Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεως ἐν Πνεύματι Ἁγίῳ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη ἐν τῇ καρδίᾳ μου· ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα· οἵ τινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

Γρηγορίου τοῦ θεολόγου ἐκ τῶν περὶ φιλοπτωκίας. Ἐξ ἀγάπης ὁ θεῖος Ἀπόστολος ἐτόλμησέ τι καὶ καθ’ ἑαυτοῦ διὰ τὸν Ἰσραὴλ φθέγξασθαι.

Χρυσοστόμου. Μεγάλα δὲ μέλλων εἰπεῖν, ὡς καὶ ἀπιστεῖσθαι παρὰ τῶν πολλῶν, πρότερον διαβεβαιοῦται περὶ ὧν μέλλει λέγειν. ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσι τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον· καὶ ὑπὲρ οὗ σφόδρα εἰσὶν ἑαυτοῖς πεπιστευκότες. καὶ γὰρ “ἀλήθειαν λέγω,” φησὶν, “καὶ οὐ ψεύδομαι. “καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, “καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ηὐχόμην γὰρ αὐτὸς ἐγὼ “ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ.” τι λέγεις, ὦ Παῦλε; ἀπὸ τοῦ Χριστοῦ; τοῦ ποθουμένου; οὗ μήτε γεέννα, μήτε βασιλεία σε ἐχώριζε; μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα· μήτε ἄλλα τοσαῦτα; ἀπὸ τοῦ νῦν εὔχῃ ἀνάθεμα εἶναι; τί γέγονε; μὴ κατέλυσας τὸν πόθον ἐκεῖνον; οὔχι φησι. ἀλλὰ καὶ ἐπέτεινα μᾶλλον αὐτόν. πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, μεθ’ ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ φησι. πῶς; εἰπέ μοι. καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. μᾶλλον δὲ εἰ δοκεῖ, πρῶτον μάθωμεν, τί ἐστιν ἀνάθεμα. ἄκουσον αὐτοῦ λέγοντος, “εἴ τις οὐ “φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀνάθεμα ἔστω.” τουτέστι, κεχωρίσθω πάντων. ἀλλότριος ἔστω πάντων. καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ· οὐδεὶς ἃν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι, οὕτω καὶ τὸν χωριζόμενον τῆς ἐκκλησίας πάντων ἀποτεμὼν, καὶ ὡς πορρωτάτω

305
ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ. μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν αὐτοῦ κελεύων χωρίζεσθαι καὶ ἀποπηδᾶν. τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκεν, οὐδεὶς ἐτόλμα ἐγγίσαι. τοῦ δὲ ἀποτμηθέντος ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. ὥστε ὁ μὲν χωρισμὸς, εἷς· καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωτο· ὁ δὲ τρόπος τοῦ χωρισμοῦ, οὐχ εἷς· ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνῳ. τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, “ηὐχόμην “ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.” καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἠβουλόμην, ἀλλ’ ἐπιτείνων αὐτό φησιν· “ηὐχόμην.” εἰ δὲ θορυβεῖ σε, ἅτε ἀσθενέστερον ὄντα τὰ λεγόμενα· μὴ τὸ πρᾶγμα λογιζόμενον s, ὅτι χωρισθῆναι ἠβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν δι’ ἣν ἐβούλετο. καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης.

t Τίς οὑν ἡ αἰτία; αὐτὸς ὁ ποθούμενος Ἰησοῦς. καὶ μὴν αὐτόν φησιν, ηὐχόμην γὰρ ἀπ’ αὐτοῦ, φησι, ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου. καὶ τοῦτο τῆς αὐτοῦ ταπεινοφροσύνης. οὐ γὰρ βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. διὸ εἶπε “συγγενῶν,” ἵνα κρύψῃ τὸ πλεονέκτημα. ἐπεὶ ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς, “ὧν ἡ “υἱοθεσία καὶ ἡ δόξα· καὶ ἡ διαθήκη,” καὶ τὰ ἑξῆς. καὶ τί τοῦτο φησίν; εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι. εἰ δὲ ὑπὲρ Ἰουδαίων ηὔχετο μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενον, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. καὶ μὴν εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἃν ὁμοίως τοῦτο ἐφάνη. ἐπειδὴ ὑπὲρ Ἰουδαίων δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν, τοῦτο σπουδάζων. οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν ἅπερ εἴρηκεν· ἀλλ’ ἐπειδὴ πάντες ἔλεγον, καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, καὶ προπάτορες αὐτοῦ γινόμενοι τοῦ Χριστοῦ, τοῦτο γάρ ἐστιν “ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα,” ἐκβέβληνται καὶ ἠτίμωνται· [*](s Leg. λογίζου μόνον. t Ι. marg. a m. rec. desunt quæd.)

306
ἀντεισήχθησαν δὲ ἀντ’ ἐκείνων, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες, οἱ ἐξ ἐθνῶν.

Επεὶ οὖν ταῦτα λέγοντες, τὸν Θεὸν ἐβλασφήμουν. ταῦτα ὁ Παῦλος, καὶ ὑπὲρ τῆς δόξης ἀλγῶν τοῦ Θεοῦ, ηὔξατο ἀνάθεμα εἶναι, εἰ γε δυνατὸν ἦν, ὥστε σωθῆναι ἐκείνους, καὶ τὴν βλασφημίαν ταύτην καταλυθῆναι· καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους ἐκείνων· οἷς τὰς δωρεὰς ἐπηγγείλατο. καὶ ἵνα μάθῃς ὅτι ὑπὲρ τούτου κοπτόμενος, ταῦτα ηὔχετο, μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ·” δεικνὺς ὅτι ταῦτα πάντα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ηὔχετο. τουτέστι τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην. ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. διὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησὶν, οὐδὲν γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτῷ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ ἐβλασφήμουν αὐτὸν δι’ ἐκείνους. διὰ τοῦτο ἔλεγεν· “ὧν ἡ υἱοθε- “σία,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ φησὶ, καὶ αἱ συνθῆκαι πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πάτερες οἱ δεξάμενοι τὰς ἐπαγγελίας, ἐξ ἐκείνων πάντες. ἀλλ’ ὅμως, τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν· διὰ τοῦτο φησὶ, εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι με οὐχὶ τῆς ἀγάπης αὐτοῦ, μὴ γένοιτο· ἐπεὶ καὶ ταῦτα δι’ ἀγάπην ἐποίει· ἀλλὰ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἄν· ὥστε μὴ τὸν δεσπότην βλασφη- μεῖσθαι τὸν ἐμόν· t μεγίστην ἡγούμενος ἁπάντων εἶναι παραμυθίαν τοῦ πόνου, τὸ τὸν ποθούμενον, μηκέτι βλασφημούμενον ἀκούειν.

Εἰ δὲ οὐδέπω καταδέχῃ τὸ εἰρημένον· ἐννόησον ὅτι καὶ πάτερες πολλοὶ πολλάκις εἵλοντο χωρισθῆναι τῶν ἰδίων παίδων, καὶ μόνον αὐτοὺς εὐδοκιμοῦντας ὁρᾷν. τῆς συνουσίας αὐτῶν ἡδίω νομίζοντες, τὴν εὐδοκίμησιν τὴν ἐκείνων. τινὲς δὲ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν τὸν Παῦλον ἐνόμισαν. οὓς τοσοῦτον εἴποιμι ἃν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τὸν πηρὸν τὴν ἀκτῖνα τὴν ἡλιακήν. ὁ [*](t Ι. m. a m. rec. defect.)

307
γὰρ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ εἰπὼν, “τίς ἡμᾶς χωρί- “σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἣ στενοχωρία, “διωγμὸς, ἣ λιμός;“καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ’ ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ ἀρχαγγέλων· καὶ πάντα τὰ ἄνω παραδραμών· καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα, τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις. καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθείς· ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ’ ἐκεῖνα πάντα, θανάτου τοῦ τοῦ ἐμνημόνευσεν ἄν; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια· εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; ὁ γὰρ τοιοῦτος θάνατος, μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. ἄλλοι δέ τινες οὐ θάνατον φασὶν, ἠνίξατο, ἀλλὰ κειμήλιον καὶ ἀνάθημα εἶναι ηὔχετο εἶναι τοῦ Χριστοῦ. καὶ τίς τοῦτο, καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων, οὐκ ἃν ηὔξατο; πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γίνεσθαι;

