Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 6. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1842.

291

ΠΑΣΑΙ μὲν ἅγιαι αἱ Ἐπιστολαὶ Παύλου. ἔχουσι δέ τι πλέον αἱ δεδεμένου αὐτοῦ πεμπόμεναι· οἷα ἐστὶν ἡ πρὸς Ἐφεσίους· οἷα ἡ πρὸς Φιλήμονα· οἱα ἡ πρὸς Τιμόθεον· οἵα ἡ πρὸς Φιλιππησίους· οἷα αὕτη ἡ παροῦσα. καὶ γὰρ καὶ αὕτη δεσμίου ὄντος ἐπέμπετο, καθὼς καὶ γράφων ἔλεγεν, “ διὸ καὶ δέδεμαι ἵνα “ φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.” ἀλλ’ αὕτη μὲν δοκεῖ τῆς πρὸς Ῥωμαίους ὑστέρα εἶναι· ἐκείνην μὲν γὰρ, οὐδέπω ἰδὼν Ρωμαίους, ἔγραφεν· ταύτην δὲ ἤδη τεθεαμένος, καὶ πρὸς τῷ τοῦ κηρύγματος ὤν. καὶ δῆλον ἐκεῖθεν. ἐν γὰρ τῇ Ἐπιστολῇ φησὶ, τῇ πρὸς Φιλήμονα, “ τοιοῦτος ὣν ὡς Παῦλος πρεσβύτης· καὶ ὑπὲρ Ὀνησίμου ἀξιοῖ· ἐν ταύτῃ δὲ, αὐτὸν πέμπει τὸν Ὀνήσιμον, καθὼς φησὶν “ σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ “ ἀδελφῷ·” πιστὸν καὶ ἀγαπητὸν καὶ ἀδελφὸν αὐτὸν καλῶν· διὸ καὶ θαρρούντως λέγει ἐν ταύτῃ τῇ Ἐπιστολῇ “ ἀπὸ τῆς ἐλπίδος “ τοῦ Εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάση κτίσει “ τῇ ὑπὸ τὸν οὐρανόν·” ἤδη γὰρ χρόνον εἶχε τὸ κήρυγμα. ταύτης οὖν πρεσβυτέραν οἴμαι τὴν πρὸς Τιμόθεον εἶναι, καὶ πρὸς αὐτῇ τῇ τελευτῇ λοιπόν· ἐκεῖ γὰρ φησὶν “ ἐγὼ γὰρ ἤδη σπένδομαι·” τῆς μὲν οὖν πρὸς Φιλιππησίους πρεσβύτερα· ἐκεῖ γὰρ τότε ἦν, ἠχὴν ἔχων τῶν δεσμῶν τῶν ἐν Ῥώμῃ. τίνος δὲ ἕνεκεν λέγω πλέον ἔχειν ταύτας τὰς Ἐπιστολὰς κατὰ τοῦτο, ὅτι ἐν δεσμοῖς ὣν γράφει; ὡσανεὶ ἀριστεὺς σφαγᾶς μεταξὺ καὶ τρόπαια ἱστὰς ἐπέστελλεν, οὕτω δὴ καὶ αὐτὸς ἐποίει· οἶδεν γὰρ καὶ αὐτὸς τοῦτο μέγα ὄν· τῷ γὰρ Φιλήμονι γράφων φησὶν, “ ὃν ἐγὼ ἐγέννησα ἐν “ τοῖς δεσμοῖς μου.” ταῦτα δὲ εἶπεν, ἵνα μὴ ἀσχάλλωμεν πρὸς

292
τὰ δεινὰ ἀλλὰ χαίρωμεν. ἐνταῦθα ἦν παρὰ τούτοις Φιλήμων· καὶ γὰρ ἐκεῖ γράφων φησίν· “ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ” καὶ ἐνταῦθα Ἀρχίππῳ δοκεῖ μοι οὗτος ἐγκεχειρῆσθαι τινὰ τῆς ἐκκλησίας οὐκ είδεν δὲ οὐδὲ τούτους, οὐδὲ Ρωμαίους, οὐδὲ Ἑβραίους, ἡνίκα ἔγραφεν πρὸς αὐτούς. καὶ περὶ μὲν ἐκείνων πολλαχόθεν δῆλον· περὶ δὲ τούτων ἄκουε αὐτοῦ λέγοντος· “ καὶ ὅσοι “ οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί·” καὶ πάλιν· “ εἰ “ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ Πνεύματι σὺν ὑμῖν εἰμί. οὕτως ἤδει μέγα ὃν τὴν παρουσίαν αὐτοῦ. πανταχοῦ καὶ ἀεὶ ἑαυτὸν καὶ ἀπόντα ἐφίστησιν· καὶ ὅταν κολάζῃ τὸν πορνεύοντα, ὅρα πῶς ἑαυτὸν ἐφίστησι τῷ δικαστηρίῳ· “ ἐγὼ μὲν γὰρ,” φησὶν, “ ὡς ἀπὼν τῷ σώματι, παρὼν δὲ τῷ Πνεύματι ἤδη κέκρικα ὡς “ παρών·” καὶ πάλιν “ ἐλεύσομαι πρὸς ὑμᾶς καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν.” καὶ πάλιν, “ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῳ ἀπεῖναι με·

Σευηριανοῦ. Ἄξιον δὲ τὴν ὑπόθεσιν εἰπεῖν ἣν ἐκ τῆς Ἐπιστολῆς εὕρομεν· ἑτέρως γὰρ παρὰ τοῖς πολλοῖς νοεῖται, [πολλὰ τῆς πρὸς Κολοσσαεῖς] διὰ τὸ τὴν ὑπόθεσιν μὴ πάνυ γινώσκεσθαι, μηδὲ τὸν σκοπὸν τοῦ Ἀποστόλου.

Ἀρχὴ τῆσ

Οἱ ἀπὸ Ἑλλήνων πιστεύσαντες εἶχον καὶ τοὺς ἔτι Ἕλληνας ἀνθέλκειν εἰς τὰς παρατηρήσεις τὰς Ἑλληνικὰς βουλομένους, καὶ τῶν Ἰουδαίων τοὺς πιστεύσαντας, πείθοντας τὸν νόμον τηρεῖν ὡς τῆς χάριτος ἀτελεστέρας οὔσης ἄνευ τοῦ νόμου. πρὸς τούτοις καὶ Ἕλληνες καὶ Ἰουδαῖοι τοὺς Κολοσσαεῖς ἔπειθον Ἀγγέλοις προσεχειν· Ἕλληνες μὲν τοὺς θεοὺς αὐτῶν λέγοντες Ἀγγέλους εἶναι· ὅτι τε ὁ μὲν Θεὸς ἀχώρητος καὶ μέγας οὐκ ἐφικτὸς ἀνθρώποις· διὰ δὲ τῶν Ἀγγέλων τούτων ὥσπερ μεσιτῶν, χορηγεῖ τὰς εὐεργε- σίας τοῖς δεχομένοις. οἱ δὲ Ἰουδαῖοι ὅτι ὁ Θεὸς ἔστησεν ὅρια “ ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ·” οὕτω “ καὶ Μιχαὴλ ἄρχων τῶν Ἰουδαίων·” οὕτω καὶ “ ὁ ἄρχων Πέρσιδος ἀντέστη μοι·” καὶ πάλιν “ἰδοὺ ὁ ἄρχων τῶν Ἐλλήνων ἤρχετο.” ὡς καὶ ὁ Ιακώβ· “ ὁ Ἄγγελος ὁ ῥυόμενός με ἐκ νεότητος μου.” καὶ ἐν

293
ταῖς καθόλου Πράξεσι περὶ Πέτρου, “ Ἄγγελος αὐτοῦ ἔστιν·” καὶ ὁ Κύριος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. ὅτι “ οἱ Ἄγγελοι αὐτῶν τὸ πρόσωπον ὁρῶσι τοῦ Πατρός μου τοῦ ἐν “ τοῖς οὐρανοῖς·” ἀπὸ γὰρ τούτων ἁπάντων ὧν τοῖς μὲν ἐπίστευον, τοῖς δὲ ἠπίστουν, συνῆγον καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τὸ περιττὴν εἶναι διὰ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ χάριν. ὄντων ἀγγέλων τῶν ἀπ’ αἰῶνος τοὺς πειθομένους προσαγόντων· ἀτελὲς δὲ καὶ τὸ παρατηρήσεις παρορᾶν, τάς τε παρ’ Ἕλλησι καὶ παρὰ Ἰουτὰς δαίοις. πρὸς ταῦτα ὁ σκοπὸς τῷ Παύλῳ, καὶ ταῦτα διορθοῦται· διὰ τοῦτο καὶ ἀρχόμενος φησίν.

294

ά. Εὐχαριστία ὑπὲρ Κολοσσαέων, οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.

β΄. Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει.

γ΄. Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ Θεοῦ.

δ΄. Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει πίστεως.

ε΄. Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς Θεοῦ.

ς΄. Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ σοφίᾳ ἀπατηλῇ, τοὺς Χριστῷ τὴν σοφίας ἔχοντας.

ζ΄. Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει εἰς τὸ συζῇν

η΄. Ὅτι οἱ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν.

θ΄. Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλανθρωπίας, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχα- ριστιας.

ι΄. Τὰ πρὸς τοὺς οἰκείους

295

Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ.

Διατί δὲ μὴ Ἀπόστολος Θεοῦ, ἀλλὰ Χριστοῦ; ἢ τοῦ ἀθετουμένου· ἰδοὺ δὲ πάλιν τὸ διατέθεικεν ἐπὶ τοῦ Πατρός· “ καὶ Τιμόθεος” φησὶν “ ὁ ἀδελφός·” οὐκοῦν καὶ αὐτὸς Ἀπόστολος. εἰκὸς ἦν καὶ τοῦτον γνωρίζεσθαι ἐκείνοις τοῖς ἐν Κολασσαῖς ἁγίοις. ἡ πόλις τῆς Φρυγίας ἦν· καὶ δῆλον ἐκ τοῦ τὴν Λαοδίκειαν πλησίον εἶναι. “ καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ·” πόθεν, φησὶν, ἅγιος γέγονας, εἰπέ μοι; πόθεν πιστὸς καλῇ; οὐχ ὅτι διὰ τοῦ θανάτου ἡγιάσθης; οὐχ ὅτι εἰς Χριστὸν πιστεύεις; πόθεν ἀδελφὸς γέγονας; οὐ γὰρ ἐν ἔργῳ οὐδὲ ἐν ἀγγέλῳ, οὐδὲ ἐν κατορθώματι πιστὸς ἐφάνης· πόθεν τοσαῦτα ἐπιστεύθης; εἰπέ μοι, μυστήρια οὐ διὰ Χριστόν; ἐπισημήνασθαι γὰρ χρὴ, διότι ἐν ὀλίγοις στίχοις πολλάκις τοῦ Χριστοῦ μέμνηται· τοῦ γὰρ ἀθετουμένου συνεχῶς ποιεῖται τὴν μνήμην, ἐντυπῶν ταῖς ψυχαῖς τὸν εἰς αὐτὸν πόθον.

Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν.

Πόθεν ἡ χάρις ὑμῶν; πόθεν ἡ εἰρήνη; ἀπὸ Θεοῦ, φησὶ, πατρὸς ἡμῶν· καίτοι ἐν ταύτῃ τὸ τοῦ Χριστοῦ οὐ τίθησιν ὄνομα. πρὸς δὲ τοὺς τὸ Πνεῦμα διαβάλλοντας ἐρῶ πόθεν Πατὴρ ὁ Θεὸς τῶν δούλων; ταῦτα τὰ μεγάλα τίς κατώρθωσε; τίς ἅγιόν σε ἐποίησε; τίς πιστόν; τίς υἷον τοῦ Θεοῦ; ὁ ποιήσας σε ἀξιόπιστον· αὐτὸς καὶ τοῦ πιστευθῆναί σε ἅπαντα αἴτιος· πιστοὶ γὰρ οὐ διὰ τὸ πιστεύειν καλούμεθα μόνον, ἀλλὰ καὶ διὰ τὸ πιστευθῆναι παρὰ τοῦ Θεοῦ μυστήρια, ἅπερ οὐδὲ οἱ Ἄγγελοι πρὸ ἡμῶν ᾔδεσαν.

296

Εὐχαριστία ὑπὲρ Κολοσσαέων οἰκειωθέντων Θεῷ ἐπ’ ἐλπίδι.

Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ Πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εμοὶ δοκεῖ πάντα ἐπὶ τὸν Πατέρα ἀνατιθέναι, ὥστε μὴ εὐθέως αὐτοῖς προστῆναι τὸν λόγον

Πάντοτε περὶ ὑμῶν προσευχόμενοι.

Οὐ δι᾿ εὐχαριστίας μόνον, ἀλλὰ καὶ διὰ τῆς διηνεκοῦς εὐχῆς τὴν ἀγάπην δείκνυσιν· ὅτι καὶ οὓς οὐκ ἑώρακε, τούτους εἶχε διὰ παντὸς ἐν αὐτῷ· “ ἀκούσαντες,” φησὶν, “ τὴν πίστιν ὑμῶν τὴν ἐν “ Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. “ καὶ τὴν ἀγάπην,” φησὶν, “ τὴν εἰς πάντας τοὺς ἁγίους·” οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς οὐρανοῖς.

Σευηριανοῦ. Τὰ μέλλοντα φησὶν ἀγαθά· τοῦτο δὲ διὰ τοὺς πειρασμούς· ὥστε μὴ ἐνταῦθα ζητεῖν τὴν ἄνεσιν. ἵνα γὰρ μή τις εἴπῃ· καὶ τί κέρδος τῆς ἀγάπης τῆς εἰς τοὺς ἁγίους, κοπτομένων αὐτῶν; χαίρομεν, φησὶν, ὅτι μεγάλα αὐτοῖς προξενεῖτε “ ἐν τοῖς “ οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. “ ἣν προηκούσατε” φησὶν “ ἐν τῷ λόγῳ τῆς ἀληθείας “ τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγγελίου, συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.

Τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ·

Ηδη χαρίζεται αὐτοῖς· “ παρόντος” δὲ μεταφορικῶς εἶπεν· οὐ παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν

297
δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “ καθὼς καὶ ἐν παντὶ “ τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ ἔστιν “ καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν.

Χρυσοστόμου. Προκαταλαμβάνει τὸν ἀκροατὴν τοῖς ἐπαίνοις· ὥστε μηδὲ ἄκοντα ἀποστῆναι. “ ἀφ’ ἧς ἡμέρας ἠκοςυσατε·” τὸ θαυμαστὸν, ὅτι ταχέως προσήλθετε καὶ ἐπιστεύσατε· καὶ εὐθέως ἐκ προοιμίων ἐπεδείξασθε καρπούς· “ ἀφ’ ἧς ἡμέρας ἠκούσατε “ ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ·” οὐκ ἐν λόγῳ, φησὶν, οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “ καρ- “ ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα εδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν;

Καθὼς καὶ ἐμάθετε παρὰ Ἐπαφρᾷ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν.

