Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοὶ σκοπεῖν τοὺς τὰ σκάν- δαλα καὶ τὰς διχοστασίας, παρὰ τὴν διδαχὴν ἢν ὑμεῖς ἐμάθετε, ποιοῦντας. καὶ ἐκκλίνατε ἀπ’ αὐτῶν. οἱ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· χαίρω οὖν τὸ ἐφ’ ὕμιν.

Χρυσοστόμου. Πἀλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραί- νεσιν. σκόπει δὲ πῶς προσηνῶς παραινεῖ. οὐκ ἐν τάξει συμβού- λου, ἀλλ’ ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς. καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. “παρακαλῶ “γὰρ ὑμᾶς,” φησιν, “ἀδελφοί.” εἶτα καὶ ἐναγωνίους δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. ὡς γὰρ οὐκ αὐτόθεν ὄντων δήλων, φησίν. “παρακαλῶ ὑμᾶς σκοπει-ν.” τουτέστι περιεργά- ζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. τί- νας, εἶπέ μοι ; “τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν “διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας.” αὕτη γὰρ μάλιστα ἐκι κλησίας ἀνατροπή· τὸ διηρῆσθαι. ἀπὸ γὰρ τῆς διχοστασίας, τὸ σκάνδαλον. ἡ δὲ διχοστασία, πόθεν ; ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν Ἀποστόλων. τὰ δὲ δόγματα τὰ τοιαῦτα, πόθεν ; ἀπὸ τοῦ γαστρὶ δουλεύειν, καὶ τοῖς ἄλλοις πάθεσιν. ὥστε οὐκ ἃν γένοιτο διχοστασία, εἰ μή τις παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμ” ὃ καὶ ἐνταῦθα δηλῶν, ἔλεγε, “παρὰ τὴν διδα- χήν. καὶ οὐκ εἶπεν, ἣν ἐδιδάξατε, ἀλλ’ ἣν ὑμεῖς ἐμάθετε. προκαταλαμβάνων αὐτοὺς, καὶ ἀκούσαντας καὶ καταδεξαμένους καὶ τι ποιήσομεν τοῖς τὰ τοιαύτα κακουργοῦσιν ; οὐκ εἶπεν ὄμοσε χωρεῖτε, καὶ πυκτεύετε, ἀλλ’ “ἐκκλίνατε ἀπ’ αὐτῶν. εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν. ἐπειδὴ δὲ ἑκόντες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. εἶτα κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολ- μῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ’ ἧς ταύτην ἐποίησαν τὴν διχο-

525
στασίαν. “ οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύ- “ οὖσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ.” τοῦτο καὶ Φιλιππησίοις ἔλεγε περὶ αὐτῶν, “ ὧν Θεὸς ἡ κοιλία.” ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων δοκεῖ αἰνίττεσθαι, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθε ὡς γαστριμάργους. καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης, ἀυτὴ. ο δὲ τροπος τῆς ἐπιβουλῆς, ἕτερον πάλιν νόσημα, ἡ κολακεία. “ διὰ γὰρ “ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.” καὶ καλῶς εἶπε “ χρηστολογίας.” μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία. ἡ δὲ διάνοια, οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. καὶ οὐκ εἶπεν ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ “ τὰς καρδίας τῶν ἀκάκων.” καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ὥστε ποιῆσαι ἀνεπαχθέστερον τὸ εἰρημένον, φησὶν, “ ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προσκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. οὐδὲ γὰρ ἐγὼ, φησὶν, μαρτυρῶ μόνος, ἀλλὰ καὶ πᾶσα ἡ οἰκουμένη. καὶ οὐκ εἶπεν, ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ’ “ ἡ ὑμῶν “ ὑπακοή.” τουτέστιν, ἡ πειθώ. ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. ἀλλὰ καὶ τὸ, “ χαίρω οὖν τὸ, ἐφ’ ὑμῖν,” οὐ μικρὸν ἐγκώμιον.

Γενναδίου. Παραινεῖ τοίνυν αὐτοὺς τὰς τοῦ Πέτρου κατέχειν παραδόσεις, φυλαττομένους τὴν Ἰουδαϊκὴν τερατολογίαν. οὓς καλῶς οὐχὶ τῷ Χριστῷ δουλεύειν, ἀλλὰ τῇ ἑαυτῶν, ἔφη, κοιλίᾳ. διὰ τὸ μονονουχὶ τὴν εὐσέβειαν αὐτοὺς ἐν τῇ παρατηρήσει τῶν βρωμάτων ὁρίζεσθαι. οὔκουν καλῶς ἔχει ὑμῖν, φησὶν, διαβοηθεῖσιν ἐπὶ τῇ περὶ τὴν πίστιν εὐγνωμοσύνῃ, οὔτε αὐτοὺς τῆς εὐκλείας ἀποστερῆσαι παρακρουσθέντας, οὔτε τὴν ἡμετέραν ὑπὲρ τῆς ὐμετέρας εὐδοκιμήσεως ἀμβλῦναι χαράν.

Θεοδωρήτου. Εὐλογίαν δὲ, τὸν ἔπαινον ἐκάλεσε. πλὴν αἰντίττεται καὶ τινας ἐξ αὐτῶν ὑπαχθέντας. “ ἐξαπατῶσι γάρ,” φησιν, “ τὰς καρδίας τῶν ἀκάκων.” οὐ κακοήθειαν μέντοι ἀλλὰ ἁπλότητα ῃτιασατο.

Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν.

Χρυσοστόμου. Μετὰ τὸν ἔπαινον, νουθεσία. ἵνα γὰρ μὴ τῶν

526
ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυμοτέρους ἐργάσηται, πάλιν αὐτῶν καθάπτεται ἀνυπόπτως. τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο.

Γενναδίου. Βούλομαι οὖν φησιν γινώσκειν μὲν ὑμᾶς τὰ τοῖς καλοῖς ἐναντία. καὶ εἶναι πρὸς τὸ, τὸ ἀγαθὸν ποιῆσαι σοφοὺς, ἀφελεῖς δὲ καὶ ἀπανούργους ὑπάρχειν, καὶ κακίας ἁπλῶς ἀμαθεῖς.

Θεοδωρήτου. Τοῦτον καὶ ὁ Κύριος τοῖς Ἀποστόλοις τὸν νόμον παρήνεγκε, “ γίνεσθε,” λέγων, “ φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέ- “ ραιοι ὡς αἱ περιστεραί.” βούλεται δὲ καὶ ὁ δεσποτικὸς καὶ ἀποστολικὸς λόγος ἀποτίθεσθαι μὲν τὰς παρὰ τῶν δυσμενῶν προσφερομένας ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι.

Θεοδώρου. Ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως, μωρία ἐστίν. ἀκεραιότητος δὲ μὴ προσούσης, φρόνησις καθ’ ἑαυτην εἰς μωρίαν ἐκπίπτει.

Ἐκ τῶν ἀσκητικῶν. Ἒστι δὲ φρόνησις μὲν καὶ σοφία τὸ μετὰ περισκέψεως κ·αὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας ποιεῖν τί. ἀκεραιότης δὲ, τὸ μηδὲ εἰς ἔννοιαν ἐλθεῖν τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένειν δὲ τῇ εὐεργεσίᾳ κατὰ τὸ, “ ὑμεῖς δὲ “ τὰ ἀγαθὰ ποιοῦντες, μὴ ἐκκακεῖτε.