Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 6. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1842.

226

ΟΙ Φιλιππησίοι ἀπὸ πόλεως εἰσὶ τῆς Μακεδονίας· πόλεως κολωνείας, καθὼς ὁ Λουκᾶς φησίν. ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Είλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτοὺς, καὶ λαμπρὰν ἔσχεν τὸ κήρυγμα τὴν ἀρχήν. μαρτυρεῖ δὲ αὐτοῖς μὲν αὐτὸς πολλὰ καὶ μεγάλα· στέφανον αὐτοῦ καλῶν αὐτούς· καὶ πολλὰ πεπονθέναι λέγων· “ ὑμῖν γὰρ ἐχα- “ ρίσθη,” φησὶν, “ ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, “ ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν.” ὅτε δὲ ἔγραφεν πρὸς αὐτοὺς, συνέβη αὐτὸν δεδέσθαι· διὰ τοῦτο φησὶν, “ ὥστε τοὺς δεσμοὺς “ μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ·” πραιτώριον τὰ βασιλεία τοῦ Νέρωνος καλῶν. ἀλλ’ ἐδέθη καὶ ἀφείθη· καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσεν εἰπὼν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μου συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ “ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνάμωσέν “ με.” τὰ οὖν δεσμὰ ἐν οἷς ἦν πρὸ τῆς ἀπολογίας ἐκείνης λέγει· ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε, δῆλον· “ ἐν γὰρ τῇ πρώτῃ μου “ ἀπολογίᾳ,” φησὶν, “ οὐδείς μοι συμπαρεγένετο.” καὶ τοῦτο αὐτῷ γράφων ἐδήλου· οὐκ ἃν οὖν εἰ ᾔδει τοῦτο ἔγραψεν αὐτῷ· ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφεν ταύτην, μετ’ αὐτοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησὶν, “ ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον τα- “ χέως πέμψαι ὑμῖν.” καὶ πάλιν· “ τοῦτον μὲν ἐλπίζω εὐθέως πέμ- “ ψαι ὑμῖν, ὅταν ἀπί δῶ τὰ περὶ ἐμέ.” ἐξ αὐτῆς ἀφέθη γὰρ ἀπὸ τῶν δεσμῶν καὶ πάλιν ἐδέθη, μετὰ τὸ πρὸς αὐτοὺς ἐλθεῖν. εἰ δὲ λέγει

227
ὅτι “ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ·” καὶ “ λειτουργία τῆς πίστεως “ ὑμῶν,” οὐχ ὡς ἤδη τούτου γενομένου, ἀλλ’ ὅτι καὶ ὅταν τοῦτο συμβῇ, χαίρω φησὶν, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλεν τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὣν φησὶν, “ὅτι ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἑλεὑ- “ σομαι πρὸς ὑμᾶς·” καὶ πάλιν· “ καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι “ μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.”

Ησαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππησίοι τὸν Ἐπαφρόδιτον χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ’ αὐτόν. διέκειντο γὰρ σφόδρα δρᾶ περὶ αὐτόν. ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· “ ἀπέχω πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ “ Ἐπαφροδίτου τὰ παρ’ Υμῶν·” ἐπεὶ οὖν ἔπεμψαν τοῦτο εἰσόμενοι, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς τὰ καθ’ αὑτὸν γράφων καὶ λέγων. “ γιγνώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς “ προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθε·” καὶ πάλιν· “ ἐλπίζω Τιμώ- “ θέον ταχέως πέμψαι ὑμῖν· ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν·” τὸ “ ἵνα δηλοῦντός δηλοῦντός ἐστιν, ὅτι ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι· οὕτω καὶ ἐγὼ ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. ἐπεὶ οὖν καὶ πολὺν χρόνον, ἦσαν μὴ πέμψαντες, τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· “ ἤδη ποτε ἀνεθάλλετε τὸ ὑπὲρ “ ἐμοῦ φρονεῖν·” καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι. εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησε· μὴ ὄντος σφόδρα ἐπισήμου, ὡς ὁ Παῦλος, πολλῷ μᾶλλον περὶ Παύλου· καὶ εἰκὸς ἦν αὐτοὺς θορυβεῖσθαι. διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσφέρει παράκλησιν ὑπὲρ τῶν δεσμῶν· δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. εἶτα περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης· ταύτην εἶναι αὐτοῖς ἀσφάλειαν διδάσκων μεγίστην· καὶ οὕτω τῶν ἐχθρῶν αὐτ·οὺς εὐκόλως δύνασθαι περιγενέσθαι. οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοὺς διδασκάλους ὑμῶν· ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς· τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ. παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμονοία γίνεται· μὴ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ· κύνας τὲ αὐτοὺς κάλεσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας

228
ἀπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν· καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς καὶ ῥυθμίσας αὐτοὺς, καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν “ ὁ Κύριος ἐγγύς,” μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων· καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει.

Φαίνεται δὲ μετὰ πολλῆς αὐτοῖς μάλιστα γράφων τιμῆς, καὶ οὐδὲν ἐπιπληκτικὸν οὐδαμοῦ· ὅπερ ἦν τεκμήριον τῆς ἀρετῆς αὐτῶν, τὸ μηδὲ μίαν δοῦναι τῶ διδασκάλῳ λαβήν· μηδὲ ἐν τάξει ἐπιτιμήσεως, ἀλλ’ ἐν τάξει παραινέσεως πάντα πρὸς αὐτοὺς ἐπεσταλκέναι. ὅπερ δὲ ἔφην καὶ ἐξ ἀρχῆς, ἡ πόλις αὕτη, πολλὴν ἐπεδείξατο εἰς τὴν πίστιν ἐπιτηδειότητα· εἴγε ὁ δεσμοφύλαξ, ἴστε δὲ ὅτι πάσης κακίας τὸ πρᾶγμα μεστὸν, εὐθέως ἀπὸ ἑνὸς σημείου μὲν προσέδραμε, καὶ ἐβαπτίσθη μετὰ τοῦ οἴκου αὐτοῦ παντός· τὸ μὲν γὰρ γεγονὸς σημεῖον εἶδε μόνος αὐτὸς, τὸ δὲ κέρδος οὐ μόνος ἐκαρπώσατο, ἀλλὰ μετὰ τῆς γυναικὸς καὶ τοῦ οἴκου παντός. εἰ δὲ δεῖ εἰπεῖν Εὐωδίαν καὶ Συντύχην, τὴν μὲν γυναῖκα εἶναι τοῦ δεσμοφύλακος, τάχα καὶ αὐτὸν τὸν ἄνδρα· ἀλλὰ καὶ αὐτοὶ οἱ στρατηγοὶ, οἱ μαστίξαντες αὐτὸν, εὑρίσκονται ἀπὸ συναρπαγῆς μᾶλλον, καὶ οὐ πονηρίας τοῦτο πεποιηκότες· τῷ τε εὐθέως πέμψαι καὶ ἀφεῖναι αὐτὸν, καὶ τῷ φοβηθῆναι ὕστερον. μαρτυρεῖ δὲ αὐτοῖς οὐκ ἐν πίστει μόνῃ, οὐδὲ ἐν κινδύνοις, ἀλλὰ καὶ ἐν εὐποιΐᾳ· “ δι’ ὧν,” φησὶν, “ ὅτι καὶ ἐν ἀρχῇ τοῦ εὐαγγε- “ λίου καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μου ἐπέμψατε,” οὐδενὸς ἑτέρου τοῦτο ποιοῦντος· “ οὐδεμία γάρ μοι,” φησὶν, “ ἐκκλησία “ ἐκοινώνησεν, εἰς λόγον δόσεως καὶ λήψεως.” καὶ τὴν ἔλλειψιν δὲ ἀκαιρίας εἶναι μᾶλλον ἣ προαιρέσεως· “ οὐχ ὅτι οὐκ ἐφρονεῖτε,” φησὶν, “ ὑπὲρ ἐμοῦ, ἠκαιρεῖσθε δέ·’’ ταῦτα καὶ ἡμεῖς εἰδότες καὶ τοσούτους ἔχοντες τύπους, καὶ τὸ φίλτρον τὸ πρὸς αὐτούς. ὅτι γε ἐφίλει σφόδρα αὐτοὺς, δῆλον· οὐδένα γὰρ ἔχω, φησὶν, ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· καὶ πάλιν διὰ τὸ ἔχειν μὲν τῇ καρδίᾳ ὑμᾶς καὶ τοῖς δεσμοῖς μου· καὶ ἡμεῖς καὶ ἑαυτοὺς παρέχω μὲν ἀξίους τῶν τοιούτων ὑποδειγμάτων, περὶ τὸ πάσχειν ὑπὲρ Χριστοῦ ἕτοιμοι γιγνόμενοι· ἀλλὰ Δαβὶδ φησὶν a ἐν ταύτῃ

229
τῇ Ἐπιστολῇ, κληρικοῖς γράφει οὐ λαικοῖς. δι’ ὅπερ οὐδὲ πλειόνων ἐδεήθη ἠθικῶν· σπουδὴ δὲ αὐτῶ διὰ τῆς Ἐπιστολῆς τὸ τῆς ταπεινοφροσύνης κατορθωθῆναι ἐν αὐτοῖς· δι’ αὐτῆς δὲ τῆς παραινέσεως, δείκνυσιν αὐτῶν τὸ ἀκριβὲς τοῦ ἄλλου βίου. σπανίως γάρ τις καὶ ἁμαρτάνει καὶ φυσιοῦται· τὸ γὰρ τῆς φυσιώσεως ἅπτεται τῶν κάλλιστα βιούντων· καὶ ὑπ’ αὐτοῦ τούτου ὡς τὰ πολλὰ ἐπαιρομένων.

230

α΄. Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως.

β΄ . Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς, καὶ τῆς προθυμίας.

γ΄ . Παραίνεσις τῆς κατὰ Θεὸν πολιτείας, καὶ τῆς ἐνθέου ζωῆς.

δ΄ . Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου, οὓς ἀπέστειλε πρὸς αὐτούς.

ε΄ . Περὶ πνευματικοῦ βίου τοῦ μὴ ὡς ἐν σᾶμ’, ὅς ἐστι μίμησις θανάτου Χριστοῦ.

ς΄. Παραινέσεις ἴδιαι τινῶν καὶ κοιναὶ πάντων.

231

Παῦλος καὶ Τιμόθεος δοῦλοι Ἰησοῦ Χριστοῦ

Ενταῦθα ἅτε πρὸς ὁμοτίμους ἐπιστέλλων, οὐ τίθησιν αὐτοῦ τὸ τῆς διδασκαλίας ἀξίωμα, ἀλλ’ ἕτερον· καὶ αὐτὸ μέγα. ποῖον δὴ τοῦτο; δοῦλον ἑαυτὸν φησὶν, οὐκ Ἀπόστολον. μέγα γὰρ ὄντως καὶ τοῦτο ἀξίωμα καὶ τὸ κεφάλαιον τῶν αἰώνων, δοῦλον εἶναι Χριστοῦ, καὶ μὴ ἅπλως λέγεσθαι. καὶ Ῥωμαίοις δὲ πάλιν ἐπιστέλλων· λέγει· “ Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ.” Κορινθίοις δὲ καὶ Τιμοθέῳ γράφων, Ἀπόστολον ἑαυτὸν καλεῖ. τίνος οὖν ἕνεκεν τοῦτο; οὐχ ὅτι Τιμοθέου αὐτοὶ κρείττους, ἄπαγε· ἀλλὰ αὐτοὺς τιμᾷ, καὶ θεραπεύει μάλιστα πάντων οἷς ἐπέστελλεν· ἐκεῖ μὲν γὰρ ἔμελλεν πολλὰ διατάττεσθαι. διὰ τοῦτο ἀνέλαβεν τὸ τοῦ Ἀποστόλου ἀξίωμα. ἐνταῦθα δὲ ἐπιτάττει μὲν αὐτοῖς οὐδὲν, πλὴν ὅσα καὶ ἑαυτῶν συνεώρων· “ πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ τοῖς οὖσιν ἐν Φιλίπποις.” ἐπειδὴ εἰκὸς ἢν καὶ ουδαίους ἁγίους αὐτοὺς καλεῖν, ἀπὸ τοῦ πρώτου χρησμοῦ, ἡνίκα ἐλέγοντο “ λαὸς ἅγιος “ περιούσιος·” διὰ τοῦτο προσέθηκεν “ τοῖς ἁγίοις ἐν Χριστῷ “ Ἰησοῦ.” οὗτοι γὰρ μόνοι ἅγιοι· ἐκεῖνοι λοιπὸν βέβηλοι. “ σὺν “ ἐπισκόποις καὶ διακόνοις·” τί τοῦτο; μιᾶς πόλεως πολλοὶ ἐπίσκοποι ἦσαν; οὐδαμῶς. ἀλλὰ τοὺς πρεσβυτέρους οὕτως ἐκάλεσεν· τότε γὰρ τέωι ἐκοινώνουν τοῖς ὀνόμασιν, καὶ διάκονος ὁ ἐπίσκοπος ἐλέγετο· διὰ τοῦτο γράφων Τιμοθέῳ ἔλεγεν ἐπισκόπῳ ὄντι· “ τὴν διακονίαν σου πληροφόρησον.” ὅτι γὰρ ἐπίσκοπος ἠν, φησὶν πρὸς αὐτὸν, “ χεῖρας ταχέως μηδενὶ ἐπιτίθει.” καὶ πάλιν “ ὃ ἐδόθη σοι μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.” οὐκ ἄν δὲ πρεσβύτεροι ἐπίσκοπον ἐχειροτόνησαν· καὶ πάλιν πρὸς

232
Τίτον γράφων φησίν· “ τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ· “ ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέριον ὡς ἐγώ σοι διεταξά- “ μὴν, εἰ τις ἀνέγκλητος, μίας γυναικὸς ἀνήρ·” περὶ τοῦ ἐπισκόπου φησίν· καὶ εἰπὼν ταῦτα εὐθέως ἐπήγαγεν, “ δεῖ γὰρ τὸν “ ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη·” ὅπερ οὖν ἔφην, καὶ οἱ πρεσβύτεροι τὸ παλαιὸν ἐκαλοῦντο έπίσκοποι καὶ διάκονοι Χριστοῦ· ὅθεν καὶ νῦν πολλοὶ συμπρεσβυτέρῳ ἐπίσκοποι γράφουσι καὶ συνδιακόνῳ· λοιπὸν δὲ τὸ ἰδιάζον ἑκάστῳ ἀπονενέμηται ὄνομα, ὁ ἐπίσκοπος καὶ ὁ πρεσβύτερος. τί δή ποτε δὲ οὐδαμοῦ τῷ κλήρῳ γράφων, ἀλλὰ κοινῇ πᾶσι τοῖς ἁγίοις τοῖς πιστοῖς, τοῖς ἡγιασμένοις, ἐνταῦθα τῷ κλήρῳ γράφει; ὅτι αὐτοὶ καὶ ἀπέστειλαν καὶ ἐκαρποφόρησαν· καὶ αὐτοὶ ἔπεμψαν πρὸς αὐτὸν τὸν Ἐπαφρόδιτον.

(Θεόδωροσ.) Ἀλλός φησιν· προσεκτέον ὅτι τὸ “ σὺν “ ποις” λέγει, οὐχ ὥς τινες ἐνόμισαν, ὥσπερ ἡμεῖς συμπρεσβυτέροις γράφειν εἰώθαμεν· οὐ γὰρ πρὸς τὸ ἑαυτοῦ πρόσωπον εἶπεν τὸ “ σύν·” ἵνα ᾖ ἴσην ἐπισκόποις ἡμῶν· ἀλλὰ πρὸς τὸ πᾶσι τοῖς ἐν Φιλίπποις ἁγίοις· σὺν τοῖς αὐτόθι ἐπισκόποις τε καὶ διακόνοις. οὐχ ἁπλῶς ἐπισημηνάμενος τὰ τούτων ὀνόματα, ἀλλ’ ὡς μάλιστα τῶν περὶ τῆς μετριοφροσύνης λόγων τούτοις ἁρμοττόντων, οἱ τοὺς ἑτέρους ὤφειλον διδάσκειν, καὶ πρὸ τῶν λοιπῶν αὐτοὺς μετιέναι τὸ δέον.

Εὐχαριστία ὑπὲρ τῆς Φιλιππησίων ἀρετῆς, καὶ εὐχὴ τελειώσεως. Εὐχαριστῶ τῷ Κυριῷ μου ἐν πάση τῆ μνείᾳ ὑμῶν.

Πάντοτε, ὁσάκις ὑμῶν ἀναμνησθῶ φησὶν, δοξάζω τὸν Θεὸν, ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ· τοῦτο δὲ ἐποίει, ἐκ τοῦ πολλὰ συνειδέναι αὐτοῖς ἀγαθά· “ ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν.” ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς καὶ τὴν δέησιν ποιούμενος· οὐχ ὅταν εὔχωμαι μόνον· ἔστι γὰρ καὶ μετὰ λύπης τοῦτο ποιῆσαι· ὡς ὅταν λέγῃ ἀλλαχοῦ “ ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα “ ὑμῖν διὰ πολλῶν δακρύων· ἐπὶ τῇ κοινωνίδι ὑμῶν εἰς τὸ εὐαγ- “ γέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·” μέγα αὐτοῖς

233
μαρτυρεῖ· καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν Ἀποστόλοις καὶ Εὐαγγελισταῖς· οὐκ ἐπειδὴ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης· ἀλλὰ πάντα πράττετε ὥστε μερισταὶ γενέσεως τῶν ἐμῶν πόνων· πανταχοῦ παρόντες καὶ συμπράττοντες καὶ κοινωνοῦντές μου τῷ κηρύγματι· ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν, Ἀποστόλων εἰλήφατε προθυμίαν· χαίρω δὲ, οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον φησὶν, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ τούτων γὰρ κακεῖνα στοχάζομαι.

Πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.

Ορα πῶς καὶ μετριάζειν αὐτοὺς διδάσκει· ἐπειδὴ γὰρ μέγα αὐτοῖς ἐμαρτύρησεν πρᾶγμα, ἵνα μή τι ἀνθρώπινον πάθωσιν, εὐθέως παιδεύει αὐτοὺς, ἐπὶ τὸν Χριστὸν καὶ τὰ παρελθόντα καὶ τὰ μέλλοντα ἀνατιθέναι, διὰ τοῦ εἰπεῖν· “ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν “ ἔργον ἀγαθὸν ἐπιτελέσει.” οὔτε ἀπεστέρησεν αὐτοὺς τοῦ κατορθώματος· εἶπεν γὰρ ὅτι τῇ κοινωνίᾳ ὑμῶν χαίρω, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὸ κατόρθωμα μόνον, ἀλλὰ προηγούμενος τοῦ Θεοῦ· θαρρῶ γὰρ φησὶν, “ ὅτι ἐναρξάμενος ἐν “ ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.” τουτέστιν ὁ Θεός· οὐ περὶ ὑμῶν οὕτω διάκειμαι· καὶ τοῦτο δὲ οὐ μικρὸν ἐγκώμιον, τὸν Θεὸν ἔν τινι ἐνεργεῖν, τῷ ἐπισπᾶσθαι τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτῷ· καὶ πάλιν ὅτι τοιαῦτά ἐστι τὰ κατορθώματα ὑμῶν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς.

Καθὼς ἐστὶ δίκαιον ἐμὲ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν. διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ μου καὶ βεβαιώσει τοῦ Εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς οντας.

Πολὺν αὐτοῦ δείκνυσιν ἐνταῦθα τὸν πόθον· εἴ γε ἐν καρδίᾳ αὐτοὺς εἶχεν· καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος, Φιλιππησίων ἐμέμνητο· οὐ μικρὸν τῶν ἀνδρῶν τὸ ἐγκώμιον, ἐπεὶ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν

234
ὀρθῶν· “ καὶ ἐν τῇ ἀπολογίᾳ,” φησὶν, “ καὶ βεβαιώσει τοῦ “ εὐαγγελίου.” καὶ τί θαυμαστὸν εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς· οὐδὲ γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶν, καθ’ ὃν εἰσήειεν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατε μου τῆς μνήμης· καθάπερ γὰρ ἐπὶ τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς, δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισὶν, οὕτως καὶ φιλία τοῦ ἀγωπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν.

Χρυσοστόμου. “ Καὶ βεβαιώσει,” φησὶν, “ τοῦ εὐαγγε- “ λίου.” ἄρα τὰ δεσμὰ βεβαίωσις τοῦ εὐαγγελίου ἦν; ἄρα ἀπολογία; καὶ πάνυ· πῶς; ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατέων· ὁ δὲ πάντα ὑπομένων, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει· ἀλλὰ δι’ αὐτὸν Θεὸν τὸν ἀνταποδιδόντα· εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. διά τι ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ; διὰ τὸ συγκοινωνοὺς εἶναί μου τῆς χάριτος τι ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἠν· τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά· “ ἀρκεῖ γὰρ “ σοι,” φησὶν, “ ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ “ τελειοῦται·” διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν· ἐπεὶ οὖν ὁρῶ ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι· διὰ τί δὲ οὐκ εἶπεν κοινωνοὺς, ἀλλὰ συγκοινωνούς; καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι κοινωνὸς τοῦ εὐαγγελίου· ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ εὐαγγελίῳ ·καὶ τὸ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι· “ συγκοινωνούς μου,” γὰρ φησὶν, “ τῆς χάριτος πάντας ὑμᾶς “ ὄντας·” ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι ἐν τούτοις ἔσεσθε μέχρι τέλους.