Τοῦτον εἰκὸς ἐκεῖ κεκηρυχέναι. εἶτα τὸ ἀξιόπιστον δεικνὺς τοῦ ἀνδρὸς φησὶν,

Τοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι.

Τουτέστιν ἀληθής· πῶς “ ὑπὲρ ὑμῶν διάκονος;” τῷ πρὸς αὐτὸν ἀπελθεῖν· καὶ “ δηλώσας,” φησὶν, “ ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν “ Πνεύματι,” τουτέστιν τὴν πνευματικὴν τὴν εἰς ἡμᾶς· εἰ οὗτος τοῦ Χριστοῦ διάκονος, πῶς δι’ Ἀγγέλων λέγεται προσάγεσθαι;

298

Εὐχὴ ὑπὲρ αὐτῶν εἰς σοφίαν πρακτικὴν, εἰς δύναμιν ὑπομονῆς, σὺν εὐχαριστίᾳ τῆς οἰκειώσεως τῆς ἐν καθάρσει.

Διὰ τοῦτο καὶ ἡμεῖς ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τῆ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάση σπφόᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῆ ἐπιγνώσει τοῦ Θεοῦ.

Διὰ τοῦτο, ποῖον; ἐπειδὴ ἠκούσαμεν τὴν πίστιν ὑμῶν καὶ τὴν ἀγάπην· ἐπειδὴ χρηστὰς ἔχομεν ἐλπίδας· εὐέλπιδες ἐσμὲν καὶ περὶ τῶν μελλόντων αἰτεῖν. ἡρέμα δὲ αὐτοὺς αἰνίττεται ὡς οὐδέπω πρὸς τὸ τέλος ἐφθακότας. τὸ γὰρ “ ἵνα πληρωθῆτε,” τοῦτο δηλοῦντος ἦν· καὶ τὸ “ ἐν πάση σοφίᾳ,” καὶ τοῦτο αὐτὸ δηλοῖ· καὶ πάλιν “ εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ·” καὶ πάλιν “ ἐν πάσῃ δυνάμει δυναμούμενοι·” καὶ πάλιν “ εἰς πᾶσαν “ ὑπομονὴν καὶ μακροθυμίαν.” τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν· οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν “ ἵνα πληρωθῆτε τῇ ἐπιγνώ- “ σεῖ τοῦ θελήματος αὐτοῦ;” a αυτου διὰ τοῦ Υἱοῦ προσάγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ Ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν Γίον ἔπεμψεν.

“ Ἐν πάσῃ σοφίᾳ,” φησὶν, “ καὶ συνέσει πνευματικῇ·” ἐπειδὴ γὰρ αὐτοὺς οἱ φιλόσοφοι ἠπάτουν, βούλομαι ὑμᾶς, φησὶν, ἐν πνευματικῇ σοφίᾳ εἶναι· δείκνυσι δὲ ἐνταῦθα ὅτι ἐξ ἐκείνου ὁ Παῦλος εὔχεται· καὶ οὐδέπω ἤνυσεν, καὶ οὐκ ἀπέστη. τὸ γὰρ “ ἀφ᾿ ἧς ἡμέρας “ ἠκούσαμεν,” τοῦτο δηλοῖ· κατάγνωσιν δὲ αὐτοῖς φέρει ἐξ ἐκείνου a Verbum legi non potest.

299

ὅτι καὶ εὐχαῖς βοηθούμενοι μὴ ἀνεκτήσαντο ἑαυτούς· “ καὶ αἰτούμενοι, μετὰ πολλῆς τῆς σπουδῆς, εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίους τοῦ “ Κυρίου.’’ ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησίν· ἀεὶ γὰρ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. “ εἰς πᾶσαν ἀρέσκειαν· ἐν “ παντὶ ἐργῶ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῇ πί- “ στει τοῦ Θεοῦ.’’ ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· “ ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμού- “ μενοι·’’ ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησὶν, εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ ἀπογνῶναι· “ κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.’’ ἀλλ’ ἵνα τοιαύτην ἀναλάβητε προθυμίαν οἵαν πρέπει τῇ ἰσχύι· τῆς δόξης αὐτοῦ δοῦναι· “ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν” εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ Θεοῦ δυναμωθῆναι· μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἔπι μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ.

“ Εἰς τὸ περιπατῆσαι ὑμᾶς” φησὶν, τουτέστιν ἀεί· οὐχ ἅπαξ, ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· “ περιπατῆσαι καὶ ὑμᾶς” φησὶν “ ἀξίως τοῦ Κυρίου ἐν παντὶ ἔργῳ ἀγαῷ·” ὥστε ἀεὶ ἐπιδιδόναι, καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς “ καρποφοροῦντες “ καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.” ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, “ διὰ τοῦ “ κράτους αὐτοῦ·” πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ κράτος,” ὅπερ μεῖζόν ἐστιν “διὰ τοῦ κράτους,” φησὶ, “τῆς “ δόξης αὐτοῦ·” ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ.

Μετὰ χαρᾶς.· εὐχαριστοῦντες τῷ Θεῷ.

Ἡ ἀκολουθία αὕτη ἐστὶν, οὐ παυόμεθα προσευχόμενοι ὑπὲρ ὑμῶν καὶ εὐχαριστοῦντες ἔπι τοῖς προτέροις·

300

Τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί.

Μέγα ἐφθέγξατο· τοιαῦτά ἐστι τὰ δεδομένα φησίν· ὡς μὴ δοῦναι μόνον, ἀλλὰ καὶ ἰσχυροὺς ποιῆσαι πρὸς τὸ λαβεῖν. τὸ οὖν εἰπεῖν “ ἱκανώσαντι,” πολὺ τὸ βάρος ἔδειξεν· οἷον ἐὰν ᾐ τὶς βασιλεὺς, δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν b τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν, ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν· διὰ τοῦτό φησιν, “ ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποίηκαμεν.”

“ Εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί·” καὶ τῷ μέλλοντι λέγει, καὶ τῷ παρόντι, τουτέστιν, τῇ γνώσει· δοκεῖ δέ μοι καὶ περὶ τῶν παρόντων καὶ περὶ τῶν μελλόντων ὁμοῦ λέγειν· εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προσ- τιθέναι.

Ὃς ἐρρύσατο ἡμᾶς ἀπὸ τῆς ἐξουσίας τοῦ σκότους τούτου.

Αὐτοῦ τὸ πᾶν ἐστι, καὶ ταῦτα δοῦναι κἀκεῖνα· οὐδαμοῦ γὰρ ἡμῶν τὸ κατόρθωμα· “ σκότους” δὲ φησὶν, τῆς πλάνης, τοῦ διαβόλου τῆς τυραννίδος· διὰ τοῦτο γὰρ καὶ “ ἐξουσίας” φησίν· ἐκράτεοι γὰρ ἤμων·

Καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.

Μέγα μὲν οὖν καὶ τοῦ σκότους ἀπαλλάξαι· τὸ δὲ καὶ εἰς [*](b Verbum legi non potest.)

301
βασιλείαν ἀγαγεῖν, πολλῷ μεῖζον· “ ὃς ἐρρύσατο,” φησὶν, ἡμᾶς· οὐκ εἶπεν ἐξέβαλεν, ἀλλ’ “ ἐρρύσατο·” τὴν πολλὴν ταλαιπωρίαν δεικνὺς ἡμῶν καὶ τὴν αἰχμαλωσίαν· εἶτα καὶ τὸ εὔκολον τῆς τοῦ Θεοῦ δυνάμεως. “ καὶ μετέστησε,” φησὶν, ὥσπερ ἃν εἴ τις στρατιώτων ἀπὸ τόπου εἰς τόπον μεταγάγοι· καὶ οὐκ εἶπεν μετάγαγεν, οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ “ μετέστησεν.” ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐχ ἁπλῶς εἰπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, “ βασιλείαν Υἱοῦ” εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· “ εἰ “ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·” τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ Υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότιμον· τι γάρ φησιν; “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.” ἀλλ’ οὐκ εὐθέως. ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργεσίαν τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃ τὸν Υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ Υἱῷ καὶ τὸ πᾶν τῷ Πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; “ ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξου- “ σίας τοῦ σκότους.”

Περὶ τῆς ἐν Χριστῷ κτίσεως καὶ ἀνακτίσεως τῆς κατὰ συνάφειαν Θεοῦ.

Ταυτὸν δέ ἐστιν “ ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν “ τῶν ἁμαρτημάτων·” εἰ γὰρ μὴ ἀφείθημεν τῶν ἁμαρτημάτων οὐκ ἃν μετέστημεν ἐνταῦθα· ἰδοὺ πάλιν ἐνταῦθα τὸ “ ἐν ᾧ·” καὶ οὐκ εἶπεν λύτρωσιν, ἀλλ’ “ ἀπολύτρωσιν·” ὥστε μηδὲ ἐκπεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς.

(Σευηριανοῦ.) Ἕτερος δὲ φησὶν, καὶ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ κατακλυσμοῦ, πρὸ τοῦ νόμου καὶ ἐν τῷ νόμῳ, ἦσαν Ἄγγελοι ὑπηρετούμενοι τῷ Θεῷ, πρὸς τὴν ἡμετέραν σωτηρίαν ἀλλ’ οὐδὲν κατώρθωσαν· νυνὶ δὲ ὁ Θεὸς διὰ τῆς οἰκονομίας τοῦ Κυρίου μετέστησεν ἡμᾶς ἐς τὴν βασιλείαν αὐτοῦ, ὃν ἠγάπησεν· Ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς Υἱόν. οὐκ ἤγαγεν οὖν

302
ὑμᾶς εἰς τὴν τῶν Ἀγγέλων, ἀλλ’ “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ ἀγάπης αὐτοῦ·” ὑπὸ τὸν κληρονόμον ἐσμέν· οὐχ ὑπὸ τοὺς οἰκέτας. “ Υίον οὑν ἀγάπης” λέγει· ἐπειδὴ ὡς Υίος ἀγαπᾶται οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ Θεοῦ ἐστιν· οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας, ταύτης υἱοὶ φύσει· οὐδὲ οἱ υἱοὶ τῆς γεέννης, ταύτης τέκνα· οὐδὲ υἱὸς φύσει ἀπωλείας ὁ διάβολος· οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείυἱὸς μένος· οὕτως οὐδὲ τῆς ἀγάπης Υίὸς ὁ Κύριος· ἀλλ’ ἐπειδὴ εἰσὶν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ Υἱὸς ὡς Υἱὸς ἀγαπᾶται, εἶπεν “ τοῦ “ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.”

Ἢ οὕτως· “ μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τῆς ἀγάπης “ τοῦ Υἱοῦ αὐτοῦ·” ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ Υἱὸς, ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς· διὰ τοῦτο φησὶν, “ μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα, κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλοὺς, εἰκών ἐστι τοῦ Πα- Τρος.

Ἀλλ᾿ ὁ ἀνόσιος Θεόδωρος τούτοις ἀντιφθεγγόμενος, ἕνα σκοπὸν ἔχων Ἰουδαϊκῶς καὶ βλασφήμως τὰς θείας γραφὰς ἑρμηνεύειν, τὰς δεικνύσας τοῦ Χριστοῦ τὴν θεότητα, καὶ τὴν προκειμένην χρῆσιν οὕτως ἐξηγήσατο. οὐκ εἰπεν, φησὶν, τοῦ υἱοῦ ἀλλὰ “ τοῦ “ υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐ γὰρ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ Λόγου γινόμεθα, ἀλλὰ τοῦ ἀναληφθέντος ἀνθρώπου, ᾧ κοινωνοῦμεν τῆς τιμῆς διὰ τὴν φυσικὴν ὁμοιότητα, ὅταν πρὸς αὐτὸν διάθεσιν ἐπὶ τῶν ἔργων ἐπιδειξώμεθα· ὅθεν καὶ “ υἱὸν ἀγάπης αὐτὸν ἐκάλεσεν· ὡς οὐ φύσει τοῦ Πατρὸς ὄντα υἱὸν ἀλλ’ ἀγάπῃ τῆς υἱοθεσίας ἀξιωθέντα τούτων. τί ἂν εἴη ἀσεβέστερον, τοῖς εὐτυγχάνουσιν καταλείψω σκοπεῖν.

Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ.

Οὐκ ἐν Ἀγγέλῳ ἐλυτρώθημεν· ἀλλ’ ἐν τῷ Υἱῷ, οὐχ ἁπλῶς προστάξαντι, ἀλλὰ μέχρις αἵματος ἀντικαταστάντι· ὥστε ὀφείλομεν αὐτῶ τὴν εἰς αὐτὸν οἰκείωσιν.

Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως.

303

Εἰ τὸ Θεὸς ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, εἰκὼν δὲ τοῦ Θεοῦ ὁ Υἱὸς, ὁ Υἱὸς εἰκὼν τῆς οὐσίας. εἰ δὲ λέγοιεν μὴ εἶναι τῆς οὐσίας ὁ Υἱὸς, τὸ ἀόρατον ὄνομα τίνος δώσουσι; τῆς οὐσίας ἣ ἑτέρου τινός; ἀλλ’ οὐδενὸς ἑτέρου τὸ ἀόρατον, ἣ μόνης τῆς οὐσίας· ὡς καὶ ἀλλαχοῦ· “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ Θεῷ·” ἄφθαρτος δὲ ἡ οὐσία τοῦ Θεοῦ· οὐκ οὖν καὶ ἀόρατος ἡ οὐσία τοῦ Υἱοῦ· “ εἰκὼν “ δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου,” τῆς οὐσίας ἄρα εἰκών· ἄρα οὖν οὐ καθ’ ὃ πρωτότοκος εἰκών· ἀλλ’ εἰκὼν μὲν τοῦ Θεοῦ, πρωτότοκος δὲ τῆς κτίσεως. ἐπειδὴ γὰρ εἶπεν εἰκὼν τοῦ Θεοῦ, τὸ ἀπαράλλακτον τῆς πρὸς τὸν Πατέρα οὐσίας δεικνὺς τοῦ Υἱοῦ· ἵνα σοι δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν· εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος· καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσι λέγων,

Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα.

Εἰ δὲ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; ὥστε τὸ πρωτότοκος, οὐ κυρίως εἴληπται. ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μονογενὴς μέν ἐστιν, ὁ μόνος πατρί· πρωτότοκος δὲ, ὁ ἔχων ἄλλους ἀδελφοὺς, ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα· ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς Ἀγγέλους, τὰς ἐλπίδας δᾴς ἔχωμεν ἐν Χριστῷ· καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος· καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως· τὸ δὲ “ ἐν αὐτῷ” ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται.

