντία τῇ ζητήσει. “ἀγάπην, ὑπομονὴν, πραότητα.”

Ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως, ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης, καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν, ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἐνώπιον πολλῶν μαρτύρων.

Θεόδωροσ. τουτέστι, μὴ καταισχύνῃς τὴν παρρησίαν πολλοὶ γὰρ ἦσαν οἱ τὸν μακάριον Τιμόθεον a συνόντα τῷ μακαρίῳ Παύλῳ εὐσεβείας ἕνεκεν, εἰδότες καὶ μὴν καὶ πεπονθότα οὐκ ὀλίγα διὰ ταύτην.

ΚΕΦ. ΙZ.

Παραγγελία φοβερὰ περὶ καθαρᾶς ὑπακοῆς ἄχρι τέλους. Παραγγέλλω σοι ἐνώπιον Θεοῦ τοῦ ζωοποιοῦντος τὰ πάντα.

Πάλιν τὸν Θεὸν μαρτύρεται, ὁμοῦ καὶ τὸν φόβον αὔξων, καὶ ἀσφαλέστερον καθιστὰς τὸν μαθητὴν, καὶ δεικνὺς ὡς οὐκ ἀνθρώπινα τὰ παραγγέλματα, ἵνα ὡς παρ’ αὐτοῦ τοῦ δεσπότου λαμβάνων ᾖ τὴν παραγγελίαν· “τοῦ ζωοποιοῦντος,” φησὶ, “τὰ πάντα.”

Σευηριανοῦ. Ἐνταῦθα καὶ παράκλησίς ἐστι πρὸς τοὺς κινδύνους, καὶ τῆς ἀναστάσεως ὑπόμνησις· οὐχ ἁπλῶς δὲ ἔθηκε τὴν λέξιν· εἰ γὰρ τὰ πάντα ζωογονεῖ, δηλονότι τοὺς ἀνθρώπους τοὺς εὐσεβεῖς ἀξιώσει καὶ τῆς ἀναστάσεως, πρὸς τῇ κοινῇ ζωογονήσει, καὶ τῶν ἀποθνησκόντων σωμάτων τὴν ἀναβίωσιν διδούς· μέλλων οὑν παραγγέλλειν ἐφ’ ᾧτε τηρῆσαι τὴν ἐντολὴν ἄσπιλον, μνημονεύει τοῦ ζωογονοῦντος, ἵνα ἡ ἐλπὶς τῆς ζωώσεως ἐκείνης προτρέψηται πρὸς εὐσέβειαν. ἐπισημαντέον δὲ, ὅτι ζωογονοῦντος τὰ πάντα εἶπεν, οὐχ ἵνα καὶ τὰ ἄψυχα ζωογονεῖν αὐτὸν οἰηθῶμεν. τοιοῦτόν ἐστι καὶ τὸ “πάντα δι’ αὐτοῦ ἐγένετο·” οὐ γὰρ πάντως τὰ πάντα, ἀλλὰ περὶ ὣν ὁ λόγος.

Καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν.

[*](a Deest verbum aliquod.)
49

πάλιν ἀπὸ τοῦ διδασκάλου ἡ προτροπή· ὥσπερ ἐκεῖνος ὲμαρτύρησε, φησὶ, κατ’ ἴχνος αὐτοῦ βαίνωμεν· “τὴν καλὴν ὁμολογίαν·” ὡς ἃν εἰ ἔλεγε, μὴ δείσῃς τὸν θάνατον, Θεοῦ γὰρ εἶ δοῦλος, τοῦ τὰ πάντα δυναμένου ζωογονεῖν· ποίαν δὲ λέγει “καλὴν ὁμολο- “γίαν;” εἰπόντος τοῦ Πιλάτου, “εἰ βασιλεὺς εἶ;” φησὶν, “εἰς “τοῦτο γεγέννημαι·” ἴδε, οὗτοι μου ἤκουσαν. οἱ δὲ, φησὶ, “ὅτι “υἱὸν ποιεῖς σεαυτὸν τοῦ Θεοῦ.

τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον μέχρι τῆς ἐπιφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. τουτέστι, μέχρι τῆς σῆς τελευτῆς, μέχρι τῆς ἐξόδου· ἀλλ’ οὐκ εἶπεν οὕτως, ἵνα μᾶλλον αὐτὸν διεγείρῃ· τι ἐστι “τηρῆσαι “σε τὴν ἐντολὴν ἄσπιλον;” οἷον, μήτε δογμάτων ἕνεκεν, μήτε βίου κηλῖδα τινὰ προστριψάμενον.

Ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.

Περὶ τοῦ Υἱοῦ ταῦτά φησι, καὶ ταῦτα πάλιν εἰς παραμυθίαν, ἵνα μὴ θαυμάζῃ, μηδὲ δεδοίκῃ τοὺς ἐνταῦθα βασιλεῖς· “ἣν καιροῖς “ἰδίοις,” τουτέστι τοῖς προσήκουσι, τοῖς ὀφειλομένοις, ὥστε μὴ ἀσχάλλειν ὅτι μηδέπω γέγονεν· ὅτι δὲ δείξει μόνος ἐστὶ δυνάστης· οὐκοῦν δείξει. “ὁ μακάριος,” ἡ αὐτομακαριότης, οὐδὲν ἐκεῖ λυπηρὸν, οὐδὲν ἀηδές· “ὁ μόνος δυνάστης,” πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρώπων, ἣ διὰ τὸ ἀγέννητον, ὃ καὶ ἡμεῖς λέγομεν πάλιν περὶ ἀνθρώπων· ὁ μόνος ἔχων ἀθανασίαν, φησὶ, τι οὖν, ὁ Υἱὸς οὐκ ἔχει; οὐκ αὐτοαθανασία ἐστίν; “φῶς οἰκῶν ἀπρόσιτον,” φησὶ, “ἄλλο τὸ φῶς, ἄλλο ὃ οἰκεῖ; οὐκοῦν καὶ τόπῳ ἐμπεριείληπται; ὁρᾷς καὶ ὅταν μέγα τι φθέγξασθαι βουληθῇ, ἡ γλῶττα πῶς ἐξασθενεῖ;

Ὂν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται.

Ὠσπερ οὖν οὐδὲ τὸν Υἱὸν εἶδέ τις, οὐδὲ ἰδεῖν δύναται.

Ὦι τιμὴ καὶ κράτος αἰώνιον. ἀμήν.

Καλῶς ἐθεολόγησεν ἐνταῦθα καὶ ἀναγκαίως· ἐπειδὴ γὰρ μάρτυρα αὐτὸν ἤγαγε, πολλὰ περὶ τοῦ μάρτυρος διαλέγεται, ὥστε μᾶλλον ἐντρέψαι τὸν μαθητήν. τουτέστι, δόξα αὐτῷ· τοῦτο μόνον

50
δεόμεθα λέγειν, τοῦτο μόνον ποιεῖν, οὐ περιεργάζεσθαι τί ἐστιν· εἰ τοίνυν τὸ κράτος αὐτοῦ αἰώνιον, μὴ δείσῃς, κἂν μὴ νῦν γένηται, ἀεὶ τίμη αὐτῷ, ἀεὶ τὸ κράτος αὐτῷ.

(Θεόδροσ.) Ἄλλος φησί· μακάριον αὐτὸν ἐκάλεσεν ἐπὶ τῆς μελλούσης προσέσεσθαι ἡμῖν ἀτρεπτότητος· δυνάστὴν δὲ ὅτι δὴ τὴν ἀνάστασιν ἐργάσασθαι δυνατὸς, καὶ μὴν καὶ βασιλέα καὶ Κύριον, ἐπὶ ἀποδείξει τοῦ πάντων κρατεῖν καὶ δύνασθαι ὑποτάξαι, καὶ θάνατον ἀφελεῖν· διὰ τοῦτο καὶ μόνον ἔχοντα ἀθανασίαν, ὡς ἃν ἱκανὸν τοῦτο ἡμῖν παρασχεῖν· καὶ τὸ φῶς δὲ οἰκῶν ἀπρόσιτον, σύστασιν ἔχον τοῦ ἐν ἀφάτῳ τινὶ καὶ ἀπροσίτῳ τυγχάνοντα φωτί· ὄντως δὴ φωτεινὰ καὶ τῶν δικαίων ποιήσειν τὰ σώματα· οὕτω καὶ τὸ “ὃν ἴδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται,” ὥστε δεῖξαι ὅτι οὐδὲν θαυμαστὸν μὴ φαίνεσθαι νυν τὰ τότε πέρι ἧμας ἐσόμενα, ὀποῦ γε καὶ αὐτὸς ο τούτων αἴτιος, ἀόρατος ἡμῖν πάντη τὴν φύσιν ἐστί.