Ισιδώρου. Πῶς δ' ἃν τοσαῦτα διεβεβαιώσατο, ὡς μέλλων ἀπιστεῖσθαι· εἰ γε εὐτελές τι ἦν καὶ φαῦλον τὸ νενοημένον αὐτῷ; ἐπειδὴ κρεῖττον ἦν ἁπάσης δυνάμεως καὶ ῥώμης ὃ ἔμελλεν εἰπεῖν, πολλοὺς μάρτυρας παρέστησε τοῦ μὴ ψεύδεσθαι καὶ κομπάζειν τὴν ἀλήθειαν· τὸν Χριστὸν, τὸ μὴ ψεύδεσθαι· τὴν συνείδησιν· καὶ τὸ Πνευμα τὸ Ἅγιον τίς ἃν οὑν πιστεύσειεν ὅτι ταπεινόν τι ἐννοῶν καὶ οὐ; εἰς τοσαύτην ἐξηνέχθη διὰ βεβαιώσεως ὑπερβολήν; εἰ δ' ἔτι μικρὸν φρονοῦσι τινὲς, καὶ περὶ γῆν ἰλυσπώμενοι, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλονται, λογιζέσθωσαν τὸν θεοφιλῆ Μωσέα εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτὸν τελοῦντες, πανωλεθρίᾳ παραδοθεῖεν. μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου. ὁ μὲν γὰρ, συναπολέσθαι, ὁ δὲ, ἀπολέσθαι, ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο. ἀπὸ δὲ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι.

Ἡ Ῥεβέκκα ἀποστολικὴν, ὡς ἄν τις εἴποι, ἔχουσα μεγαλοψυχίαν, εἵλετο κατάραν ὑποστῆναι, ἵν ὁ παῖς εὐλογίαν κληρονομήσῃ. καὶ

308
τῶν μὲν ἀγαθῶν, ἐκείνῳ παρεχώρει, οὐ γὰρ δὴ μετ’ ἐκείνου εὐλογεῖσθαι ἔμελλε· τὰ δὲ κακὰ, αὐτὴ μόνη παρεσκευάζετο ὑπομένειν. ἔφη γὰρ τῷ παιδὶ ἀναδυομένῳ καὶ δεδοικότι· “ἐπ’ ἐμὲ ἡ κατάρα σου “τέκνον.” μόνον μὴ διαφθείρῃς τὸ κατασκευασθὲν ὑπ’ ἐμοῦ δρᾶμα, μὴ δὲ προδῷς τὸν θησαυρόν. εἰ τοίνυν γυνὴ, μὴ δὲ ἀνδρὸς ἔχουσα δύναμιν, μὴ δὲ μεγαλοψυχίαν, εἵλετο καταρθῆναι, ἵνα ἄλλος εὐλογηθῇ· ὁ τοσοῦτος καὶ τηλικοῦτος Ἀπόστολος, οὐκ ἃν ηὔξατο τι τοιοῦτον παθεῖν, ἵνα Ἰουδαῖοι πιστεύσωσι, καὶ μὴ δόξη βλασφημεῖσθαι ὁ Θεός· ἄλλοις μὲν ἐπαγγειλάμενος· ἄλλους δὲ εἰς τοσαύτην ἀξίαν ἀγαγών; πάνυ μὲν οὖν. ταῦτα δὲ ἔλεγεν· οὐχ ὡς τῷ ὄντι τῆς ἐπαγγελίας διαπεσούσης· ἔφη γὰρ, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ “λόγος τοῦ Θεοῦ,” ὁ πρὸς τοὺς πατέρας δηλονότι γεγενημένος. ἐξέβη γὰρ ἡ ἐπαγγελία, ἐν τοῖς ἐξ αὐτῶν πιστεύσασι· καὶ ἐν τοῖς ὁμοίοις τοῦ Ἰσαὰκ διὰ τοῦ βαπτίσματος ἐξ ἐθνῶν τεχθεῖσι. καὶ τοῦτο ἐγγυᾶται ὁ τῶν Ἀποστόλων κορυφαῖος Πέτρος, λέγων, “ταύτην τὴν ἐπαγγελίαν ἐκπεπλήρωκεν ὁ Θεὸς τοῖς τέκνοις αὐ- “τῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν.” οὐ τοίνυν ὡς διαπεσούσης τῆς ἐπαγγελίας τοῦτο ἔφη, ἀλλ’ ἵνα δείξη τὸ ἀκάθεκτον ἑαυτοῦ περὶ τὸν τοῦ Χριστοῦ πόθον.