Χρυσοστόμου. τίνος οὖν βούλει εἰκόνα εἶναι; οὐκοῦν καὶ ἀπαράλλακτος οὗπερ ἂν θῇς· εἰ μὲν γὰρ ὡς ἀνθρώπου εἰκὼν, εἰπὲ, καὶ λοιπὸν ὡς μαινομένου ἀποστήσομαι· εἰ δὲ ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς, εἰκὼν, τὸ ἀπαράλλακτον δείκνυσιν· διὰ τί μηδαμοῦ μήτε εἰκὼν μήτε υἱὸς Ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; διὰ τί; ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηγμένον, ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν· καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαι τι τοιοῦτο, καὶ καταγαγεῖν κάτω τὸν λόγον. διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαρρούντως ἡ γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι· ἡ γὰρ τοῦ ἀοράτου εἰκὼν

304
καὶ αὕτη ἀόρατος, καὶ ὁμοίως ἀόρατος· ἐπεὶ οὐδ’ ἃν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον εἶναι δεῖ· οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως· ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα· μᾶλλον δὲ ἀπανταχοῦ ἃν μετὰ ἀκριβείας ζητῇς· ἔνθα δὲ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὔτε διάπτωσίς τις γίνεται. εἰ δὲ κτίσμα, πῶς εἰκών; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών· εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών· τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ οὗτοι ἀόρατοι· ἀλλ’ οὐχ ἑαυτοῖς· ἀλλὰ ψυχὴ ἀόρατος· ἀλλ’ ἣ ἐπειδὴ ἀόρατος ἁπλῶς, διὰ τοῦτο εἰκών· καὶ μὴ οὕτως ὥσπερ αὐτὸς, καὶ ἄγγελοι εἰκόνες.

“ Πρωτότοκος πάσης κτίσεως·” τί οὖν φασίν; ἰδοὺ ἔκτισται· καὶ μὴν οὐ πρωτόκτιστος εἴρηται, ἀλλὰ πρωτότοκος ἐπὶ τὰ πολλὰ εἰκὸς αὐτὸν λέγεσθαι· καὶ γὰρ ἀδελφὸν αὐτὸν δεῖ λέγειν κατὰ πάντα, καὶ τὴν δημιουργίαν ἀφαιρεῖν· καὶ μήτε ἀξιώματι μήτε ἄλλῳ τινὶ προέχειν· τὸ γὰρ πρωτότοκος οὐχὶ ἀξίας τιμὴ οὐδὲ ἄλλου τινὸς, ἀλλὰ χρόνου μόνον. τί σημαίνει ὁ πρωτότοκος; τὸ ἔκτισται φησὶν, καλῶς· ἐὰν οὖν τοῦτο ᾖ· καὶ ἀδελφοὺς ἔχει, καὶ ὁμοούσιος ἐστὶν ὧν ἐστὶ πρωτότοκος. οὐκοῦν πάντων ἔσται ὁ υἱὸς πρωτότοκος, καὶ λίθων; πάσης γὰρ εἶπεν κτίσεως· οὐκοῦν καὶ λίθων; καὶ ἐμοῦ πρωτότοκός ἐστιν ὁ Θεὸς Λόγος· ἄλλως δὲ, εἰπέ μοι, πρωτότοκος ἐκ τῶν νεκρῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπέθανε πρῶτος· ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη· ὥστε οὐδὲν ἕτερον δηλοῖ ἢ τοῦτο· ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν· οὐκοῦν οὐδὲ ἐνταῦθα· εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό· ἵνα γὰρ μὴ νομίσωσιν νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ Ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ· δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι, οὐ γὰρ ἀπὸ σκότους εἰς φῶς ἀγαγεῖν ἠδυνήθησαν, ὡς οὗτος. δεύτερον ὅτι καὶ πρὸ αὐτῶν ἐστιν, καὶ σημεῖον ποιεῖται τὸ πρὸ αὐτῶν εἶναι τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι. (Βασίλειοσ.) Καὶ τὸ μακάριος δὲ Βασίλειος ἐν τοῖς Εὐνομίου λόγοις φησὶν, εἰκὼν οὐκ ἄψυχος οὐδὲ χειρόκμητος οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας, ἀλλ’ εἰκὼν ζῶσα· μᾶλλον δὲ αὐτὸ οὖσα ζωή· οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον διασώζουσα. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς

305
αὐτῆς ὑποθέσεως· εἰ δὲ ὅτι “ πρωτότοκος πάσης κτίσεως,” καὶ “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς” ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ μητέρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει· “ τίς γάρ ἑστι,” φησὶν, “ ἡ μητήρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; ἀλλ’ ἣ οἱ ποιοῦν- “ τες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” ὥστε καὶ πατὴρ ἡμῶν ὁ Θεὸς, οὐ καταχρηστικῶς οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται· εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται Πατὴρ ὁ Θεός· τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν Υἱοῦ, μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι;

(Γρηγόριοσ.) Καὶ Γρηγόριος δὲ ὁ θεόλογος ἐν τῷ περὶ δευτέρῳ λόγῳ ὁμοίως φησὶν, εἰκὼν δὲ ὡς ὁμοούσιον· καὶ ὅτι τοῦτο ἐκεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου πατήρ· αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἰναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, πλὴν ὅτι καὶ πλεῖον· ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα καὶ πλεῖον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις· μήτε μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι καὶ ταὐτὸν μᾶλλον ἣ ἀφομοίωμα.

(Κύριλλοσ.) Ὁ μακάριος δὲ Κύριλλος ἐν τῷ ἐπιγεγραμμένω Θησαυρὸς φησὶν, πρωτότοκος οὐχ ἁπλῶς οὐδὲ ἀπολελύμένως, ἀλλ’ ἐν πολλοῖς ἀδελφοῖς, καθάπερ γέγραπται· πότε οὖν ἄρα γέγονεν ἡμῶν ἀδελφός; εἰ μὴ ὅτε τὴν ἡμῶν περιεβάλλετο σάρκα· οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν ἀπέδειξεν υἱοὺς Θεοῦ; πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. παρατηρῆσαι δὲ ὅμως κακεῖνο καλόν· μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὑν μονογενὴς ὀνομάζεται, οὐδεμίας αὐτῷ συμπεπλεγμένης αἰτίας καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως. “ ὁ μονογενὴς Θεὸς ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός·” ὅτε δὲ πρωτότοκον

306
αὐτὸν αἱ θεῖαι καλοῦσι γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν· “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς·” “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο μὴ ἀπολέσαι· εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. οὐ γὰρ καθ’ ὃ γέγονεν ἄνθρωπος, ἐλάττον ἔσται τινὸς, ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει, ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῶν καὶ Κύριος.

Θεόδωροσ δέ φησιν, τὸ “ πρωτότοκος” οὐκ ἐπὶ χρόνου λέγεται μόνον· ἀλλὰ γὰρ καὶ ἐπὶ προτιμήσεως πολλάκις, ὡς τὸ “ ἐπικα- “ λέσεταί με, πατήρ μου εἰ συ· καὶ ἐγὼ πρωτότοκον θήσομαι “ αὐτόν.” οὐ τοῦτο εἰπόντος τοῦ Θεοῦ, ὅτι ἕκαστον αὐτῶν πρότερον τερον ποιήσω τῷ χρόνῳ τῶν λοιπῶν· ἀλλ’ ὅτι περὶ πολλοῦ ποιήσομαι. λέγει δὲ ταῦτα φησὶν ὁ Δαβὶδ, τῶν πρὸς αὐτὸν ἐπαγγελιῶν τοῦ Θεοῦ μνημονεύων, ὡς ἃν ὑποσχομένου τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν οἰκειώσεσθαι. ὁ δὲ Ἀπόστολος φησὶν τὸ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἵνα εἴπῃ τὸν πολλῆς ἄγαν ἠξιωμένον τῆς τιμῆς· καὶ “ τὸ υἱὸς πρωτότοκός μου Ἰσραήλ·” ἀντὶ τοῦ τίμιος ἐμοί· οὕτως φησὶ κἀνταῦθα “ πρωτότοκος πάσης “ κτίσεως,” ἀντὶ τοῦ παρὰ πᾶσαν τὴν κτίσιν τιμώμενος. Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν·

Ὁ μακάριος Ἰωάννης φησὶν, τί λέγουσιν ἐνταῦθα οἱ Παύλου τοῦ Σαμοσατέως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς; ὅπερ ἀμφισβητούμενον ἦν, πρῶτον τέθεικεν· “ καὶ τὰ ἐπὶ “ τῆς υῆς·” εἶτα φησὶν, “ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,” οἷον ψυχὴ, καὶ ὅσα ἐν οὐρανῷ γέγονεν ὁρατά· οἷον ἥλιος, πόλος. “ εἴτε θρόνοι·” καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν.

307
“ εἴτε θρόνοι,” φησὶν, “ εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξου- “ σίαι·” τὸ “ εἴτε καὶ εἴτε,” τοῦ παντὸς περιληπτικόν ἐστιν. ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστιν. τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν ἐξουσίων τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· ἰδοὺ τὸ ἐν αὐτῷ δι’ αὐτοῦ ἐστιν. εἰπὼν γὰρ ὅτι “ ἐν αὐτῷ,” έπήγαγεν “ δί αὐτοῦ·” τὸ δὲ “ εἰς αὐτὸν” τί ἐστιν; τουτέστιν εἰς αὐτὸν κρέμαται πάντων ἡ ὑπόστασις· οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἃν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται, ἀλλ’ οὐκ εἶπεν διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται· μόνον τὸ πρὸς αὐτὸν νεύειν ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. οὕτως καὶ πρωτότοκος ὡς θεμέλιος· τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ φέρεσθαι δηλοῖ· ἐπεὶ καὶ Παῦλος ὅταν λέγῃ “ θεμέλιον τέθεικα,” οὐ περὶ οὐσιώσεως φησὶν, ἀλλὰ τῆς ἐνεργείας. ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν· φησὶν αὐτὸν αὐτὰ διακρατεῖν· ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαι ἐστίν· καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει· τοῦτο δὲ οὐκέτι, οὐδὲ διαφθειρόμενον κατέχει.

Καὶ αὐτός ἐστι πρὸ πάντων.

Τοῦτο Θεῷ ἁρμόζον· ποῦ Παῦλος ὁ Σαμοσατεύς;

Καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.

Τουτέστιν εἰς αὐτὸν ἔκτισται· συνεχῶς αὐτὰ στέφει τῇ συνεχείᾳ τῶν ῥημάτων καθάπερ πυκναῖς τισὶ πληγαῖς πρόρριζον ἀνασπὼν τὸ δόγμα τὸ ὀλέθριον· εἰ γὰρ καὶ τοσαῦτα εἴρηται, καὶ μετὰ τοσοῦτον χρόνον ἔφυ Παῦλος ὁ Σαμοσατεύς· πόσῳ μᾶλλον εἰ μὴ ταῦτα προείρητο; “ καὶ τὰ πάντα,” φησὶν, “ ἐν αὐτῷ συνέ- “ στηκεν.” πῶς συνέστηκε τῷ οὐκ ὄντι; ὥστε καὶ τὰ δι’ Ἀγγέλων δι’ αὐτοῦ ἐστίν.

Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν.

Εἰπὼν ἀνωτέρω περὶ τῆς ἀξίας· λέγει λοιπὸν καὶ περὶ τῆς φιλανθρωπίας· “ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας·” οὐκ εἶπεν τοῦ πληρώματος· αὐτὸ μὲν δηλῶν·

308
θέλων δὲ ἡμῖν οἰκειότερον δεῖξαι αὐτόν· ὅτι οὕτως ἄνω καὶ πάντων ἀνώτερος, τοῖς κάτω ἑαυτὸν συνῆψεν· πανταχοῦ γὰρ πρῶτος· ἄνω πρῶτος· ἐν τῇ ἐκκλησίᾳ πρῶτος· κεφαλὴ γάρ ἐστιν· ἐν τῇ ἀναστάσει πρῶτος. τουτέστιν, ἵνα γένηται αὐτὸς πρωτεύων, ὡς καὶ ἐν γενέσει πρῶτος. καὶ τοῦτό ἐστι μάλιστα τὸ σπουδαζόμενον δεῖξαι τῷ Παύλῳ. ἂν γὰρ τοῦτο κατασκευασθῆ, ὅτι πρὸ πάντων ἦν τῶν Ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰς ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῇ ὑστέρᾳ ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι· καίτοι γε ἀλλαχοῦ πρῶτον φησὶ τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν. ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς ἀνθρώπων γένους· τῆς γὰρ Ἐκκλησίας πρῶτος ἐστίν· καὶ τῶν μὲν ἀνθρώπων καθάπερ ὁ τῆς κτίσεως πρῶτος τὸ κατὰ σάρκα· καὶ διὰ τοῦτο αὐτὸν καὶ ἐνταῦθα πρωτότοκον τίθησιν ἐκ τῶν νεκρῶν. τί ἐστιν ἐνταῦθα πρωτότοκος; ὁ πρῶτος κτισθείς· ἢ ὁ πρὸ πάντων ἀναστάς· ὥσπερ καὶ ἐκεῖ ὁ πρὸ πάντων ὤν· καὶ ἐνταῦθα μὲν ἀπαρχὴν τέθεικεν, εἰπὼν, "ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν "νεκρῶν·" ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως· καὶ ἐκεῖ μὲν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε πρωτότοκος. ἀπαρχὴν δὲ εἶπεν, καθάπερ ἐπὶ καρποῦ τινός· δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασεν· καὶ ὥσπερ θυσίαν προσήνεγκεν διὰ τῆς ἀπαρχῆς.

(Σευηριανός.) Καὶ Σευηριανὸς φησίν· εἰ μὴ ἦν πρὸ πάντων, πῶς ἐν αὐτῷ τὰ πάντα ἐκτίζετο; καὶ τὰ ἄλλα ὁμοίως. "καὶ "αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας·" δημιουργὸς μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος· καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος· καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν.

