Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.

Χρυσοστόμου. Τῆς γυναικὸς ταύτης καὶ τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὁ Λουκᾶς μαρτυρεῖ. τοῦτο μὲν, ὅταν λέγῃ, “ ἔμεινε παρ’ “ αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα φησίν, “ ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “ οἷς οὐκ ἐγὼ μόνος “ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι,

518
ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν. διά τε τὸ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τὸ τοῖς ξένοις αὐτὸν ἀνεῖσθαι πᾶσιν. οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας, ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια, καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐρριζωμένος ἐν αὐτῇ εἴη. διὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, “ ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσ- “ Κίλλαν σὺν τῆ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.” ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα, θαυμαστὸν εἰναι καὶ γενναῖον. οἷον καὶ οὗτοι ἐτύγχανον· καὶτοι καὶ τὸ ἐπιτήδευμα εὐτελὲς ἔχοντες. σκηνοποιοὶ γὰρ ἦσαν.

Θεοδωρήτου. Διὸ καὶ τὸ, “ ἐν Χριστῷ Ἰησοῦ προστέθεικεν ὁ Ἀπόστολος, μετὰ τὸ συνεργοὺς αὐτοὺς καλέσαι. ἴνα μή τις υπολάβῃ τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι, ὡς καὶ αὐτῶν ὄντων σκηνοποιῶν. ἀσπάζεται δὲ καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν, δηλοῦντος τοῦ λόγου τὴν τῆς εὐσεβείας αὐτῶν ὑπερβολήν. πάντας γὰρ ὡς εἰκὸς τοὺς οἰκείους τὴν ἄκραν ἀρετὴν ἐδίδαξαν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. τὴν δὲ Πρίσκιλλαν, καὶ Πρίσκαν ἐστὶν εὑρεῖν ἐν τοῖς βιβλίοις λεγομένην.

Θεοδώρου. Διὰ μέντοι τῶν ἀσπασμῶν ὁ μέγας Παῦλος αὔξει τὴν διάθεσιν· διὰ δὲ τῆς τῶν ὀνομάτων μνήμης, διδάσκει ὅτι χρὴ μὴ δὲ ἀπόντων τῶν φίλων ἐπιλανθάνεσθαι.

Ἀσπάσασθε Ἐπαίνετόν τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.

Χρυσοστόμου. Ἄξιον ἐντεῦθεν ἰδεῖν πῶς ἑκάστω τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. οὐ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας, καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ, Παῦλον ἔχειν ἀγαπητόν· Παῦλον, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. εἶτα καὶ ἄλλο ἐγκώμιον, “ ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας.” ἣ γὰρ τοῦτο φησὶν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν. ὅπερ, οὐ μικρὸς ἔπαινος. ἣ ὅτι τῶν ἄλλων ἁπάντων, πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. διὰ τοῦτο εἰπὼν, ὅτι ἔστιν “ ἀπαρχὴ τῆς “ Ἀχαΐας,” οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν, ἀλλὰ προσέθηκεν, “ εἰς Χριστόν.” εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρὸς, πολλῷ μᾶλλον ἐν τούτοις. ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν ταπεινοῦ γένους εἰναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν. ἐντεῦθεν αὐτὸν κοσμῶν· καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φη-

519
σὶν αὐτὸν ἀπαρχὴν εἶναι. ὡσανεὶ, θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός. καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων, πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος. ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆι, ἀρχῆς συνεισενεγκών.