Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.
Χρυσοστόμου. Τῆς γυναικὸς ταύτης καὶ τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὁ Λουκᾶς μαρτυρεῖ. τοῦτο μὲν, ὅταν λέγῃ, “ ἔμεινε παρ’ “ αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα φησίν, “ ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “ οἷς οὐκ ἐγὼ μόνος “ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι,
Θεοδωρήτου. Διὸ καὶ τὸ, “ ἐν Χριστῷ Ἰησοῦ προστέθεικεν ὁ Ἀπόστολος, μετὰ τὸ συνεργοὺς αὐτοὺς καλέσαι. ἴνα μή τις υπολάβῃ τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι, ὡς καὶ αὐτῶν ὄντων σκηνοποιῶν. ἀσπάζεται δὲ καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν, δηλοῦντος τοῦ λόγου τὴν τῆς εὐσεβείας αὐτῶν ὑπερβολήν. πάντας γὰρ ὡς εἰκὸς τοὺς οἰκείους τὴν ἄκραν ἀρετὴν ἐδίδαξαν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. τὴν δὲ Πρίσκιλλαν, καὶ Πρίσκαν ἐστὶν εὑρεῖν ἐν τοῖς βιβλίοις λεγομένην.
Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ· οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.