Θεόδωρος δὲ, καὶ ταύτην πλημμελῶς ἐξηγεῖται τὴν ῥῆσιν, φάσκων, οὐκ εἶπεν δι᾽ αὐτοῦ, ἀλλ᾽ "ἐν αὐτῷ." οὐ γὰρ τὴν πρώτην λέγει κτίσιν, ἀλλὰ τὴν ἐν αὐτῷ γενομένην ἀνάκτισιν, καθ᾽ἣν τὰ πάντα διαλελυμένα, εἰς συμφωνίαν ἤχθη μίαν, ὡς καὶ ἀλλαχοῦ φησὶν, "ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ·"

309

Οτι δὲ ταῦτα Παύλου τοῦ Σαμοσατέως φησὶν εἶναι ὁ μακάριος Ἰωάννης, φθάσαντες παρεθέμεθα. ἐναντιούμενος δὴ συνήθως πᾶσι τοῖς ἁγίοις πατράσι, καὶ ταῦτα ἐπιφέρει—οἱ δέ γε παρερμηνεύειν βουλόμενοι τὰ ῥητὰ καὶ τὸ “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρω- “ τότοκος πάσης κτίσεως,” ἐπὶ τῆς θείας ἐκλαβεῖν ἐπιχειρήσαντες φύσεως, οὐδαμῶς συκοφαντῆσαι τὴν ἑρμηνείαν ἡμῶν δυνήσονται ἀπὸ τῆς ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρωπίνα μεταβάσεως, ἤτοι τῆς ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεία· τὸ γὰρ αὐτὸ καὶ αὐτοὺς ποιῆσαι ἀνάγκη· τὰ μὲν ἀνώτερα ἐπὶ τῆς ἄνω ἐκλαμβάνοντας φύσεως· τὸ δὲ “ πρωτότοκος ἐκ τῶν νεκρῶν” εἰ τὰ πάντα ἀναισχυντοῖεν, οὐδαμῶς ἐκλαβεῖν ἐπὶ τῆς θείας δυναμένους φύσεως. προφανῶς τοίνυν κἀν τούτοις ἀπεδείχθη Θεόδωρος τὴν πρὸς τοὺς ἁγίους πάντας ἀράμενος μάχην.

Ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

(Χρυσοστόμου.) Ὁ μακάριος Ἰωάννης φησίν· τὸ πλήρωμα μὲν τῆς θεότητος φασὶν, καθάπερ ὁ Ἰωάννης ἔλεγεν “ ἐκ τοῦ “ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.” τουτέστιν, εἴτι ἦν ὁ Υἱὸς, ὅλος ὁ Υἱὸς ἐκεῖ ᾤκησεν· οὐχὶ ἐνέργειά τις ἀλλ’ οὐσία οὐκ ἔχει δὲ αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν “ ὅτι ἐν αὐτῷ εὐδόκησεν·” καὶ “ δι’ αὐτοῦ ἀποκα- “ ταλλάξαι τὰ πάντα εἰς αὐτόν·” ἵνα μὴ νομίσῃς ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, “ εἰς αὐτὸν φησίν·” καὶ μὴν ἀλλαχοῦ φησὶν ὅτι τῷ Θεῷ καταλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίοις Ἐπιστολῇ φησίν. καλῶς εἶπεν “ δι’ αὐτοῦ ἀποκαταλλάξαι·” ἤδη γὰρ ἦσαν κατηλλαγμένοι· ἀλλὰ τελείως· ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. πῶς; οὐ γὰρ ἡ καταλλαγὴ ἀπεδίδοτο μόνον, ἀλλὰ καὶ ὁ τρόπος τῆς καταλλαγῆς· εἰρήνη διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. μέγα μὲν τὸ καταλλάξαι· τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον. καὶ τὸ τούτου μεῖζον, τὸ “ διὰ τοῦ αἵματος·” οὐχ ἁπλῶς αἵματος· ἀλλὰ τὸ τούτου μεῖζον, “ διὰ τοῦ ἰδίου σταυροῦ·” ὥστε πέντε θαυμαστά ἐστιν, τῷ Θεῷ κατήλλαξεν, δι’ ἑαυτοῦ· διὰ τοῦ αἵματος

310
αὐτοῦ· διὰ τοῦ σταυροῦ· ἵνα γὰρ μὴ νομίσῃς πέντε εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ᾽ ἑαυτὸν, λέγει δι᾽ ἑαυτοῦ· πῶς οἶδεν μέγα τοῦτο ὄν; ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ᾽ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο.

Τί δὲ ἐστὶ "τὰ ἐν τοῖς οὐρανοῖς; τὰ μὲν γὰρ ἐπὶ τῆς γῆς·" εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζεν, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησεν; ἢ καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;" τί οὖν ἐστιν; ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ· ἐκπεπολεμωμένοι ἦσαν οἱ Ἄγγελοι πρὸς τοὺς ἀνθρώπους· τὸν δεσπότην ὁρῶντες τὸν ἑαυτὸν ὑβριζόμενον· τὰ μὲν οὖν ἐν τοῖς οὐρανοῖς οὕτως μετέστησεν· ἐκεῖ τὸν ἄνθρωπον ἤγαγεν αὐτοῖς, τὸν ἐχθρὸν, τὸν μισούμενον· οὐ μένοντα ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν· ἀνήγαγεν πρὸς αὐτοὺς αὐτὸν τὸν ἐχθρὸν καὶ πολέμιον· τοῦτο εἰρήνη βαθεία. Ἄγγελοι ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐράνῳ ἐφάνη. δοκεῖ δέ μοι ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. καὶ τὸ μὲν πρὶν ἐπὶ γῆς ἐφαίνοντο Ἄγγελοι πρὸς τιμωρίαν ἀποστελλόμενοι ἐπὶ τῶν Ἰσραηλιτῶν· ἐπὶ τοῦ Δαβὶδ, ἐπὶ τῶν Σολομιτῶν· ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. νῦν δὲ ἐξ ἐναντίας ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτούς· καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. καὶ θέα μοι τὸ παράδοξον· τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγεν· ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι· διὰ τοῦτο εὐχαριστοῦμεν λέγοντες· "δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία," τουτέστιν καταλλαγή.

Σευηριανὸς δέ φησιν, ἐν τῇ πρὸς Ἐφεσίους ἐδείκνυεν ὅτι πλήρωμα Θεοῦ ἡ Ἐκκλησία λέγεται· ηὐδόκησεν οὖν ὁ Θεὸς τὸ πλήρωμα ἑαυτοῦ, τουτέστιν τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ ἐν τῷ Χριστῷ, οἷα ἐν κεφαλῇ ἰδίᾳ, οἰκῆσαι· τουτέστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι· ἀλλὰ μὴ Ἀγγέλων· ηὐδόκησε γὰρ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι᾽ Ἀγγέλων· καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ.

311

Περὶ ἐθνῶν προσαγωγῆς τῆς ἐν σώματι Χριστοῦ καὶ πάθει διὰ πίστεως. Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους ἐνώπιον αὐτοῦ.

Ἐνταῦθα δείκνυσιν ὅτι καὶ ἀναξίους ὄντας καταλλαγῆς, κατήλλαξε· καὶ ἵνα μὴ νομίσῃς διὰ τοῦ εἰπεῖν ὑπὸ τὴν ἐξουσίαν τοῦ σκότους, ἀνάγκης εἶναι, προσεπάγει τὸ “ ἀπηλλοτριωμένους,” ἀντὶ τοῦ οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ καὶ ἀναξίους ὄντας, ἀπήλλαξεν, μὴ δὲ προσδοκῶντας ἐπανελθεῖν· εἶτα οὐχὶ μέχρι τῆς προαιρέσεως μόνης ἡ ἀλλοτρίωσις, ἀλλὰ τί ; “ καὶ ἐν τοῖς ἔργοις τοῖς πονη- “ ροῖς·” ι καὶ ἐχθροὶ ἦτε φησὶν, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε· “ νυνὶ “ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι,” φησὶν, “ τῆς σαρκὸς αὐτοῦ· πάλιν τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς· ὅτι ἐν τῷ σώματι· οὐχὶ ἁπλῶς πληγεὶς οὐδὲ μαστιγωθεὶς, ἀλλὰ καὶ ἀποθανών· καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ· διὰ τοῦτο πάλιν τοῦ σταυροῦ μέμνηται “ εἰς τὸ παραστῆσαι,” φησὶν, “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ “ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.” οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ τοῖς εὐδοκιμηκόσι κατέστησεν· καὶ τὸ δὴ μέγα, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ ἔδωκεν, καὶ τὸ ἀνέγκλητον. ἐπίτασις τοῦ ἀμώμου τὸ ἀνέγκλητον· ὅταν μηδὲ μέχρι καταγνώσεως ἢ ἐγκλήματος ᾖ τί πεπραγμένον ἡμῖν. ἀλλ’ ἐπειδὴ τὸ ὅλον αὐτῶ τέθεικεν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν· διὰ τοῦτο ἐπήγαγεν,

Εἴγε ἐπιμένετε τῆ πίστει, τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου.

Τὴν ῥαθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει· καὶ οὐχ ἁπλῶς εἶπεν “ ἐπιμένετε·” ι ἔστιν γὰρ ἐπιμένειν σαλεύομενον,

312
“ εἴγε ἐπιμένετε,” φησὶν, “ τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ “ μετακινούμενοι,” ὅρα οὐδὲ φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίτονον· ἀλλὰ πίστιν καὶ ἐλπίδα. τουτέστιν ἐὰν μένητε πιστεύοντες ὅτι ἀληθὴς ἢ ἐλπὶς τῶν μελλόντων· ἐπὶ μὲν γὰρ τῆς ἀρετῆς, οὐκ ἔνι μὴ μετασαλευθῆναι κἂν μικρόν· ἐπὶ δὲ τῆς πίστεως καὶ τῆς ἐλπίδος δυνατόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ εὐαγγελίου ἀλλ’ ἢ ὁ Χριστός; αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος, οὐχὶ Ἄγγελοι· ὥστε ὁ ἑτέροις ἐπιγράφων μετακεκίνηται· “οὗ ἠκούσατε,” φησίν· καὶ πάλιν αὐτοὺς φέρει μάρτυρας· εἶτα τὴν οἰκουμένην ἅπασαν. οὐ λέγει τοῦ κηρυττομένου, ἀλλ’ ἤδη πιστευθέντος καὶ κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος.

Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος.

Καὶ τοῦτο εἰς τὸ ἀξιόπιστον συνετέλει· μέγα γὰρ ἦν αὐτοῦ τὸ ἀξίωμα λοιπὸν πανταχοῦ δεομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου.

Θεόδωροσ φησίν· τοῦτο γὰρ ἦν ἔργον αὐτοῦ, τὸ κηρύττειν εἰς τὰ ἔθνη τὸ Εὐαγγέλιον ἔξω τῆς τῶν νομικῶν παρατηρήσεως.

Περὶ τῆς διὰ τῶν πόνων αὐτοῦ διδαχῆς, ἀνακτητικῆς εἰς παράστασιν Θεοῦ.

Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ, ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία.

Ωστε φησὶν, ἥδομαι καὶ πάσχων ὑπὲρ ὑμῶν· καὶ ἐπειδὴ προλαβὼν ὑπὲρ τῆς ὑμετέρας εὐεργεσίας ἔπαθεν ὁ Χριστὸς, ὥστε σῶμα ἑαυτοῦ ὑμᾶς ἀποφῆναι διὰ τῆς ἀναστάσεως· τὰ προσλείποντα ταῖς θλίψεσιν αὐτοῦ τῖς ὑπὲρ ὑμῶν ἀναπληρῶ. τί δὲ ἦν τὸ προσλεῖπον ; τὸ μαθόντας ὑμᾶς τίνα ἔστι τὰ ὑπὲρ ὑμῶν κατορθωθέντα, παρ᾿ αὐτοῦ δέξασθαι τὴν περὶ αὐτῶν ἐπαγγελίαν· τοῦτο

313
δὲ ἄνευ πόνων καὶ θλίψεων γενέσθαι οὐδαμῶς ὄνον τε ἢν· ὑπὲρ δὴ τούτων πάσχω, περιϊὼν καὶ κηρύττων ἅπασι τὰ κατορθωθέντα· ὥστε ὑμᾶς πιστεύσαντας τῇ διαθέσει τῆς ψυχῆς, τὴν πρὸς αὐτὸν οἰκείωσιν δέξασθαι· τούτων γὰρ ἐγὼ κατέστην διάκονος.

(χρυσοστόμου.) ι Ὁ μακάριος δὲ Ἰωάννης φησὶν, καὶ διάκονος φησὶν, ἀντὶ τοῦ οὐδὲν παρ’ ἐμαυτοῦ εἰσφέρω· ἀλλὰ τὰ ἑτέρων καταγγέλλων, οὕτω πιστεύω ὅτι καὶ πάσχω ὑπὲρ αὐτοῦ καὶ χαίρω πάσχων, πρὸς τὴν ἐλπίδα τὴν μέλλουσαν ὁρῶν· καὶ πάσχω οὐχ ὑπὲρ ἐμαυτοῦ ἀλλ’ ὑπὲρ ὑμῶν· “ καὶ ἀνταναπληρῶ,” φησὶν, “ τὰ “ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου.” διξεῖ μὲν μέγα εἶναι ὅπερ ἐφθέγξατο· ἀλλ’ οὐκ ἔστιν ἀπονοίας, μὴ γένοιτο· ἀλλὰ καὶ φιλοστοργίας τῆς περὶ τὸν Χριστόν· οὐ γὰρ βούλεται αὐτοῦ εἶναι, ἀλλ’ ἐκείνου τὰ πάθη· τούτους οἰκειῶσαι αὐτῷ βουλόμενος. καὶ ἃ ἐγὼ πάσχω, ἐκείνου πάσχω φησίν· ὥστε μὴ ἐμοὶ χάριν ἔχετε, ἀλλ’ ἐκείνῳ· αὐτὸς γὰρ πάσχει ταῦτα· ὥσπερ ἃν εἴ τις πεμφθεὶς πρός τινα ἀξιώσειεν λέγων, παραβαλῶ σε ὑπὲρ ἐμοῦ· ἄπελθε πρὸς τόνδε· εἶτα ἐκεῖνος λέγει ὅτι διὰ τόνδε ταῦτα ποιῶ· ὥστε οὐκ ἐπαισχύνεται καὶ ταῦτα αὐτοῦ παθήματα λέγειν. οὐ γὰρ μόνον ἀπέθανεν ὑπὲρ ὑμῶν, ἀλλὰ καὶ μετὰ τὸ ἀποθανεῖν, ἕτοιμός ἐστι θλιβῆναι δι’ ὑμᾶς· ἐφιλονείκησεν καὶ ἐβιάσατο δεῖξαι ἑαυτὸν καὶ νῦν κινδυνεύοντα ὑπὲρ τῆς ἐκκλησίας διὰ τοῦ ἰδίου σώματος. καὶ πρὸς ἐκεῖνο ἀποτείνεται ὅτι οὐ δι ἡμῶν προσάγεσθε, ἀλλὰ δι’ αὐτοῦ, κἂν ἡμεῖς ταῦτα ποιῶμεν. καὶ ταυτόν ἐστιν ὥσπερ ἃν εἰ τάξις λαχοῦσα στρατηγὸν τὸν ὑπερασπίζοντα αὐτῆς καὶ ἐν τῷ πολέμῳ στήκοι· εἶτα ἀπελθόντος ἐκείνου, ὁ ὑποστράτηγος τὰ ἐκείνου τραύματα ἀναδέξαιτο μέχρι τοῦ λυθῆναι τὸν πόλεμον. διὰ γὰρ τοῦτο καὶ “ ὑστερήματα” εἶπεν, ἵνα δείξῃ ὅτι οὐδὲ τὸ πᾶν ἡγεῖται οὐδέπω πεπονθέναι ὑπὲρ ὑμῶν· καὶ μετὰ θάνατον γὰρ πάσχει· εἶκε ἔτι ἐλλείμματα ἔμεινεν. οὐ τοίνυν ἑαυτὸν ἐπαίρων λέγει ταῦτα, ἀλλὰ τὸν Χριστόν· δεῖξαι βουλόμενος ἔτι καὶ νῦν ὑπὲρ αὐτῶν φροντίζοντα· καὶ τὸν λόγον ἀξιόπιστον δείκνυσιν τῷ ἐπαγαγεῖν “ ὑπὲρ τοῦ σώματος “ αὐτοῦ.” ὅρα πῶς ἡμᾶς συνῆψεν αὐτῷ. τί τοίνυν ἐπεισάγετε διὰ μέσου Ἀγγέλου ;

314

Κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ.

Ητοι τοῦτό φησιν, ὅτι οὕτως ἠθέλησεν αὐτοῦ ἀπελθόντος ἡμᾶς διαδέξασθαι τὴν οἰκονομίαν, ἵνα μὴ ὡς ἐγκαταλελειμμένοι δίακεῖσθε· αὐτὸς γάρ ἐστιν ὁ παθών· αὐτὸς ὁ πρεσβεύων. ἣ τοῦτό φησιν, ὅτι ἐμὲ τὸν μάλιστα πάντων διώκτην, διὰ τοῦτο εἴασεν διῶξαι, ἵνα ἀξιόπιστος ὦ κηρύττων. ἢ οἰκονομίαν φησὶν, ὅτι οὐκ ἔργα ἐζήτησεν, οὐδὲ πράξεις, οὐδὲ κατορθώματα, ἀλλὰ πίστιν καὶ βάπτισμα οὐ γὰρ ἂν ἑτέρως ἐδέξασθε τὸν λόγον. “ εἰς ὑμᾶς, φησὶν, “ πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ·” περὶ τῶν ἐθνῶν λέγει, δεικνὺς αὐτοὺς ἔτι σαλευομένους, τῷ εἰπεῖν “ πληρῶσαι·” τὸ γὰρ ἔθνη ἀπερριμένα δυνηθῆναι τοσοῦτον ὕψος δογμάτων δέξασθαι, οὐχὶ Παύλου ἦν, ἀλλ’ οἰκονομίας τῆς τοῦ Θεοῦ. ἐπεὶ ἐγὼ οὐκ ἃν ἴσχυσα φησίν· δείξας δὴ τὸ μεῖζον τὰ αὐτοῦ παθήματα τοῦ Χριστοῦ ὄντα· τότε τὸ σαφέστερον ἐπάγει· ὅτι καὶ τοῦτο τοῦ Θεοῦ ἐστιν τὸ πληρῶσαι τὸν λόγον εἰς ὑμᾶς· καὶ δείκνυσιν ἐνταῦθα οὐ φανερῶς ὅτι καὶ τοῦτο οἰκονομίας τὸ νῦν λεχθῆναι ὅτι δύνασθε ἀκούειν, ἀλλ’ οὐκ ἀμελείας· ἀλλ’ ὥστε δεκτικοὺς γενέσθαι· ὁ γὰρ Θεὸς οὐκ ἀθρόως πάντα ποιεῖ· ἀλλὰ κέχρηται συγκαταβάσει διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν· καὶ τοῦτο αἴτιον τοῦ παραγενέσθαι νῦν τὸν Χριστὸν, ἀλλὰ μὴ πάλαι. Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι, τὶ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες ἐν πάση σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ.

Εἰπὼν ὧν ἐτύχομεν, καὶ δείξας τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καὶ τὴν τιμὴν, τῷ μεγέθει τῶν δοθέντων, πάλιν ἑτέραν ἐπίτασιν εἰσάγει, ὅτι οὐδὲ πρὸ ἡμῶν τίς αὐτὸ ἔμαθεν· ὃ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ποιεῖ λέγων, οὔτε Ἄγγελοι, οὔτε Ἀρχάγγελοι, οὔτε

315
ἀρχαὶ, οὔτε ἄλλη τίς κτιστὴ δύναμις, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ Υἱὸς ἤδει. καὶ οὐχ ἁπλῶς κεκρυμμένον εἰπεν, ἀλλ’ ἀποκεκρυμμένον· καὶ ὅτι εἰ καὶ νῦν γέγονεν, ἀλλὰ παλαιόν ἐστιν, καὶ ἄνωθεν ταῦτα ὁ Θεὸς ἐβούλετο, καὶ οὕτω διατετύπωτο. διατὶ δὲ οὐκέτι λέγει· “ ἀπὸ τῶν αἰώνων,” φησίν· ἐξ ἀρχῆς, ὥσπερ ἃν εἴποι τίς· καὶ μυστήριον εἰκότως καλεῖ, ὃ οὐδεὶς ἤδει πλὴν ὁ Θεός· καί που κεκρυμμένον ; ἐν τῷ Χριστῷ· “ νυνὶ δὲ ἐφανέρωθη,” φησὶ, “ τοῖς ἁγίοις αὐτοῦ.” ὥστε τῆς οἰκονομίας ἐστι τοῦ Θεοῦ τῶν ὅλων· καὶ ἔτι καὶ νῦν κέκρυπται, εἴγε τοῖς ἁγίοις ἐφανερώθη μόνοις. μὴ τοίνυν ὑμᾶς ἀπατάτωσαν ἐκεῖνοι· οὐ γὰρ ἴσασιν. διατὶ μόνοις ; οἷς ἠθέλησεν φησίν· ὅρα πῶς πανταχοῦ ἐπιστομίζει τὰς ἐρωτήσεις αὐτῶν· τὸ δὲ θέλειν αὐτοῦ οὐκ ἄλογον· χάριτος μᾶλλον ὑπευθύνους ποιῶν, ἣ ἀφιεὶς αὐτοὺς ἐπὶ κατορθώματι φρονεῖν· εἶπεν “ οἷς ἠθέλησε γνωρίσαι, τι τὸ πλοῦτος τῆς δόξης τοῦ μυ- “ στηρίου τούτου ἐν τοῖς ἔθνεσι.”

Σεμνῶς εἶπεν· καὶ ὄγκον ἐπέθηκεν, ἀπὸ πολλῆς διαθέσεως ἐπιτάσεις ζητῶν ἐπιτάσεων· ὅτι καὶ τοῦτο ἐπιτάσεως, ἀορίστως εἰπεῖν “ τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν.” μάλιστα γὰρ ἐν τοῖς ἔθνεσι φαίνεται· καθὼς καὶ ἀλλαχοῦ φησί· “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν.” φαίνεται μὲν γὰρ καὶ ἐν ἑτέροις, πολλῷ δὲ πλέον ἐν τούτοις ἡ πολλὴ τοῦ μυστηρίου δόξα· τὸ γὰρ ἀθρόον ἀνθρώπους λίθων ἀναισθητοτέρους εἰς Ἀγγέλων ἀγαγεῖν ἀξίωμα, ἁπλῶς, διὰ ψιλῶν ῥημάτων καὶ πίστεως μόνης, χωρὶς ἔργων, ὄντως δόξα καὶ πλοῦτος μυστηρίου· “ ὅς ἐστι Χρι- “ στὸς ἐν ὑμῖν.” ὅτι ὁ πάντων ἀνώτερος, καὶ Ἀγγέλων καὶ ἀρχῶν κρατῶν καὶ τῶν ἄλλων ἁπασῶν δυνάμεων, κατέβη κάτω, καὶ ἄνθρωπος γέγονεν, καὶ μυρία ἔπαθεν, καὶ ἀνέστη καὶ ἀναλήφθη.

Ταῦτα πάντα μυστηρίου ἦν· καὶ μετ’ ἐγκωμίου τίθησι λέγων· “ ὅς ἐστι Χριστὸς ἐν ὑμῖν.” εἰ δὲ ἐν ὑμῖν ἐστιν, τί Ἀγγέλους ζητεῖτε τοῦ μυστηρίου τούτου ; ἔστι γὰρ καὶ ἄλλο μυστήριον· ἀλλὰ τοῦτο ὄντως μυστήριον, ὃ οὐδεὶς οἶδεν· ὁ ἐστι θαυμαστόν· ὃ παρὰ τὴν κοινὴν προσδοκίαν, ὃ ἐκρύπτετο· “ ὅς ἐστι Χριστὸς ἐν ὑμῖν· “ ἡ ἐλπὶς τῆς δόξης ὃν ἡμεῖς καταγγέλλομεν” ἄνωθεν αὐτὸν φέροντες· ὃν ἡμεῖς, οὐκ Ἄγγελοι διδάσκοντες, φησὶ, καὶ νουθετοῦντες· οὐκ ἐπιτακτικῶς οὐδὲ μετὰ ἀνάγκης· καὶ γὰρ τοῦτο τῆς

316
τοῦ Θεοῦ φιλανθρωπίας, τὸ μὴ τυραννικῶς προσάγεσθαι. ἐπειδὴ τὸ διδάσκοντες μέγα ἦν, ἐπήγαγεν, " νουθετοῦντες·’’ ὅπερ ἦν πατρὸς μᾶλλον ἢ διδασκάλου. " ἐν πάσῃ σοφίᾳ·’’ ὥστε σοφίας δεῖ πάσης· τουτέστιν πάντα ἐν σοφίᾳ λέγοντες· τὸ γὰρ τοιαῦτα δύνῃ. θῆναι μαθεῖν, οὐ τοῦ τυχόντος ἐστίν.

Ἴνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χρι- στῷ Ἰησοῦ.

Tί λέγεις ’, πάντα ἄνθρωπον ; ναί, φησι, τοῦτο σπουδάζομεν, “ τέλειον ἐν Χριστῷ Ἰησοῦ·” οὐκ ἐν νόμῳ, οὐδὲ ἐν Ἀγγέλοις· ἐκεῖνο γὰρ οὐ τέλειον ἐν Χριστῷ· τουτέστιν ἐν τῇ γνώσει τοῦ Χριστοῦ. “ εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος’’ μετὰ πολλῆς τῆς σπουδῆς, μετὰ πολλῆς τῆς ἀγρυπνίας.

(Σευηριανόσ.) Καὶ ἕτερος φησὶν, πλοῦτος ἡμῖν, φησὶν, Χριστὸς ἐδόθη· μὴ γενώμεθα πτωχοὶ, εἰς Ἀγγέλων προστασίας τραπέντες.

(ΘΕόΛΩΡo2.) Καὶ ἄλλος ὁμοίως, οὗτος ὁ μέγας πλοῦτος Χριστὸς, καὶ τὸ ἐπ’ αὐτῷ πιστεύειν· οὗτος γὰρ ἡ τῆς μελλούσης δόξης ἐλπίς· ὁ καὶ τὴν αἰτίαν ἡμῖν τοῦ προσδοκᾶν ἐκεῖνα χαρισά- χαρισάμενος. μυστήριον δὲ καλεῖ τὴν περὶ τὰ ἔθνη χάριν, ὡς ἃν ἄδηλον οὖσαν τοῖς πρὸ τούτου. ἐπίγνωσιν δὲ μυστηρίου τὴν μετουσίαν αὐτῆς· εἶτα δείκνυσι θεῖον ὂν ’* κατὰ τὴν ἐνέργειαν αὐτοῦ,’’ φησὶν, “ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει,’’ ὃ ἰσχυρόν με ποιεῖ εἰς τοῦτο, δηλονότι τοῦτο βούλεται.

Περὶ τοῦ μὴ ὑπάγεσθαι ἀνθρωπίνῃ ἀπατηλῇ τοὺς ἐν Χριστῷ τὴν σοφίαν ἔχοντας.

I Θέλω γὰρ ὑμᾶς εἰδέναι, ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ.

Χρυσοστόμου. Δείκνυσι τὴν πρὸς αὐτοὺς ἐνταῦθα φιλοστομ γίαν· εἶτα ἵνα μὴ δόξῃ τῆς αὐτῶν ἀσθενείας ε-ι’ναι τοῦτο, συνῆψε καὶ ἑτέρους, καὶ οὐδέπω κατέγνω· ἀλλὰ διατὶ *’ καὶ ὅσοι " ἑωράκασι,’’ φησὶν, *’ τὸ πρόσωπόν μου ἐν σαρκὶ ;" θείως δείκνυ-

317
σιν ἐνταῦθα ὅτι ἑώρων αὐτὸν συνεχῶς ἐν πνεύματι· μαρτυρεῖ αὐτοῖς ἀγάπην πολλήν.

Ἵνα παρακληθῶσι αἱ καρδίαι αὐτῶν, συμβιβασθέντων ἐν ἀγάπῃ, καὶ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ καὶ πατρὸς καὶ Χριστοῦ, ἐν ᾧ εἰσὶ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι.

Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα ἔχω, φησὶν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ “ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ, “ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως·” τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφοφημένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγάπης· “ εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ “ Χριστοῦ·” ὥστε τοῦ Θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· “ ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι·” εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοι εἰσι καὶ ἀπὸ Ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν “ θησαυροὶ” εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ “πάντες,” τὸ μηδὲν ἀγνοεῖν τῷ δὲ “ἀπόκρυφοι” τὸ μόνον εἰδέναι.

(Θεόδωροσ.) ι Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἰναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἃν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὁπότ’ ἃν φαίνεται καὶ αὐτός.

318

Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.

Χρυσοστόμου. Ὁρμᾶς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε· “ παραλογίζηται,” φησὶν, “ ἐν πιθα- “ νολογίᾳ.”

Εἰ γὰρ καὶ τῆ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί.

Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα ι τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν.

Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

Τάξιν τὴν εὐταξίαν φησὶν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· “ στερέωμα” εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει· οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεεν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἃν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ᾿ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν· Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε.

Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· “ ὡς οὖν παρελάβετε.” οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσάγουσα πρὸς τὸν Πατέρα· μὴ ἐν τοῖς Ἀγγέλοις· οὐ φέρει ἐκείνη ἡ ὁδὸς ἐκεῖ. “ ἐρριζώμενοι·” τουτέστιν πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθάνοτες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέχοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας.

319
τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· “ καθὼς ἐδιδάχθητε.” πάλιν τὸ “ καθώς·” περισσεύ- “ οντες,” φησὶν, “ ἐν εὐχαριστίᾳ.” οὐ λέγω ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἣ ἐμάθετε.

βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν.

Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπεισίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. “ βλέπετε μή τις ὑμᾶς· καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, “ διὰ τῆς φιλοσοφίας, φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς Φιλοσοφίας, προσέθηκεν “ καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν “ ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν. τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοιχεῖα κόσμου, ἥλιον καὶ σελένην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, “ πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ “ πτωχὰ στοικχεῖα;” καὶ οὐκ εἰπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν· πρότερον διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ· καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς ;

Οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.

Τουτέστιν εἴτι ἔστι, Θεὸς ἐν αὐτῶ κατοικεῖ· ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν “ πᾶν τὸ

320
“ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπλη- “ ρωμένοι.

(Σευηριανόσ.) ι Ἄλλος φησὶν, ὅτι τὴν ἐκκλησίαν λέγει ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· “ τοῦ “ τὰ πάντα ἐν πᾶσι πληρουμένου.” τὸ δὲ “ σωματικῶς” ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Εκκλησία;

(Κυρίλλου.) ι a Ἢ περὶ τοῦ Πατρὸς τινὲς φασίν· καὶ λέγει τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ b· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· “ τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ πάλιν ὁ Ἀπόστολος “ ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ” τὸ ὅλον λέγεται πλήρωμα, ἔπειτα τὸ “ σωματικῶς” τί ἐβούλετο; ὡς ἐν κεφαλῇ. τι δὲ πάλιν τὸ αὐτὸ λέγει· “ καὶ ἐστὲ ἐν “ αὐτῷ πεπληρωμένοι;” τί οὖν ἐστιν ; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ· ὡς ὅταν λέγῃ “ συνή- “ γειρε καὶ συνεκάθισεν ἡμᾶς·” καὶ “ εἰ ὑπομένομεν, καὶ συμ- “ βασιλεύσομεν·” καὶ “ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν “ χαρίσηται;” καὶ συγκληρονόμους καλῶν· εἰτα περὶ τοῦ ἀξιώματος· “ καὶ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ “ ἐξουσίας·” ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας ; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπή- γαγεν·

Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῆν Χριστῷ.

Ἐν ᾧ καὶ περιετμήθητε περιτομὴ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.

Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος ; ἐν τῇ ἀπεκδύσει φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν

[*](a Hoc Schol. Chrys. esse videtur. b Add. cum Chrys. Edd. ἀλλὰ κακῶς.)
321

Βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησὶν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ Πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρτήματα. που καὶ πότε;

Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.

Ἀλλ᾿ οὐ τάφος μόνον ἐστίν ὅρα γὰρ τι φησίν “ἐν ᾧ καὶ “ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγεί- “ ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “ τοῦ ἐγείραντος αὐτὸν,’ φησὶν, “ ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν.

Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνζοωποίησεν σὺν ἀυτῶ.

Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε ἀποθανεῖν δεῖ καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὼν ἐπήγαγεν,

Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἥμιν.

Θεόδωροσ. Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει· ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται.

Σευηριανόσ. Τὸ ι καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ισραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρή-

322
γράφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλαβεν τοῖς δόγμασι· ποίοις ; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν.

Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

Χρυσοστόμου. Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι ; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἣ ὃ ἔλεγεν πρὸς τὸν Μωσέα; “ ὅτι πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ “ ἀκουσόμεθα·” ἣ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἣ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ ᾗ ἃν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· “ ἀπεκδυσάμενος,” φησὶν, “ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο· ἣ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν.

Τί ἐστιν “ ἐδειγμάτισεν ” καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἃν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν.

Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, “ ἄρατε αὐτὸν ὑμεῖς καὶ

323
“ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· “ εἰ “ υἱὸς εἰ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι.

(Σευηριανόσ.) ι Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν τὴν παρακοὴν λύων, καὶ τὴν θ ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν.

Ἄλλοσ δὲ οὕτω φησὶν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἃν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι.

324

Ὅτι οὐ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν.

Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων.

Χρυσοστόμου. Πρῶτον αἰνιγματωδῶς εἰπὼν “ βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,” ι πάλιν ἀνωτέρω· “ τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται “ ἐν πιθανολογίᾳ·” καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησὶν, “ μὴ οὖν τις “ ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· “ ἢ ἐν μέρει ἑορτής·” οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ “ ἐν μέρει ἑροτῆς·” δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδειἐπήνεγκεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα μὴ ἀνέχεσθε τῶν κρινόντων, φησὶν, ἅ ἐστι σκία τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησὶ, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὑν οὕτως τι ζητοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ.

Μηδεὶς ὑμᾶς καταβραβευέτω.

Τουτέστιν ἐπηρεαζέτω· ἢ βραβευθῆναι ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη. παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον· ὅταν ἐπηρεάζῃ σὺ νικήσας, ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας. τί πάλιν ὑπάγει σεαυτὸν τῇ ἁμαρτίᾳ ; διὰ τοῦτο ἔλεγεν· “ ὀφειλέτης “ ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” καὶ πάλιν “ εὑρέθη Χριστὸς “ ἁμαρτίας διάκονος.

325

Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ του νόος τῆς σαρκὸς αὐτοῦ.

Ἢ πῶς ἐν ταπεινοφροσύνῃ, ἣ πῶς φυσιούμενος, δείκνυσι κενοδοξίας τὸ πᾶν. τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; εἰσι τινες οἱ λέγοντες, οὐ δεῖ, φησὶν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν Ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἣ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ εἶπεν προσαγωγὴν ἀλλὰ θρησκείαν· “ ἃ μὴ ἑώρακεν ἐμβατεύων·” οὐ γὰρ ἔιδεν Ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν “ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ·” οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός.

(Σευηριανόσ.) ι Ἄλλος φησίν· ἐπειδὴ ἔλεγον, ὅτι ὁ Θεὸς ἐστὶν, ἀκατάληπτος ἐστὶν, ἀόρατος ἐστὶν, καὶ οὐ φθάνομεν ἐκεῖ· διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸ μέγα, διὰ τῶν Ἀγγέλων προσαγόμεθα· καὶ ταύτην ταπεινοφροσύνην φησίν.

Θεόδωροσ. Ἢ ἐπειδὴ δι’ Ἀγγέλων ὁ νόμος ἐλέγετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν· “ εἰ γὰρ ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο “ βέβαιος·” οἱ τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προσαβάλλοντο τοὺς Ἀγγέλους· ὡς ἂν καὶ ἐκείνων ἀγανακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἃν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς Ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις τοὺς Ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν, ἃ μὴ ἴσασιν.

Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα.

Πᾶν τὸ σῶμα ἐκεῖθεν ἔχει τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· τί τὴν κεφαλὴν ἀφεὶς ἔχῃ τῶν μελῶν; ἃν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας,

326
ὅστις ἃν ἦ, οὐ τὸ ζῆν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. πᾶσα ἡ ἐκκλησία ἕως ἃν ἔχῃ τὴν κεφαλὴν αὔξει. ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα· ἰδοῦ τὸ ἐξ οὑ ἐπὶ τοῦ Τίοῦ.

Διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.

Τὴν κατὰ Θεὸν φησὶ, τὴν τῆς ἀρίστης πολιτείας.

(Σευηριανόσ.) ι Ἄλλος οὕτως ἐξηγήσατο· ἐντεῦθεν ἔδειξεν σκοπὸν ὃν λέγομεν ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ Ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησὶν, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ Θεὸς Λόγος· τὶ οὑν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης δύο μέλη, ἣ πλείονα τῶν Ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς Ἀγγέλους ὡς Ἀγγέλους, εἰς Ἀρχαγγέλους ὡς Ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθεὶς, εὑρήσεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή· ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς.

Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;

Χρυσοστόμου. Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν πῶς ζῶντες ὑπείκετε τοῖς στοιχείοις ; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.

Σευηριανόσ. Οὐκ ἐστὲ ἐν τῷ κόσμῳ, φησὶν, πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσιν; καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δειλοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησὶ, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγεν· “ κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.”

327
τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἣ ὅτι παρεποίουν· ἣ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν.

Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.

Λόγον φησὶν, οὐκ ἀλήθειαν οὐδὲ δύναμιν· ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος κατοφρονεῖν, “ οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν “ τῆς σαρκός·” ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενον ὁ δὲ Θεὸς τὴν σάρκα ἐτίμησεν.

(Θεόδωροσ.) ι Ἄλλος φησὶν, ἀσαφὲς μέν ἐστι, βούλεται εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι, δοκεῖ μὲν τινὰς τῶν διδασκόντων ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἃν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπὲχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν.

Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξίᾳ τοῦ Θεοῦ καθήμενος.

Ἆντι τοῦ ταπεινὸν πρὸς ὑμᾶς κρινομένη ἡ περὶ τὰ τοιαῦτα σπουδή· τοὺς ἤδη τῷ Χριστῷ κατὰ τὴν ἐπαγγελίαν συναναστάντας, οὐ προσήκει μικρὰ τούτων ἁπάντων φροντίζοντας τὰ ἄνω φαντάζεσθαι, καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν;

Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

Τεθνήκατέ, φησιν, ἤδη τῷ βίῳ τούτῳ· τοῦτο γὰρ ἡ φύσις δέξεται. ἀλλὰ γὰρ καὶ ἠγέρθητε· καὶ γὰρ καὶ τοῦτο ἐπὶ τοῦ Χριστοῦ· καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν· ἐν οὖν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χριστῷ, τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον.

328

Χρυσοστόμου. Βαβαῖ ποῦ τὸν λόγον ἀνήγαγεν τὸν ἡμέτερόν; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσεν μεγάλου; οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ οὑ ὁ Χριστός ἐστιν, ἀλλὰ τί; “ ἐν δεξιᾳ του Θεοῦ “ καθήμενος·” ἐκεῖθεν λοιπὸν ὁρᾶν τῆν’ γῆν παρεσκεύασεν· τὰ ἄνω φρονεῖτε, φησὶν, μὴ τὰ ἐπὶ τῆς γῆς. “ ἀπεθάνετε γάρ· καὶ ἡ ζωὴ “ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.

Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλονθρωπίας, φιλοθεότητος, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχαριστίας.

Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξη. Οὐκ ἔστιν αὕτη, φησὶν ἡ ζωὴ, ἡμετέρα· ζωὴ ἕτερα ἐστίν· ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω καὶ νεκροὺς ὄντας· ἐξ ἐκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. εἴτε γὰρ νεκροί ἐστε, εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν τὰ ἐνταῦθα. μὴ φαίνεται ὁ Χριστὸς, οὐδὲ ἡ ζωὴ ὑμῶν ἐν τῷ Θεῷ· ἄνω ἐστίν· τί οὐν; πότε ζησόμεθα; ὅταν ὁ Χριστὸς φανερωθῆ ἡ ζωὴ ὑμῶν· τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. ταῦτα προπαρασκευαστικὰ τοῦ τῆς τρυφῆς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως· τοιοῦτον ἔθος αὐτῷ, ἀλλὰ κατασκευάζοντι εἰς ἄλλα μεταπηδᾶν· οἷον ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν· μέγαν γὰρ ἔλεγχον ἔχει ὅτ’ ἃν ἀνυπόπτως γίνηται· “ κέκρθπται,” φησὶν, ἀφ’ ὑμῶν· τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε. ὅπερ γὰρ εἶπον, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός· καὶ διὰ πασῶν αὐτοῦ τῶν Ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτοῦ δεῖξαι· εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀσχάλλωμεν, ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἀν’ ᾖ ἐν τῳ ὀστρέῳ.

Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς.

Τί λέγεις; σὺ εἶπες ὅτι συνετάφημεν, ὅτι περιετμήθημεν· ὅτι ἀπεκδυσάμεθα τὸ σῶμα τῆς σαρκὸς, πῶς οὖν πάλιν λέγεις

329
“ νεκρώσατε· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ, οὐκ ἐστὶν ἐναντιολογία· ἀλλ’ ὥσπερ εἴτις ἐρρυπωμένον ἀνδρίαντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δεῖξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο· παραινεῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολόγει· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πονηρὰς ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. διὰ τοῦτο δὲ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων καὶ εἰς μείζονα ἄγων ἔμφασιν· καὶ καλῶς εἶπεν “ τὰ ἐπὶ τῆς γῆς·” ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα πολλῷ μἅλλον τῶν μελῶν· ὥστε οὐχ οὕτως τὸ σῶμα ἐστὶν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη. εἰπὲ δή μοι· ἐπειδὴ εἶπεν “ νεκρώσατε ὑμῶν τὰ “ μέλη τὰ ἐπὶ τῆς γῆς,” καὶ ἡ γῆ διαβέβληται; ἣ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ ἁμαρτήματα, πορνείαν, ἀνακαθαρσίαν, φησίν. παρῆκεν τὰ πράγματα ἃ οὐδὲ εἰπεῖν καλόν· καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνεν· πάθος, φησὶν, ἐπιθυμίαν κακήν· ἰδοὺ γενικῶς τὸ πᾶν εἰπεν· πάντα γὰρ ἐπιθυμία κακή.

Καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Οὐκ εἶπεν ἐφ’ ὑμᾶς ἀλλ’ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.

Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.

Ἐντρεπτικῶς “ ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς καὶ μετὰ ἐγκωμίου· ὡς νῦν οὐ ζώντων, τότε ἐζῆν.

Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα.

Καὶ καθολικῶς ἀεὶ λέγει καὶ ἰδικῶς. ταῦτα δέ ἐστι διαθέσεως.

Ὁργὴν, ι θυμὸν, κακίαν, βλασφημίαν, ἐκ τοῦ στόματος ὑμῶν. καὶ μὴ ψεύδεσθε εἰς ἀλλήλους,

ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νεὸν, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.

Ἄξιον ἐνταῦθα ζητῆσαι τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα

330
καλεῖ; τὸν διεφθαρμένον βίον καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό· καὶ εἰ ὁ ἄνθρωπος εἰσὶν ἁμαρτίαι, πῶς φησὶν “ σὺν ταῖς πράξεσιν “ αὐτοῦ;” ἅπαξ γὰρ εἶπεν παλαιὸν ἄνθρωπον, δεῖξας ὅτι οὐ τοῦτο ἐστιν ἄνθρωπος ἀλλ’ ἐκεῖνο· τῆς οὐσίας ἡ προαίρεσις κυριωτέρα· καὶ τοῦτο μᾶλλον ἄνθρωπος ἡ ἐκεῖνο· οὐ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι· καὶ οὐδένα οὔτε φιλοῦμεν οὔτε μισοῦμεν ᾗ ἄνθρωπος ἀλλ’ ἢ τοιόσδε ἢ τοιόσδε ἄνθρωπος. τί δὲ φησὶν, “ σὺν ταῖς παάξεσιν;” τὴν προαίρεσιν μετὰ τῶν ἔργων. παλαιὸν δὲ καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ μὴ προσδοκήσητέ, φησιν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται· ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προίῃ, οὐ πρὸς γῆρας ἐπείγεται ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας· ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν; καὶ μειζόνων ἀξιοῦται καὶ μᾶλλον ἀκμάζει· οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὁ ἐστιν. ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται κατ’ εἰκόνα τοῦ Χριστοῦ· τοῦτο γάρ ἐστι “ κατ’ εἰκόνα αὐτοῦ κτίσαντος αὐτόν.” ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν· ἀλλ’ οὕτως ἐστὶν καλὸς ὡς μηδέ ἐστιν εἰπεῖν.