Θεοδωρου. Ἄλλος φησὶν, βεβαίωσιν τοῦ εὐαγγελίου, τὸ πιστεῦσαι λέγει· ὡς ἂν τῶν πιστευόντων τότε ἐπ’ αὐτοῖς, βεβαιούντων τὸ κήρυγμα ὅτι ἀληθές· ὡς ἐν τοῖς εὐαγγελίοις, τὸ “ ὁ λαβὼν “ αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν·“ ἀντὶ τοῦ τῷ πιστεῦσαι ἐκβεβαίωσει τά γε ἐπ’ αὐτῷ τὰ παρὰ τοῦ Θεοῦ

235
γινόμενα ὡς ἀληθῆ· “ καὶ συγκοινωνοὺς δέ μου τῆς χάριτος,” τὸ αὐτὸ λέγει· ἐπειδὴ γὰρ αὐτὸς εἰλήφει χάριν ἀποστολῆς εἰς τὸ πιστεύειν ἑτέρους· ο πιστεύων ὡς εἰκὸς ἐκοινώνει τῆς χάριτος. Σευηριανόσ.) Ἄλλος, φησὶν, πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι· ἀπὸ τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν· ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστὲ, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιον τισίν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως, ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνωνήτως ὑπομένω δεσμοὺς, ἀπὸ τῆς ὑμετέρας πίστεως. Μάρτυς γάρ μου ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.

Οὐχ ὡς ἀπιστούμενος μάρτυρα λαλεῖ τὸν Θεὸν, ἀλλ’ ἐκ πολλῆς διαθέσεως τοῦτο ποιεῖ καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαρρεῖν. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐκοινώνησαν αὐτῷ, ἵνα μὴ νομίσωσιν ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ ἕνεκεν ἐκείνων· διὰ τοῦτο ἐπήγαγεν, ὅτι “ ἐν “ σπλάγχνοις Χριστοῦ·” ἀντὶ τοῦ κατὰ Χριστόν· ἐπειδὴ πιστοὶ ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστόν· καὶ οὐκ εἶπεν ἀγάπην· ἀλλ’ ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ πατὴρ ὑμῶν γεγονὼς, διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν· σπλάγχνα γὰρ ἡμῖν αὐτὴ χαρίζεται θερμὰ καὶ διάπυρα.

Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἐκ μᾶλλον περισσεύῃ.

Ἀκόρεστον γὰρ ἀγαθὸν τοῦτο· ὅρα γάρ· οὕτω φιλούμενος, ἔτι μᾶλλον ἠβούλετο φιλεῖσθαι· οὐ γὰρ ἔνι μέτρον τούτου τοῦ καλοῦ. ὅρα δὲ τὴν διάθεσιν τῆς λέξεως· “ ἔτι μᾶλλον καὶ μᾶλλον περισ- “ σεύῃ· ἐν ἐπιγνώσει,” φησὶν, “ καὶ πάσῃ αἰσθήσει· εἰς τὸ δοκι- “ μάζειν ὑμᾶς τὰ διαφέροντα,” τουτέστιν τὰ συμφέροντα. οὐκ ἐμαυτοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν· δέος γὰρ μήτις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης τοῦτο γὰρ ὅλον αινιττεται· καὶ ὅρα πῶς αὐτὸ τίθησιν; οὐ δι’ ἐμέ φησιν, ταῦτα λέγω, ἀλλ’ ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης σχήματι παραδέχησθε· πῶς οὖν φησὶν, εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; εἰρηνεύετε, εἶπεν, οὐχ οὕτως

236
ἀγαπῶντας, ὥστε ὑπὸ τῆς φιλίας καὶ βλάπτεσθαι· “ εἰ γὰρ ὁ “ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε,” φησὶν, “ ἔκκοψον αὐτὸν “ καὶ βάλε ἀπὸ σοῦ.” πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσι· οὐχ ἁπλῶς οὖν τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως, τουτέστιν τὴν μετὰ κρίσεως, τὴν μετὰ λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι.

(Θεοδώρου.) Ἄλλος, φησὶν, βούλεται εἰπεῖν ὅτι μάρτυς μου ὁ Θεὸς ὅπως περὶ πάντας ὑμᾶς διάκειμαι, καὶ προσεύχομαι ἑκάστοτε πλεονάζειν μὲν ὑμῶν τὴν περὶ τὸν Θεὸν καὶ τὴν περὶ ἀλλήλους ἀγάπην. γνῶσιν δὲ ἔχειν ὑμᾶς τὴν προσήκουσαν περὶ τῶν εἰς ἀρετὴν συντεινόντων· δοκιμάζοντας τίνα τὰ κρείττονα, καὶ περὶ ταῦτα μᾶλλον ἐσπουδακότας· ὥστε ὑμᾶς ἐν τῇ μελλούσῃ ἡμέρᾳ, ἀμέμπτους κατὰ πάντα φανῆναι· ὄγκον ἐπαγομένους κατορθωμάτων ἐφ’ οἷς δυνατὸν, καὶ κατὰ τὸν παρόντα βίον θαυμάζεσθαι ἐφ’ ὑμῶν τὸν Θεόν· πάντων ὡς εἰκὸς ἐπὶ τῇ ὑμετέρᾳ ἀρέτη ἐκεῖνον ἐκπληττομένων, οὗπερ ἐπ’ ὀνόματι ταῦτα ποιεῖτε· “ ἵνα “ ἦτε εἰλικρινεῖς,” τὰ κατὰ Θεόν· “ καὶ ἀπρόσκοποι” τὸ κατὰ ἀνθρώπους. πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσιν· εἰ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ’ ἕτερος προσκόπτει· “ εἰς ἡμέραν “ Χριστοῦ,” τουτέστιν ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες. Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.

Τουτέστιν μετὰ τῶν δογμάτων, καὶ βίον ὀρθὸν ἔχοντες· καὶ οὐχ ἁπλῶς ὀρθόν· ἀλλὰ πεπληρῶσθαι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· ἔστι γὰρ δικαιοσύνη, ἀλλ’ οὐ κατὰ Χριστόν· οἷον βίος ἐνάρετος· “ τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον “ Θεοῦ.” ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ; πολλαχοῦ δὲ δικαιοσύνην, τὴν ἐλεημοσύνην λέγει· μὴ παραβλα- πτέτω ὑμᾶς φησὶν ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα· καὶ οὐκ εἶπεν φανερῶς, μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ πρὸς τὸ συμ- φέρον ὑμῖν βούλομαι τὴν ἀγάπην γίνεσθαι.

237

Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς κοὶ τῆς προθυμίας. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν· ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν.

Ὁ Θεὸς τοῦτο ᾠκονόμησεν φησὶν, τὸ μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ· ἢ τοὺς διὰ Χριστὸν ἐν ὅλῳ τῷ πραιτωρίῳ, τὰ βασίλεια τοῦ Νέρωνος λέγει· τέως γὰρ οὕτως ἐκάλουν αὐτά. καὶ ἐν τῇ πόλει πάσῃ.

Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.

Δείκνυσι μὲν ὅτι καὶ πρότερον ἐθάρρουν καὶ μετὰ παρρησίας διελέγοντο· νῦν δὲ πολλῷ πλέον· εἰ ἄλλοι τοίνυν, φησὶν, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαρροῦσιν, πολλῷ μᾶλλον ἐγώ. ὅρα δὲ πῶς καὶ ἀνάγκην ὀρῶν τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται· τὸ δε περισσοτέρως δεικνύντος ἐστιν ὅτι ἤδη ἤρξαντο.

Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι’ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.

Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν· ἐπειδὴ κατεσχέθη Παῦλος, τὸν πόλεμον βουλόμενοι διεγεῖραι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως, πολλοὶ τῶν ἀπίστων καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον, ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργήν· ἅτε τοῦ κηρύγματος διασπειρομένου. δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι· τοῖς μὲν γὰρ θάρσος παρεῖχον· τοὺς δὲ εἰς ἐλπίδα ἀγαγόντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. τουτέστιν φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ ἐν τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι, καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἣ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾶν τι τῆς δόξης τῆς ἐμῆς.

238

Τινὲς δὲ καὶ δι’ εὐδοκίαν.

Τουτέστι χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης.

(ΘΕοΔόΡοΥ.〉 Ἄλλος φησὶν, ὁ μακάριος Παῦλος ἐφέσεως κατὰ τοῦ Φήστου χρησάμενος , βουληθέντος αὐτὸν Ἰουδαίοις ἐκδοῦναι, καὶ διὰ τοῦτο Καίσαρα ἐπικαλεσάμενος, ἀνήχθη δέσμιος εἰς τὴν Ρώμην· εἰσαχθεὶς δὲ τῷ Νέρωνι, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπο- ληησάμενος, διετῆ χρόνον αὐτόθι διέτριψεν, παντελοῦς τετυχη- κὼς τῆς ἀφέσεως. τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὸν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος. καὶ μάλιστα ἐπειδὴ πῶς καὶ καινὰ ἐδόκει διδάσκειν, πολὺ τῆς τότε παρὰ Ῥωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια. ἔτυχεν οὖν παντελοῦς ἀφέσεως, ὡς καὶ ἀναχω- ρῆσαι τῆς Ρώμης, καὶ τῷ συνήθει τρόπῳ χρήσασθαι τῆς διδα- σκαλίας ἐξέπληττεί τε ἅπαντας τὸ γενόμενον, καὶ παρρησίαν ἐμποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. τοῦτο οὖν λέγει· ὅτι βούλο- ’μαι ὑμᾶς εἰδέναι, ὡς τὰ τῆς διδασκαλίας ὁσημέραι προκόπτει τῆς ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην· καὶ εἰσαχθεὶς, περὶ τῶν καθ’ ἑαυτὸν ἀπελογησάμην· καὶ οὕτως ἀπήλ- λαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ’ ἐμὲ τὴν παρρησίαν εἰληφότας. Οἱ μὲν ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν οὐχ ἀγνὼς.

(ΧΡΥΣοΣτόMοΥ.〉 Tουτέστιν οὐκ εἰλικρινῶς· οὔτε δι’ αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διά τι.

Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.

Ἀντὶ τοῦ νομίζοντες οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον· καὶ καλῶς ε-ι’πε τὸ ** οἰόμενοι·’’ οὐ γὰρ οὕτως ἐξέβαινεν· ἐκεῖνοι δὲ ἐνόμιζόν με τοῦτο λυπεῖν, ἐγὼ δὲ ἔχαιρον, ὅτι τὸ κήρυγμα ἐπεδίδου.

Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι.

Tουτέστιν τὰς εὐθύνας μοι παρασκευάζοντες τὰς πρὸς τὸν Θεόν· καὶ συναντιλαμβανόμενοι. τι ἐστιν " εἰς ἀπολογίαν ;" προσετάγην

239
κηρῦξαι· μέλλω διδόναι εὐθύνας καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου οὗ προσετάγην. ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον συναντιλαμβάνονταί μοι· οὕτως οὐκ ἔνι ποιῆσαι ἔργον ἀγαθὸν, οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις· ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τοῦ Χριστοῦ τὸν κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ λήψονται μισθὸν ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι· “ οἱ δὲ “ ἐξ ἀγάπης,” τουτέστιν ἴσασιν ὅτι δεῖ με λόγον δοῦναι τοῦ εὐαγγελίου.

Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.

Ορᾳς τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῷ καταγόρησεν· ἀλλ’ εἶπεν τὸ γενόμενον. τί γάρ μοι, φησὶν, διαφέρει, ἄν τε οὕτως, ἄν τε οὕτως; “ πλὴν πάντι τρόπῳ, εἴτε προφάσει, εἴτε “ ἀληθείᾳ Χριστὸς καταγγέλλεται.” οὐκ εἶπε καταγγελλέσθω, ὡς τινες οἴονται λέγοντες ὅτι τὰς αἱρέσεις εἰσάγει, ἀλλὰ καταγγέλλεται· πρῶτον μὲν γὰρ οὐκ εἰπε καταγγελλέσθω, ὡς υομογέλλεται· ἀλλὰ τὸ συμβαῖνον ἀπήγγελε· δεύτερον δὲ εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτως αἱρέσεις εἰσῆγεν. εἰ γὰρ καὶ οὕτως ἐπέτρεπε κηρύττειν ὡς ἐκεῖνοι· οὐδ’ οὕτως εἰσῆγε τὰς αἱρέσεις. πῶς; ὅτι ἐκεῖνοι ὑγιῶς ἐκήρυττον. ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια μεθ’ ἧς ἐποίουν οὕτω διέφθαρτο· καὶ πολλὴν εἶχον ἀνάγκην οὕτως κηρύττειν. διατί; ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἃν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν. νῦν δὲ τὸ κήρυγμα αὐτοῦ αὔξειν, καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσεν ἐκπολεμῶσαι τὸν βασιλέα. ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος ἐπιλαβόμενος τοῦ χωρίου τούτου φησὶν, καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο, ἃν τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἃν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο· τί οὖν ἐροῦμεν; ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι· τὸ κινδύνοις αὐτὸν περιβαλεῖν τοῖς παροῦσι· τὸ μὴ ἀφεῖναι διαφυγεῖν. καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι ἣ ἐκείνῳ· ἑτέρως μὲν γὰρ καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργήν· καὶ ἀφῆκαν ἐξελθεῖν καὶ πάλιν κηρύξαι· οὕτω δὲ δι’ αὐτῶν τὸ πᾶν ἑλεῖν

240
ἐνόμιζον, ἑλόντες αὐτόν· καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινῶν.

Καὶ ἐν τούτοις φησὶ χαίρω· ἀλλὰ καὶ χαρήσομαι.

Tί ἐστιν " ἀλλὰ καὶ χαρήσομαι ;" κἂν πλεῖον γένηται φησί ἐμοὶ γὰρ συμπράττουσιν ἄκοντες, καὶ τῶν αὐτοῖς πεπ ονημένων ἐκεῖνοι μὲν κόλασιν· ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν μὴ λήψομαι ;

Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ.

Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονή. τοῖς τοὺς ἑαυτοῦ περιβάλλει καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπά- θλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖ· οἶδεν οὐ μόνον κήρυγμα ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖν· ἣ οὐ μόνον μισθῶν ἀποστερήσει· ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσιν· τὸ δὲ πᾶν, ἐκ τοῦ μὴ ὀρθῶς σκοπῶ τι ποιεῖν, ἀλλ’ ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων. τί οτυν φησίν ;

Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν.

Τὴν μέλλουσαν· ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ, καὶ ὁ πρὸς ἐμὲ ζῆλος.

Διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύμάτος Ἰησοῦ· κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.

Ὄρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου. Φιλιππησίοις φησὶν, ὅτι διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι· ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. " καὶ ἐπιχορηγίας, φησὶ, " τοῦ Πνεύματος Iησοῦ Χριστοῦ·’’ τουτέστιν ἃν τῶν ὑμε- τέρων εὐχῶν καταξιωθῶ, πλείονος ἀξιωθήσομαι καὶ τῆς χάριτος· τὸ γὰρ ἐπιχορηγίας τοῦτό ἐστιν, ἃν ἐπιχορηγηθῇ, ἃν πλεῖον ἐπιδοθῇ μοι πνεῦμα· ἤτοι τὴν ἀπαλλαγὴν λέγει εἰς σωτηρίαν· τουτέστιν καὶ τὸν παρόντα διαφεύξομαι πρῶτον κίνδυνον, περὶ φησὶν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι συμπαρεγένετο. " μὴ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνά- " μωσέν με·” τοῦτο γοῦν ἡδῆ προφητεύει· " κατὰ τὴν ἀποκαρα-

241
“ δοκίαν καὶ ἐλπίδα μου.” οὕτω γὰρ ἐλπίζω. ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὐτοῦ, τὴν ἐλπίδα τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, “ κατὰ τὴν ἀποκαραδοκίαν,” φησὶ, “ καὶ ἐλπίδα μου· “ ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.” αὕτη ἡ τοῦ Παύλου ἐλπίς· τὸ ἐλπίζειν ὅτι οὐδαμοῦ αἰσχυνθήσεται· ὁρᾷς ὅσον ἐλπίζειν ἐστὶν ἐπὶ τὸν Θεόν; κἂν ὅτι οὖν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτεστιν, οὐ περιέσονται οὗτοι.

Ἀλλ’ ἐν πάσῃ παρρησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου.

Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα· φησὶν οὖν, οὐκ ἔσται τοῦτο· οὐ νῦν ἀποθανοῦμαι· “ ἀλλ’ ὡς πάντοτε καὶ νῦν μεγαλυν- “ θήσεται Χριστὸς ἐν τῷ σώματι μου.” πῶς πολλάκις εἰς κινδύνους ἐνέπεσα, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ’ ἐκ πάντων ἡμᾶς ἐρρύσατο ὁ Κύριος· οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. τί οὑν; ἵνα μή τις εἴπῃ, ἐὰν οὐν ἀποθάνῃ, οὐ μεγαλύνεται; ναί φησίν· οἶδα ὅτι διὰ τοῦτο εἰπον ὅτι οὐκ ἡ ζωὴ μόνη μεγαλύνει αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. τέως δὲ διὰ ζωῆς, φησὶν, οὐχ αἱροῦσι με· καὶ εἰ εἷλόν με, καὶ οὕτως μεγαλυνθήσεται Χριστός· πῶς διὰ μὲν τῆς ζωῆς; ὅτι με ἐξείλετο· διὰ τοῦ θανάτου δὲ, ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ταῦτα λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ’ ὅταν ἀποθάνῃ, μηδὲν ἀνθρώπινον πάθωσιν· ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, διὰ τοῦτο ἐπήγαγεν προιών· “ καὶ τοῦτο πεποιθὼς οἶδα “ ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.

Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.

Εἰ βούλει, φησὶ, τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστιν· “ καὶ τὸ ἀποθανεῖν κέρδος·” διατὶ; ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον. ὥστε τὸ ἀποθανεῖν ζῆσαι ἐστὶ μᾶλλον· κἂν τοίνυν ἀποθάνω, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγει· “ ζῶ δὲ οὐκ ἔτι ἐγώ·

242
“ ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” οὐ ζῶ, φησὶν, τὴν κοινὴν ζωήν· ἀλλὰ πῶς καὶ ἀλλαχοῦ φησὶν, “ ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, κἀμοὶ “ κόσμος.” κἀνταῦθα “ ἐμοὶ γὰρ τὸ ζῆν Χριστός.” τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ὥσπερ καὶ τὸ τοῦ θανάτου· ἔστιν ζωὴ αὕτη, ἡ τοῦ σώματος· ἔστιν ζωὴ, ἡ τῆς ἁμαρτίας· καθὼς φησὶν αὐτὸς ἀλλαχοῦ· “ εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ;” ἔστιν ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος μετὰ ζωῆς αἰωνίου, ἡ οὐράνιος· οὐ τὴν φυσικὴν οὖν φησὶν μὴ ζῇν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων· οὐδὲν οὖν δεινὸν ἐργάσονταί με οἱ ἀποκτεινύντες με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. τί οὖν ἐνταῦθα ὤν· οὐκ ἧς τοῦ Χριστοῦ; καὶ σφόδρα.

Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι, οὐ γνωρίζω.

Ινα μή τις εἴπῃ· εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν εἴασεν ὁ Χριστὸς ἐνταῦθα; καρπὸς ἔργου, φησὶν, ἐστίν· ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ, εἰς δέον χρήσασθαι μὴ ζῶντα αὐτήν· ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωήν.

Ποῦ νῦν οἱ αἱρετικοί· ἰδοὺ “ τὸ ζῆν ἐν σαρκὶ, τοῦτο καρπὸς “ ἔργου.” διὰ τούτων οὖν καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν· τῷ μὲν γὰρ εἰπεῖν ὅτι “ τὸ “ ἀποθανεῖν κέρδος,” τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν “ τὸ “ ζῇν ἐν σαρκὶ καρπὸς ἔργου,” ἔδειξε καὶ τὴν παροῦσαν ζωὴν ἀναγκαίαν, ἐὰν εἰς δέον αὐτῇ κεχρήμεθα, ἐὰν καρποφορῶμεν· ὣς ἐὰν ἄκαρπος ᾖ, οὐκέτι ἐστὶ ζωή. τί οὖν, εἰπέ μοι· οὐ γνωρίζεις τί αἱρήσῃ; ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον· ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν ὅταν γὰρ αιρησις ῄ, κύριοι ἐσμέν.

Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι.

Ορα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου. καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται· ὅταν εἰδῶσιν ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ· Τί ἀνεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν, “ τὸ ἀναλῦσαι” γάρ φησιν, “ καὶ σὺν Χριστῷ εἶναι· πολλῷ

243
“ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι’ “ ὑμᾶς·” ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς· ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. καλὸν φησὶ, τὸ ἀναλῦσαι· ἀλλὰ διὰ τὸ “ σὺν Χριστῷ εἶναι.” Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί- στεως.

Ἐνταῦθα αὐτοὺς διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς· εἰ γὰρ δι’ ὑμᾶς φησὶν, μένω· ὁρᾶτε μὴ καταισχύνητε μου τὴν παραμόνήν· μέλλων Χριστὸν ὁρᾶν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. ἐπειδὴ καὶ ἐμὴ παρουσία, καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαράν.

Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

Ὅρα τὴν ταπεινοφροσύνην. ἐπειδὴ εἶπεν, εἰς τὴν ὑμῶν προκοπὴ, νδείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ λέγων, “ τοῦτο δέ ἐστι συμπαρακληθῆναι “ ἐν ὑμῖν·” εἰπὼν πρῶτον, “ ἵνα τί μεταδῶ χάρισμα ὑμῖν πνευ- “ ματικόν.” Τί ἐστιν “ ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ;” ὅπερ καὶ τοῦ Παύλου καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει, τὸ ὀρθῶς βιοῦν. τὸ ὑμῶν, φησὶν, “ καύχημα ἐν ἐμοί· διὰ τῆς ἐμῆς “ παρουσίας πάλιν πρὸς ὑμᾶς.” ναὶ φησίν· τί γὰρ ἡμῶν ἐστιν ἐλπὶς ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστέ· καθάπερ καὶ ἡμεῖς ὑμῶν· τουτέστιν, ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως· “ διὰ τῆς ἐμῆς,” φησὶν, “ παρουσίας “ πάλιν πρὸς ὑμᾶς.” τί οὖν; ἤλυθε πρὸς αὐτούς; τοῦτο ζητεῖται εἰ ἦλθεν.

Παραίνεσις τῆς κατὰ Θεὸν πολιτείας, καὶ τῆς ἐνθέου ζωῆς.

Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολι- τεύεσθε.

Ορᾷς ὅτι διὰ τοῦτο πάντα εἶπεν, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ, ἐπιδοῦναι πρὸς ἀρετήν. τί ἐστι “ μόνον ἀξίως;” τοῦτό

244
ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἃν τοῦτο ῃτ, οὐδὲν λυ- πηρὸν ἡμῖν συμβήσεται.

Ἴνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούσω τὰ περὶ ὑμῶν.

Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων ταῦτα λέγει· ἀλλ’ ἐὰν τοῦτο γένηται φησὶν, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι· ἐὰν ἀκούσω, " ὅτι στήκετε,’’ φησὶν, " ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ·’’ τουτέστιν μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· ε7τα ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε· καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως· " ὅτι " στήκετε,’’ φησὶν, *’ ἐν ἑνὶ πνεύματι καὶ μία ψυχῇ.’’ τουτέστιν τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας· ἓν γάρ ἐστι τὸ πνεῦμα· οὕτω γάρ ἐστι καὶ ἐν μία ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα, οἱ πάντες ἔχωμεν· ἴδου τὸ " μίᾳ’’ ἐπὶ ὁμονοίας εἴρηται; ἴδου πολλὰ μία λέγονται· οὕτως ἦν τὸ παλαιόν· ἡ καρδία πάντως καὶ ἡ ψυχὴ μία.

Συναθλοῦντες τῆ πίστει τοῦ εὐαγγελίου.

Ἄρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες ἀλλήλοις, φησίν· συμπαραλαμβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει.

Μῆ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων· ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας.

Καλῶς εἶπεν “ πτυρόμενοι·” τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· μόνον πτύρεται· ἐν μηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται· κἂν κίν- δυνοι· κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι μόνον. ἂν γὰρ οὕτω διάκεισθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσητε· ὅταν γὰρ ἴδωσιν ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται· τεκμήρια λήψονται τῆς αὐτῶν ἀπωλείας. ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περιγένωνται· οὐκ αὐτό- αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι οὐδὲν ἰσχύουσιν ; ὅτι τὰ αὐτῶν ψευδῆ ’, καὶ τοῦτο ἀπὸ Θεοῦ, φησὶν,

Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πἀλιν αὐτῶν παιδεύει τὸ φρόνημα μετριάζειν· τὸ πᾶν ἀνατιθεὶς

245
τῷ Θεῷ· καὶ χάριν εἶναι λέγων καὶ χάρισμα, τὸ πάσχειν ὑπὲρ Χριστοῦ. ὥστε μὴ αἰσχύνεσθε· χάρισμα γάρ ἐστιν ὄντως, τοῦ νεκροὺς ἀνιστάναι καὶ σημεῖα ποιεῖν θαυμασιώτερον· ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμί· ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Θεόν. χάρισμα δὲ αὐτὸ φησὶν, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων, ἀλλὰ μετριόφρονας καὶ εὐγνώμονας κατασκευάζων. “ τὸν αὐτὸν ἀγῶνα ἔχοντες “ οἷον ἴδετε ἐν ἐμοί·” πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα, δεικνὺς πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ· τὰ αὐτὰ ἀθλοῦντας καὶ ἰδίᾳ καθ’ ἑαυτοὺς, καὶ τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασμούς· οἷον ἴδετε φησὶν, ἐν ἐμοί· καὶ γὰρ ἐκεῖ ἤθλησε μὲν ἐν Φιλίπποις. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν.

Οὐδὲν ἀμεῖνον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· πάντος πατέρος εὔνοιαν παρέρχεται φυσικοῦ. ὅρα γοῦν ὁ μακάριος οὑτος οἱαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησιους, ὑπὲρ τῶν ἐκείνοις συμφερόντων· τί γὰρ, φησὶν, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, μετὰ συμπαθείας πολλῆς, “ εἴτις οὖν παράκλησις ἐν Χριστῷ,” φησίν· τουτέστιν εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ. ὡς ἂν εἰ ἔλεγεν· εἴ τινά μου λόγον ἔχεις· εἴποτε εὖ ἐπάθετε παρ’ ἐμοῦ· τόδε ποίησον. τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιοῦμεν, ὃ πάντων προτίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν βουλόμεθα· καὶ δι’ ἐκείνου, τὸ πᾶν λέγομεν δείκνυσθαι· ὡς ἂν εἰ ἔλεγεν, εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι καὶ προτροπὴν ἐν Χριστῷ· εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι· εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαρὰν. ὅρα ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντάς τι γίνεσθαι· οὐκ εἶπεν ποιήσατέ μοι, ἀλλὰ πληρώσατε ἣν ἤρξασθε φυτεύειν ἐν ἐμοί· ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ’ εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψηφοι, τὸ ἓν φρονοῦντες.

Βαβαῖ, ποσάκις τὸ αὐτὸ λέγει, ἀπὸ διαθέσεως πολλῆς’, ” ἵνα

246
“ τὸ αὐτὸ φρονῆτε.” μᾶλλον δὲ ἵνα ἓν φρονῆτε· τοῦ γὰρ ” τὸ “ αὐτὸ” μεῖζον τοῦτό ἐστι· “ τὴν αὐτὴν ἀγάπην ἔχοντες·” τουτἐστιν μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν " σύμψυχοι·’’ τουτέστιν μία ψυχῇ τὸ πάντων οἰκειούμενοι σῶμα, οὐ τῇ οὐσία· οὐ γάρ ἐστιν, ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς πάντα γινέσθω· ἓν ἔστω, φησὶ, τὸ φρόνημα, ὡς ἐκ μιᾶς ψυχῆς.

Μηδὲ κατ’ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῆ ταπεινοφροσύνῃ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν·

Μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων.

Ὅπερ ἀεὶ φημὶ, πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦἐντεῦθεν μάχαι καὶ ἔρεις· ἐντεῦθεν τῆς ἀγάπης καὶ ψύξις· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον εἶναι καὶ Θεοῦ γνήσιον· πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν ; οὐδὲ γὰρ ε-ι’πες ὁδόν· ἄκουε τῶν ἐπαγομένων· " ἀλλὰ " τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·” βαβαῖ, πῶς δόγμα φίλος ὄφιας γέμον καὶ πάσης ἡμῶν τῆς σωτηρίας ἐξέθετο ’, ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνα σοῦ μεῖζον ἐστί· καὶ τοῦτο πείσεις σαυτὸν, οὐκ ἐὰν εἴπῃς μόνον ἁλλὰ καὶ πληροφορηθῇς ἀπομένειν αὐτῷ τὴν τιμήν· οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ’ ἑτέρου τιμώμενον. μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου ε-ι’ναι, ἀλλ’ ὑπερέχειν· ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς· καὶ οὐ ξενίζῃ τιμώμενον ὁρῶν οὐδὲ ἀλγεῖς· κἂν ὑβρίσῃ, φέρεις γενναίως· ὅταν γὰρ ἅπαξ καὶ ψυχὴ πληροφορηθῇ ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ’ αὐτοῦ πάθῃ κακῶν, οὐκ εἰς βασκα- νίαν· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἐστίν. ὅταν δὲ κἀκεῖνος τοσαύτης ἀπολαβὼν παρὰ σοῦ τῆς τιμῆς φησὶν, οὕτω πρὸς σὲ διάκειται· ἐννόησον πῶς τεῖχος ἐστὶ διπλοῦν ἐπιεικείας· εἰ γὰρ παρ’ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πάσαν ἐρεσχελίαν· ὅταν παρ’ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν ; οὐδὲ αὐτὸς ὁ διάβολος.

Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή-

247
ματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

Ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς πρὸς τὰ μέγαλα προτρέπων τοὺς ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι καὶ τὸν Πατέρα καὶ τοὺς προφήτας· ὡς ὅταν λέγῃ, “ οὕτως γὰρ ἐποίησαν τοῖς “ προφήταις τοῖς πρὸ ὑμῶν.” καὶ πάλιν· “ εἰ ἐμὲ ἐδίωξαν, καὶ “ ὑμᾶς διώξουσι·” καὶ “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ “ ταπεινὸς τῇ καρδίᾳ·” καὶ πάλιν· “ γίνεσθε οἰκτίρμονες, ὡς ὁ “ πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς·” τοῦτο καὶ ὁ μακάριος Παῦλος ἐποίησεν, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, τὸν Χριστὸν ἐν μέσῳ παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅταν περὶ φιλοπτωχίας διαλέγηται, οὕτω πῶς φησὶν “ γινώσκετε γὰρ τὴν χάριν “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν, “ πλούσιος ὤν·” οὐδὲν γὰρ οὕτως τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ μαθεῖν ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται.

Πρόσεχε τοίνυν· διὰ γὰρ τούτων τῶν ῥημάτων, πάσας ἁπλῶς τὰς αἱρέσεις κατέβαλε· Σαβέλλιος γὰρ φησὶν, ὅτι τὸ Πατὴρ καὶ Υἱὸς καὶ Ἅγιον Πνεῦμα, ὀνόματά ἐστι ψιλὰ, καθ’ ἑνὸς προσώπου κείμενα. Μαρκίων δὲ ὁ Ποντικὸς φησὶν, ὅτι ὁ Θεὸς ὁ τὰ πάντα συστησάμενος, οὐκ ἔστιν ἀγαθὸς οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ’ ἕτερός τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν ὑπὲρ ἡμῶν. Μάρκελλος, Φωτεινὸς καὶ Σωφρόνιος, τὸν λόγον ἐνέργειαν εἶναι φασί· τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαβὶδ, οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος ὑμῖν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνον· καὶ κτίσμα δὲ αὐτὸν εἶναι φησὶν, καὶ τοῦ Πατέρος ἐλάττονα πολλῷ. ἕτεροι δὲ οὐ φασὶν αὐτὸν ἔχειν ψυχήν. θεώρει τοίνυν τούτων τὰ πτώματα· μιᾷ γὰρ πληγῇ βάλλει τούτους ἀθρόον· λέγων, “ τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ “ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ “ εἶναι ἴσα Θεῷ.” καὶ Παῦλος Σαμωσατεὺς ἔπεσε, καὶ Μαρκίων καὶ Σαβέλλιος· “ ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων,” φησίν· πῶς οὐν λέγει Παῦλος ὁ Σαμωσατεὺς, ὅτι ἀπὸ Μαρίας ἤρξατο καὶ πρὸ τούτου οὐκ ἦν; καὶ σὺ δὲ πῶς λέγεις ἐνέργεια ἦν; μορφὴ γὰρ

248
Θεοῦ, φησὶν, μορφὴν δούλου ἔλαβεν· ἡ μορφὴ τοῦ δούλου, ἐνέργεια δούλου ἐστὶν ἢ φύσις δούλου. πάντως δή που φύσις δούλου. οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις; οὐκ ἄρα ἐνέργεια. ἰδοὺ καὶ Μάρκελλος ὁ Γαλάτης, καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον· ἰδοὺ καὶ Σαβέλλιος· “ οὐχ ἁρπαγμὸν ἡγήσατο,” φησὶν, “ τὸ εἶναι ἴσα Θεῷ ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται Προσώπου. τὸ γὰρ ἴσον, τινὶ ἔστιν ἴσον. ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ μονογενοῦς;

Τί οὖν πρὸς Ἄρειον εἴπωμεν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν υἱόν; ἐπειδή μοι μορφὴν δούλου ἔλαβε, τί ἐστιν; ἄνθρωπος ἐγένετο, φησίν· οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν; μορφὴ γὰρ καὶ μορφὴ κεῖται· εἰ τοῦτο ἀληθὲς, κἀκεῖνος φύσει ἄνθρωπος· ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, ἡ μορφὴ τοῦ Θεοῦ; καὶ οὐ τοῦτο μόνον· ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ· ὥσπερ οὖν καὶ Ἰωάννης· ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατέρος· “ οὐχ “ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἀλλὰ τὶς ὁ σοφὸς αὐτῶν λόγος; καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· φησίν· γὰρ ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; ἢ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεινὰ ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστιν ἁρπάσειεν; οὐ φησὶν, ἀλλ’ ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς ἐκκλησίας δόγμασιν ἐπεισάγετε; μέγας γὰρ καὶ μικρὸς παρ’ αὐτοῖς Θεός· εἰ δὲ καὶ παρ’ ὑμῖν, οὐκ οἶδα· παρὰ μὲν γὰρ ταῖς γραφαῖς, οὐδαμοῦ εὑρήσεις· ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. εἰ γὰρ καὶ μικρὸς, πῶς Θεός; εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος, καὶ μέγας· ἀλλὰ μία φύσις· καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης τῆς μίας οὐκ ἄνθρωπος· πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας; εἰ τοίνυν ὁ Πατὴρ μέγας, καὶ Θεός· ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως, οὐ Θεός· πανταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ γραφῇ “ μέγας Κύριος καὶ αἰνετὸς σφόδρα·” ἰδοῦ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· “ μέγας εἴ σύ· καὶ

249
“ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος.” καὶ πάλιν, “ μέγας ὁ “ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· καὶ τῆς μεγαλωσυνης αὐτοῦ οὐκ ἐστι πέρας·

Ἀλλ᾿ ὁ Υἱὸς φησὶν μικρός· ἀλλὰ σὺ τοῦτον λέγεις· ἡ γὰρ γραφὴ τοὐναντίον. ὥσπερ γὰρ περὶ του Πατερος, οὐτῶ καὶ περι τοῦ Υἱοῦ φησίν· ἄκουε γὰρ Παύλου λέγοντος, “ προσδεχόμενοι “ τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου “ Θεοῦ.” ἀλλ’ ἄρα μὴ περὶ τοῦ Πατέρος ἐπιφάνειαν εἶπεν; ἄπαγε· ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, προσέθηκεν· “ καὶ Σω- “ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἰδοῦ καὶ ὁ Υιὸς μέγας. πῶς οὖν λέγεις μικρὸν καὶ μέγαν; ἄκουε καὶ τοῦ προφήτου λέγοντος αύτὸν “ μεγάλης βουλῆς Ἄγγελον·” ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς, οὐ μέγας, ἀλλὰ μικρός; τί οὖν φασὶν οἱ ἀναίσχυντοι; ὅτι μικρὸς ὢν Θεὸς, (λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε·) μικρὸς ὣν, φησὶν, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κάτα τον μέγαν. τι γὰρ εἶπε μοι; εἰ μικρὸς ἢν κατ’ αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατέρος, πῶς ἂν ἐδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα τῷ Θεῷ; φύσις γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ γενέσθαι ἵσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἃν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν.

Καὶ χωρὶς δὲ τούτου, ἐκεῖνο ἐρῶ· τί βούλεται κατασκεύασαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; εἰς ταπεινοφροσύνην πάντως ἐναγαγεῖν τοὺς Φιλιππησίους. τί οὖν, εἰπέ μοι, τοῦτο παρήνεγκεν εἰς μέσον; οὐδεὶς βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτο φησὶν, ἒσο ταπεινὸς καὶ ἔλαττον φρονεῖ τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος, οὐκ ἐπανέστη τῷ δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τίς ἃν, ἀλλ’ ἀπονοίας. μάθετε τί ἐστι ταπεινοφροσύνη· οὗτος ταπεινόφρων ἐστὶν ὁ τὰ ταπεινὰ φρονῶν. ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὣν ταπεινὸς, ἀλλ’ ὁ ἑαυτὸν ταπεινῶν· οἷόν τι λέγω· ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι, ταπεινοφρονῇ· οὗτος ταπεινόφρων ἐστίν· οἷον βασιλεὺς, τῷ ὑπάρχῳ ἐὰν ὑποτάγηται, ταπεινόφρων

250
ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος, ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονήσει· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν· οὐδὲ τῆς ταπεινοφρονήσεως τὸ κατόρθωμα, ἀλλὰ τῆς ἀνάγκης. ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις· ὁ γὰρ ἔπαινος οὐκ ἐν τῇ τῶν κακῶν ἀποχῇ, ἀλλ’ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται.

Ορα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ, “ δεῦτε οἱ εὐλογημένοι τοῦ Πατέρος μου, κληρονομήσατε τὴν “ ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπεί- “ νασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·” καὶ ἑξῆς. οὐκ εἶπεν, ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐχ ἡρπάσατε· μικρὰ γὰρ ταῦτα· ἀλλ’ ὅτι πεινῶντά με ἴδετε, καὶ ἐθρέψατε. καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον οὐδὲ τὸν τυχόντα τίς ἄνδρα, ὡς σὺ τὸν χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν· ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε· τὸ γὰρ ἐπὶ τοιούτοις θαυμάζειν, πολλήν ἐστι κακίαν μαρτυρούντων· πῶς; ὅτι ἐπ’ ἐκείνων τὸ τοιουτον ἔπαινός ἐστιν· οἷον ὁ κλέπτων ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τιμὴν, ἐπαινετὸς.

Καὶ ποίας ταῦτα ἀνοίας; πρόσεχε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος· ἄλλως δὲ, τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἂν τίς ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεπεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθροὺς, ἤνεγκε παράδειγμα μέγα τοῦ Πατέρος, “ ὅτι ἀνατέλλει τὸν “ ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ “ ἀδίκους.” προέτρεπεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα, “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.” καὶ πάλιν· “ εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ “ μᾶλλον ὑμεῖς.” ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. ἄλλως δὲ καὶ ἐνταῦθα· οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. πῶς ὅτι εἰ δοῦλος ἐστὶ, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκουσε τῷ μείζονι; τοῦτο οὐδὲ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι·

251
μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ’ ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ μείζονα καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ’ ἱκανὸν εἰς ταπεινοφροσύνην διά τι ; ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι· τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι, μέχρι θανάτου. ἄλλως δὲ ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησὶν τῇ ταπεινοφροσύνῃ “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας “ ἑαυτῶν.’’ ἐπειδὴ γὰρ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἃν τοῦτο εἶπεν ὅτι ἡγούμενοι· ἀλλὰ τιμᾶτε τοὺς ὑπερέχοντας ὑμῶν· ὡς καὶ ἀλλαχοῦ φησὶν, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·’’ ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγὴ, ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας.

Τὰ μὲν οὖν ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα· ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἃν τὸν ἐλάττονα ὄντα καὶ ἡ μείζονι ὑπακούσαντα παρήγαγεν. εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τι τοῦ δούλου πρὸς τὸν δεσπότην τὴν ὑποταγὴν ἔφερε ; μὴ γὰρ εἶπεν, οἱ ἐλάττονες τοῖς μείζοσιν ὑπακουέτωσαν· ἀλλ’ ἰσότιμοι ἀλλήλων ὄντες ὑπακούετε· “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·” διατί δὲ μὴ παρήγαγεν, εἰ ἄρα κἂν τὸ τῆς γυναικὸς, ὅτι ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μικρὰ τίς ἦν ὑποταγή· πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκ ἃν παρήγαγεν. φθάσας ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς· εἶπεν ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲν ἐλάττων· οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία καὶ οὐκ ἐλάττων. διατί· μὴ εἶπεν ὃς ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’ “ ὑπάρχων;” ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν ἐγώ εἰμι ὁ ὤν· τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθό ἐστι μορφή· οὐκ ἐστὶ δὲ ἄλλης οὐσίας ὄντα, τὴν ἄλλην μορφὴν ἔχειν. οἷον, οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει μορφήν· οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν. πῶς οὖν ὁ Υἱὸς; εἶτα ἐπὶ ἡμῶν, ἐπειδὴ σύνθετοι ἐσμὲν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ

252
δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, παντὸς τῆς οὐσίας· εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι οὐ δείκνυσι τὸν Πατέρα· πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον· καὶ τί λέγω πολλαχοῦ· ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, “ οὐχ ἁρπαγμόν,” φησὶν “ ἡγή- “ σατο τὸ εἶναι, ἴσα Θεῷ·’’ καὶ οὐκ εἶπε τῷ Θεῷ, περὶ τοῦ Πατέρος λέγων.

Εἴρηται μὲν δὴ ἡμῖν τὰ παρὰ τῶν αἱρετικῶν· εὔκαιρον δὴ λοιπὸν τὰ ἡμέτερα εἶπεῖν. ἐπειδὴ τοίνυν πολλοὶ τῶν νομίζουσιν ὅταν ταπεινοφρονῶσιν ἀποστερεῖσθαι τοῦ ἀξιώματος, καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι· τούτων ἀφαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, φησὶν ὅτι ὁ Θεὸς ὁμογενὴς, ὁ ἐν μορφῇ Θεοῦ ὣν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατέρος, ὁ ἴσος αὐτῷ, “ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. τί ’δε τοῦτό ἐστιν ; ὅταν ἁρπάσῃ τίς καὶ παρὰ τὸ προσῆκον λαβὴ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς μὴ ἀπολεῖται, μὴ ἐκπέσῃ· ἀλλὰ διὰ παντὸς αὐτὸ κατέχει. ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καταβῆναι ἀπ’ ἐκείνου τοῦ ἀξιώματος· εἰδὼς ὅτι οὐδὲν τοιοῦτο πείσεται· οἷον ὡς ἐπὶ ὑποδείγματος, ἵνα εἴπω, ὁ Ἀβισαλὼν ἥρπασε τὴν τυραννίδα, καὶ ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν. καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόμεθα ὑπόδειγμα· ἃν δὲ μὴ ἰσχύῃ τὰ ὑποδείγματα τὸ πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα τοιαῦτα εἰσὶν, τὸ πλεῖον ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. ἐπανέστη τίς βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾶ· ἃν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπώλωλεν· καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ μὴ διὰ παντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσίν· ἀλλ’ οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς ἔχοντες, οἷον ἄνθρωπος ἀξίωμα ἔχει τοῦτο, εἶναι λογικός· οὐχ εὑρίσκω παράδειγμα· οὐ γάρ ἐστι παρ’ ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικόν· ἐπὶ δὲ τοῦ Θεοῦ, τῇ φύσει συγκεκλήρωται.