Κυρίλλου. Πάλιν δὲ ἄνωθεν καθ’ ἑτέραν ἐπιβολὴν περὶ τῶν εἰρημένων εἴπωμεν. ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν σραήλ· καὶ δὴ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταί· καὶ τὸ, ἔτι τούτων ἐπέκεινα, κυριοκτόνοι. ταύτῃ διολώλασι· γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι. καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ’ν ὠλισθηκότες, τέθεινται κατόπιν ἐθνῶν. πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργός· καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἄνω τὲ καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ, καὶ τῶν δαιμονίων θεραπευτὰς, κλητοὺς γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων, μονονουχὶ κειμένοις καὶ ἐναλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶ, “ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ

309
“ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληρὰς τὲ τὰς ἐπὶ τούτῳ δίκας ἀνατλῆναι λοιπὸν, ἐπιστυγνάσειεν ἄν τις. καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου. μᾶλλον δὲ τῆς ἀγάπης ἔχει τὴν πλήρωσιν. τὸ δὲ δὴ καὶ ὑπὲρ αὐτῶν θέλειν ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῆς ἀγάπης λοιπόν. οὐ γὰρ ἂν ἕλοιτό τις, εἶπέρ ἐστιν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ. καὶ ποιεῖσθαι μὲν παρ’ οὐδὲν τὴν αὐτοῦ ζωὴν, ἑτέροις γε μὴν τὸ χρῆμα ἐνεῖναι ἑλέσθαι. τί οὖν ἄρα φησὶν, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “ηὐχόμην γάρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι· εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἃν αὐτὸς ἐγὼ, ὁ πᾶσι 'διακηρύττων, “τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ,” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν, σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ιουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον, τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτῃ τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων, “εἴτε γὰρ ἐξέστημεν Θεῷ· εἴτε σωφρονοῦμεν “ὑμῖν.” οὐκοῦν ἑλοίμην ἃν ἔγωγε καὶ μάλα προθύμως, φησὶ, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.

Σευηριανοῦ. τὴν ὑπερβολὴν οὖν τοῦ εἰς Χριστὸν ἐνδεικνύμενος φίλτρου, τοῦτο φησίν.

Γρηγορίου τοῦ θεολόγου ἐκ τοῦ ἡττημένου. Καὶ τολμήσας τι μεῖζον ὑπὲρ τῶν ἀδελφῶν αὐτοῦ τῶν κατὰ σάρκα, ἵνα τολμήσω τί καὶ αὐτὸς οὕτω λέγων, ἀντεισαχθῆναι τούτους ἑαυτοῦ Χριστῷ διὰ τὴν ἀγάπην εὔχεται. ὣ τῆς μεγαλονοίας. ὣ τῆς τοῦ πνεύματος ζέσεως. Χριστὸν τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν. τὸν τὰς ἀσθενείας ἡμῶν λαβόντα καὶ τὰς νόσους βαστάσαντα. ἣ τό γε μετριώτερον εἰπεῖν, παθεῖν τί ὑπὲρ αὐτῶν· καὶ ὡς ἀσεβὴς δέχεται πρῶτον ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.

Μαξίμου. Ηὐχόμην, λέγων, παραδοθῆναι ἀπὸ Χριστοῦ τῷ δια-

310
βόλῳ, ὥστε μαστιγωθῆναι, καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ ὑπομεῖναι κολάσεις, ἃς κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς Θεὸν αὐτῶν ἀπιστίας, μόνον, ἵνα σωθῶσι· καθ’ ὃν τρόπον καὶ ὁ Κύριος παρέδωκεν ἑαυτὸν, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.