(Σευηριανόσ.) ι Καὶ Ἄλλος φησὶν, σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ· καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται “ ἀπεκδύσασθαι τὸν “ παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.” ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστιν τὸ φρόνημα τὸ τῆς ἁμαρτίας· μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὧσπέρ ἐστι παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος· τούτέστειν τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ, αἱ ἀγαθαὶ πράξεις· ὡς καὶ ἀριθμεῖ λέγων, “ χρη- “ στότητα, μακροθυμίαν,” καὶ τὰ ἑξῆς.

Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Πάντα, φησὶν, ὑμῖν ὁ Χριστός ἐστιν, καὶ ἀξίωμα καὶ γένος· καὶ ἐν πᾶσι ὑμῖν αὐτός· ἢ ἕτερον φησὶν ὅτι πάντες εἰς Χριστὸν ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες.

331

(Σευητιανόσ.) Ἄλλος φησίν· ὅμοιόν ἐστιν " ἵνα ᾖ ὁ Θεὸς τὰ " πάντα ἐν πᾶσι.’’ οὐκοῦν οὐρανὸς ἐν οὐρανῷ, οὐ δὲ γῆ ἐν γῇ· ἀλλ’ ὃ φησὶν τοιοῦτόν ἐστιν· ὅταν τὸ τούτου φρονῇς καὶ ποιῇς, Θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ· καὶ αὐτός ἐστιν ἐν σοὶ, τὸ ποιεῖν σε ἃ ἐκείνω δοκεῖ.

Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτὰ Θεοῦ ἅγιοι καὶ ἠγαπημεηνοι.

Χρυσιστόμου. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς καὶ διηνεκῶς αὐτὴν ἔχειν· καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. καὶ μετὰ ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει· ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ, ἅγιοι καὶ ἠγα- πημένοι. “ σπλάγχνον,’’ φησὶν, “ οἰκτιρμοῦ.” οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο· καὶ οὐκ εἶπεν ὅτι ὡς ἀδελφοῖς, ἀλλ’ ὡς παισὶ πατέρες· μὴ γάρ μοι εἴπῃς ὅτι ἥμαρτεν· διὰ τοῦτο εἶπεν σπλάγχνα, καὶ οὐκ εἶπεν οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτεἰσῃ, ἀλλὰ σπλάγχνα οἰκτιρμοῦ.

Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυ- μίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἑάν τις πρός τινα ἔχη μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχα- ρίσατο ὑμῖν.

Οὕτως καὶ ὑμεῖς ἄπο γὰρ χρηστότητος, ταπεινοφροσύνη· καὶ ἀπὸ ταύτης, μακροθυμία· " ἀνεχόμενοι,” φησὶν, " ἀλήλων“ τουέστιν, παραπεμπόμενοι· καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξεν “ μομφὴν’’ καλέσας· καὶ εἰπὼν " καθὼς καὶ ὁ Χριστὸς ἐχαρί- “ σατο ὑμῖν·” μέγα τὸ ὑπόδειγμα ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς· διὰ δὲ τοῦ ὑποδείγματος ἔδειξεν ὅτι κἂν με- γάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι· τὸ γὰρ " καθὼς καὶ ὁ “ Χριστὸς,’’ τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ ἐξ ὅλης καρδίας· καὶ ὅτι καὶ τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι.

Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος .

Ὁρᾷς ὅτι τοῦτο λέγει ; ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, καὶ ὁδὸν δείκνυσιν δι’ ἧς δυνατὸν χαρίζεσθαι· ἔστι γὰρ καὶ χρη-

332
’στὸν εἶναι τινα, καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν· διὸ ἀρχόμενος εἶπεν, σπλάγχνα οἰκτιρμοῦ καὶ ἀγάπην καὶ ἔλεον· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην φησὶν, “ “ ἐστὶ σύνδεσμος τῆς τελειότητος·’’ τουτέστιν ὅτι οὐδὲν ὄφελος. διαλύεται γὰρ πάντα ἐκεῖνα, ἐὰν μὴ μετὰ ἀγάπης ίνηται· τᾶι· πάντα ἐκεῖνα αὐτὴ συσφίγγει· καὶ ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστι, ἀλλὰ διαρρεῖ, ὃν τρόπον καὶ ἐπὶ πλοίου· κἂν γὰρ μεγάλα ᾖ τὰ σκεύη, ὅταν μὴ ᾖ τὰ ὑποζώματα, οὐδὲν ὄφελος· καὶ ἐπὶ σώματος, κἂν μέγα ᾖ τὰ ὀστᾶ, οἱ σύνδεσμοι ἐὰν μὴ ὦσιν, οὐδὲν ὄφελος.

Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἢν καὶ ἐκλήθητε ἐν σώματι ἑνὶ, καὶ εὐχάρι- στοι γίνεσθε.

Ἐὰν μάχωνται, φησὶν, λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν μὴ δὲ τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον ἔστω τις ὑβρισθεὶς ἀδίκως, ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν δύο λογισμοί· ὁ μὲν κελεύων ἀμύνεσθαι, ὁ δὲ ἐνεγκεῖν. καὶ παλαίουσιν ἀλλήλοις. ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκοι βραβεύουσα μέση, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον· πῶς ; πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστίν.

(Σευηπιανόσ.) Ἄλλος φησὶν, μὴ οἱ πλανῶντες ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβεύετω ἐν ταῖς καρδίαις ὑμῶν, τουτέστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν· εἶτα πάλιν προτροπή· “ εἰς ἣν ἐκλήθητε,’’ φησὶν, τουτέστιν ἐφ’ ἐκλήθητε· ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη· διὰ ταύτην ἐκάλεσεν· ἐπὶ ταύτῃ σε ἐκάλεσεν ὥστε ἀξιοπίστως ἀναδέξασθαι τὸ βραβεῖον· διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν ; οὐ διὰ τὴν εἰρήνην ; “ καὶ εὐχάριστοι γίνεσθε.’’ τοῦτό ἐστιν εὐχάριστον εἶναι· τὸ κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεός οὐ γὰρ δὴ ο τῳ Θεῷ χάριν ὁμολογῶν ὑπὲρ ὧν ἔπαθεν, τὸν ποιήσαντα ἀμυνεῖται.

333

Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς.

Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως.

Τοντέστιν ἡ διδασκαλία, τὰ δήματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναι φησὶν, οὐδὲ τὰ ταύτης ἀγαθά. " ἐνοικείτω,” φησὶν, " ἐν ὑμῖν πλουσἰως·” μὴ ἁπλῶς· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας.

Ἐν πάση σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυ- τοὺς.

τὴν ἀρετὴν σοφίαν φησὶν, καὶ ἡ ταπεινοφροσύνη καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν. ὥσπερ οὐν τἀναντία ἄνοια· ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ· “ εἶπεν.” φησὶν, “ “ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεὸς,’’ καὶ πάλιν “ προσώζεσαν “ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης

ψαλμοῖς καὶ ὑμνοῖς καὶ ᾠδαῖς πνευματικαῖς.

Οἱ ψαλμοὶ πάντα ἔχουσιν· οἱ ὕμνοι οὐδὲν ἀνθρώπινον, ἅτε θειότερον πρᾶγμα· αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· ἁμαρτωλοὶ, οὐχ ὑμνοῦσιν· “ οὐ γὰρ ὡραῖος αἴνος,’’ φησὶν, “ στόματι ἀμαρτωλοῦ.” διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε ἐπὶ τελειότερόν τι πρᾶγμα.

Ἅιδνοτες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ.

Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεός· ἣ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς· ἣ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἣ ὅτι ἐν χάριτι εἶχιν ταῦτα τὰ χαρίσματα· ἐπεξήγη- σίς ἐστιν ἀπὸ τῆς χάριτος, φησὶν, τοῦ Πνεύματος· “ ᾄδοντες ἐν “ ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·’’ μὴ ἁπλῶς, φησὶν, τῷ στόματι· ἀλλὰ μετὰ προσοχῆς· τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ τῷ ἀέρι.

Καὶ πᾶν ὅτι ἃν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ.

Ἐὰν γὰρ οὕτως ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν οὐδὲ ἀκάθαρτον· ἔνθα ἃν ὁ Χριστὸς καλῆται· εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ

334
γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα· ἣ τοῦτο φησίν· πάντα κατὰ Θεὸν πράττετε καὶ λέγετε, μὴ τοὺς Ἀγγέλους ἐπεισάγετε.

Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κ υρίῳ

Ἀντὶ τοῦ ὑποτάσσεσθε διὰ τὸν Θεόν.

Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς ἀυτὰς.

Ὠσπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἐστὶ γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι· ὃ οὖν φησὶν τοῦτό ἐστι· μὴ μάχεσθε· αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μά. χαἰ, αὐταὶ πικραί· τὸ μὲν οὖν ἀγαπᾶν τῶν ἀνδρῶν ἐστιν· τὸ δὲ εἴκειν ἐκείνων.

Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ.

πάλιν τὸ ἐν Κυρίῳ τέθεικεν, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων καὶ καταβάλλων· ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ὑμᾶς ἅπαντα πράττειν ἵνα καὶ μισθὸν ἔχωμεν.

Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν ἵνα μὴ ἀθυ- μωσιν.

Οὐκ εἶπεν ἀγαπᾶτε τὰ τέκνα, περιττὸν γὰρ ἦν· αὐτὴ γὰρ ἡ φύσις καταναγκάζει· ἀλλ’ ὅπερ ἔδει διώρθωσεν· τουτέστιν μὴ φιλονεικοτέρους αὐτοὺς ποιῆτε· ἔστιν ὅπου καὶ συγχωρεῖν ὀφεί- λετε·

Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις.

Ἐπὶ τρίτην ἦλθεν ἀρχήν· ἐνταῦθα ἔστι μέν τι καὶ φίλτρον· ἀλλ’ οὐκέτι φυσικὸν καθάπερ ἄνω, ἀλλὰ συνηθείας· καὶ ἀπ’ αὐτῆς τῆς ἀρχῆς καὶ ἀπὸ τῶν ἔργων· ἐπεὶ οὖν ἐνταῦθα τὸ μὲν τοῦ φίλτρου τροῦ ὑποτέμνεται, τὸ δὲ τῆς ὑπακοῆς ἐπιτέταται, τούτῳ ἐνδιατρίβει, βουλόμενος ὅπερ οἱ πρῶτοι ἔχουσιν ἀπὸ τῆς φύσεως, τούτοις δοῦναι ἀπὸ τῆς ὑπακοῆς· ἀλλ’ ἵνα μὴ ἀλγήσῃ δοῦλος

335
ἀκούων, ἐπήγαγεν “ τοῖς κατὰ σάρκα κυρίοις.’’ τὸ κρεῖττόν σου, ἡ ψυχὴ, ἠλευθέρωται, φησίν· πρόσκαιρος ἡ δουλεία· ἐκεῖνο τοίνυν ὑποτάξον, ἵνα μηκέτι ἀνάγκης ᾖ ἡ δουλεία· μὴ κατ’ ὀφθαλμὸν δουλείαν ὡς ἀνθρωπάρεσκοι· ποίησον φησὶν τὴν ἀπὸ τοῦ νόμου δουλείαν, ἀπὸ τοῦ φόβου τοῦ Χριστοῦ γενέσθαι· καὶ γὰρ μὴ ὁρῶντος ἐκείνου, ἃν πράττῃς τὰ δέοντα καὶ τὰ πρὸς τιμὴν τοῦ δεσπό- του, δηλονότι διὰ τὸν ἀκοίμητον ὀφθαλμὸν ποιεῖς.

Ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν.

Ἐκεῖνο γὰρ οὐχ ἁπλότης, ἀλλ’ ὑπόκρισις, ἕτερον ἔχειν καὶ ἕτερον ποιεῖν· ἀλλ’ ἐν ἁπλότητι καρδίας, οὐχ ἁπλῶς, ἀλλὰ Φοβούμενοι τὸν Θεόν· τοῦτο γάρ ἐστι τὸ φοβεῖσθαι τὸν Θεὸν, ὅτ᾿ ἂν μηδενὸς ὁρῶντος, μηδὲν πράττωμεν πονηρόν· ἐὰν δὲ πράττωμεν· οὐχὶ τὸν Θεὸν, ἀλλὰ τοὺς ἀνθρώπους φοβούμεθα.

Πᾶν ὅτι ἂν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις.

Οὐ μόνον ὑποκρίσεως, ἀλλὰ καὶ ἀργίας αὐτοὺς ἀπηλλάχθαι βούλεται· ἐλευθέρους αὐτοὺς ἐποίησεν ἀπὸ δούλων· ὅταν μὴ δέωντὸ τῆς τῶν δεσποτῶν ἐπιστασίας· τὸ γὰρ ἐκ ψυχῆς τοῦτό ἐστιν, τὸ μετ’ εὐνοίας, μὴ μετὰ δουλικῆς ἀνάγκης, ἀλλὰ μετὰ ἐλευθέρας προαιρέσεως· καὶ τίς ὁ μισθός ; “ εἰδότες,’’ φησὶν, “ ὅτι ἀπὸ “ Κυρίου λήψεσθε τὸν ἀνταπόδοσιν τῆς κληρονομίας ὑμῶν·” γὰρ Κυρίῳ δουλεύετε καὶ πη αὐτοῦ λήψεσθε τὸν μισθόν· “ ὁ δὲ “ ἀδικῶν,’’ φησὶν, “ κομιεῖται ὃ ἠδίκησεν·’’ ἐνταῦθα πρότερον λόγον· ἵνα γὰρ μὴ δόξῃ κολακείας εἶανι τὰ ῥήματα, λήψεται, φησὶν, ὃ ἠδίκησεν· τουτέστι καὶ τιμωρίαν δίδωσιν. ἐνταῦθά μοι δοκεῖ τοὺς Ἓλληνας αἰνίττεσθαι δεσπότας. τι γὰρ, ἐκεῖνος μὲν Ἕλλην· σὺ δὲ Χριστιανός ; οὐ τὰ πρόσωπα, ἀλλὰ τὰ πράγματα ἐξετάζεται· ὥστε καὶ οὕτως μετ’ εὐνοίας καὶ ἐκ ψυχῆς δεῖ δουλεύειν.

Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε.

Τί ἐστι τὸ δίκαιον ; τί δέ ἐστιν ἰσότης ; πάντων ἐν καθιστᾶν καὶ μὴ ἐᾶν ἑτέρων δεῖσθαι, ἀλλ’ ἀμείβεσθαι αὐτοὺς τῶν

336
πόνων· “ καὶ ὑμεῖς μετ’ ἐκείνων,’’ φησίν· ἐνταῦθα κοινὴν τὴν δουλείαν.

Εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς. τῆ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτὴ ἐν εὐχαριστίᾳ.