Τί οὖν φησί; ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη ἀπὸ τοῦ ἀξιώματος· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὴν θεότητα, οὐδὲ ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν ἢ τὸ ἀξίωμα· διὸ καὶ ἔκρυψεν, οὐδὲν ἡγούμενος ἐλαττοῦσθαι ἀπὸ τούτου. διὰ τοῦτο,

253
οὐκ εἶπεν, οὐχ ἥρπασεν, ἀλλ’ οὐχ ἁρπαγμὸν ἡγήσατο. οὐχ εἶχεν τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν δεδομένην καὶ νόμιμον καὶ ἐν ἀσφαλείᾳ· διὸ οὐ παρῃτεῖτο καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆμα. ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα· ὁ δὲ βασιλεὺς μετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας· διατί ; ὅτι οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. οὐχ ὡς ἁρπάσας οὖν οὐχ ἀπετίθετο· ἀλλ’ ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι συναμένην· ἔκρυψε τοῦτο τὸ εἶναι ἴσα Θεῷ· οὐχ ὡς ἁρπαγμὸν ἀλλὰ φυσικόν· διὸ καὶ “ ἐκένωσεν ἑαυτόν.” ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη; ὅτι ὑπετάγη; ἑαυτὸν, φησὶν ἐκένωσεν· ἑαυτὸν ἐταπείνωσεν, ὑπήκοος γενόμενος μέχρι θανάτου. πῶς ἐκένωσεν; “ “ φὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή- “ ματι εὑρεθεὶς ὡς ἄνθρωπος·” ἐνταῦθα πρὸς τὸ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπεν τὸ “ ἑαυτὸν ἐκένωσεν·” ἐπεὶ εἰ ὑπετάγη, οὐ δὴ ταπεινοφροσύνης ἦν τὸ πρᾶγμα· εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ’ ἑαυτοῦ. ἢ γὰρ οὐκ ᾔδει ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ἔσται ἀτελής· ἢ εἰδὼς περιέμενεν τὸν καιρὸν τοῦ πράγματος· καὶ ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ἐπιταγὴν ὑπέμενεν; ἵνα δείξῃ τὴν ὑπεροχήν· τοῦτο οὐ Πατέρος ἐστὶ δεῖξαι ὑπεροχὴν, ἀλλ’ οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατέρος ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατέρος· χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστιν τῷ παιδί· οὐ γὰρ ἱκανὴ αὑτὴ ἡ τιμὴ παρὰ τοῦ Πατέρος εἰς τὸν Υἰόν.

Τί οὖν φησὶν οἱ αἱρετικοί; ἰδοὺ φησὶν, οὐχ ἐγένετο ἄνθρωπος. οἱ Μαρκίωνος λέγω· ἀλλὰ τι ; ἐν ὁμοιώματι, φησὶν, πῶς δέ ἐστιν ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι ; σκίαν περιβαλόμενον· οὐκ οὖν εἴδωλον τοῦτό ἐστιν, καὶ οὐκέτι ἀνθρώπου ὁμοίωμα, ἄνθρωπος ἕτερος· τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, “ ὁ λόγος σὰρξ “ ἐγένετο;” ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μακάριος ἀλλαχοῦ· “ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.” “ καὶ σχήματι εὑρεθεὶς “ ἄνθρωπος·” ἰδοὺ φησὶν καὶ σχήματι καὶ ὡς ἄνθρωπος· τοῦτο δὲ ἔστιν ἄνθρωπος ἀληθῶς τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τῷ σχήματι εἶναι ἄνθρωπον. τὸ γὰρ σχήματι εἶναι ἄνθρωπον οὐκ ἔστιν ἄνθρωπον εἶναι. ὁρᾶτε μεθ’ ὅσης ἐγὼ εὐγνωμοσύνης τὰ παρὰ τῶν

254
ἐχθρῶν τίθημι ; ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη αὕτη ἔστιν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι μὴ ἀποκρύπτωμεν· τοῦτο γὰρ ἀπάτη ἐστὶ μᾶλλον, ἣ νίκη. τι οὑν φασι ; πάλιν αὐτὰ ἀναλάβωμεν· τὸ σχήματι οὐκ ἔστι φύσει· καὶ τὸ ὡς ἄνθρωπον εἶναι, οὐκ ἔστιν ἄνθρωπον εἶναι· καὶ τὸ ἐν ὁμοιώματι ἀνθρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι· τί οὐν ; ἄρα καὶ τὸ μορφὴν δούλου λαβεῖν, οὐκ ἔστι μορφὴν δούλου λαβεῖν ; οὐκοῦν μάχη ἐνταῦθα· καὶ διατὶ μὴ ἐκεῖνο σὺ πρότερος λύεις ; ὥσπερ γὰρ ταῦτα νομίζεις ἡμῖν ἀντικεῖσθαι· οὕτως καὶ ἡμεῖς φαμὲν ἐκεῖνο σοὶ ἀντικεῖσθαι· οὐ γὰρ εἶπεν ὡς μορφὴ δούλου, οὐδὲ ἐν σχήματι μορφῆς δούλου· ἀλλὰ μορφὴν δούλου ἔλαβε· τί οὖν ἔστι ; καὶ γὰρ μάχη ἐστίν. οὐδὲ μία μάχη· μὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέλαστος. μορφὴν δούλου, φησὶν, ἔλαβεν, ὅτε τὸ λέντιον περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· τοῦτο μορφὴ δούλου ἐστίν. ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴ δούλου, ἀλλ’ ἔργον δούλου· ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ μορφὴν δούλου λαβεῖν· διατί γὰρ οὐκ εἶπεν ὅτι ἔργον ἐποίησε δούλου, ὡς σαφέστερον ἦν· οὐδαμοῦ δὲ ἐν τῇ γραφῇ μορφὴ ἀντὶ ἔργου εἴρηται· πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύσεως ἔστι, τὸ δὲ ἐνεργείας· καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν ἀντὶ ἔργου λέγοντες λαμβάνομεν.

Άλλως δὲ, οὐδὲ τὸ ἔργον ἔλαβε κατ’ ἐκείνους, οὐδὲ διεζώσατο· εἰ γὰρ φαντασία τὸ πρᾶγμα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν ; εἰ μὴ ὀσφῦν εἶχε, πῶς λέντιον περιεζώσατο ; ἔλαβε γὰρ τὰ ἱμάτια αὐτοῦ φησίν· ὥστε οὐδὲ τὸ ἔργον ἐνταῦθα εὑρίσκεται γεγονός· ἀλλὰ πάντη a ἐστὶ μόνον· οὐδὲ ἔνιψε τοὺς μαθητάς· εἰ γὰρ ἡ ἀσώματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν· τίς οὖν τοὺς μαθητὰς ἔνιψε ; τί οὖν πρὸς, Παῦλον τὸν Σαμωσατέα; τί γὰρ ἐκεῖνος φησὶ καὶ αὐτός ; τὸ αὐτό· ἀλλ’ οὐκ ἔστι τοῦτο κένωσις τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι τοὺς ὁμοδούλους· ἃ γὰρ πρὸς Ἀρειανοὺς εἴπαμεν, ταῦτα καὶ πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ’ ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ οὗτοι κἀκεῖνοι πτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ φασί.

255
τί οὖν ἐροῦμεν πρὸς αὐτοὺς ; εἰ ἄνθρωπος ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός· τὸ μὲν γὰρ Θεὸν ὄντα, ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, κένωσις ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποῖα ταπείνωσις; ποῦ δὲ μορφὴ Θεοῦ ἔργον Θεοῦ λέγεται ; εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται μορφὴ Θεοῦ, διατί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ ποιοῦμεν ; μείζονα γὰρ αὐτοῦ εἰργάσατο· διατί μὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι μορφὴν Θεοῦ εἶχε ; διατὶ μὴ καὶ παρ’ ἑαυτοῦ τὸ παράδειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ, καὶ μηδὲ παραιτησάμενος λέγειν, “ οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν· ἀλλ’ ἢ Ἰησοῦν “ Χριστὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ;” γέλως ταῦτα καὶ φλυαρία· πῶς ἐκένωσεν ἑαυτὸν εἶπε, καὶ τι ἡ κένωσις τί ἡ ταπείνωσις ; ἣ ἐπειδὴ θαύματα εἰργάσατο, τοῦτο ἐποίησε καὶ Παῦλος καὶ Πέτρος· ὥστε τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον.

Τί οὖν ἐστιν “ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος ; πολλὰ εἶχεν ἡμέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, ἁμαρτίαν οὐκ ἐποίησε· ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων· οὐκ ἦν τὸ φαινόμενον, ἀλλὰ καὶ θεότης ἡνωμένη σαρκί· ἐφαίνετο γὰρ ἄνθρωπος· οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅμοιος. τὴν γὰρ σάρκα, ὅμοιος ἦν· ψιλὸς δὲ ἄνθρωπος οὐκ ἦν· διὰ τοῦτο φησὶν, “ ἐν ὁμοιώματι ἀνθρώπων·” ἐν ἡμῖν μὲν γὰρ ψυχὴ καὶ σῶμα, ἐν δὲ ἐκείνῳ, Θεὸς καὶ ψυχ,ὴ καὶ σῶμα. διὰ τοῦτό φησι μὲν “ “ ματι,” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐκένωσεν ἑαυτὸν, μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν, ἢ καὶ ἀφανισμὸν τινὰ, μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ σὰρξ γενόμενος, ἔμεινε Θεὸς Λόγος ὤν· ὥστε κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ· καὶ διὰ τοῦτο φησὶν “ ἐν σχήματι.” οὐχ ἡ φύσις μετέπεσεν, οὐ δὲ σύγχυσις τίς ἐγένετο, ἀλλὰ σχῆμα περιέθετο· εἰπὼν γὰρ ὅτι μορφὴν δούλου ἔλαβεν, ἐθάρρησε λοιπὸν καὶ ταῦτα εἰπεῖν, ὡς ἐκείνου πάντα ἐπιστομίζοντος· ἐπεὶ καὶ ὅταν λέγῃ “ ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας,” οὐ τοῦτο φησὶν, ὅτι σάρκα οὐκ εἶχεν· ἀλλ’ ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ’ ὁμοία ἦν τῇ ἁμαρτωλῇ. κατὰ τί ὁμοία ; κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλῆς σαρκός. ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον, διὰ τὸ μὴ πάντα εἶναι ἴσον· οὕτως καὶ ἐνταῦθα ὁμοίωμα, διὰ τὸ μὴ πάντα εἶναι· οἷον τὸ μὴ ἐκ συνουσίας, τὸ χωρὶς

256
ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. καλῶς εἶπεν “ ὡς ἄνθρωπος·” οὐ γὰρ ἦν εἷς τῶν πολλῶν· οὐ γὰρ εἰς ἄνθρωπον μετέπεσεν ὁ Θεὸς Λόγος· οὐδὲ ἡ οὐσία μετεβλήθη, ἀλλ’ ὡς ἄνθρωπος ἐφάνη· οὐ φαντασιοκοπῶν ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην.

Ὅταν οὖν εἴπῃ ὡς ἄνθρωπος, τοῦτο φησὶν, ἐπεὶ καὶ ἀλλαχοῦ οὐ φησὶν αὐτὸν ὡς ἄνθρωπον, ὅταν λέγῃ· “ εἷς Θεὸς, εἷς καὶ μεσίτης, ἄνθρωπος Χριστὸς Ιησοῦς·” εἴρηται καὶ τὰ περὶ τούτους· καὶ πρὸς τοὺς μὴ λέγοντας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν. εἰ ἡ μορφὴ τοῦ Θεοῦ, τέλειος Θεός· καὶ ἡ μορφὴ τοῦ δούλου, τέλειος δοῦλος· πάλιν πρὸς Ἀρειανοὺς ἐνταῦθα· οὐδαμοῦ τὸ ἐγένετο, οὐδαμοῦ τὸ ἔλαβεν· “ ἀλλ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων,” φησὶν “ οὐχ ἀρπαρμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος τὸ “ ἔλαβεν” καὶ “ ἐγένετο·” τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχεν. μὴ συγχέωμεν· ἀλλὰ μηδὲ διϊστῶμεν· εἷς Θεὸς, εἷς Χριστὸς Ἰησοῦς Υἱὸς Θεοῦ· τὸ δὲ εἷς, ὅταν λέγω, ἕνωσιν λέγω· οὐ σύγχυσιν τῆς φύσεως ταύτης ἐκείνην μεταπεσούσης ἀλλ’ ἡνωμένης.

Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου· θανάτου δὲ σταυροῦ.

Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν ἑκὼν, οὐκ ἴσος ἦν τῷ ᾧ ὑπήκουσεν. οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ᾧ ἀγνώμονες καὶ ἀνόνητοι· ἐπεὶ καὶ φίλοις ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ποιεῖ. ὡς Υἱὸς Πατέρι ὑπήκουσεν· καὶ οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσών· ἀλλὰ τοῦτο αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμὴ· ἐτίμησεν τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν ἀτιμάσῃς, ἀλλ’ ἵνα μᾶλλον θαυμάσῃς· ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι· οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν· ὅσον εἶχεν ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίρροπον· ὥσπερ πάντων ἐστὶ μείζων καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν· οὐκ ἀναγκασθεὶς οὐδὲ ἄκων, ἀλλὰ καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἣ οὐκ ἔχω πῶς εἴπω· βαβαῖ, μέγα καὶ τὸ δοῦλον γενέσθαι καὶ σφόδρα ἄρρητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι πάλιν πολλῷ πλεόν. ἔστιν καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον. διατί ; ὅτι

257
οὐχ ἅπας θάνατος ὅμοιος· οὗτος γὰρ ὁ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει· οὗτος ὁ αἰσχύνης γέμων, οὗτος ὁ ἐπάρατος· “ “ κατάρατος γὰρ,” φησὶν, “ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.” τοῦτο καὶ Ἰουδαῖοι τούτω ἐσπούδασαν αὐτὸν ἀνελεῖν ὥστε καὶ ἐπονείδιστον ἐργάσασθαι· ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι μηδεὶς ἀπέχηται αὐτοῦ, ἀλλά γε τῷ οὕτως ἀναιρεθῆναι. διὰ τοῦτο καὶ λῃστὰς δύο μεταξὺ αὐτοῦ ἐσταύρωσαν, ἵνα κοινωνήσῃ τῆς δόξης αὐτοῖς καὶ πληρωθῇ τὸ εἰρημένον, “ καὶ μετὰ ἀνόμων ἐλογίσθη·” ἀλλὰ τοσούτῳ μᾶλλον ἡ ἀλήθεια λάμπει· ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα, διαλάμπει δὲ, τοσούτῳ μεῖζον δείκνυται· οὐ γὰρ τῷ ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτότερον· οὕτως δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετεβάλετο· ὅτι καὶ ἐν σταυρῷ ὄντες ὠνείδιζον αὐτῷ· καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν κατεῖχεν αὐτῶν τὴν μανίαν· ὅπερ οὖν καὶ εἷς τῷ ἑνὶ εἶπεν· “ οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν;” διὸ φησιν “ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχα- “ ρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι “ Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ.”

Οταν τῆς σαρκὸς ἐπιλάθηται ὁ μακάριος Παῦλος πάντα λοιπὸν τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται· ἕως μὲν γὰρ οὐκ ἔλεγεν ὅτι μορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο· ὅρα πῶς ὑψηλῶς λέγων κατὰ δύναμιν, κατὰ γὰρ τὴν ἀξίαν οὐ φθέγγεται τὴν αὐτοῦ, οὐδὲ γὰρ δύναται· “ ἐν μορφῇ,’’ φησὶ, “ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·’’ ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησε, λοιπὸν ἀδέως τὰ ταπεινὰ φθέγγεται, θαρρῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτὰ δεχομένης.

Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.

258

Eἴπωμεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ μὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν ; ὡς πλέον τί δεδωκώς ; οὐκ οὖν ἀτελὴς ἦν. καὶ δι’ ἡμᾶς ἐτιμήθη· καὶ εἰ μὴ ἡμᾶς εὐεργέτησεν, οὐκ ἃν ἔτυχε τῆς τιμῆς. " καὶ ἐχα- “ ρίσατο αὐτῷ φησὶν ὄνομα· ἰδοὺ οὐδὲ ὄνομα ἔχει κἀς ὑμᾶς πῶς δὲ εἰ ὀφειλὴν ἔλαβεν, εὑρίσκεται ἐνταῦθα χάριτι καὶ δωρεᾷ λαβὼν καὶ τὸ ὄνομα καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ; ποῖον δὲ ἴ’ δῶμεν καὶ τὸ ὄνομα; “ ἵνα ἐν τῷ ὀνόματι Ἱησοῦ Χριστοῦ πᾶν γόνυ “ κάμψῃ·” ὄνομα αὐτοὶ τὴν δόξαν λέγουσιν. αὕτη οὖν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστι δόξα δὲ ὅλως ἐστὶ τὸ προσκυνεῖν αὐτῷ πόρρω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος ὑμεῖς, οἱ νομίζοντες εἰδέναι ’τον Θέον ὡς αὐτὸς οἱδεν ἑαυτὸν καὶ ἄπο τούτου μὲν δῆλον ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ ἐκ τούτου· αὕτη δόξα ἐστιν εἰπέ μοι ; οὐκ οὖν πρὶν ἣ τοὺς ἀνθρώπους γενέ- σθαι, πρὶν ἣ τοὺς ἀγγέλους, πρὶν ἣ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν δόξῃ, εἴγε ἀυτὴ έστὶ μὴ δόξα ὴ ὺπὲρ πᾶσαν τὴν δόξαν τοῦτο γὰρ έστί ἄν ὄνομα· εἰ καὶ ἐν δόξῃ ἢν, ἀλλ’ ἐν ἐλάττονι ταύτης. οὐκ οὖν τὰ ὄντα διὰ τοῦτο ἐποίησεν, ἵνα ἐν δόξῃ γένηται ’, καὶ οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ’ ἡμῶν δόξης. ὁρᾶτε τὴν ἄνοιαν ; ἃν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγεν, ἔχει λόγον εἰκότα· ἀνέχεται γὰρ ὁ Θεὸς Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονομίαν τὸ πὰν ἵσταται.

Τί δέ ἐστιν “ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ;" τουτέστιν ὁ κόσμος πᾶς, καὶ ἄγγελοι καὶ ἄνθρωποι, καὶ δαίμονες· ἣ ὅτι καὶ οἱ δίκαιοι, καὶ οἱ ζῶντες καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.

Τουτέστιν ἵνα πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός· ὁρᾷς πανταχοῦ ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόσοξαζόμενόν ; οὕτω καὶ ὅταν ἀτιμάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται. εἰ γὰρ ἐφ’ ἡμῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδ̀οὲν, ἐπ’ αὐτὸν διαβαίνει καὶ ἡ τιμὴ καὶ ἡ ὕβρις· ἃν γὰρ ἡ οἰκουμένη

259
ὑποταγῇ τῷ Υἱῷ, φησὶν, τοῦτο τοῦ Πατρὸς ἐστι δόξα. οὐκ οὖν καὶ ὅταν λέγωμεν ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρὸς, ὅτι τοιοῦτον ἐγέννησε· τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα καὶ τῆς ἀγαθότη- τος καὶ τῆς σοφίας· ὅτι οὐδὲν ἐλαττοῦται κατὰ τὴν σοφίαν· ὅταν εἴπω ὅτι σοφός ἐστιν ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων ὁ Τίός, τοῦτο τῆς τοῦ Πατρὸς σοφίας τεκμήριον. ὅταν εἴπω, ὅτι δυνατός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάμεως αὐτοῦ τεκμήριον. ὅταν εἴπω ὅτι ἀγαθός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο δεῖγμα τῆς ἀγαθότητος αὐτοῦ μέγιστον· ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν αὐτοῦ ἀποδέοντα. ὅταν εἴπω ἐλάττονα κάτα τὴν οὐσίαν, ἀλλ’ ἴσον οὐδὲ ἑτέρας οὐσίας· καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι τὸν Υἰόν. ὥστε ὅσα ἃν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει· εἰ γὰρ τὸ εὐτελὲς τοῦτο καὶ μικρὸν, μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν, τὸ τὴν οἰκουμένην αὐτῷ προσκυνῆσαι, εἰς δόξαν Θεοῦ γίνεται· πόσῳ μᾶλλον τὰ ἄλλα πάντα.

(Σευηριανόσ.) Ἁλλος φησὶν, " καὶ σχήματι εὑρεθεὶς ὡς ἄν- Θρωπος" τὸ “ούχ ὸμοιώσεώς ἀλλ’ ἐπιτάσεως οἶον ἐστι τὸ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ. καὶ ὡς ἀγάπησα “ τὸν νόμον σου Κύριε·” ἀντὶ τοῦ πάνυ ἀγάπησα.

(Θεόδωποσ.) Καὶ ἄλλος δὲ φησὶν, κένωσιν ἡ θεία γραφὴ φησιν τὸ μηδὲν ὡς τυ κεκένωται ὴ πίστις, ἀντὶ του οὐδὲν ἀπέφανται· καὶ “ κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν,” ἀντὶ τοῦ οὐδὲν καὶ εἰκαῖον· τὸ οὖν “ ἑαυτὸν ἐκένωσεν." ἀντὶ τοῦ οὐκ ἔδειξεν ἑαυτόν· μορφὴν γὰρ δούλου λαβὼν τὴν ἀξίαν ἐκείνην ἀπέκρυψεν· τοῦτο τοῖς ὁρῶσιν εἶναι νομιζόμενος, ὅπερ ἐφαίνετο. 2 Ὤστε ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε. τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησεν. καὶ θέα πῶς συνετῶς· “ ὥστε ἀγαπητοί μου,” φησὶν, οὐκ εἶπεν ἁπλῶς ὅτι ὑπακούετε· ἀλλὰ πρότερον ἐπαινέσας, καὶ εἰπὼν “ πάντοτε ὑπη-

260
“ κούσατε·” τουτέστιν μιμεῖσθαι παρακαλῶ, οὐχ ἑτέρους ἀλλ’ ὑμὰς αὐτοὺς.

Μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῆ ἀπουσίᾳ μου.

Ὅτε μὲν ἴσως ἐδοκεῖτε διὰ τὴν εἰς ἐμὲ τιμὴν καὶ τὴν αἰδῶ πάντα ποιεῖν· νυνὶ δὲ οὐκέτι· ἐὰν οὖν δεχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυτε ὅτι καὶ τότε οὐ δι’ ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν.

Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν

Οὐ γὰρ ἔνι τὸν χωρὶς φόβου ζῶντα γενναῖόν τι καὶ θαυμαστὸν ἐπιδείξασθαι. καὶ οὐχ ἅπλως εἶπεν φόβου, ἀλλὰ καὶ τρόμου· ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου. τοῦτον εἶχεν τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγεν, “ φοβοῦμαι μὴ πῶς ἄλλοις κηρύξας, αὐτὸς ἀδό- “ κιμος γένωμαι·” εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πολλῷ μᾶλλον τὰ πνευματικά. καὶ οὐκ εἶπεν ἐργάζεσθε, ἀλλὰ “ κατεργάζεσθε·’’ τουτέστιν μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς ἐπιμελείας.

Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.

Μῆ φόβου, φησὶν, ὅτι εἶπον “ μετὰ φόβου καὶ τρόμου·” οὐ διὰ τοῦτο εἶπον ἵνα ἀπαγορεύῃς· ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ’ ἵνα προσέχῃς· ἵνα μὴ διαχέῃς σαυτόν. ἃν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάζεται· εἰ τὸ θέλειν ἡμῖν αὐτὸς, φησὶν, ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύεις ; εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιήσει, εἰκῆ ἡμῖν λέγεις ὅτι ὑπηκούσατε· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. οὐ διὰ τοῦτο εἶπον· αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν· ἀλλ’ ἐκλῦσαι τὴν ἀγωνίαν ὑμῖν βουλόμενος· ἃν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν· μὴ φοβηθῇς, οὐδὲν κάμνεις· καὶ προθυμίαν αὐτὸς ἡμῖν δι’ δῶσι καὶ ἐργασίαν· ὅταν γὰρ θελήσωμεν, αὔξει τόθ’ ἑλεῖν ἡμῶν λοιπόν. οἷον βούλομαι ἀγαθότητι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ ἀγαθόν· ἐνήργησεν δι’ αὐτοῦ καὶ τὸ θέλειν. ἣ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν· ὥσπερ ὅταν κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγει· ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ’ ἀφίησιν ἐν ἡμῖν τὸ αὐτεξούσιον· οὕτως

261
ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλὰ δείκνυσιν ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. ἔδωκας ἐλεημοσύνην, μᾶλλον προετράπης δοῦναι· οὐκ ἔδωκας, μᾶλλον ἐνήργησας· ἐσωφρόνησας μιὰν ἡμέραν, ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν· ἐραθύμησας, ἐπέτεινας τὴν ῥαθυμίαν. “ ὑπὲρ τῆς εὐδοκίας” φησὶν, τουτέστιν διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται· ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ γένηται. ἐνταῦθα δείκνυσιν ὅτι πάντως ἐνεργεῖ· θέλει γὰρ ὑμᾶς ὡς αὐτὸς βούλεται, ζῆν. εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως ἐνεργήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῆν· ὁρᾷς πῶς οὐκ ἀφῄρηται τὸ αὐτεξούσιον;

Πάντα ποιεῖτε χωρὶς γογγυσμοῦ καὶ διαλογισμῶν.

Τί δή ποτε ἐπὶ μὲν τῶν Κορινθίων τοῦτο τὸ πάθος ἀναιρῶν ἐμνημόνευσε καὶ τῶν Ἰσραηλιτῶν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον εἶπεν, ἀλλ’ ἁπλῶς ἐπέταξεν ; ὅτι ἐκεῖ γενόμενον ἦν τοῦτο· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς. ἐνταῦθα δὲ ὥστε μὴ γενέσθαι παραινεῖ, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται. τι δέ ἐστι “ χωρὶς διαλογισμῶν;” ἀντὶ τοῦ προθύμως καὶ σπουδαίως· μὴ διαλογίζεσθε φησὶν, ἄρα καλὸν, ἄρα οὐ καλόν· κἂν πόνος ᾖ, κἂν κάματος, κὰν ὁτιοῦν·

Ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι. Τουτέστιν ἄληπτοι, εἰλικρινεῖς· οὐ μικρὰν γὰρ προσάγει κηλῖδα ὁ γογγυσμός.

Τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης.

Οἶδα, φησὶν, ὅτι πολλοὶ ἀναγκάζουσιν ὑμᾶς γογγύζειν· τοῦτο γὰρ ἠνίξατο εἰπὼν “ ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, τὸ καὶ παρακνιζόμενον μηδὲν πάσχειν τοιοῦτον· καὶ γὰρ οἱ ἀστέρες ἐν νυκτὶ λάμπουσιν, ἐν σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται.

Ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες.

262

Tουτέστιν μέλλοντες ζήσεσθαι τῶν σωζομένων ὄντες. ὁρᾷς πῶς εὐθέως τίθησι τὰ ἔπαθλα ; “ οἱ φωστῆρες,’’ φησὶν, “ λόγον φω- “ τὸς ἔχουσιν·” ὑμεῖς λόγον ζωῆς· τί ἐστι “ λόγον ζωῆς ;" τουτ- ἐστιν σπέρμα ζωῆς ἔχοντες· τουτέστιν ἐνέχυρα ζωῆς ἔχοντες· ἄρα οτυν οἱ πολλοὶ πάντες νεκροί· τοῦτο γὰρ ἐδήλωσεν· ἣ γὰρ ἃν καὶ πολλοὶ λόγον ζωῆς ἐπεῖχον.

(ΣΕΥBΡ1ΛΝΏΣ.) Ἄλλος φησὶν, ἀντὶ τοῦ προσέχοντες τῷ λόγῳ τῆς ζωῆς· καὶ τῷ Τιμοθέῳ δὲ γράφει· " ἔπεχε σεαυτῷ·” ἀντὶ του πρόσεχε σεαυτῷ·

Εἰς καύχημα ἐμοὶ, εἰς ἡμέραν Χριστοῦ. Καὶ ἐγὼ κοινωνῶ, φησὶν, τῶν ὑμετέρων ἀγαθῶν· τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν· ποῖον καύχημα, ὦτ’ μακάριε Παῦλε ; μαστίζῃ, ὑβρίζῃ, ἐλαύνῃ δι’ ἡμᾶς· διὰ τοῦτο φησὶν,

Εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ ἐς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα. ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῆ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω 18πᾶσιν ὑμῖν· τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.

“ Ἄλλ εἰ σπένδομαι, φησὶν, οὐκ εἶπεν εἰ καὶ ἀποθνήσκω, ὥσπερ οὐδὲ Τιμοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων· ** ἐγὼ γὰρ ἤδη σπένδομαι·’’ καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ κελεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον· ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. ᾧ μακαρίας ψυχῆς· θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτήν· πολλῷ γὰρ βέλτιον τοῦ βοῦς προσενεγκεῖν, τὸ ψυχὴν προσενεγκεῖν· ἂν τοίνυν ἐπὶ τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν τὸν θάνατον τὸν ἐμὸν χαίρω· συγχάρητέ μοι καὶ ὑμεῖς χαίροντι ἑαυτὼ.

ἌΛΛο: φησίν· οὕτω, φησὶν, ἐν μέσῳ τῶν ἀνθρώπων, οτͅς περὶ τὰ χείρονα κάταγε τὸ πλεῖστον ἡ σπουδὴ, φανήσεσθε ἄμεμπτ οἱ ^ καὶ οἵους πρέπει φαίνεσθαι τοὺς ἐν υἱῶν τάξει γεγονότας, ὡς διαλάμ- πειν ὑμᾶς ἐν αὐτοῖς φωστήρων δίκην κατὰ τὴν ἀρετὴν, ἀπεκδε- χομένους τὴν αἰώνιον ζωὴν ἐν τῇ μελλούσῃ ἡμέρᾳ· ἀφ’ οὗ δὴ καὶ ἐμοὶ τὸ καυχᾶσθαι ὡς εἰκὸς προσγενήσεται· καὶ δεικνὺς ὡς πολ-

263
Λὴν καὶ αὐτῷ παρέξει τὴν παρρησίαν ἡ ἐν τοῖς βελτίοσιν ἐκείνων προκοπή· “ ὅτι οὐκ εἰς κενὸν ἐκοπίασα·’’ ὑμῶν γὰρ, φησὶν, ἐπιμελομένων ἀρετῆς, καὶ αὐτὸς ἐλπίδι τοῦ καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐφ’ ὑμῖν εὐφρανθήσεσθαι, εἰδὼς ὅτι οὐ μάτην ὑπὲρ ὑμῶν ἐκοπίασα· ἀλλὰ γὰρ εἰκότως ἅπαντα ὑπομένω, κἂν εἰ τὸν ὑπὲρ ὑμῶν ἑλοίμην θάνατον· ὑμῶν μὲν ὥσπερ τινα θυσίαν τὴν πίστιν τῷ Θεῷ προσκομιζόντων, ἐμοῦ δὲ δίκην σπονδῆς ἐπιχεόντος ὑμῖν τὸ οἰκεῖον αἷμα· καλῶς δὲ “ τὸ δ’ αὐτὸ καὶ ὑμεῖς·” ἀντὶ τοῦ δίκαιον καὶ ὑμᾶς δι’ ὧν πράττετε, κοινωνοῦντάς μοι φαίνεσθαι τῆς χαρὰς.

Περὶ Τιμοθέου καὶ Ἐπαφροδίτου οὓς ἀπέστειλε πρὸς αὐτούς. Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν.

Ωσπερ ὑμᾶς, φησὶν, ἀνεστησάμην, ταῦτα ἀκούσαντας ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατησχύνθησαν ἐκεῖνοι, ὅτι δι’ ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων ηὔφραναν, οὕτω βούλομαι καὶ τὸ κατ’ ὑμᾶς μαθεῖν, “ ἵνα κἀγὼ εὐψυχῶ, τοὺς τὰ πέρι ὑμῶ δείκνυσιν ὅτι χαίρειν ἐκείνους ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τούτοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ “ ἵνα κἀγὼ εὐψυχῶ,” τουτέστιν ὥσπερ ὑμεῖς· ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ’ αὐτούς· οὐ γὰρ δὴ τῷ Πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο, ἵνα σπουδαιότεροι γίνοιντο, προσδοκῶντες μὴ λανθάνειν· ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς Τιμόθεον πέμπων.

Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει.

Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶν, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι· ὁ φιλῶν ὑμᾶς, φησὶν, μετ’ ἐμοῦ Τιμόθεός ἐστιν· ἐνῆν μὲν καὶ ἄλλους πέμψαι, ἀλλ’ οὐδεὶς τοιοῦτός ἐστιν. ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους ὁμοίως

264
αὐτῷ φιλεῖν. οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστιν τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι· τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. τί δήποτ’ οὖν ἀποδύρεται ταῦτα ; παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν· ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ τοῦ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ. δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον.

Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἃν ἀπίδω τὰ περὶ ἐμὲ πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ἐγὼ ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου.

Παρατίθεται δὲ τὸν Τιμόθεον ἐνταῦθα εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι τιμῆς παρ’ αὐτῶν· τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ λέγων, “ μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ “ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ·” οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτόν· “ ὡς ἃν ἀπίδω,” φησὶ, “ τὰ περὶ ἐμὲ “ ἐξ αὐτῆς·” τουτέστιν ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ’ ἐμέ· οὐ διὰ τοῦτο δὲ αὐτὸν πέμπω, ὡς μὴ ἐλευσόμενος· ἀλλ’ ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνῳ ἐν ἀγνοίᾳ. “ πέποιθα “ δὲ ἐν Κυρίῳ·” ὄρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ· τουτέστιν Θεὸς βούληται· τῷ δὲ εἰπεῖν αὐτὸν “ συστραιώτην,” δεικνύντος ἐστὶν τὴν πολλὴν αὐτοῦ κοινωνίαν ἐν τοῖς κινδύνοις· τὸ γὰρ συστρατιώτην πλέον ἐστὶ τοῦ συνεργόν· ἴσως γάρ τις ἐν ψιλοῖς γράμμασι συνήργησεν, ἀλλ’ ἐν πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν “ συστρατιώτην,” καὶ τοῦτο Ὑμῖν δὲ Τουτέστιν ὑμέτερα ὑμῖν χαρίζομαι· ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν· ἣ τὸν ὑμᾶς διδάσκοντα. Καὶ λειτουργὸν τῆς χρείας μου.

Ἵνα εἴπῃ, δι’ οὗ μοι τὰ περὶ τὴν χρείαν ἀπετείλατε· δὲ καὶ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι λέγων,

265
Ἑπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς ἰδεῖν καὶ διότι ἠκούσατε ὅτι ἠσθένησεν. καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτου· ἀλλ’ ὁ Θεὸς ἠλέησεν αὐτόν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ ἵνα μὴ λύπην ἐπὶ λύπη σχῶ.

Δείκνυσιν ἐνταῦθα ὅτι καὶ αὐτὸς οἶδε πῶς ἀγαπᾶται παρ’ ὑμῶν· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν· ἐπίστασθε πῶς ἠσθένησε, φησὶν, καὶ ἤλγει· διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς, καὶ τῆς λύπης ὑμᾶς ἀπήλλαξεν ἢν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ. ἐνταῦθα καὶ ἄλλο κατασκευάζει ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, ἀλλ’ οὐ διὰ ῥαθυμίαν· ἀλλὰ τὸν μὲν Τιμόθεον, διὰ τὸ μηδένα ἔχειν, κατεῖχεν· οὐκ εἶχον γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἑπαφρόδιτον διὰ τὴν ἀσθένειαν. εἶτα δεικνὺς ὅτι μακρὰ αὕτη, γέγονε φησὶν, “ ἠσθένησε “παραπλήσιον θανάτου.” ὁρᾷς ὅσην ὁ Παῦλος ποιεῖται σπουδὴν ὑπὲρ τοῦ πάσης ῥαθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας· καὶ μὴ ὑποπτευθῆναι ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν· “ ὅτι “ σατε’’ φησὶν, “ ὅτι ἠσθένησεν· καὶ γὰρ ἠσθένησεν παραπλήσιον “ θανάτου·’’ καὶ ὅτι οὐ προφασίζομαι ἀκούσατε· “ ἀλλ’ ὁ “ αὐτὸν ἠλέησε.’’ τί λέγεις, ὦ αἱρετικὲ, ἐνταῦθα ; ἔλεον φασὶν τοῦ Θεοῦ εἶναι· τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν· καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος τοῦτο ἐστὶ τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. πρὸς δὲ τὸν Χριστιανὸν ἐροῦμεν λέγοντα ἴσως, εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ κρεῖσσον, τίνος ἕνεκεν φησὶν αὐτὸν ἠλεῆσθαι ; ἐγὼ δέ σε ἐρήσομαι· τίνος ἕνεκεν αὐτὸς φησὶν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι πρὸς ὑμᾶς ; ὥσπερ γὰρ αὐτὸ ἀναγκαῖον ἦν· οὕτω καὶ τοῦτο μετὰ πλειόνος πλούτου καὶ μείζονος παρρησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι· τὰ δὲ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον· ἄλλως δὲ καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή. ἐπεὶ εἰ μὴ καλὸν, διατὶ ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους, ὅταν λέγῃ, “ διὰ “ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι, κεκοιμῶνται ἱκανοί.”

266
“ ἵνα μὴ λύπην” Φησὶν “ ἐπὶ λύπην σχῶ·” τὴν ἀπὸ τῆς τελευτῆς, ἐπὶ τῇ διὰ τὴν ἀρρωστίαν, γενομένην. “ δείκνυσιν ὅσων τιμᾶται τὸν Ἐπαφρόδιτον.

Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ.

Οὐκ εἶπεν ἄλυπος, ἀλλ’ “ ἀλυπότερος,” δεικνὺς ὅτι οὐδέποτε ψυχὴ αὐτοῦ λυπῆς ἦν ἐκτός. τοῦτο οὑν φησὶν, ὅτι ταύτην τὴν ἀθυμίαν—“ προσδέχεσθε οὐκ αὐτὸν ἐν Κυπίῳ,” ἤτοι σὺν Κυρίῳ· τουτέστιν πνευματικῶς, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ ἐπὶ Κυρίου· τουτέστιν τοῦ Θεοῦ θέλοντος· ἀξίως τῶν ἁγίων ὑποδέξασθε· ὥσπερ τοὺς ἁγίους προσῆκεν, μετὰ ἁπάσης χαρᾶς· καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε, ὅτι διὰ τὸ ἔργον Κυρίου μέχρι θανάτου ἴσε, παραβουλευσάμενος τῇ ψύχῃ, ἵνα πληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτουργίας· οὕτως κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλμένος τῆς Φιλιππησίων καὶ διακονήσων Παύλῳ· καὶ ἴσως τί ἀποκομίζων αὐτῷ ἐληλύθει. ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων, “ δεξά- “ μένος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν.’’ εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν· ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις καὶ ταῖς ὀργαῖς τῶν βασιλέων. ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετίχισται· ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὡς καὶ προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πράξαι ἅπερ ἐχρῆν. δύο τοίνυν τίθησιν ἀφ’ ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν ὅτι μέχρι θανάτου ἐκινδύνευσεν δι’ ἐμὲ φησίν· δεύτερον δὲ ὅτι τὸ πρόσωπον τῶν ἀποστειλάντων περιτιθέμενος, ταῦτα ἔπασχεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνου τοῖς πέμψασι λογιεῖσθαι τὸν μισθόν· καὶ οὐκ εἶπεν δι’ ἐμὲ, ἀλλ’ ἀξιοπιστότερον αὐτὸ ποιεῖ, λέγων “ διὰ τὸ ἔργον τοῦ Θεοῦ.’’ οὐδὲ γὰρ δι’ ἐμὲ ἐποίει, ἀλλὰ διὰ τὸν Θεόν.

267

Ἵνα ἀναπληρώσῃ τὸ ὑμῖν ὑστέρημα τῆς πρός με λειτουργίας.

Οὐ παρῆτε ὑμεῖς, φησὶν, ἀλλ’ ἐλειτουργήσατέ μοι δι’ ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέμψαι· τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἀνεπλήρωσεν.

Περὶ πνευματικοῦ βιοῦ τοῦ μὴ ὡς ἐν σαρκὶ, ὅ ἐστι μίμησις θανάτου Χριστοῦ.

Τὸ λοιπὸν ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ. Οὐκ ἔχετε λοιπὸν ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον δι’ ὃν ἠλγεῖτε, ἔχετε Τιμόθεον· ἔρχομαι κἀγώ. τὸ Εὐαγγέλιον ἐπιδίδωσι, τί ὑμῖν λείπει ; λοιπὸν χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ· τούτους δὲ ἀδελφούς. ὅταν μὲν γὰρ ἣ διορθοῦσθαί τι βούλεται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. καλῶς δὲ εἶπεν “ ἐν Κυ- “ ρίῳ,” οὐ κατὰ τὸν κόσμον, οὐκέτι γὰρ χαρῆναι τοῦτο. αἱ θλίψεις αὗται, φησὶν, κατὰ Κύριον ἔχουσι χαράν.

Τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. βλέπετε τοὺς κύνας.

Οτε αὐτοὺς πολλὰ ἐπῄνεσε καὶ ἐθαύμασε, τότε εἰσάγει καὶ τὴν παραίνεσιν· καὶ πάλιν δὲ ἐπαινεῖ. δοκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. τίνας δὲ φησὶν κύνας ἐνταῦθα ; ἦσαν τινὲς Ἰουδαῖοι, οὓς ἐν πάσαις ταῖς Επιστολαῖς αἰνίττεται, μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπᾶσαι, ἐκήρυττον καὶ τὸν Χριστιανισμὸν καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτο φησὶν “ βλέπετε τοὺς κύνας·” οὐκέτι γὰρ τέκνα οἱ Ἰουδαῖοι, ποτὲ ἐθνικοὶ, καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν· οὕτω καὶ οὗτοι γεγόνασι νῦν· καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ ἰταμὸν παρίστησι, καὶ τὴν πολλὴν πρὸς τὰ τέκνα διάστασιν.

268

Βλέπετε τοὺς κακοὺς ἐργάτας.

Εργάζονται μὲν φησὶν, ἀλλ’ ἐπὶ κακῷ, ὃ καὶ ἀργίας χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείμενα.

Βλέπετε τὴν κατατομήν· ἡμεῖς γὰρ ἐσμὲν ἡ περιτομή. “ Οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.” σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς. ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον τῆς περιτομῆς. ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἔλυε τὸ σάββατον· ἵνα δὲ τὸ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο περιτομή. καὶ θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· αὕτη τοῦ σαββάτου αἰδεσιμωτέρα εὑρίσκεται ἔν τισι χρόνοις μὴ παραλειφθεῖσα· ὅταν οὖν αὕτη λύεται, πολλῷ μᾶλλον τὸ σάββατον. διὰ τοῦτο οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετέδωκεν ὁ Παῦλος· ἀλλὰ τί φησὶν, ἡ περιτομὴ ἐκείνη, νῦν κατατομή ἐστι. διατί ; οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν· ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον· οὐδὲν ἄλλο ἣ σαρκὸς τομή ἐστι καὶ κατατομή. ἢ διὰ τοῦτο, ἢ ὅτι τὴν ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν, τοῦτο φησίν· καὶ κατατομὴν δὲ λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι φησὶν, παρ’ ἡμῖν ταύτην ἂν εὑρήσατε οἱ πνεύματι Θεῷ τουτέστιν οἱ πνευματικῶς λατρεύοντες. εἰπὲ γάρ μοι· τι βέλτιον, ψυχὴ ἢ σῶμα ; οὐκ οὖν καὶ ἡ περιτομὴ ἐκείνη βελτίων· μᾶλλον δὲ οὐκέτι βελτίων, ἀλλ’ αὕτη μόνη ἐστὶ περιτομή. ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προηγεῖτο· “περιτεμνεῖσθε γὰρ,” φησὶ, “ τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν· λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ. οὕτως καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἀναιρεῖ αὐτὴν λέγων, “ οὐ γὰρ ὁ ἐν τῷ φανερῷ “ Ἰουδαῖος ἐστὶν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ’ “ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος· καὶ περιτομὴ καρδίας, οὐ “ ἀλλὰ πνεύματι·” καὶ οὐκ εἶπεν, ἐν ἡμῖν γάρ ἐστι ἀλλ’ “ἡμεῖς ἐσμὲν” εἰκότως· τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος· καὶ οὐκ εἶπεν, ἐν ἐκείνοις γάρ ἐστιν ἡ κατατομὴ, ἀλλ’ αὐτοὶ λοιπὸν εἰσὶν ἐν ἀπωλεία καὶ κακία.

(Θεόδωροσ.) Ἄλλος δὲ φησὶν, ἐντεῦθεν ἄρχεται τῶν ἐκ καθάπτεσθαι, οἳ πείθειν αὐτοὺς ἐπειρῶντο κατὰ νόμον ζῇν.

269

Τῷ τὰ αὐτὰ γράφειν, οὐχ ὡς καὶ ἤδη γράψας λέγει· οὐδαμοῦ γὰρ τῆς Ἑπιστολῆς φαίνεται περὶ αὐτῶν εἰπών· ἑτέραν δὲ ὅτι γεγράφηκεν πρὸς αὐτοὺς Ἐπιστολὴν οὐδαμόθεν ἐμάθομεν· ὡς διαλεχθεὶς αὐτοῖς πολλὰ περὶ τούτων ὅτε παρῆν, τοῦτο λέγει, ὅτι ἐμοὶ περὶ ὧν ὑμῖν διελέχθην, περὶ τῶν αὐτῶν καὶ γράφειν ὄκνος οὐδεὶς, ἐπειδήπερ ἀσφάλειαν ὑμῖν ἡ συνέχεια παρέχει τῶν ῥημάτων. κύνας δὲ αὐτοὺς καλεῖ, ὡς ἀναισχύντους καὶ πολλάκις ἐλεγχθέντας, ἐφ’ οἷς οὐ καλῶς διδάσκουσιν, ἐπιμένοντας δὲ ὅλως. κακοὺς δὲ ἐργάτας, ὡς οὐ τὰ προσήκοντα διδάσκειν ἐσπουδα- κότας.

Οἱ πνεύματι Θεῷ λατρεύοντες καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.

Οἱ ἀσώματον τῷ Θεῷ τὴν λατρείαν ἀποδιδόντες, ὥσπερ οὖν προσῆκον ἐστὶν, καὶ καυχώμενοι ἐπὶ τῷ Χριστῷ τῷ τούτων ἡμῖν αἰτίῳ γεγονότι, οὐ μὴν ἐν τοῖς περὶ τὴν σάρκα τὴν εὐσέβειαν ὁριζόμενοι.

Καίπερ ἐγὼ ἔχω πεποίθησιν ἐν σαρκί.

Τί λέγει ἐνταῦθα πεποίθησιν ; καύχημα, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν· εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὣν, κατηγόρει τῆς περιτομῆς, (οὐ τῆς περιτομῆς δὲ, ἀλλὰ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων,) ἔδοξεν ἂν ὡς ἀπεστερημένος τῆς τοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκ εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορήσει ὡς οὐ μετασχών· οὐ δι’ ἄγνοιαν, ἀλλὰ δι’ ἐπίγνωσιν μάλιστα.

Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον.

Εἴ τις ἄλλος φησὶν, δεικνὺς τὴν ἀνάγκην· ὅτι δι’ ἐκείνους ἔλεγεν· εἰ πεποίθατε, φησὶν, κἀγὼ λέγω, ἐπεὶ σιωπῶ καὶ τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων τὸ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, τοῦτο κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν· “ εἴ τις δοκεῖ πεποιθέναι·” καλῶς εἶπεν “ δοκεῖ·” ἢ ὡς οὐκ ἔχοντα τοσαύτην πεποίθησιν· ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης. πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. τοῦτο οὖν φησίν· εἰ τὸ ἐπὶ

270
τούτοις μέγα φρονεῖν ἦν ἀγαθὸν, οὐδενὸς ἐλαττοῦμαι, κε τὴν ἐν τούτοις πλεονεξίαν. “ περιτομὴ ὀκταήμερος·” οὐχ ὡς ἐπὶ προσηλύτου ὕστερον γενομένη. “ ἐκ γένους Ἰσραὴλ,” οὐδὲ προσηλύτων γονέων. “ φυλῆς Βενιάμιν.” οὐκ ἐκ τῶν δέκα φυλῶν. Ἑβραῖος ἐξ “ Ἑβραίων·” ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων· ἐνῆν μὲν τοῦ Ἰσραῆλ, ἀλλ’ οὐχ “ Ἑβραῖος ἐξ Ἑβραίων·” πολλοὶ γὰρ καὶ διέφθειρον τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις κυκλούμενοι ἔθνεσιν. ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν. Κατὰ νόμον Φαρισαῖος.

Ἔρχεται λοιπὸν καὶ εἰς τὰ τῆς αὐτοῦ προαιρέσεως. ἐκεῖνα γὰρ τὰ προειρημένα ἢν ἀπροαίρετα· ἀλλ’ οὐκ ἀρκεῖ τοῦτο· ἐστὶ γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν· διὰ τοῦτο προστίθησιν,

Κατὰ ζῆλον διώκων τὴν ἐκκλησίαν.

Ἀλλ’ ἔστι ῥιψοκίνδυνον εἶναι τινὰ, ἣ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ’ οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς· ἀλλ’ οὐδὲ τοῦτο φησίν.

Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος.

Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυμίας καὶ τρόπου καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα φησὶν, ἀλλ’ ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ ; καὶ πολλῷ μείζονα· διὸ ἐπήγαγεν,

Ἀλλ᾿ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ ζημίαν.

Επιπηδῶσιν ἐνταῦθα αἱρετικοί· καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος· ἐλπίδας αὐτοῖς ὑποτίθεσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἃν ἐποίησαν ἐπὶ τῶν ἄλλων, ἐποίησαν καὶ ἐπὶ τούτων. ἐξήλειψαν τὰ γράμματα, παρῃτήσαντο τὴν γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτην βλάπτειν· ἀλλ’ ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται, οὕτω δὴ καὶ ἐνταῦθα. σκύβαλα εἴρηται ὁ νόμος φησίν· ζημία εἴρηται. λέγει οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ νόμον

271
ἐζημιώθην· ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν· αὐτὰ γὰρ τὰ εἰρημένα ὑπὲρ τοῦ νόμου ἐστὶ, καὶ πόθεν, ἐκεῖθεν δῆλον.

Προσέχωμεν δὲ ἀκριβῶς τοῖς λεγομένοις. οὐκ εἶπε ζημία ἐστὶν ὁ νόμος, ἀλλ’ ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ τοῦ κέρδους ἔλεγεν, οὐκ εἶπεν ἥγημαι· ἀλλ’ ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν ἥγημαι· ἐκεῖνο μὲν γὰρ ἦν φύσει, τοῦτο δὲ γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως· κέρδος γὰρ ἦν, ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν ἡγούμεθα· οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ’ ἐπειδὴ πολλῶ μείζων ἡ χάρις. ὥσπερ ὁ πένης ἐν λιμῷ ὦν, ἕως μὲν ἃν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσίον εὕρῃ, καὶ μὴ ἑξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν· καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· οὕτω καὶ ἐνταῦθα, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον, οὐ γάρ ἐστιν· ἀλλ᾿ ἐπειδὴ ἔνι τἀ δύο ὁμοῦ λαβεῖν, ἀλλὰ ἀνάγκη τὸ ἓν καταλιπεῖν· ζημία οὖν οὐχ ὁ νόμος ἐστίν· ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφίστασθαι τοῦ Χριστοῦ. διατὶ δὲ οὐκ ἀφίησι προσελθεῖν τῷ Χριστῷ ὁ νόμος ; καὶ μὴν εἰς τοῦτο ἐδόθη, καὶ πλήρωμα νόμου Χριστός· ἀφίησιν ἐὰν θέλωμεν. τέλος νόμου Χριστός· ὁ τῷ νόμῳ πειθόμενος αὐτὸν ἀφίησι τὸν νόμον ; ἀφίησιν ἐὰν προσέχωμεν· οὐχ ἀφίησιν, ἐὰν μὴ προσέχωμεν·

Ἀλλὰ μενοῦνγε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ημων.

Λέγω, φησὶν, τοῦτο περὶ τοῦ νόμου· οὐ καλὸν ὁ κόσμος ; οὐχὶ καλὸν ἡ παροῦσα ζωή ; ἀλλ’ ἐάν με ἀπάγῃ τοῦ Χριστοῦ, ζημίαν ταῦτα τίθεμαι· διατί ; “ διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ “ Χριστοῦ τοῦ Κυρίου μου·’’ τοῦ γὰρ ἡλίου φανέντος προσκαθῆσθαι τῷ λύχνῳ ζημία· ὥστε ἀπὸ τῆς παραβολῆς ζημία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος. ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται ; διὰ τὸ ὑπερέχον φησιν οὐ διὰ τὸ ἀλλότριον τὸ γὰρ ὑπερέχον τοῦ ὁμογενοῦς ὑπερέχει· ὥστε ἀφ’ ὣν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσιν τὴν οἰκείωσιν τῆς γνώσεως.

272

(Σευηριανοῦ.) Ἄλλος φησὶν, εἰ διὰ τὸν Χριστὸν οὐκ ἦν κακά· ἦν γὰρ κέρδη· καἰ “ ἥγημαι’’ εἶπεν· οὐ γὰρ ἦν ζημία· ἀλλὰ κατὰ παράθεσιν τῆς ὑπερβολῆς τῶν κρειττόνων ἡγεῖται ζημίαν.

(Θεόδωροσ.) Καὶ ἄλλος δὲ ὁμοίως φησίν· τὸ “ ἦν·” εἰς σύστασιν τοῦ ποτὲ κέρδους ἔχει τὴν περὶ ταῦτα σπουδήν. Δι’ ὃν τὰ πάντα ἐζημιώθην· καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω.

Θεοδώρου a. Ἐπειδὴ ἐφύβριστον ἦν τὸ σκύβαλα κάλεσαι τὰ τοῦ νόμου, μάλα ὀξέως ἐπήγαγεν, “ ἵνα Χριστὸν κερδήσω·’’ δεικνὺς ὅτι ἡ παράθεσις ἐκείνων ταῦτα τοιαῦτα εἶναι ποιεῖ· καὶ οὔπω μὲν δῆλον εἰ περὶ τοῦ νόμου φησίν· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων λέγειν· εἰπὼν γὰρ “ ἅτινά μοι ἦν κέρδη, " ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μενοῦνγε ἡγοῦ- “ μαι τὰ πάντα ζημίαν εἶναι.” καίτοι πάντα εἶπεν. εἰ δὲ βούλει καὶ τὸν νόμον, οὐδὲ οὕτως ὕβρισται· τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστίν· καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλον ἐστὶν, τὸ ἄχυρον λέγω· ἀλλ’ εἰ μὴ τὸ σκύβαλον ἦν, οὐκ ἃν ὁ νόμος ἐγένετο. οὐχ ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν. ὁρᾷς πῶς ἐπιλαμβάνεται τοῦ ἐρείσματος τοῦ Χριστοῦ πάντοθεν, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νόμον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πανταχόθεν αὐτόν.

(Σευηριανοῦ.) Καὶ ἄλλος δὲ φησὶν, τὸ σκύβαλον μέρος καλάμης· ἡ δὲ καλάμη καὶ ὁ στάχυς ποτὲ ἀπὸ σπόρου. τοῦτο οὖν τὸ σκύβαλον ποτὲ χρησιμώτατον εἰς τὸ τεχθῆναι τὸν σπόρον· ὥσπερ γὰρ ἀπὸ σπόρου ῥίζα καὶ καλάμη καὶ στάχυς, οὕτως ἀπὸ τῆς πίστεως τοῦ Ἀβραὰμ ὡσπερεὶ ἀπὸ σπόρου ἡ ἀπὸ τῶν ἐν νόμῳ· καὶ ἡ καλάμη τῶν προφητῶν καὶ ὁ στάχυς ἤδη τὸν Χριστὸν ἐν τῷ κρυπτῷ προκαταγγέλλων· ὁ δὲ τούτων θερισμὸς καὶ ὁ ἀλοητὸς ἐν τῇ πρώτῃ παρουσίᾳ τοῦ Σωτῆρος· “ οὗ τὸ πτύον ἐν τῇ χειρὶ “ καὶ διακαθαριεῖ τὴν ἅλωνα·” ὅτε λοιπὸν ἐπαύσατο μὲν ἡ καλάμη τοῦ νόμου, ὥσπερ δὲ σκύβαλον ἐχωρίσθη, περιτομὴ, σαββάτων τηρήσις, καὶ τῶν ἄλλων· καὶ καθαρὸς ὁ τῆς πίστεως σῖτος, ὁ ἐναποκεκρυμμένος τῇ προφητικῇ καλάμῃ ἀπετέθη ταῖς

273
ἀποθήκαις τοῦ κοινοῦ δεσπότου· τοῦτο οὖν τὸ τοῦ σκυβάλου ὄνομα δείκνυσιν οἰκεῖον τὸν νόμον, καὶ ὥσπερ ἄνευ τοῦ νόμου τὸ τέλειον τῆς χάριτος κατορθωθῆναι.

Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ.

Τὴν ἐκ Θεοῦ δικαιοσύνην εἰς δικαιοσύνην ἔχων διὰ τὸ μηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύνην ἔδραμεν· οἱ μὴ ἔχοντες πῶς οὐ πολλῷ μᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; καὶ καλῶς εἶπεν “ ἐμὴν δικαιοσύνην· ἣν ἐκ πόνων καὶ ἱδρώτων ἐκτησάμην, ἀλλὰ τὴν ἀπὸ τῆς χάριτος φησίν. εἰ τοίνυν ὁ κατορθώσας ἀπὸ χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς· ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον τοῦτό ἐστι πρὸς ἐκείνην· ποῖα δὲ ἔστιν αὕτη; ἣ ἀπὸ πίστεως τοῦ Θεοῦ. τουτέστιν καὶ αὕτη παρὰ Θεοῦ δέδοται, Θεοῦ ἔστιν αὕτη ἡ δικαιοσύνη, δῶρον ἐστὶν αὕτη ὁλόκληρον· τὰ δὲ τοῦ Θεοῦ δῶρα, πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων, τῶν διὰ τὴν ἡμετέραν σπουδὴν γινομένων· ἄρα διὰ πίστεως η γνώσις, καὶ ταύτης ἄνευ γνῶναι αὐτὸν οὐκ ἔνι. πὼς γάρ; δι’ αὑτῆς δεῖ γνῶναι, φησὶν, τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ. “ ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει ; ἀπὸ τῆς πίστεως καὶ ἡ κοινωνία τῶν παθημάτων εἰ γὰρ μὴ ἐπιστεύομεν ὅτι συνυπομένοντες συμβασιλεύσομεν· οὐδ’ ἃν ἐπάθομεν τὰ παθήματα. διὰ τοῦτο ἔλεγεν καὶ “εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν “ δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ.’’ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῆ πίστει, τοῦ γνῶναι αὐτὸν, καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἰ πῶς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρὼν.

“ Συμμορφούμενος ” φησὶν, “ τῷ θανάτῳ αὐτοῦ·” τουτέστιν κοινωνῶν· νῶ καθάπερ γὰρ ἐκεῖνος ὕπερ τῶν ἀνθρώπων ἔπαθεν, οὕτως κἀγώ· καὶ ἀλλαχοῦ πάλιν, “ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ

“ Χριστοῦ ἐν τῇ σαρκί μομ·” τουτεστιν οἱ διωγμοὶ καὶ τὰ παθήμάτα

274
ταῦτα τὴν εἰκόνα δημιουργοῦσιν ἐκείνην τὴν τοῦ θανάτου. διὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσεν· τουτέστιν ἀδελφοὶ γινόμενοι αὐτῷ καὶ κατὰ τοῦτο. ὥσπερ γὰρ “ ἐν τῷ “ βαπτίσματι συνετάφημεν ἐν τῷ ὁμοιώματι τοῦ θανάτου αὐ- “ τοῦ·’’ οὕτως ἐνταῦθα τῶ θανάτω αὐτοῦ· ἐκεῖ εἰκότως εἶπεν “ ἐν “ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.” οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι καὶ σαρκὶ ἀπεθάνομεν· ἀλλ’ ἁμαρτίᾳ· ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ’ ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, διὰ τοῦτό φησὶ “ τῷ ὁμοιώματι τοῦ “ θανάτου αὐτοῦ·’’ ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ’ αὐτῷ τῷ θανάτῳ. Παῦλος γὰρ ἁμαρτίᾳ οὐκέτι ἀπέθανεν ἐν τοῖς διωγμοῖς· ἀλλ’ αὐτῷ τῷ σώματι. ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον· “ εἴ πὼς καταντήσω’’ φησὶν “ εἰς τὴν ἐξανάστασιν τὴν ἐν νε- “ κρῶν.’’ τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ τῆς ἀφθαρσίας· οἱ μὲν εἰς τιμήν· οἱ δὲ εἰς ἐφόδιον κολάσεως· πῶς οὖν ὁ μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγεν, “ εἰ πὼς καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ “ νεκρῶν;” τί οὖν ἐστι; δοκεῖ μέγα τί ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάρρησεν ἀποφήνασθαι, ἀλλὰ φησίν· εἴπως ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν ἀνάστασιν αὐτοῦ· ἀλλὰ καὶ πάσχω δι’ αὐτὸν, ἀλλ’ οὔπω δύναμαι θαρρῆσαι περὶ τῆς ἀνανστἀαεως. ποίαν ἀνάστασιν ἐνταῦθα φησίν; τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν· ὅπερ καὶ ἀλλαχοῦ λέγει· “ μήπως ἄλλοις κηρήξας, αὐτὸς ἀδόκιμος γένωμαι. ὐκ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ.

Οὐχ ὅτι ἤδη ἔλαβον τὸ βραβεῖον. εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάρρει περὶ τῆς ἀναστάσεως ἐκείνης, τι ἂν εἴποιμεν ἡμεῖς; τί ἐστιν " εἰ καὶ καταλάβω καταλάβω;” τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν ἐὰν καταλάβω· τουτέστιν ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν· ἂν δυνηθῶ μιμήσασθαι αὐτόν· οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη· ἐρραπίσθη· ἐμαστίχθη· ὕστερον ἔπαθεν, ἅπερ ἔπαθε· τοῦτο στάδιον ἐστί· διὰ τούτων πάντων δεῖ πρὸς τὴν ἀνάστασιν

275
αὐτοῦ φθάσαι. ἣ τοῦτο φησίν· ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου παρρησίαν ἐχούσης εἰς τὴν ἐξανάστασιν τὴν αὐτοῦ· ἃν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀναστᾶσιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. οὐδέπω γὰρ ἄξιος εἰμι φησὶν, ἔτι ἐναγώνιός μοι ὁ βίος· ἔτι τοῦ τέλους εἰμὶ πόρρω· ἔτι τῶν a βραχέων ἀφέστηκα· ἔτι διώκω. καὶ οὐκ εἶπε τρέχω, ἀλλὰ διώκω. ὁ διώκων, ἴστε μεθ’ ὅσου πόνου διώκει· οὐδὲν ὁρᾷ· πάντας μετὰ πολλῆς τῆς ῥώμης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα, καὶ ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει· πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ βραβεῖον μόνον. εἶτα δεικνὺς ὅτι ὀφειλὴ τὸ πρᾶγμα ἐστὶ, φησὶν, “ ἐφ’ ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ “ Ἰησοῦ.” τῶν ἀπολλυμένων ἤμην, φησίν· ἐπνιγόμην, ἤμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός. καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς. ὥστε πάντα παρίστησι. τὸ γὰρ εἰπεῖν ὅτι “ κατελήφθην,” ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν πολλὴν καὶ τὴν πλάνην, ὅτι αὐτὸν ἐφεύγομεν· ὥστε πολλῆς ἐσμὲν ὀφειλῆς ὑπεύθυνοι.

Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι. Οὐδὲν οὕτως κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς ἡ μνήμη τῶν πεπραγμένων ἡμῖν ἀγαθῶν. δύο γὰρ τίκτει· καὶ ῥᾳθυμοτέρους ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει· δι’ ὅπερ ὁ Παῦλος ἐπειδὴ οἶδεν ὀξύρροπον τὴν ἡμετέραν φύσιν πρὸς ῥαθυμίαν, καὶ πολλὰ τοὺς Φιλιππησίους ἐπῄνησεν· ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος ῥητοῦ. τι λέγων; “ ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογί- “ ζομαι κατειληφέναι.’’ εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδ’ ἐθάρρει περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων, σχολῇ γ οὖν ἐκεῖνοι οἱ μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες, τοῦτο ἂν ἔπραξαν. τουτέστιν. οὐδέπω κατειληφέναι τὴν ἀρετὴν πᾶσαν ἡγοῦμαι. εἰ δὲ λέγει ἀλλαχοῦ “ τὸν ἀγῶνα τὸν καλὸν ἠγώ- “ νισμαι·’’ καὶ ἐνταῦθα “ οὐδέπω λογίζομαι κατειληφέναι,” ἀναγνοὺς τίς ἀκριβῶς, εἴσεται τὴν αἰτίαν καλῶς καὶ ἐκείνων τῶν ῥημάτων· [*](a Leg. βραβείων.)

276
οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν καὶ ὅτι πολλῷ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῇ τελευτῇ.

Ἕν δὲ τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἐυπρόσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. τοῦτο γὰρ αὐτὸν ποιεῖ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, τὸ τῶν ὀπίσω ἐπιλανθάνεσθαι. τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά· εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. καὶ οὐκ εἰπεν ὅτι τὰ ὀπίσω οὐκ ἀναλογίζομαι, ἀλλ’ οὐδὲ μέμνημαι· “ ἐπεκτεινόμενος” φησὶν, πρὶν ἣ παραγενέσθαι, λαβεῖν σπουδάζω· ἐπικλίνων ἑαυτὸν εἰς τὰ ἔμπροσθεν [ἵνα] καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον ἐργάσηται· οὕτω δεῖ τρέχειν τὸν τρέχοντα μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα· ἄνω κεῖται τὸ βραβεῖον φησιν· ὅρα πόσον διάστημα τοῦτο δεῖ b δραμεῖν· ἅ πόσον τὸ ὕψος· ἐκεῖ δεῖ σταθῆναι τοῖς τοῦ Πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν· μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι ἔξεστι γὰρ ἐν Χριστῷ Ἰησοῦ, φησίν· οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτο διελθεῖν διάστημα· κάτω μέν σε ἀγωνίζεσθαι ἠβουλήθη, ἄνω δὲ στεφανοῖ. οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ τῶν ἡνιόχων οὐ στεφανοῦσιν, ἐν τῶ σταδίω κάτω, ἀλλ’ ἄνω καλέσας ὁ βασιλεὺς, οὕτως στεφανοῖ; οὕτως καὶ ἐνταῦθα· εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βρα- βεῖον.

Σευηριανὸσ δὲ ὁμοίως φησὶν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος οὐχ ὡς κακὰν ἀλλ’ ὃ λέγει τοιοῦτόν ἐστιν. οὐχ ἀσχολοῦμαι εἰς τὸ ἀναμιμνήσκεσθαι τοὺς ἀγῶνας μου τοὺς παρελθόντας, ἀλλ’ εἰς τὸ μεριμνᾶν τί κατορθώσω εἰς τὰ ἑξῆς.

(Θεόδωροσ.) ταύτην δὲ τὴν ἐξήγησιν Θεόδωρος οὐ βούλεται γὰρ ἀπὸ τοῦ τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν δι’ ὅλου περὶ τοῦ μὴ δεῖν πείθεσθαι τοῖς κατὰ νόμον ἡμῖν αὐτοῖς βουλομένοις διαλέγεσθαι· τοῦτο γάρ ἐστιν ὁ φησι γεγοῆσθαι· ἐμαυτὸν ἐν τῇ ἀληθινῇ τελειότητί οὐκ ἀποφαίνομαι· οὐδέπω [*](b Cod. δὲ.)

277
γὰρ ἐν ἀπολαύσει τῶν προσδοκωμένων κατέστημεν· ἀλλ’ ὅμως εἰδὼς ἐκείνων τὸ μέγεθος, τῶν μὲν παλαιῶν ἁπάντων οὐδένα ποιοῦμαι λόγον· πρὸς δὲ τὰ μέλλοντα ἐμαυτοῦ λογισμὸν ἐκτείνων, ἕνα σκοπὸν ἔχω, πρὸς ὃν ἀφορῶν, ἅπαντα πράττω, ὅπως ἃν τύχοιμι τῶν προκειμένων ἡμῖν ἐπάθλων εἰς τὴν ἄνω κλῆσιν· ἵνα εἴπῃ τὴν ἐν τοῖς οὐρανοῖς δίαιταν, ἧς ἐπὶ τὸ τυχεῖν κεκλήμεθα πάντες. Ὅσοι οὖν τέλειοι τοῦτο φρονῶμεν.

Ποῖον ; τὸ ὅτι δεῖ τῶν ἔμπροσθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον ε-ι’ναι· τοῦτο γάρ ἐστι τελειότης· ὡς ὁ γε νομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. ’ Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει.

Tουτέστιν, εἰ δέ τις νομίζει τὸ πᾶν κατορθωκέναι, ἀσφαλιζέτω ἑαυτόν· ἀλλ’ οὐκ εἶπεν οὕτως· ἀλλ’ ὅρα πῶς συνεσταλμένως τοῦτο φησίν· ὁ Θεὸς ὑμᾶς διδάξει, τουτέστιν ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει· ἐδίδασκεν γὰρ ὁ Παῦλος, ἀλλ’ ἐνάξει ὁ Θεός· ἀλλ’ οὐκ εἶπεν ἐνάξει ἀλλ’ ““’ ἵνα δόξῃ μᾶλλον ἀγνοίας ε-ι’ναι τὸ πρᾶγμα. οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ βίου τελειό- τητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι.

ΑΛΛΩΣ δέ φησιν, εἰ καὶ μὴ ἴσμεν ἀκριβῶς τὰ μέλλοντα ὁποῖα καθέστηκεν, ἀλλ’ ἐπὶ τῶν πραγμάτων αὐτὰ ἡμῖν δείξει ὁ Θεός.

Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν.

Τέως φησὶν, ἐν οἷς ἐσμὲν καὶ ἐν οἷς ἐκλήθημεν ἐπιμένειν ὀφει-́ λομεν, σύμφωνον τὴν περὶ αὐτὰ διάθεσιν ἐπιδεικνύμενοι, καὶ μὴ ἐξι- στάμενοι τῆς τῶν μελλόντων προσδοκίας καὶ τοῦ κατ’ ἐκεῖνα τὸν ἑαυτῶν ῥυθμίζειν βίον.

(ΧΡΥΣοΣTΏMΩΥ.) Ἄλλος δέ φησιν· τοῦτο βούλεται εἰπεῖν κυρίως, ὃ κατορθώσαμεν, κατέχωμεν· τὸ τῆς ἀγάπης, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. " τῷ αὐτῷ “ στοιχεῖν κανόνι·” τὸ αὐτὸ φρονεῖν· κανόνι βούλεται εἶναι τὰ παραγγέλματα. ὁ κανὼν οὔτε πρόσθεσιν οὔτε ἀφαίρεσιν δέχετᾶι·

278
ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι· τουτέστιν, τῷ αὐτῷ ὅρῳ, τῇ ἀυτὴ πίστει.

Μιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτως περιπατοῦντας , καθὼς ἔχετε τύπον ἡμᾶς.

Εἴ τις ἡμᾶς βούλεται μιμεῖσθαι φησὶν, εἰ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνους προσέχετε, εἰ καὶ ἐγὼ μὴ πάρειμι· ἀλλ’ ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον· Τουτέστιν τῆς ἀναστροφῆς τοῦ βίου. οὐ γὰρ διὰ ῥημάτων μόνην ἐδίδασκον, ἀλλὰ καὶ διὰ πραγμάτων.

(Θεόδωροσ.) Ἄλλος φησίν· ἀντὶ τοῦ μὴ ὑπὸ νόμον ζῶντες, ἀλλ’ ὁμοίως ἐμοί. “ καὶ σκοπεῖτε” φησὶν “ τοὺς οὕτω περιπα- “ τοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς·’’ καὶ καθόλου φησὶν, πρὸς τοὺς οὕτω ζῶντας ἀφορᾶτε, κἀκείνους μιμεῖσθε. Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροπῦ ῥοῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια.

Οὐδὲν οὕτως ἀλλότριον καὶ ἀνάρμοστον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν, καὶ τὸ τῷ παρόντι προστετηκέναι βίῳ, τῆς ἐπαγγελίας ἀλλότριον· ὁ δεσπότης σου ἐσταυρώθη, καὶ ἄνεσιν ζητεῖς; ὁ δεσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾶς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου; διὰ τοῦτο ὁ Παῦλος φησίν· “ νυνὶ “ δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ.” ἐπειδὴ τινὲς ἦσαν ὑποκρινόμενοι τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ὄντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ, διὰ τοῦτο ἔλεγεν ταῦτα. οἶδεν σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· “ ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι·’’ τουτέστιν ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον· οὗτοι δὲ φιλόζωοι καὶ φιλοσώματοι ὄντες, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσιν· δακρύων οὖν οἱ τοιοῦτοι ἄξιοι.

Ἄλλοσ δὲ φησὶν, τί γὰρ ἕτερον εἴη ἂν καὶ ὑπολαβεῖν ἐπὶ τῶν ἐναντιουμένων τῷ Χριστῷ καὶ ἐλαττούντων τὰ περὶ αὐτῶν τῇ περὶ τὰ νόμιμα σπουδῇ ;

Ὧν τὸ Θεὸς ἡ κοιλία.

279

Τόδε φάγε, καὶ τόδε μὴ φάγῃς· καὶ περὶ τοῦτο ἑαυτοὺς ἀσχολοῦντες ὥσπερ Θεῷ τῇ κοιλίᾳ προσέχοντες· καὶ τὸ εὐσεβεῖν ἐν τῷ τάδε αὐτῇ προσκομίζειν ἣ μὴ τάδε τιθέμενοι· ἣ καὶ οὕτως· “ φάγωμεν καὶ πίωμεν·” ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς δὲ ἡ κοιλία Θεός· οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, κα ἐκείνων χείρους ;

Καὶ ἡ δόξι ἐν τῆ αἰσχύνῃ αὐτῶν.

Ἀλλὰ τί ἐφ’ οἷς δεῖ ἐγκαλύπτεσθαι ἐπὶ τούτοις σεμνύνονται· δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν· τὸ δὲ πράττοντα αἰσχύ- νεσθαι, ἐξ ἡμισείας ἔστι δεινόν· ὅταν μέντοι τίς καὶ καὶ ἐγκαλωπίζηται, ὑπερβολὴ ἀναισθησίας.

(Θεόδωροσ,) Ἄλλος δὲ οὕτως. μέγα φησὶν, νομίζουσι τὸ τάδε φαγεῖν, ἀλλὰ τάδε· οὐκ ἐννοοῦντες ὅτι κόπρος γίνεται ὅπερ ἃν φάγωσιν, ἣν καὶ ὁρᾶν αἰσχύνονται· ἰδοὺ τῆς σπουδῆς αὐτῶν τὸ τέλος.

Οἱ τὰ ἐπίγεια φρονοῦντες.

Χρυσοστόμου. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ’ ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν Θεὸν ἔχουσι, λέγοντες, “ φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ “ ἀποθνήσκομεν.”

Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Μῆ τοίνυν ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ ἐσμὲν λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα.

Ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν

Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως.

Σώματι τῆς δόξης αὐτοῦ κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς ἀπ’ οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτῆρ’· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς· πολλὰ φησὶν πάσχει τὸ σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά. ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθεν· τοῦτο γοῦν ἠνίξατο εἰπὼν, “ εἰς τὸ “ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.’’ ἄρα τὸ αὐτὸ μέν ἐστιν· ἐνδύσεται δὲ ἀφθαρσίαν, μετασχηματίσει

280
ἄρα· καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσεν· “ σῶμα δὲ ταπεινώσεως’’ ἡμῶν εἶπεν, ὅτι τεταπείνωται. νῦν τῇ φθορᾷ ἐστὶν ὑπεύθυνον, τῇ ἀλγηδόνι. δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν πλέον. “ εἰς τὸ γενέσθαι αὐτὸ,” φησὶν, “ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.” βαβαῖ, ἐκείνῳ τῷ καθημένῳ ἐν δεξίᾳ τοῦ Πατέρος, σύμμορφον τοῦτο τὸ σῶμα γίνεται; ἐκείνῳ τῷ προσκυνουμένῳ· ᾧτ’ παρεστήκασιν καὶ ἀσώματοι δυνάμεις; εἶτα ἵνα μὴ ἀπιστήσῃς, καὶ λογισμὸν ἐπάγαγεν·

Κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὐτῷ τὰ πάντα.

Δύναμιν ἔχει, φησὶν, ὥστε πάντα ὑποτάξαι· οὐκοῦν καὶ τὴν φθορὰν καὶ τὸν θάνατον. μᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτο ποιεῖ· ποίας γὰρ δυνάμεως μεῖζον ἐστὶν δαίμονας καὶ Ἀγγέλους καὶ Χερουβὶμ καὶ Σεραφὶμ ὑποτάξαι, ἢ σῶμα ποιῆσαι ἄφθαρτον; πολλῷ δὴ μᾶλλον τοῦτο ἐκείνου. καὶ οἱ ἄλλοι ὁμοίως·

Παραίνεσις ἴδιαι τινῶν καὶ κοιναὶ πάντων

Ὥστε ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μοι, οὕτως στήκετε ἐν Κυρίῳ.

Οὕτω· πῶς; ἀκλινεῖς. ὅρα πῶς μετὰ τὴν παραίνεσιν τὰ ἐγκώμια. “ χαρὰ καὶ στέφανός μου·’’ τι ταύτης τῆς ἀρετῆς ἴσον; ὅταν Παύλου στέφανος ὦσιν.

Οὕτως στήκετε ἐν Κυρίῳ ἀγαπητοί.

Τουτέστν “ ἐν τῆ ἐλπίδι τοῦ Θεοῦ.”

Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. καὶ ἐρωτῶ καὶ σὲ σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵ τινες ἐν τῷ εὐαγγελίῳ συν- ήθλησάν μοι· μετὰ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου· ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

281

ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν μαρτυρεῖ· ὅπερ τοῖς Ἀποστόλοις εἰπεν ὁ Χριστὸς, “ μὴ χαίρετε ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ’ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν βίβλῳ ζωῖς.” δοκοῦσι δέ μοι αὗται αἱ γυναῖκες κεφάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ· καὶ παρατίθεται αὐτὰς ἀνδρὶ τινὶ ἴσως θαυμαστῷ, καὶ ὃν σύζυγον καλεῖ· ᾧτ’ ἴσως εἰώθει παρατίθεσθαι ὡς συνεργῷ καὶ συστρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ λέγων, “ συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ὑμῶν, διάκονον “ οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρέαις·’’ ἣ ἀδελφὸν τινὰ αὐτῶν, ἣ ἄνδρα αὐτῆς· ὡς ἃν εἰ ἔλεγεν, νῦν ἀδελφὸς εἰ γνήσιος. τινὲς δέ φασιν ὄνομα εἶναι κύριον τὸ Σύζυγε· καὶ εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ· ἀλλ’ ὅτι καὶ αὗται οὐ μικρὸν συνεβάλοντο μέρος ἐν τῷ εὐαγγελίῳ, καίτοι πολλῶν ὄντων τῶν συνεργούντων.

(Θεόδωροσ.) Ἄλλος δὲ φησὶν, δῆλον ὅτι καὶ αὗται πρὸς ἀλλήλας ἐστασιάζον, περὶ πρωτείων ἐρίζουσαι· ἐνάρετοι οὐσαι, καὶ ὡς εἰκὸς εἰς τὴν περὶ τῶν τοιούτων ἔριδα καταπίπτουσαι· δῆλον δὲ ὡς οὐ γυναῖκα ἑαυτοῦ λέγει τὸ “ σύζνγε,’’ ὥς τινες οἴονται, ἐπεὶ περιττὸν ἦν τὸ γνήσιε· ὃ ἀνδρὶ μὲν ἁρμόττει, γυναικὶ δὲ οὐκέτι· δέον αὐτοὺς κἀκεῖνο ἐννοῆσαι, ὅτι σύζυγον ἡ θεία γραφὴ οὐδαμοῦ τὸν γάμῳ συνημμένον λέγει, ἀλλὰ τὸν ὑπὸ τὴν αὐτὴν πίστιν. τινὲς δὲ Εὐοδίαν φασὶν εἶναι τὴν γυναῖκα τοῦ δεσμοφύλακος, Συντύχην δὲ ’τον ἄνδρα.

Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.

“ Μακάριοι οἱ πενθοῦντες καὶ οὐαὶ τοῖς γελῶσιν,’’ εἶπεν ὁ Κύριος· τί οὖν νῦν φησὶν ὁ Παῦλος; τὸν γέλωτα τοῦ τούτου τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασιν, ἐταλάνισεν ὁ Χριστὸς, καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, καὶ τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους, ἣ καὶ τὰ ἀλλότρια· οὐκ ἔστιν δὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ’ ἐκείνου τοῦ πένθους, καὶ αὕτη τίκτεται. ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος χαίρει· ἄλλως τε, ἔνεστι πενθεῖν ὕπερ τῶν ἰδίων ἁμαρτημάτων,

282
χαίρειν δὲ ἐπὶ τῷ Κυρίῳ· καλῶς δὲ ἐδιπλασιάσεν· ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτεν, διὰ τοῦτο διπλασιασμοῦ δείκνυσιν ὅτι πάντως δεῖ χαίρειν.

Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.

Υμεῖς, φησὶν, ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς· ἀλλ’ ἤδη λήψεται τέλος· ἀλλ’ ἐπιβουλεύουσι καὶ ἀπειλοῦσι; μηδὲν μεριμνᾶτε· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅταν τἀναντία ἔσται, ἃν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατιθεῖσιν.

Αλλ᾿ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν.

“ Ἐν παντὶ” φησὶν, ὥστε ὕπερ ἁπάντων εὐχαριστεῖν τῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου· ἐκεῖνο γὰρ ἡ φύσις τῶν πραγμάτων ἀπαίτει· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώμονος, καὶ σφόδρα διακειμένης περὶ τὸν Θεόν· ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν.

Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

Τί ἐστι τοῦτο; ἡ εἰρήνη τοῦ Θεοῦ ἣν πρὸς ἀνθρώπους εἰργάσατο· πάντα οὖν ὑπερέχει· τίς γὰρ ἃν προσεδόκησε, τίς ἃν ἄλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; πᾶσαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, οὐχὶ λόγων μόνον· ὑπὲρ τῶν ἐχθρῶν, ὑπὲρ τῶν μισούντων αὐτὸν τὸν Υἱὸν ἐκδοῦναι οὐ παρῃτήσατο, ὥστε εἰρήνην ποιῆσαι πρὸς ἡμᾶς· αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ φρουρήσει τὰς καρδίας ὑμῶν· τοῦτο γὰρ διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ ὑπερεύχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν· ὥστε μήτε ὑπὸ πειρασμῶν βαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι. τι ἐστιν ἐν Χριστῷ Ἰησοῦ; ἐν αὐτῷ φυλάξει ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως. ἣ τοῦτο φησίν· ἤγουν ἡ εἰρήνη ἐκείνη ἣν φησὶν ὁ Χριστὸς “ εἰρήνην “ ἀφίημι ὑμῖν· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν·’’ αὕτη φρουρήσει ὑμᾶς. ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον.

283

Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἔστιν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί.

Τί ἐστι τὸ λοιπόν; ἀντὶ τοῦ πάντα ἡμῖν εἴρηται· ἐπειγομένου τὸ ῥῆμά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. τι ἐστιν “ὄσαπροσφιλῆ;” προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ· “ὅσα “ ἀληθῆ; ταῦτα γὰρ ὄντως ἀληθῆ· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς καὶ ἡ δόξα αὐτῆς ψεῦδος ὅσα σεμνά; πρὸς τὸ τὰ ἐπίγεια φρονοῦντας. “ ὅσα ἀγνά;” “ περὶ τὸ ὧν ὁ Θεὸς ἡ κοιλια ὅσα εὔφημα, εἰ τις ἀρέτη καὶ εἰ τις ἔπαινος; ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. ταῦτα λογίζεσθε φησίν· ὁρᾷς ὅτι βούλεται καὶ πᾶσαν ἔννοιαν ἐξορίσαι πονηράν ἀπὸ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις ἐγένοτο· “ ἃ καὶ ἐμάθετε καὶ παρελάβετε·” τοῦτο διδασκαλία, ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον· τουτέστιν ἐδιδάχθητε “καί ἠκούσατε καὶ ἴδετε ἐν ἐμοί· ἀντὶ του καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἐνήγαγον.

Ταῦτα πράσσετε, καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ’ ὑμῶν.

Τουτέστιν ἐν γαλήνῃ ἔσεσθε καὶ ἐν ἀσφαλείᾳ πολλῇ· ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ’ ἡμῶν ἔσται. τί οὖν φησίν; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῆν; οὐκ εἶπεν πρὸς ἔπαινον ὅρα· ἀλλὰ τὰ ἐπαινετὰ ποιεῖ, ὅσα σεμνά· τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως· τὸ δὲ ἁγνὸν τῆς ψυχῆς. μὴ δίδοτε, φησὶν πρόσκομμα, μὴ δὲ λαβήν· ἐπειδὴ εἶπεν “ ὅσα εὔφημα,’’ ἵνα μὴ νομίσῃς ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησὶν, ἐπήγαγεν· “ εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος·’’ εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ’ ἡμῶν. Ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.

284

Πολλάκις εἶπον, ὅτι ἡ ἐλεημοσύνη οὐ τῶν λαμβανόντων ἕνεκεν ἀλλὰ τῶν διδόντων ἐπεισήχθη· καὶ γὰρ ἐκεῖνοι εἰσὶν οἱ τὰ μέγιστα κερδαίνοντες· τοῦτο καὶ ἐνταῦθα δείκνυσιν ὁ Παῦλος, πῶς ἀπέστειλαν αὐτῷ τινὰ διὰ μακροῦ τοῦ χρόνου Φιλιππησίοι, αὐτὰ δὴ ταῦτα Ἐπαφροδίτῳ ἐγχειρίσαντες. μέλλων τοίνυν αὐτὸν πέμπειν τὴν Ἐπιστολὴν αὐτοῖς ἀποκομίζοντα, ὁρ́α πῶς καὶ ἐπαινεῖ αὐτοὺς, καὶ δείκνυσιν, ὅτι οὐ τῆς τῶν λαμβανόντων χρείας, ἀλλὰ τῆς τῶν διδόντων ἕνεκεν τοῦτο γεγένηται· τοῦτο δὲ ποιεῖ, ἵνα μήτε εἰς ἀπόνοιαν αἴρωνται οἱ εὐποιοῦντες· καὶ προθυμότεροι γένωνται περὶ τὸ εὖ ποιεῖν, ἅτε αὐτοὺς μᾶλλον ὠφελοῦντες· οἵτε λαμβάνοντες μὴ ἐπιτρέχωσιν ἀδεῶς τὸ λαμβάνειν, ἵνα μὴ κρίμα ἔχωσι.

Τί οὖν φησίν ’, " ἐχάρην δὲ ἐν Κυρίῳ μεγάλως·’’ οὐ βιωτικῶς ἀλλ’ ἐν Κυρίῳ οὐχ ὅτι ἀνάπαυσιν εἶχον ἐγὼ, ἀλλ’ ὅτι ὑμεῖς προσεκόψατε· διὰ τοῦτο καὶ " μεγάλως·’’ καὶ ὁρ́α πῶς ἡρέμα ἐπιτιμήσας ὑπὲρ τοῦ παρελθόντος χρόνου, ταχέως αὐτὸ συνεσκίασεν· παιδεύων διὰ παντὸς ἐν εὐποία εἶναι· " ὅτι ἤδη “ ποτε,” φησίν· τοῦτο δὲ χρόνον ἐστὶ δηλοῦντος μακρόν· “ ἀνεθά- “ λετε” ὡς ἐπὶ καρπῶν βλαστησάντων, ξηρανθέντων, καὶ ὕστερον βλαστησάντων· τοῦτο δὲ δείκνυσιν ὅτι πρότερον ὄντες ἀνθηροὶ, εἶτα μαρανθέντες, πάλιν ἐβλάστησαν· ὡς καὶ ἐπιτίμησιν εἶναι καὶ ἔπαινον τὸ “ ἀνεθάλετε·” διὰ τοῦτο ἐπήγαγεν. “ εἰς τὸ ὑπὲρ ἐμοῦ “ φρονεῖν, ἐφ’ ᾧ καὶ ἐφρονεῖτε.” καὶ ἵνα μὴ νομίσῃς καὶ ἐν τοῖς ἄλλοις αὐτοὺς ῥᾳθυμοτέρους γεγενῆσθαι, ἀλλ’ ἐν τούτῳ μόνῳ. ζητήσειε δ’ ἄν τις πῶς λέγων " μακάριόν ἐστιν μᾶλλον διδόναι “ ἢ λαμβάνειν·” καὶ “ ὅτι αἱ χεῖρές μου ὑπηρέτησαν ταῖς “ χρείαις μου καὶ τοῖς οὖσι μετ’ ἐμοῦ·’’ καὶ πάλιν Κορινθίοις γράφων ἔλεγεν· ““καλὸν γάρ μοι ἀποθανεῖν μᾶλλον, ἣ τὸ καύ- “ χημά μου ἵνα τίς κενώσῃ·’’ περιορᾷ νῦν κενούμενον ἑαυτοῦ τὸ καύχημα. λαβὼν ἐκεῖ, εἰκότως οὐκ ἐλάμβανε διὰ τοὺς ψευδαπο- στόλους· ἐλάμβανον μὲν γὰρ ἐκεῖνοι, λανθανόντως δὲ, καὶ ἐκαυ- χῶντο ὡς μὴ λαμβάνοντες· διὰ τοῦτο ἔλεγεν " ἐν ᾧ καυχῶνται·” διὰ τοῦτο πάλιν αὐτὸς ἔλεγεν, " οὐ φραγήσεται τὸ καύχημά μου·” καὶ οὐχ ἁπλῶς ε-ι’πεν " οὐ φραγήσεται· ἀλλὰ τι ; “ ἐν τοῖς κλί- “ μασι τῆς Ἀχαιΐας·’’ καὶ τὸ " ἄλλας ἐκκλησίας ἐσύλησα λα-

285
“ βὼν ὀψώνιον,” δηλοῦντος ἦν ὅτι ἐλάμβανεν· ἀλλὰ Παῦλος μὲν εἰκότως ἐλάμβανεν, ἔργον ἔχων τηλικοῦτον· εἰ που καὶ ἐλάμβανεν, οἱ δὲ μηδὲν ἐργαζόμενοι πῶς ἃν δύναιντο λαμβάνειν;

Ἠκαιρεῖσθε δέ.

Οὐ τῆς ῥαθυμίας ὑμῶν φησὶν, ἀλλὰ τῆς ἀνάγκης· οὐκ εἴχετε ἐν χερσὶν, οὐδὲ ἐν ἀφθονίᾳ ἦτε. τοῦτο γάρ ἐστιν ἠκαιρεῖσθε, ἀπὸ τῆς κοινῆς αὐτοὺς συνηθείας ἔλαβεν. οὕτω γὰρ οἱ πλείους λέγουσιν. ὅταν αὐτοῖς μὴ μετὰ ἀφθονίας ἐπιρρέῃ τὰ βιωτικὰ, ἀλλ’ ἐν στενοχωρίᾳ εἴη.

(Θεόδωροσ.) Ἄλλος δὲ τὸ “ ἠκαιρεῖσθε’’ φησὶν, ἀντὶ τοῦ ἐκωλύεσθε· καὶ οὐκ εἴχετε τοῦτο ποιῆσαι ὅπερ ἐβούλεσθε· “ οὐχ ὅτι “ καθ’ ὑστέρησιν λέγω εἶπον φησὶν, ἣ δὲ ποτὲ καὶ ἐπετίμησα· οὐ διὰ τοῦτο μεμφόμενος ὡς ἐν ἐνδείᾳ ὣν, οὐδὲ τὸ ἐμαυτοῦ ζητήσας. πόθεν τοῦτο, ὅτι οὐ κομπάζεις ὦ Παῦλε; οὐκ ἃν εἴγε έκόμπαζεν ταῦτα εἶπεν· παρὰ γὰρ εἰδόσιν αὐτὸν ἔλεγεν.

Ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι. “ Ἔμαθον, φησίν· ἄρα διδασκαλίας τὸ πρᾶγμά ἐστι καὶ μελετης· οὐ γὰρ εὐκατόρθωτόν ἐστιν, ἀλλὰ καὶ σφόδρα δύσκολον.

Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσι μεμύημαι.

Τουτέστιν καὶ ὀλίγοις κεχρῆσθαι οἶδα, καὶ λιμὸν φέρειν καὶ ἔνδειαν· καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, φησίν· ἀλλὰ τοῦτο οὐκ ἔστιν ἐπιστήμης φησὶν, οὐδὲ ἀρετῆς τὸ περισσεύειν· καὶ σφόδρα ἀρετῆς, οὐχ ἧττον ἣ ἐκεῖνο. πῶς; ὅτι ὥσπερ ἡ στενοχωρία πολλὰ παρασκευάζει κακὰ ποιεῖν, οὕτως καὶ ἡ ἄδεια. πολλοὶ γὰρ πολλάκις ἐν ἀφθονίᾳ γενόμενοι ῥᾳθυμότεροι ἐγένοντο, καὶ οὐκ ἔγνωσαν ἐνεγκεῖν τὴν εὐπραγίαν. πολλοὶ πολλάκις ἀφορμὴν ἔλαβον τοῦ μὴ ἐργάζεσθαι· ἀλλ’ οὐχ ὁ Παῦλος· καὶ γὰρ λαμβάνων, εἰς ἄλλους ἀνήλισκεν· καὶ ἴσος ἦν ἔν τε ἐνδείᾳ, ἔν τε πλησμονῇ· οὔτε ἐκεῖθεν πιεζόμενος, οὔτε ἐντεῦθεν χαυνούμενος. δείκνυσιν ὅτι οὔτε νῦν ἥσθη, οὔτε πρότερον ἐλυπεῖτο, αὐτοῦ γε ἕνεκεν. “ ἐν “ παντὶ’’ γὰρ, φησὶ, “ καὶ ἐν πᾶσι μεμύημαι’’ τουτέστιν πείραν

286
ἔλαβον ἐν τῶ παντὶ τούτῳ χρόνῳ πάντων· καὶ ταῦτά μοι πάντα κατώρθωται· ἀλλ’ ἐπειδὴ μεγαληγορία τὸ πρᾶγμα ἦν, ὅρα πῶς ἐπιλαμβάνεται ταχέως,

Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Οὐκ ἐμὸν, φησὶν, τὸ κατόρθωμα, ἀλλὰ τοῦ τὴν ἰσχὺν δεδωκότος ἐστιν.

Πλὴν καλῶς ἐποιήσατε, συγκοινωνήσαντές μου τῇ θλίψει.

Ἐπειδὴ οἱ ποιοῦντες, ὅταν ἴδωσιν οὐ διατιθέμενον τὸν λαμβάνοντα, ἀλλὰ καταφρονοῦντα τῶν διδομένων, ῥᾳθυμότεροι γίνονται· αὐτοὶ γὰρ ὡς χαριζόμενοι διέκειντο· ἵνα μὴ τοῦτο γένηται, ὅρα πῶς αὐτὸ ἰάσατο· καὶ διὰ μὲν τῶν ἄνω εἰρημένων, τὰ φρονήματα αὐτῶν κατέσπασεν· διὰ δὲ τούτων τὴν προθυμίαν αὐτῶν ἀναζῆν ποιεῖ λέγων, “ πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ “ θλίψει.’’ δείκνυσι δὲ αὐτοὺς καὶ οὐ δόντας μόνον, ἀλλὰ κερδάναντας, διὰ τοῦ εἰπεῖν “ συγκοινωνήσαντες·” εἴγε τῶν ἄθλων ἐγένοντο κοινωνοί. καὶ θέα τὸ σεμνόν· μὴ πέμπουσι μὲν οὐκ ἐγκαλεῖ, ἵνα μὴ δόξῃ τὸ ἑαυτοῦ θεραπεύειν· ἐπειδὴ δὲ ἔπεμψαν, τότε ἐπετίμησεν ὑπὲρ τοῦ παρελθόντος χρόνου, καὶ ἤνεγκαν. λοιπὸν γὰρ οὐκ ἃν ἔδοξε τὸ αὐτοῦ θεραπεύειν.

Οἴδατε καὶ ὑμεῖς, Φιλιππησίοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι Εκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήψεως, εἰ μὴ ὑμεῖς μόνοι.

Bαβαῖ· ἡλίκον τὸ ἐγκώμιον; εἴγε Κορίνθιοι μὲν ἐκ τοῦ ἐκεῖνα ἀκούειν παρ’ αὐτοῦ καὶ Ῥωμαῖοι προτρέπονται· οὗτοι δὲ, οὐδεμιᾶς ἐκκλησίας ἀρξαμένης· καὶ γὰρ “ ἐν ἀρχῇ τοῦ Εὐαγγελίου’’ φησὶ, τοσαύτην περὶ τὸν ἅγιον ἐπεδείξαντο σπουδὴν, ὡς μηδὲ παράδειγμα ἔχοντες, αὐτοὺς πρώτους τῆς καρποφορίας ἄρχεσθαι ταύτης· καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι παραμένοντι, οὐδὲ τῶν πρὸς αὐτοὺς ἕνεκεν ταῦτα ἐποίουν· “ ὅτε ἐξῆλθον’’ γὰρ φησὶν, “ ἀπὸ “ Μακεδονίας.’’ τι δέ ἐστιν “ ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ

287
“ λήψεως;" κοινωνία τὸ πρᾶγμά ἐστιν· “ εἰ γὰρ ἡμεῖς τὰ πνευ- “ ματικὰ,’’ φησὶν “ ἐσπείραμεν· τί μέγα εἰ ἡμεῖς τὰ σαρκικὰ “ ὑμῶν θερίσομεν;" “ εἰς λόγον δάσεως,” τῶν σαρκικῶν· “λήψεως,” τῶν πνευματικῶν. ὥσπερ γὰρ οἱ πωλοῦντες καὶ οἱ ἀγοράζοντες, κοινωνοῦσιν ἀλλήλοις, τὰ παρ’ ἀλλήλων ἀντιδιδόντες, τοῦτο γάρ ἐστι κοινωνία· οὕτω δὴ καὶ ἐνταῦθα· οὐ γάρ ἐστιν οὐκέτι ταύτης τῆς ἀγορασίας καὶ τῆς ἐμπορείας τι κερδαλεώτερον.

Ὅτι καὶ ἐν Θεσσαλονίκη καὶ ἅπαξ καὶ δὶς εἰς τὰς χρείας μοι ἐπέμψατέ.

Πάλιν μέγα τὸ ἐγκώμιον· εἴ γε ἐν τῇ μητροπόλει καθήμενος, παρὰ τῆς μικρᾶς ἐτρέφετο πόλεως. καὶ ὅρα· ἵνα μὴ διὰ παντὸς ἐξέλκων ἑαυτὸν τῆς χρείας, ὅπερ εἶπον προλαβὼν, ῥᾳθυμοτέρους ποιήση· διὰ τοσούτων δείξας ὅτι οὐ δεῖται, ἓν τοῦτο μόνον ἐποίησεν, εἰπὼν “ εἰς τὰς χρείας.’’ καὶ οὐκ εἶπεν τὰς ἐμὰς, ἀλλ’ ἁπλῶς, τοῦ σεμνοῦ ἐπιμελούμενος· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἑξῆς. ἐπειδὴ γὰρ συνεῖδεν αὐτὸ σφόδρα ταπεινὸν, πάλιν αὐτὸ τῇ ἐπιδιορθώσει ἀσφαλίζεται.

Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ’ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν.

O γὰρ εἶπεν ἄνω, “ οὐχ ὅτι κἀς ὑστέρησιν λέγω, ἐκεῖνο δὲ τούτου μεῖζον ἐστίν· ἕτερον γὰρ ὑστεροῦντα μὴ ζητῆσαι καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι. ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; δι’ ὑμᾶς ταῦτα λέγω φησὶν, οὐ δι’ ἐμαυτόν. ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις· τοῖς μὲν γὰρ διδοάσιν ἐκεῖ φυλάττεται ἡ ἀμοιβή· τοῖς δὲ(??)λαμβάνουσιν ἐνταῦθα

᾿Απέχω πάντα καὶ περισσεύω.

Τουτέστιν, οὐ μόνον ἐπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῳ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλεσθε· ἐπειδὴ εἶπεν “ οὐχ ὅτι “ ἐπιζητῶ τὸ δόμα·’’ καὶ “ὄτι ἤδη ποτέ·’’ καὶ δείξας ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα, εἶπεν καὶ τὸ “ ἀπέχω.

288

Πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτήν.

Bαβαῖ· τοῦτο δῶρον αὐτὸν ἀνήγαγεν· οὐκ ἐγὼ, φησὶν, ἔλαβον, ἀλλ’ ὁ Θεὸς δι’ ἐμοῦ· ὥστε κἂν ἐγὼ μὴ χρήζω, μηδὲ λέγω ὑμῖν· ἐπειδὴ οὐδὲ ὁ Θεὸς ἔχρηζε, καὶ ἀπεδέχετο, οὕτως ὡς μὴ παραιτήσασθαι εἰπεῖν τὴν θείαν γραφὴν “ ὠσφράνθη ὁ Θεὸς “ ὀσμὴν εὐωδίας·” ὅπερ ἦν εὐφραινομένου. ἴστε γὰρ ἴστε, πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ τῆς εὐωδίας, πῶς εὐφραίνεται. οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὐτῶ ρημα καὶ ταπεινὸν ἡ γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ ὅτι δεκτὰ τὰ παρ’ αὐτῶν δῶρα γέγονεν. οὐ γὰρ ἡ κνίσσα οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ’ ἡ προαίρεσις ἡ προσφέρουσα· ὅτε δὲ λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες ταῖς θυσίαις ἐθάρρουν, ὅρα πῶς διορθοῦται αὐτοὺς πάλιν λέγων, “ μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;” “ οὐχ ὅτι ἐπιζητῶ, φησὶν “τὸ δόμα.”

Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξη, ἐν Χριστῷ Ἰησοῦ.

Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες· εἰ δὲ Παῦλος ἐπεύχεται τοῖς διδόασιν· πολλῷ μᾶλλον ἡμεῖς μὴ αἰσχυνώμεθα λαμβάνοντες τοῦτο ποιεῖν· μηδὲ λαμβάνωμεν ὡς αὐτοὶ χρήζοντες, μηδὲ χαίρωμεν ἡμῶν ἕνεκεν ἀλλὰ τῶν διδόντων αὐτῶν· οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἃν δι’ ἐκείνους χαίρωμεν. “ ὁ δὲ “ Θεός μου’’ φησὶν “ πληρώσει πᾶσαν χρείαν ὑμῶν·’’ ἣ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν· μᾶλλον δὲ πᾶσαν χρείαν. ἐπειδὴ εἶπεν “ ἠκαιρεῖσθε δέ·’’ ἐπήγαγε τοῦτο ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, “ ὁ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶ- “ σιν, χορηγῆσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν·’’ ἐπεύχεται οὖν αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ· καὶ ἐπεύχεται οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν πλοῦτον αὐτοῦ, ὥστε καὶ τοῦτο συμμετρημένως. εἰ μὲν γὰρ κατ’ αὐτὸν ἦσαν καὶ οὕτω φιλόσοφοι καὶ οὕτως ἐσταυρβμένοι, οὐκ ἂν τοῦτο ἐποίησεν. ἐπειδὴ δὲ ἄνδρες ἦσαν χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες,

289
καί τινα ε7χον ἐπιθυμίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκατα- βατικῶς· τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. ὅρα γοῦν τι εἶπεν, οὐκ εἶπεν ὅτι ποιήσει πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ " πληρώσει πᾶσαν “ χρείαν ὑμιιῶν,” ὥστε μὴ ε-ι’ναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς τὴν χρείαν ἔχον. ἐπεὶ καὶ ὁ Χριστὸς’’ ὅρον ἡμῖν εὐχῆς διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκεν· διδάσκων ἡμᾶς λέγειν, " τὸν ἄρτον ἡμῶν τὸν “ ἐπιούσιον δὸς ἡμῖν σήμερον. " κατὰ τὸν πλοῦτον αὐτοῦ, τουτέστιν κατὰ τὴν δωρεὰν αὐτοῦ. ὅτι εὔκολον αὐτῷ καὶ δυνατόν. καὶ ἐπειδὴ χρείαν ε7πον, μὴ νομίσητε ὅτι στενοχωρήσει ὑμᾶς· τοῦτο ἐπήγαγεν, " κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν χριστῷ “ Ιησοῦ,” οὕτως περισσεύσαι ὑμῖν ἅπαντα, ὥστε εἰς δόξαν αὐτοῦ ἔχειν. ἢ ὅτι οὐδενὸς ὑστερεῖσθαι· " καὶ χάρις γὰρ μεγάλη’’ φη- σὶν “ ἦν ἐπὶ πάντας αὐτούς. οὐδὲ γὰρ ἐνδεὴς τίς ὑπῆρχεν ἐν “ αὐτοῖς.” ἢ ὥστε εἰς δόξαν αὐτοῦ κεχρῆσθαι τῇ περιουσίᾳ. τῷ δὲ Θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Αὕτη ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατέρος γίνεται· ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε καὶ ὁ Πατήρ.

Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπά- ζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.

Καὶ μὴν ἔλεγες ὅτι οὐδένα ἔχεις ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· πῶς οὖν λέγεις *’ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ;’ ἣ τοὺς μετ’ αὐτῶν φησίν· ἢ ὅτι οὐδένα τῶν μεθ’ ἑαυτοῦ ἔχω ἰσόψυ- χον· οὐ περὶ τῶν ἐν τῇ πόλει λέγων· ποίαν γὰρ ἀνάγκην εἶχον ἐκεῖνοι τὰ τῶν Ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐ παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν.

Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα οἱ ἐκ τῆς Καίσαρος οἰκίας. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ Πνεύματος ὑμῶν. ἀμήν. Ἀνέστησεν αὐτοὺς καὶ ἀνέρρωσεν. δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς

290
οἰκίας τὸ κήρυγμα ἥψατο. εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν· καὶ τοῦτο δὲ τεκμήριον τῆς Παύλου ἀγάπης, καὶ τοῦ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι καὶ μέγαλα λέγειν· ὥστε καὶ εἰς πόθον αὐτῶν ἤγαγεν τοὺς ἐν τοῖς βασιλείοις· ὥστε καὶ ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας . . . . . . . . ·

τριάς * μονάς * ἐλέησον * τῶν εἰς τὴν πρὸς Φιλιππησίους Ἐπιστολὴν ἐξηγητικῶν ἐκλογῶν τόμος α.

τοῦ μακαρίου Ἰωάννου. ΙΩ.

Σευηριανοῦ. Σ.

Θεοδώρου. Θ.