Φωτίου. Ἀλλὰ πῶς φησιν, ὃν οὐδὲν χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὗτος ὑπὲρ συγγενῶν ἐπιζητεῖ καὶ εὔχεται τούτου χωρισθῆναι; οὐκ ἔστιν ἐναντία ταῦτα, ἀλλὰ καὶ μᾶλλον συνᾴδει. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. “ἐν τούτῳ “γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην “ἔχητε πρὸς ἀλλήλους.” ναί φησιν· ἀλλ’ ἐνταῦθα προκρίνει τῆς πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τοῦ πλησίον. ἀλλὰ τὸ φιλεῖν ἐκείνους, τὸ οἰκειῶσαι τῷ Χριστῷ ἐστι. δείκνυσι γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. οὕτω γὰρ ἃν νοοῖτο τὸ ῥητόν. εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας, δοξασθῆναι τὸν Χριστὸν, καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἃν παρῃτησάμην. ἄλλως τε οὐ δὲ λέγει ἀνάθεμα γενέσθαι. τουτέστιν, ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι· τοῦτο γὰρ ἀπευκτότατον· ἀλλὰ ἀνάθεμα εἰναι. τουτέστι, κεχωρισμένον ἔτι εἶναι, καὶ μήπω τῷ Χριστῷ προσελθεῖν, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι· εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει. μὴ γὰρ ὅτι προσῆλθον τῷ Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προκαλεῖσθαι νομίσητε, φησίν. καὶ πρὸ ἐμοῦ ὑμᾶς ἠβουλόμην προσδραμεῖν αὐτῷ.

Ἀλλὰ φέρε καὶ αὖθις ἄνωθεν τήν τε ἀκολουθίαν τῶν εἰρημένων καταμάθωμεν· καὶ αὐτὰ τὰ ῥήματα εἰς μέσον ἀγάγωμεν.

Θεοδωρήτου. Ἀπέδειξεν ὁ θεῖος Ἀπόστολος περὶ τὰς ἀρχὰς τῆς ἐπιστολῆς, ὡς ἀναγκαία καὶ τῶν ἀρρήτων πρόξενος ἀγαθῶν τοῖς πιστεύουσιν ἡ τοῦ Σωτῆρος ἐνανθρώπησις. Ἰουδαίους τὲ γὰρ ἤλεγξεν, ἐκ τῆς τοῦ νόμου θέσεως μείζοσι κατηγορίαις ὑπευθύνους γεγενημένους, καὶ τοὺς ἄλλους ἅπαντας τῆς φύσεως παραβάντας ’τον νόμον. καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ πίστεως σωτηρίαν ὑπέδειξεν. ἵνα μήτε Ἰουδαῖοι δυσχεραίνωσι κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες· μήτε μὴν οἱ περὶ τὴν παλαιὰν ἀπεχθῶς διακείμενοι αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκο-

311
φαντίαν λάβωσιν. ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον· καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. ἐπεὶ δὲ πάλιν Ἰουδαῖοι τὸν πατριάρχην Ἁβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύειν τῶν Ἀποστόλων τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπόσχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προφέρει τοὺς λόγους. καὶ σοφῶς ἄγαν διαλύει, καὶ γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος. καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. μέλλων μέντοι τῆς Ἰουδαίων ἀπιστίας κατηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. εἰπὼν δὲ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, ὤφειλε μὲν προσθεῖναι διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν ἣ ἀπιστίαν. φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα. τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διάνοιαν. σφόδρα δὲ ἁρμοζόντως παρενέθηκε, καὶ τὸ, “αὐτὸς ἐγώ.” τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς πρὸς τὸν χριστὸν εἰρημένων, ἀναμιμνήσκων. καὶ μονονουχὶ λέγων, ὅτι ἐγὼ ὃν οὐδὲν χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἃν ἐχωρίσθην αὐτοῦ. δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ διὰ τὸν περὶ ἐκεῖνον ἔρωτά τε καὶ πόθον, ταῦτα εἴρηκε· πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπασίως δεχομένους τὸ κήρυγμα.