Ἐπειδὴ γὰρ τὸ καρτερεῖν ἐν ταῖς εὐχαῖς, ῥαθυμίαν πολλάκις ποιεῖ, διὰ τοῦτό φησιν “ γρηγοροῦντες,’’ τουτέστιν νήφοντες, ῥεμβόμενοι. οἶδεν γὰρ, οἶδεν διάβολος, ὅσον ἀγαθὸν εὐχή· διὸ βαρὺς ἔγκειται· οἶδεν δὲ καὶ Παῦλος πῶς ἀκηδιῶσι πολλοί. διὸ φησὶν, προσκαρτερεῖτε τῇ προσευχῇ· ὡς πέρι τινος ἐπιπόνου καὶ τοῦτο, φησὶν, ἔστω ἔργον ὑμῶν, ἐν ταῖς εὐχαῖς εὐχαριστεῖν, καὶ ὑπὲρ τῶν φανερῶν καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ κοινῶν εύεργεσιῶν, καὶ ὑπὲρ ἰδίων· καὶ ἁπλῶς, ἐν παντὶ εὐχαριστεῖν.

Προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν.

Ὄρα τὴν ταπετνφροσύνην, μετ’ ἐκείνους ἑαυτὸν τίθησιν· “ ἵνα, ” φησὶν, “ ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου λαλῆσαι τὸ μυστήριον “ Χριστοῦ.” εἴσοδον φησὶν καὶ παρρησίαν· οὐκ εὐκ ἵνα ἀπαλ- λαγῶμεν τῶν δεσμῶν· ἀλλὰ δέσμιος ὣν, ἑτέρους παρακαλεῖ ἐπὶ πράγματι μεγάλῳ, ἵνα παρρησίαν λάβῃ. “ τὸ μυστήριον,’’ “ τοῦ Χριστοῦ.’’ δείκνυσιν ὅτι οὐδὲν αὐτοῦ τούτου ποθεινότερον τοῦ λαλῆσαι.

Διὸ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαῆσι.

Μετὰ πολλῆς, φησὶν, τῆς παρρησίας, μηδὲν ὑποστειλάμενον τὰ δεσμά.

Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.

Τουτέστιν, μηδεμίαν αὐτοῖς δίδοτε λαβὴν καθ’ ὑμῶν· διὰ γὰρ τοῦτο, πρόσκειται πρὸς τοὺς ἔξω, ἵνα μάθωμεν ὅτι πρὸς τὰ μέλη τὰ οἰκεῖα οὐ τοσαύτης ἡμῖν δεῖ τῆς ἀσφαλείας, ὅσης πρὸς τοὺς ἔξω.

τὸν καιρὸν ἐξαγοραζόμενοι.

Τοντέστιν οὐκ ἔστιν ὑμέτερος ὁ καιρὸς, ἀλλ’ ἐκείνων ἐστιν· μὴ

337
τοίνυν βούλεσθε αὐθεντεῖν, ἀλλ’ ἀγοράζετε· ὑμέτερον αὐτὸν ποιεῖτε ἑτέρως.

Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος.

Τουτέ΄στιν ὥστε μὴ εἰς ἀδιαφορίαν τὸ χάριεν ἐκπίπτειν· ἔνι γὰρ καὶ χαριεντίζεσθαι, μετὰ τῆς προσηκούσης κοσμιότητος.

Εἰδότες πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.

Ὥστε οὐχ ὁμοίως πᾶσι διαλέγεσθαι χρή· Ἕλλησι λέγω καὶ ἀδελφοῖς.

Τὰ κατ’ ἐμὲ πάντα γνωρίσει ὑμῖν τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ.

Βαβαῖ, πόση σοφία Παύλου ; πῶς οὐ πάντα ἐντίθησιν εἰς τὰς ἐπιστολὰς, ἀλλὰ τὰ ἀναγκαῖα καὶ τὰ καταπείμοντα ; πρῶτον μὲν οὐ βουλόμενος αὐτὰς εἰς μῆκος ἐκτείνειν· δεύτερον καὶ τὸν ἀπερ- χόμενον αἰδεσιμώτερον ποιῶν, ἵνα ἔχῃ τι καὶ διηγεῖσθαι· τρίτον δεικνὺς πῶς πρὸς αὐτὸν διάκειται· οὐ γὰρ ἃν αὐτῷ ταῦτα ένεχείρισεν εἰπεῖν, ἃ οὐκ ἔδει διὰ γραμμάτων δηλωθῆναι. “ ὁ φησὶν, “ ἀδελφός.” εἰ ἀγαπητὸς, πάντα οἶδεν, καὶ οὐδὲν ἔκρυπτεν· “ καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ.” πιστὸς, οὐδὲν ψεύσεται· εἰ σύνδουλος, κεκοινώνηκεν τῶν πειρασμῶν· ὥστε πάντοθεν τὸ ἀξιόπιστον συνήγαγεν. “ ὃν ἔπεμψα,’’ φησὶν, “ πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο·’’ ἐνταῦθα τὴν ἀγάπην δείκνυσι τὴν πολλήν· εἴ γε διὰ τοῦτο αὐτὸν ἀπέσταλκεν· δείκνυσι δὲ αὐτοὺς καὶ ἐν πειρασμοῖς ὄντας τῳ εἰπεῖν,

Ἵνα παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.

Ονήσιμος οὗτός ἐστιν περὶ οὗ γράφων τῷ Φιλήμονι ἔλεγεν, “ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ διακονῇ μοι ἐν “ τοῖς δεσμοῖς τοῦ εὐαγγελίου. χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν “ ἠθέλησα ποιῆσαι·’’ καὶ τὸ ἐγκώμιον δὲ προστίθησι τῆς πόλεως ἵνα καὶ ἐγκαλλωπίζωνται, “ ὅς ἐστι,” φησὶν, ” ἐξ ὑμῶν.” “ “ ὑμῖν γνωριοῦσι τὰ ὧδε.”

Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου.

Οὐδὲν τούτου τοῦ ἐγκωμίου μεῖζον. οὗτός ἐστιν ὁ ἀπὸ Ἱεροσο-

338
λυμῶν ἀναχθεὶς μετ’ αὐτοῦ. μεῖζον εἶπεν οὗτος τῶν προφητῶν· ἐκεῖνοι μὲν γὰρ ξένους καὶ παρεπιδήμους καλοῦσιν ἑαυτούς· οὗτος δὲ καὶ αἰχμάλωτον. καθάπερ αἰχμάλωτος, οὕτως ἤγετο καὶ ἐφέρετο· καὶ πᾶσιν εἰς τὸ κάκως πάσχειν προύκειτο.

Καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβα.

Καὶ τοῦτον ἐγκωμίασεν ἀπὸ τῆς συγγενείας. μέγας γὰρ ἦν ὁ ἀνὴρ Βαρνάβας.

Περὶ οὗ ἐλάβετε ἐντολάς· ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέ- ξασθε αὐτόν.

Τί γάρ, οὐκ ἐδέχοντο ; ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. καὶ τοῦτον τὸν ἄνδρα δείκνυσι μέγαν· πόθεν τὰς ἐντολὰς ἔλαβον οὐ λέγει· ἴσως δὲ παρὰ Βαρνάβα τὰς ἐντολὰς ἔλαβον.

Καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος.

Ἴσως Κορίνθιος ἦν οὗτος.

Οἱ ὄντες ἐκ περιτομῆς, οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.

Ἐπειδὴ εἶπεν συναιχμάλωτος, ἵνα μὴ συγκατενέγκῃ τὴν ψυχὴν τῶν ἀκουόντων· ὅρα πῶς τοῦτο τίθησι, καὶ διανίστησιν αὐτούς. “ συνεργοὶ,” φησὶν, “ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.’’ ὥστε ρασμῶν κοινωνοῦντες, τῆς βασιλείας κοινωνοῦσι. δείκνυσι αὐτοὺς καὶ μεγάλους. εἴγε Παύλου παρηγορία γεγέννηται· καὶ ἑαυτὸν ἐν πειρασμοῖς ὄντα;

Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς, ὁ ἐξ ὑμῶν, δοῦλος πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς.

Συνίστησιν αὐτὸν, ἀνοίγων θύραν τῷ λόγῳ αὐτοῦ· τὸ γὰρ αἰδέσιμον εἶναι τὸν διδάσκαλον, μαθητῶν ὠφέλεια καὶ πάλιν τὸ εἰπεῖν “ ὁ ἐξ ὑμῶν.” ἵνα καὶ σεμνύνωνται ἐπὶ τῷ ἀνδρί· ἅτε τοιούτους φέροντες ἄνδρας· “ πάντοτε,” φησὶν, ” ἀγωνιζόμενος ὑπὲρ ὑμῶν “ ταῖς προσευχαῖς, τουτέστι τρέμων καὶ δεδοικώς.

Ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελή- ματι τοῦ Θεοῦ. μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν.

Ὁ πεπληρωμένος οὐκ ἀφίησιν ἄλλο θέλημα ἐν αὐτῷ· ἐπεὶ οὐ

339
πεπλήρωται· ἀξιόπιστος δὲ ὁ μάρτυς, “ ὅτι ἔχει πολὺν ζῆλον “ ὑμῶν.” τοὐτέστιν, ὅτι σφόδρα ὑμᾶς ἀγαπᾷ καὶ ἐκκαίεται τῷ περὶ ὑμᾶς φίλτρῳ.

Καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.

Κἀκείνοις αὐτὸν συνίστησιν· ἀλλὰ πόθεν τοῦτο ἔμελλον εἰδέναι ; δηλονότι τῆς ἐπιστολῆς ἀναγινωσκομένης· “ ποιήσατε γάρ’ “ ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθᾒ.”

Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητὸς, καὶ Δημᾶς.

Οὗτός ἐστιν ὁ εὐαγγελιστής.

ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νυμ- φᾶν, καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.

Ὅρα πῶς αὐτοὺς συγκολλᾷ καὶ συνάπτει πρὸς ἑαυτούς· οὐ τῷ ἀσπάσασθαι μόνον, ἀλλὰ καὶ τῷ τὰς ἐπιστολὰς ἐπιδοῦναι· οὐχ ἁπλῶς δὲ χαρίζεται, κατ’ ἰδίαν ἕκαστον προσαγορεύων, ἀλλὰ τοὺς ἄλλους εἰς τὸν αὐτὸν ἄγων ζῆλον· ὅρα γοῦν πῶς δείκνυσι μέγαν τὸν ἄνδρα, εἴγε ἡ οἰκία αὐτοῦ ἐκκλησία ἦν.

Καὶ ὅταν ἀναγνωσθῇ παρ’ ὑμῖν ἡ ἐπιστολὴ, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ.

Ἐμοὶ δοκεῖ εἶανί τινα τῶν γραφέντων ἐκεῖ, ἃ καὶ τούτους ἐχρῆν ἀκοῦσαι· μείζων γὰρ ἦν ὠφέλεια, ὅτ’ ἂν ἑτέρων ἐγκαλουμένων τὰ οἰκεία ἁμαρτήματα ἐπιγινώσκουσιν Καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.

τίνες λέγουσιν ὅτι οὐχὶ τὴν Παύλου πρὸς αὐτοὺς ἀπεσταλ- μένην ἀλλὰ τὴν παρ’ αὐτῶν Παύλῳ. οὐ γὰρ ςἶπεν τὴν πρὸς Λαιδθξλέας ἀλλὰ “ τὴν ἐκ Λαοδκιείας,” φησὶ, γραφεῖσαν.

Καὶ εἴπατε Ἀρχίππῳ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Χριστῷ, ἵνα αὐτὴν πληροῖς.

τίνος ἕνεκεν οὐ γράφει πρὸς αὐτόν ; ἴσως οὐκ ἐδεῖτο ἀλλὰ ψιλῆς μόνης ὑπομνήσεως ὥστε σπουδαιότερον εἶναι. τούτῳ δὲ μάλοστα αὐτοὺς ὑποτάσσει αὐτῷ· οὐκέτι γὰρ ἂν ἔχοιεν ἐγκαλεῖν ἐκείνῳ ἐπιτιμῶντι αὐτοῖς. ἐπεὶ οὐκ ἔχει λόγον τοῖς μαθηταῖς περὶ τοῦ διδασκάλου λέγειν, ἀλλ’ ἐπιστομίζων αὐτοὺς ταῦτα γράφει.

(Θεόδωροσ.) Ἄλλος δέ φησιν, ὡς ἔστιν ἐκ τῶν

340
εἰκάσαι, παρὰ Λαοδικεῦσιν ὄντι καὶ τὴν διακονίαν ἐγκεχειρισμένῳ τῆς διακονίας.

Ὁ ἀσπασμὸς τῇ ἐμὴ χειρὶ Παύλου.

τοῦτο γνησιότητος καὶ φιλίας τεκμήριον, τὸ καὶ τὰ γράμματα ὁρᾶν, καὶ πάσχειν τι πρὸς ταῦτα.

Μνημονεύετε μου τῶν δεσμῶν.

βαβαῖ πόση παράκλησις ; τοῦτο γὰρ ἱκανὸν εἰς πάντα αὐτοὺς προτρέψαι, καὶ γενναιοτέρους ποιῆσαι πρὸς τοὺς ἀγῶνας. μονονουχὶ γάρ φησιν, καθ’ ὁμοιότητά μου, καὶ πάσχειν ὑπὲρ τῆς ἀληθείας μὴ ὀκνῆτε.

Καὶ χάρις μεθ’ ὑμῶν. ἀμήν.

τὸν φόβον ἔλυσεν. εἰ γὰρ ὁ διδάσκαλος ἐν δεσμοῖς, ἀλλ’ ἡ χάρις αὐτὸν λύει· καὶ τοῦτο δὲ τῆς χάριτος, τὸ συγχωρεῖν αὐτὸν δεθῆναι· ἄκουε γὰρ τοῦ Λουᾶ λέγοντος, ὅτι “ ὑπέστρεφον “ Ἀπόστολοι ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.

Θεόδωτοσ. Τὸ δὲ χάρις ὑμῖν οὕτω τίθησιν. ὥσπερ ἡμεῖς τὸ χαίρειν ἐν ταῖς προγραφαῖς τῶν ἐπιστολῶν εἰώθαμεν· τὰ ἐν Θεῷ Πατρὶ τεθεικὼς, ὡς καὶ ἡμεῖς τὸ ἐν Κυρίῳ γράφομεν.

τοῦ εἰς τὴν πρὸς Κολοσσαεῖς Ἐπιστολὴν ἐξηγητικῶν ἐκλόγων τόμος α.

* τρίας * μονάς * ἐλέησον.

* Αἱ ἐκλογαὶ τῆς ἑρμηνείας τῆς παρούσης Ἐπιστολῆς ἐκ τοῦ κατὰ πλάτος ὑπομνήματος τοῦ σοφοῦ καὶ οἰκουμενικοῦ διδασκάλου Ἰωάννου τοῦ ἐπισκόπου τῆς βασιλίδος πόλεως, καὶ Σευηριανοῦ τοῦ Γαβαλῆς, καὶ Θεοδώρου τοῦ Μοψουεστίας, ἔχει καὶ μίαν χρῆσιν τοῦ μακαρίου Κυρίλλου.