ΚΕΦ. ΙH.

Πλουσίων ὁδηγία ἐπὶ τὴν ὄντως ζωήν.

τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν.

Χρυσοστόμου. Καλῶς εἶπεν, “ἐν τῷ νῦν αἰῶνι·” εἰσὶ γὰρ καὶ ἄλλοι πλούσιοι ἐν τῷ μέλλοντι· οὐδὲν γὰρ οὕτως τίκτει τῦφον ὡς χρήματα· εἶτα εὐθέως κατέσπασεν εἰπὼν, “μηδὲ ἠλπικέναι “ἐπὶ πλούτου ἀδηλότητι·” ἀπὸ γὰρ τούτου ἡ ἀπόνοια, ὡς ὅγε εἰς Θεὸν ἐλπίζων οὐκ ἐπαίρεται, “ἀλλ’ ἐπὶ τῷ Θεῷ,” φησὶ, “τῷ “ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν.” καλῶς εἶπεν “πάντα πλουσίως,” τὰς ἐτησίους τροφὰς αἰνιττόμενος, τὸν ἀέρα, τὸ φῶς, τὰ ἄλλα πάντα· εἰ πλοῦτον ζητεῖς, ἐκεῖνον ζητεῖ, τὸ ἀπὸ τῶν ἔργων γενόμενον τῶν ἀγαθῶν· ποίων δὴ τούτων;

Ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις ἀγαθοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς.

Τὸ μὲν τῶν χρημάτων, τὸ δὲ τῆς ἀγάπης· “ κοινωνικούς·” ὁμιλητικοὐς, φησὶ, προσηνεῖς.

51

Ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον.

Ἐκεῖ οὐδὲν ἄδηλον, οὐδὲν ἄστατον, ἔνθα βέβαιος ὁ θεμέλιος, ἀλλὰ πάντα βέβαια, ἀκίνητα, πάγια, μόνιμα.

Ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς.

Ἡ γὰρ τῶν ἀγαθῶν ἔργων πρᾶξις τὴν ἐκείνην ἡμῖν ἀπόλαυσιν προξενῆσαι δύναται.

Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον.

Μῆ μειώσῃς, οὐκ ἔστι σά· τὰ ἀλλότρια ἐπιστεύθης.

Ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως.

Καλῶς εἶπεν, ὅταν γὰρ πίστις μὴ ᾖ, γνῶσις οὐκ ἔστιν· ὅταν ἐκ τῶν οἰκείων λογισμῶν τίκτηταί τι, γνῶσις οὐκ ἔστιν· τινὲς ἑαυτοὺς ἐκάλουν τάχα τότε Γνωστικοὺς, ὡς πλέον τι τῶν ἄλλων εἰδότες.

Ἥν τινες ἐπαγγελλόμενοι, περὶ τὴν πίστιν ἠστόχησαν.

“Ἐκτρεπόμενος,” φησὶ, “τὰς ἀντιθέσεις·” ἄρα εἰσὶν ἀντιθέσεις πρὸς ἃς οὐδὲ ἀποκρίνεσθαι χρή· διὰ τί; ὅτι τῆς πίστεως ἐκβάλλουσιν, οὐκ ἀφιᾶσιν ἑστάναι βεβαίως, οὐδὲ πεπηγέναι· μὴ δὴ ταύτης ἐχόμεθα, ἀλλὰ τῆς πίστεως, τῆς πέτρας τῆς ἀρραγοῦς· ἵνα καταξιωθῶμεν τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ Ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

* τριὰς * μονὰς * ἐλέησον.

τῶν εἰς τὴν πρὸς Τιμόθεον Ἐπιστολὴν Παύλου του Ἀποστόλου ἐξηγητικῶν ἐκλογῶν τόμος α΄.