Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Δείκνυσιν ὅτι καὶ πρὸς τὸ κοῦφον τοῦτο. τὴν ἐν ἐλπίδι ὑπομονὴν, πολλῆς ἀπολαύομεν βοηθείας. τὸ μὲν γάρ, φησιν, γίνεται σὸν, τὸ τῆς ὑπομονῆς. τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας· εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος, καὶ δι’ αὐτῆς πάλιν τοὺς πόνους κουφίζοντος. εἶτα ἵνα μάθῃς ὅτι οὐκ ἐν τοῖς πόνοις σοι μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὐτη ἡ χάρις, ἄλλα κα ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ’ ἑαυτοῦ βοήθειαν εἰσφέρει, ἐπήγαγε· “ τὸ γὰρ τι προσ- “ εὐξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.” ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος ἐμφαίνων πρόνοιαν τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα ἃ τοῖς λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μυρία πάσχοντας δεινὰ ἄνεσιν ζητεῖν, καὶ ταύτην αἰτεῖν παρὰ Θεοῦ τὴν χάριν, καὶ νομίζειν αὐτοὺς λυσιτελεῖν, λέγει· μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε· καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας. ὅθεν καὶ ἔλεγε, τὸ, “ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” ἵνα μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. οὐ γὰρ εἶπεν, οὐκ οἴδατε, ἀλλ’
“ Ἀλλ᾿ αὐτό” φησι, “τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν, στε- “ ναγμοῖς ἀλαλήτοις.” ἀσαφὲς τὸ εἰρημένον διὰ τὸ πολλὰ τότε γενομένων θαυμάτων, νῦν πεπαῦσθαι. διόπερ ἀναγκαῖον διδάξαι ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. τίς οὖν ἡ τότε κατάστασις; διάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις χαρίσματα ἐδίδοτο, ἃ δὴ καὶ πνεύματα ἐκα- λεῖτο. πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται φησί. καὶ ὁ μὲν, εἶχε προφητείας χάρισμα· τοῦ τὰ μέλλοντα προλέγειν. ὁ δὲ, σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς. ὁ δὲ, ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας. ὁ δὲ, δυνάμεων, καὶ τοὺς νεκροὺς ἤγειρε. μετὰ δὲ τούτων ἁπάντων, ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ ἐλέγετο πνεῦμα. καὶ ὁ τοῦτο ἔχων, ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. ἐπειδὴ γὰρ ἀγνοοῦντες πολλὰ τῶν συμφερόντων ἡμῖν, τὰ μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο εἰς ἕνα τινὰ τῶν τότε χάρισμα εὐχῆς. καὶ τὸ κοινὴ συμφέρον ἁπάσης τῆς ἐκκλησίας, αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν. ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ κατανύξεως πολλῆς, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν· τῷ Θεῷ προσπίπτων, ᾔτει πᾶσι τὰ συμφέροντα· οὗ καὶ νῦν σύμβολον ὁ διάκονος ἐστὶ, τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. ἐνταῦθα τοίνυν οὐ περὶ τοῦ Παρακλήτου ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς.
Κυρίλλου. “ Ἐντυχχάνει στεναγμοῖς ἀλαλήτοις ὑπὲρ ἐπειδὴ στενάζομεν ἐσθ’ ὅτε, τὰς πρὸς τὸν Θεὸν ἱκετείας ἐκτελεῖν σπουδάζοντες. οὐκοῦν μανθάνομεν ἐν Ἁγίῳ Πνεύματι, καὶ τοῦτο·
Ὡσαύτως δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν. ἀλλ’ αὐτὸ τὸ πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις.